Migne Reading Room

PG 41 · cols. 1016–1025 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:1016Read from the page
Καὶ εισὶ, φησὶν, εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν. Τίνες τοίνυν εἶπεν οὗτοι ἀλλ' ἢ οι γενναῖοι ἀπόστολοι, καὶ μονάζοντες, καὶ οἱ καθεξῆς παρθένοι; Ἰωάννης μὲν καὶ Ἰάκωβος υἱοὶ Ζεβεδαίου, μείναντες ἐν παρθενίᾳ, μήτε μὴν ἰδίαις χερσὶ τὰ μέλη ἀποτεμόντες, μήτε συναφθέντες γάμῳ, ἀλλὰ τῇ ἰδίᾳ καρδίᾳ ἀγωνισάμενοι, καὶ θαυμασίως τὸ κλέος τοῦ στεφάνου τούτου τοῦ ἀγῶνος ἀπενεγκάμενοι· μετ' αὐτοὺς δὲ ὅσαι μυριάδες ἐν τῷ κόσμῳ μονάζοντες, καὶ ἀπὸ μοναστηρίων, καὶ παρθένων τουτὶ τοῦ ἀγῶνος τὸ κλέος ἀπηνέγκαντο, οἵτινες σώμασι γυναικῶν οὐκ ἐμίγησαν, ἀλλὰ ἤθλησαν ἐν ἀγῶνι τελειατάτῳ, ὡς καὶ Ἠλίας ἐν Παλαιᾷ Διαθήκῃ εὑρίσκεται, καὶ Παῦλος λέγων· Λέγω δὲ τοῖς ἀγάμοις, ὅτι καλὸν αὐτοῖς, ἐὰν μείνωσιν οὕτως ὡς κἀγώ. Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμείτωσαν. Πῶς οὖν αὐτὸς ἔμεινεν; Εἰ μὲν γὰρ ἀποτετμημένος ἦν, καὶ κατ' αὐτὸν ἔμειναν ὁμοιούμενοι αὐτῷ, ἵνα πληρώσωσι τὸ, ὡς κἀγώ· πῶς ἀποτετμημένος τις ἐδύνατο γῆμαι, ει μηκέτι ἐνεκρατεύετο; Καὶ τὸ, γαμείτωσαν, καὶ μὴ πυρούσθωσαν, ὁρᾷς, ὅτι περὶ ἐγκρατείας φάσκει, καὶ οὐχὶ περὶ μελῶν ἀφαιρέσεως;
And there are, He says, eunuchs who have made themselves eunuchs for the kingdom's sake. Whom then did He mean as being these save the noble apostles, and monks, and those after them who are virgins? John indeed and James, the sons of Zebedee, having remained in virginity, neither cutting off their members with their own hands nor having been joined in marriage, yet having striven in their own heart, marvellously bore off the renown of the crown of this contest; and after them how many tens of thousands living as monks in the world, both from monasteries and from virgins, carried off the renown of this contest, who did not mingle with the bodies of women, save contended in a most perfect contest, even as Elijah also is found in the Old Testament, and Paul saying: But I say to the unmarried, that it is good for them if they abide even as I. But if they have not continence, let them marry. How then did he himself abide? For if indeed he had been cut off, and according to him they abode becoming assimilated to him, that they might fulfil the word, even as I — how could anyone who had been cut off marry if he no longer practised continence? And as for the saying, let them marry, and let them not burn, do you see that he speaks concerning continence, and not concerning the removal of members?
Εἰ δὲ φάσκουσιν οὗτοι διὰ τὴν βασιλείαν τῶν οὐρανῶν ἑαυτοὺς εὐνουχικέναι, πῶς ἑαυτοὺς ἀπαλλοτριώσουσι τοῦ εἰρημένου ῥήματος, ὅτι εἰσί τινες, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων; Εἰ γὰρ αὐτὸς ἰδίαις χερσὶν ἑαυτὸν εὐνουχίζει, ἄνθρωπός ἐστι, καὶ αἱ χεῖρες αὐτοῦ τὸ ἀθέμιτον τοῦτο εἰργάσαντο. Εἰ δὲ αὐτὸς ἑαυτῷ οὐδὲν δύναται πρᾶξαι, ὑπὸ ἄλλων δὲ εὐνουχισθῇ, οὐκέτι ἔσται διὰ βασιλείαν οὐρανῶν, διότι ὑπὸ ἀνθρώπων εὐνουχίσθη ἤτοι δι' αὐτοῦ, ἤτοι διὰ τῶν τοῦτο πεποιηκότων. Πεσεῖται δὲ καὶ ἀπὸ τοῦ στεφάνου, καὶ ἀπὸ τοῦ βραβείου, οὐκέτι χάριν ἔχων διὰ τὴν ἀποχὴν τῆς τοιαύτης χρήσεως, ἀλλὰ διὰ τὸ μὴ δύνασθαι χρῆσθαι ἀφῃρημένων τῶν τῆς τοιαύτης ὑποθέσεως μελῶν. Ἓν δὲ καὶ τὸ αὐτὸ κριθήσεται, ὡς ὁ λυμαινόμενος ἑαυτοῦ τὸ μέλος, καὶ ὡς ὁ τέμνων ἀλλότριον ἀμπελῶνα. Οὐ γὰρ κατὰ Θεὸν ἐπολιτεύσατο, ἀλλὰ κατὰ ἐπιβουλὴν τῷ δημιουργῷ Κυρίῳ Θεῷ ἀντέστη τοιοῦτος. Ἐπιθυμίᾳ δὲ περισσοτέρᾳ ὁ τοιοῦτος ἐνεχθήσεται. Καὶ γὰρ ὁ εὐνοῦχος ᾄδεται παρὰ τῷ Σοφῷ οὐκ ἀπεχόμενος τῆς ἐπιθυμίας, ἀλλὰ μὴ δυνάμενος τὴν ἐπιθυμίαν ἐπιτελέσαι, ὡς λέγει· Ἐπιθυμία εὐνούχου ἀποπαρθενεύσει νεάνιδα. Καὶ ἐκ πανταχόθεν ὢ τῆς πολλῆς ματαιότητος τῆς ἐν τῷ κόσμῳ παλυτρόπως ἐπινενοημένης!
And if these men declare that they have made themselves eunuchs for the kingdom of heaven's sake, how shall they separate themselves from the word spoken, that there are some who were made eunuchs by men? For if a man makes himself a eunuch with his own hands, he is a man, and his hands have wrought this unlawful deed. And if he himself can do nothing unto himself, yet is made a eunuch by others, it will no longer be for the kingdom of heaven's sake, because he was made a eunuch by men — whether through himself or through those who did this. Moreover, he shall fall away also from the crown and from the prize, no longer having grace on account of abstinence from such use, save because he is unable to make use of it since the members for such a purpose have been taken away. And he shall be judged as one and the same with him who maims his own member, and with him who cuts down another's vineyard. For such a man did not order his life according to God, save in plotting withstood the Fashioner, the Lord God. Moreover, such a man shall be borne along by more abundant desire. For indeed the eunuch is celebrated in the Wise Man not as abstaining from desire, save as being unable to accomplish his desire, as he says: The desire of a eunuch shall deflower a young maiden. And from every side, O the great vanity devised in manifold ways in the world!
Καὶ ταῦτά ἐστιν ἃ περὶ τούτων ἔγνωμεν. Διὸ ἐν συντόμῳ περὶ αὐτῶν εἰρηκότες, καὶ, ὡς ἔφην, ὑπονοήσαντες εἶναι τούτους τοὺς προειρημένους, καταλιπόντες τοὺς αὐτοὺς, καὶ καταγελάσαντες ὥσπερ σκορπίου δικέντρου, τοῖς μὲν τέρασι καὶ χηλαῖς
And these are the things that we have come to know concerning these men. Wherefore, having spoken briefly concerning them, and, as I said, having conjectured these to be the aforesaid people, leaving these very men behind and laughing them to scorn as though they were a two-stinged scorpion, which with its prodigies and claws
Notes, col. 1016

On the reading

Printed εισὶ, for εἰσὶ.

Printed οι, for οἱ.

Printed τελειατάτῳ, for τελειοτάτῳ.

Printed ει, for εἰ.

Printed παλυτρόπως, for πολυτρόπως.

PG 41:1017Read from the page
ἀπὸ τῶν ἀνέκαθεν τῶν Πατέρων βίοις ἐναντιωθέντας, ἐν δὲ τῷ κέντρῳ τῷ τύπῳ τῆς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας ἀνθισταμένους, ὑποδήματι ἐστηριγμένῳ καταπατήσαντες τούτους, καὶ καταγελάσαντες, τουτέστι διὰ τῶν ῥητῶν τοῦ Εὐαγγελίου, κατὰ τὸ ἔθος, ἐπὶ τὰς λοιπὰς μεταβαίνοντες, ἐνταῦθα λήξωμεν τῆς τούτων ἀβελτηρίας.
having opposed the manner of life of the Fathers from of old, and in their sting withstanding the pattern of the holy Church of God — having trampled upon these men with a firmly planted sandal and laughed them to scorn, that is, through the sayings of the Gospel, passing on according to custom unto the rest, let us here make an end of their silliness.
ΚΑΤΑ ΚΑΘΑΡΩΝ,
Against the Cathari,
Τριακοστὴ ἐννάτη, ἡ καὶ πεντηκοστὴ ἐννάτη.
The thirty-ninth, which is also the fifty-ninth.
Αʹ. Καθεξῆς δὲ τούτων Καθαροί τινες λεγόμενοι ἐφύησαν ἀπὸ Ναβάτου τινὸς, ὡς πολὺς ᾄδεται λόγος. Οὗτος ὁ Ναβᾶτος ἐπὶ τῆς Ῥωμαίων ὑπῆρχεν ἐν καιρῷ τοῦ διωγμοῦ τοῦ πρὸ Μαξιμίνου γενομένου πρώτου· τάχα, οἶμαι, Δεκίου τότε ἦν, ἢ Αὐρηλιανοῦ. Ἀπὸ δὲ τῆς προφάσεως τῆς ἐν τῷ διωγμῷ παραπεσόντων ἐπάρματι ἀρθεὶς, ἅμα τοῖς ἐπαγομένοις αὐτῷ μὴ θελήσας κοινωνῆσαι τοῖς μετανοοῦσιν ἀπὸ τοῦ διωγμοῦ, εις αἵρεσιν ταύτην τέτραπται, λέγων μὴ εἶναι σωτηρίαν, ἀλλὰ μίαν μετάνοιαν. Μετὰ δὲ τὸ λουτρὸν μηκέτι δύνασθαι ἐλεεῖσθαι παραπεπτωκότα.
I. Next in order after these, certain men called Cathari sprang up from one Navatus, as much talk is bruited abroad. This Navatus lived at Rome in the time of the persecution that occurred first before Maximinus — perhaps, I suppose, it was then that of Decius, or of Aurelian. And lifted up with arrogance on the pretext of those who had lapsed in the persecution, together with those drawn after him, having refused to hold communion with those repenting after the persecution, he turned aside unto this heresy, saying that there is no salvation, save one repentance; and that after the laver one who has lapsed can no longer obtain mercy.
Καὶ αὐτοὶ δέ φαμεν εἶναι μετάνοιαν μίαν, καὶ διὰ λουτροῦ παλιγγενεσίας ταύτης γενέσθαι τὴν σωτηρίαν. Ἀλλ' οὐκ ἀναιροῦμεν τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· ειδότες τὸ κήρυγμα τῆς ἀληθείας, καὶ τὸν ἔλεον τοῦ Δεσπότου, καὶ τὸ συγγνωστὸν τῆς φύσεως, τὸ εὐρίπιστον τῆς ψυχῆς, τὸ ἀσθενὲς τῆς σαρκὸς, τὸ πολύβλυστον τῆς τῶν παλλῶν ἀνθρώπων αισθήσεως. Διότι οὐδεὶς ἀναμάρτητος, καὶ καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν μία ἡμέρα ὁ βιος αὐτοῦ ἐπὶ τῆς γῆς. Καὶ ἡ μὲν τελεία μετάνοια ἐν τῷ λουτρῷ τυγχάνει· ει δέ τις παρέπεσεν, οὐκ ἀπόλλει τοῦτον ἡ ἁγία τοῦ Θεοῦ
And we ourselves also say that there is one repentance, and that salvation comes about through the laver of this regeneration. Yet we do not do away with the loving-kindness of God: knowing the proclamation of the truth, and the mercy of the Master, and the pardonableness of nature, the changeableness of the soul, the weakness of the flesh, the multifarious gushing forth of the sense-perception of the many; because no one is sinless and clean from defilement, not even if his life upon the earth be one day. And perfect repentance indeed takes place in the laver; yet if anyone has lapsed, the holy [Church] of God does not lose this person
Notes, col. 1017

On the reading

Printed εις, for εἰς.

Printed ειδότες, for εἰδότες.

Printed παλλῶν, for πολλῶν.

Printed αισθήσεως, for αἰσθήσεως.

Printed βιος, for βίος.

Printed ει, for εἰ.

PG 41:1020Read from the page
Ἐκκλησία. Δίδωσι γὰρ ἐπάνοδον, καὶ μετὰ τὴν μετάνοιαν τὴν μεταμέλειαν. Τῷ γὰρ Κάϊν εἶπεν ὁ Θεός· Ἥμαρτες, ἡσύχασον· καὶ τῷ παραλυτικῷ· Ἰδοὺ ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε. Καὶ Πέτρον ἀνακαλεῖται ὁ Κύριος μετὰ τὸ ἀρνήσασθαι, καὶ ἀντὶ τῶν τριῶν ἀρνήσεων τρὶς αὐτὸν προσκαλεῖται εἰς ὁμολογίαν· Ἀγαπᾷς με, Πέτρε; Καί φησι· Ποίμαινε τὰ πρόβατά μου.
Church. For she grants a way of return, and after repentance, remorse. For unto Cain God said: Thou hast sinned; be still; and unto the paralytic: Behold, thou art made whole; sin no more. And the Lord calls Peter back after his having denied Him, and in place of the three denials He thrice summons him to confession: Lovest thou Me, Peter? And He says: Shepherd My sheep.
Βʹ. Σφάλλει δὲ αὐτοὺς τὸ ῥητὸν τοῦ Ἀποστόλου ειρημένον· Ἀδύνατον τοὺς ἅπαξ φωτισθέντας, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα, δυνάμεις τε τοῦ μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ παραδειγματίζοντας. Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς πολλάκις ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι' οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας. Ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος, καὶ κατάρας ἐγγύς· ἧς τὸ τέλος εἰς καῦσιν. Καὶ γὰρ τῷ μὲν ὄντι τοὺς ἅπαξ ἀνακαινισθέντας καὶ παραπεσόντας ἀνακαινίζειν ἀδύνατον. Οὔτε γὰρ ἔτι γεννηθήσεται Χριστὸς, ἵνα σταυρωθῇ ὑπὲρ ἡμῶν· οὔτε ἀνασταυροῦν δύναταί τις τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν μηκέτι σταυρούμενον· οὔτε δύναταί τις λουτρὸν δεύτερον λαμβάνειν. Ἓν γάρ ἐστι τὸ βάπτισμα, καὶ εἷς ὁ ἐγκαινισμός. Ἀλλὰ εὐθὺς ἐπιφέρει τὴν τούτων ἴασιν ὁ ἅγιος Ἀπόστολος, τὴν Ἐκκλησίαν ἰατρεύων, καὶ τῶν αὐτῆς μελῶν ἐπιμελούμενος· καί φησι· Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοὶ, τὰ κρείττονα, καὶ ἐχόμενα σωτηρίας, ει καὶ οὕτως λαλοῦμεν. Οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἀγαθοῦ ἔργου ὑμῶν. Καὶ ὁρᾷς πῶς τὸν ἐγκαινισμὸν μὴ δύνασθαι δεύτερον γενέσθαι τελείως ἀπεφήνατο· τῆς δὲ σωτηρίας οὐκ ἀπέτρεπε τοὺς ἔτι μετανοοῦντας, ἀλλὰ καὶ σωτηρίας ἐχομένους, καὶ Θεὸν ἀντιλήπτορα τῆς ἀγαθοεργίας αὐτῶν, καὶ ἀπὸ τῶν παραπτωμάτων τελειότατα μετανοούντων, καὶ ἐπιστρεφόντων, καὶ μεταμελομένων.
II. Yet the saying spoken by the Apostle misleads them: It is impossible to renew again those who have once been enlightened, and have tasted the good word of God and the powers of the age to come, and have fallen away, seeing that they crucify unto themselves the Son of God afresh and put Him to open shame. For land that hath drunk the rain coming oft upon it, and bringeth forth herbage serviceable unto those on whose account also it is tilled, partaketh of blessing; whereas if it bringeth forth thorns and thistles, it is rejected and nigh unto a curse, whose end is unto burning. For in very truth it is impossible to renew those who have once been renewed and have fallen away. For neither will Christ any longer be born so as to be crucified on our behalf; nor can anyone crucify afresh the Son of God, Who is no longer crucified; nor can anyone receive a second laver. For there is one baptism, and one renewal. Yet straightway the holy Apostle subjoins the healing of these men, tending the Church and caring for her members; and he says: Yet we are persuaded concerning you, beloved, of better things, and things that accompany salvation, even though we thus speak. For God is not unjust so as to forget your good work. And do you see how he completely pronounced that renewal cannot happen a second time, yet did not turn away from salvation those who still repent, save rather regarded them as clinging to salvation, and God as upholder of their good works, and of those who most perfectly repent from their transgressions, and turn back, and feel remorse?
Δέχεται οὖν ὁ ἅγιος λόγος, καὶ ἡ ἁγία Θεοῦ Ἐκκλησία πάντοτε τὴν μετάνοιαν, οὐκ ἐξυδαρευομένη, οὐδὲ ῥᾳθύμους τοὺς τὸν δρόμον τελοῦντας παρασκευάζουσα, ἀλλὰ Θεοῦ τὴν χάριν καὶ τὴν φιλανθρωπίαν, μὴ ἀνακάμπτουσα, γινώσκουσα δὲ τὸν τρόπον ἑκάστης ὑποθέσεως. Ὡς γὰρ τὴν παρθενίαν
Therefore the holy word and the holy Church of God ever accept repentance, not becoming watered down, nor rendering slothful those who finish the course, save not bending back the grace and loving-kindness of God, and knowing the manner of each case. For just as [one who] virginity
Notes, col. 1020

On the reading

Printed ειρημένον, for εἰρημένον.

Printed ει, for εἰ.

PG 41:1021Read from the page
ἀπολέσας, ἀδυνάτως ἔχει ταύτην κτήσασθαι σωματικῶς, μὴ ἐνδεχομένης τῆς φύσεως· οὕτω καὶ ἀπὸ τοῦ λουτροῦ ἐν μεγάλοις τισὶ παραπτώμασι περιπεσὼν, καὶ ὥσπερ ὁ ἀπὸ παρθενίας παραπεσὼν, δευτέραν τιμὴν τὴν ἐγκράτειαν ἔχει· οὕτω καὶ εἰς τὸ λουτρὸν ὁ ἐν παραπτώματι μείζονι γενόμενος ἔχει δευτέραν ἴασιν, οὐ τοιαύτην ἐνάρετον κατὰ τὴν πρώτην, οὐκ ἀποβεβλημένην δὲ ζωῆς ἔχει τὴν δευτέραν, ἣν κέκτηται. Οὐκ ἀθετεῖ τοίνυν ὁ θεῖος λόγος τὸν μισθὸν τῶν ἐν μετανοίᾳ καμνόντων.
having lost it, is unable to acquire it bodily, since nature does not admit of it; so too one who after the laver has fallen into certain great transgressions, even as one who has fallen from virginity has continence as a second honour, so too as regards the laver he who has come to be in a greater transgression has a second healing — not so virtuous as the first, yet not cast out from life does he possess the second which he has acquired. The divine word, therefore, does not set at naught the reward of those who labour in repentance.
Γʹ. Ἔπειτα δὲ αὐτοὶ πάλιν ἀπὸ τούτου προπηδήσαντες, καὶ ἄλλα τινὰ ἐφεύραντο. Καὶ γὰρ αὐτοὶ τὴν αὐτὴν, ἣν καὶ ἡμεῖς κεκτήμεθα, πίστιν λέγουσιν ἔχειν. Οὗτοι δὲ οὐ βούλονται διδαγμοῖς ἐπικοινωνεῖν. Εἰ γάρ τις μετὰ τὸ βάπτισμα συναφθείη γυναικὶ δευτέρᾳ, παρὰ τούτοις οὐκ εἰσδεχθήσεται ἔτι, καὶ τὸ πᾶν ἐστιν ἠλίθιον. Ὡς γὰρ εἴ τις θεάσηταί τινα νηχόμενον ἐν ὕδατι, καὶ ἀγνοῶν τὴν πεῖραν τῆς διανήξεως, ἑαυτὸν ἔκδοτον τοῖς ὕδασι δῴη, καὶ ὑποβρύχιος γένηται, μὴ ἐν πείρᾳ ὢν, μηδὲ σαφῶς γνοὺς τῶν διὰ χειρῶν τε καὶ ποδῶν τὴν σωτηρίαν ἑαυτοῖς προσποριζομένων τὴν ἐπιστήμην· νομίζει δὲ ἁπλῶς τὸ ὕδωρ διαβαστάζειν τὸν ἄνθρωπον δίχα τῶν ἰδίων χειρῶν· ἢ ὡς εἴ τις ἀκούοι τὸν ἡγεμόνα τιμωροῦντα τούς τι δρῶντας καὶ τῆς φαυλότητος ἄχρι καὶ ἐλαχίστων, καὶ νομίζει μὲν τὴν δίκην ἴσην διεξιέναι κατὰ πάντων, ὡς ἐπὶ τοῦ φόνου· οὕτως καὶ ἐπὶ τοῦ διαβάλλοντος τὸν πέλας, ἢ μαχησαμένου· ἢ ὡς ἐὰν ᾖ τις παντάπασιν ἰδιώτης, καὶ θεάσηται τὸν εἰληφότα ἄρχοντα τὴν ἐξουσίαν κατ' ἀλιτηρίων ἀποσπάσαντα μάχαιραν, ἢ κατὰ γοήτων καὶ βλασφήμων, ἢ ἀκαθοσιώτων· νομίζει δὲ τοὺς πάντας ἐξουσίαν ἔχειν τῆς τοιαύτης αἰτίας ποιεῖσθαι τὴν δίκην· θεασάμενος δὲ δίκην δόντας ἀνθρώπους, καὶ αὐτὸς δὲ τὰ ἴσα μιμησάμενος θελήσει ἀποκτεῖναί τινας, ὡς δῆθεν τοὺς ἠδικηκότας δικάζων· ἁλοὺς δὲ ὁ τοιοῦτος αὐτὸς δίκην δώσει, μὴ ειληφὼς παρὰ βασιλέως ἐξουσίαν τῶν τοιούτων· καὶ ὅτι τὴν ἴσην ἐνόμιζε κατὰ πάντων ἐξιέναι ψῆφον ἀπὸ τῆς δίκης τῶν νόμων, ἑαυτὸν δὲ ἐν τῇ ἀδικίᾳ διὰ τῆς ἰδίας ἀπειρίας καὶ ἀπαρακολουθησίας ἔκδοτον ἀπωλείας παρασκευάσας· οὕτω καὶ αὐτοὶ, τὰ πάντων ὁμοῦ μίξαντες, ἐκ πάντων ἐξέπεσαν· καὶ μὴ νοήσαντες τὰ ἀκριβῆ τῆς τοῦ Θεοῦ διδασκαλίας, ἐπὶ ἑτέραν τρίβον σφαλέντες ἐτράπησαν· οὐκ ειδότες, ὅτι αὕτη ἐστὶν ἡ τῆς θείας Γραφῆς παράδοσις καὶ ἀκολουθία.
III. Next, leaping forward again from this point, they themselves devised certain other things as well. For indeed they themselves say that they hold the selfsame faith which we also possess. Yet these men do not wish to hold fellowship with teachings. For if anyone after baptism should be joined to a second wife, among them he shall no longer be admitted, and the whole business is foolish. For just as if someone should behold a person swimming in water, and being ignorant of the practice of swimming across, should give himself over to the waters and sink beneath, not being experienced, nor clearly knowing the skill of those who procure safety for themselves by means of both hands and feet, whereas he supposes that the water simply bears the man along apart from his own hands; or just as if someone should hear of the governor punishing those who do anything of baseness down to the very smallest matters, and supposes that an equal penalty goes forth against all, as in the case of murder, so too in the case of one who slanders his neighbour or has fought; or just as if someone should be altogether a private citizen, and behold the magistrate who has received authority drawing a sword against malefactors, or against sorcerers and blasphemers, or impious men, and supposes that all men have authority to execute punishment for such a cause, and having beheld men suffering punishment, himself also wishing to imitate the like things shall desire to put certain people to death, forsooth judging wrongdoers — yet when caught, such a man shall himself pay the penalty, not having received authority for such things from the king, and because he supposed that an equal sentence goes forth against all from the justice of the laws, having through his own inexperience and want of consequence prepared himself in unrighteousness to be given over unto destruction; so too they themselves, having mingled the affairs of all men together, have fallen out from all; and not having perceived the exact points of the teaching of God, having erred they have turned aside onto another path, not knowing that this is the tradition and sequence of divine Scripture.
Δʹ. Τὰ γὰρ εἰς ἱερωσύνην παραδοθέντα διὰ τὸ ἐξοχώτατον τῆς ἱερουργίας εις πάντας ἐνόμισαν ἴσως φέρεσθαι· ἀκηκοότες, ὅτι δεῖ τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, ἐγκρατῆ· ὡσαύτως καὶ τὸν
IV. For the things delivered with a view to the priesthood, on account of the pre-eminence of the sacred ministry, they supposed to apply equally unto all; having heard that the bishop must be blameless, the husband of one wife, continent; and likewise the
Notes, col. 1021

On the reading

Printed ειληφὼς, for εἰληφὼς.

Printed ειδότες, for εἰδότες.

Printed εις, for εἰς.

PG 41:1024Read from the page
διάκονον, καὶ τὸν πρεσβύτερον. Καὶ γὰρ τῷ μεν ὄντι οὐ δέχεται τὸ ἅγιον τοῦ Θεοῦ κήρυγμα μετὰ τὴν τοῦ Χριστοῦ ἐνδημίαν τοὺς ἀπὸ πρώτου γάμου, τελευτησάσης τῆς αὐτῶν γυναικὴς, δευτέρῳ γάμῳ συναφθέντας διὰ τὸ ὑπερβάλλον τῆς τιμῆς τῆς ἱερωσύνης. Καὶ ταῦτα ἀσφαλῶς ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία μετὰ ἀκριβείας παραφυλάττεται. Ἀλλὰ καὶ τὸν ἔτι βιοῦντα καὶ τεκνογονοῦντα, μιᾶς γυναικὸς ὄντα ἄνδρα, οὐ δέχεται, ἀλλὰ ἀπὸ μιᾶς ἐγκρατευσάμενον ἢ χηρεύσαντα, διάκονόν τε καὶ πρεσβύτερον, καὶ ἐπίσκοπον, ὑποδιάκονον, μάλιστα ὅπου ἀκριβεῖς κανόνες οἱ ἐκκλησιαστικοί.
deacon, and the presbyter. For indeed in very truth the holy proclamation of God after the sojourn of Christ does not receive those who from a first marriage, after their wife has died, have been joined in a second marriage, on account of the surpassing honour of the priesthood. And these things the holy Church of God safely observes with exactness. Moreover, even him who is still living in wedlock and begetting children, though he is the husband of one wife, she does not receive, save him who has practised continence from one wife or has been widowed, as deacon and presbyter, and bishop, and subdeacon, especially where the ecclesiastical canons are exact.
Ἀλλὰ πάντως ἐρεῖς μοι, ἔν τισι τόποις ἔτι τεκνογονεῖν πρεσβυτέρους, καὶ διακόνους, καὶ ὑποδιακόνους. Τοῦτο οὐ παρὰ τὸν κανόνα, ἀλλὰ παρὰ τὴν τῶν ἀνθρώπων κατὰ καιρὸν ῥᾳθυμήσασαν διάνοιαν, καὶ τοῦ πλήθους ἕνεκεν, μὴ εὑρισκομένης ὑπηρεσίας. Τὸ πρεπωδέστερον γὰρ ἀεὶ ἡ Ἐκκλησία ὁρῶσα, ἁγίῳ Πνεύματι εὖ διαταχθεῖσα, ἔγνω ἀπερισπάστους Θεῷ τὰς λατρείας ἐπιτελεῖσθαι σπουδάζειν, καὶ τὰ πνευματικὰ τῶν χρειῶν μετὰ πάσης εὐνουστάτης συνειδήσεως τελειοῦσθαι. Φημὶ δὲ, ὅτι πρέπον ἐστὶ διὰ τὰς ἐξαπίνης λειτουργίας καὶ χρείας σχολάζειν τὸν πρεσβύτερον, καὶ διάκονον, καὶ ἐπίσκοπον Θεῷ. Εἰ γὰρ καὶ τοῖς ἀπὸ τοῦ λαοῦ προστάσσει ὁ ἅγιος Ἀπόστολος λέγων, Ἵνα πρὸς καιρὸν σχολάσωσι τῇ εὐχῇ· πόσῳ γε μᾶλλον τῷ ἱερεῖ τὸ αὐτὸ προστάσσει; Τὸ ἀπερίσπαστον δὲ λέγω, εἰς τὸ σχολάζειν κατὰ Θεὸν ἐν ταῖς χρείαις ταῖς πνευματικαῖς τελεσιουργημένῃ ἱερωσύνῃ. Ἔξεστι δὲ τῷ λαῷ δι' ἀσθένειαν διαβαστάζεσθαι, καὶ μὴ δυνηθέντας ἐπὶ τῇ πρώτῃ γαμετῇ στῆναι, δευτέρᾳ μετὰ θάνατον τῆς πρώτης συναφθῆναι. Καὶ ὁ μὲν μίαν ἐσχηκὼς ἐν ἐπαίνῳ μείζονι καὶ τιμῇ παρὰ πᾶσιν ἐκκλησιαζομένοις ἐνυπάρχει· ὁ δὲ μὴ δυνηθεὶς τῇ μιᾷ ἀρκεσθῆναι τελευτησάσῃ ἕνεκέν τινος προφάσεως, πορνείας, ἢ μοιχείας, ἢ κακῆς αἰτίας χωρισμοῦ γενομέ-
But assuredly you will tell me that in certain places presbyters, and deacons, and subdeacons still beget children. This is not according to the canon, but according to the mind of men which has grown lax from time to time, and for the sake of the multitude, when ministry is not found. For the Church, ever looking to what is more fitting, being well ordered by the Holy Spirit, resolved eagerly to have the services unto God performed without distraction, and the spiritual matters of the offices fulfilled with all most well-disposed conscience. And I say that it is fitting, on account of sudden ministrations and offices, for the presbyter, and deacon, and bishop to be at leisure for God. For if even to those of the laity the holy Apostle gives command, saying, That they may be at leisure for a season unto prayer; how much more does he command the very same thing to the priest? And I mean freedom from distraction unto being at leisure according to God in the spiritual offices for an accomplished priesthood. Yet it is permitted for the laity to be borne with on account of weakness, and for those who could not abide by their first wife to be joined to a second after the death of the first. And he indeed who has had one wife abides in greater praise and honour among all members of the Church; whereas he who could not be content with the one who died on account of some pretext, of fornication, or adultery, or an evil cause, a separation having taken
Notes, col. 1024

On the reading

Printed μεν, for μὲν.

Printed γυναικὴς, for γυναικὸς.

PG 41:1025Read from the page
νου, συναφθέντα δευτέρᾳ γυναικὶ, ἢ γυνὴ δευτέρῳ ἀνδρὶ, οὐκ αἰτιᾶται ὁ θεῖος λόγος, οὐδὲ ἀπὸ τῆς Ἐκκλησίας καὶ τῆς ζωῆς ἀποκηρύττει, ἀλλὰ διαβαστάζει διὰ τὸ ἀσθενές· οὐχ ἵνα δύο γυναῖκας ἐπὶ τὸ αὐτὸ σχῇ ἔτι περιούσης τῆς μιᾶς, ἀλλ' ἀπὸ μιᾶς ἀποσχεθεὶς, δευτέρᾳ, εἰ τύχοιεν, νόμῳ συναφθῆναι. Ἐλεεῖ τοῦτον ὁ ἅγιος λόγος καὶ ἡ ἁγία Θεοῦ Ἐκκλησία· μάλιστα εἰ τυγχάνει ὁ τοιοῦτος τὰ ἄλλα εὐλαβὴς, καὶ κατὰ νόμον Θεοῦ πολιτευόμενος. Καὶ γὰρ οὐκ ἂν ἔλεγεν ὁ Ἀπόστολος ταῖς χήραις· Γαμείτωσαν, τεκνογονείτωσαν, οἰκοδεσποτείτωσαν· οὐδὲ πάλιν ἔλεγε τῷ ἀνδρὶ τῷ τὴν γυναῖκα τοῦ πατρὸς ἔχοντι, καὶ παραδοθέντι τῷ Σατανᾷ εἰς ὄλεθρον σαρκός· Ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου· οὐκ ἔλεγε πάλιν· Κυρώσατε εἰς αὐτὸν ἀγάπην, ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Ἔλεγε γὰρ πάλιν· Ὧ τι χαρίζεσθε, κἀγώ. Διότι, εἴ τι κεχάρισμαι, δι' ὑμᾶς κεχάρισμαι ἐν προσώπῳ Χριστοῦ, ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ. Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Καὶ ὁρᾷς πῶς δίδωσι μετάνοιαν καὶ μετὰ τὰ παραπτώματα;
place, when joined to a second wife, or a woman to a second husband, the divine word does not accuse, nor declare cast out from the Church and from life, but bears with on account of weakness; not that he should have two wives at the same time while the one still survives, but that having been separated from one, they might lawfully be joined to a second, if it should so happen. On such a man the holy word and the holy Church of God have mercy; especially if such a one happens to be devout in other respects, and living according to the law of God. For otherwise the Apostle would not have said to the widows: Let them marry, bear children, rule the household; nor again would he have said concerning the man who had his father's wife, and was delivered unto Satan for the destruction of the flesh: That the spirit may be saved in the day of the Lord; nor would he have said again: Confirm your love towards him, lest such a one be swallowed up by overmuch sorrow. For he said again: To whom you forgive anything, I forgive also. Because, if I have forgiven anything, for your sakes have I forgiven it in the person of Christ, lest we be overreached by Satan. For we are not ignorant of his devices. And do you see how he grants repentance even after transgressions?
Εʹ. Πάλιν δὲ ὁ Κύριός φησιν· Ἄφετε ἀλλήλοις τὰ παραπτώματα, ἵνα καὶ ὁ Πατὴρ ὑμῶν ὁ ἐν οὐρανῷ ἀφήσει ἡμῖν. Ἀλλὰ καὶ ἐν ἄλλῳ τόπῳ οὕτως φησί· Πενθήσω πολλοὺς τοὺς ἐν ἡμῖν παραπεσόντας, καὶ μὴ μετανοήσαντας· ὡς δεικνὺς, ὅτι, εἰ καὶ παρέπεσαν, καὶ μετενόησαν, εἰσδεκτοὶ οὗτοι γίνονται, καὶ οὐκ ἀποβληθήσονται, τοῦ Κυρίου γινώσκοντος τί μετὰ ἑκάστου ποιήσειε.
5. And again the Lord says: Forgive one another your transgressions, so that your Father Who is in heaven will also forgive us. Moreover, in another place too he speaks thus: I shall mourn for many who have fallen into sin among us, and have not repented; thereby showing that, even if they fell into sin and repented, these become acceptable and shall not be cast away, since the Lord knows what He would do with each one.
Καὶ ὅτι μὲν ὁ κανὼν τῆς ἀληθείας τοιοῦτον ἔχει τὸν χαρακτῆρα, παντί τῳ σαφές ἐστι. Μετὰ γὰρ τὴν πρώτην μετάνοιαν τὴν διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας, ἐν ᾗ μετανοίᾳ ἀνεκαινίσθη πᾶς ἄνθρωπος, δευτέρα τις τοιαύτη οὐχ ὑπάρχει. Οὔτε γὰρ δύο εἰσὶ βαπτίσματα, ἀλλὰ ἕν· οὔτε δὶς ἐσταυρώθη Χριστὸς, ἀλλ' ἅπαξ· οὔτε δὶς ἀπέθανεν ὑπὲρ ἡμῶν, καὶ ἀνέστη. Καὶ τούτου χάριν ἐπασφαλίσασθαι δεῖ, ἵνα μὴ παραπεσόντες, τὸν στέφανον τοῦ ἀνακαινισμοῦ ἀπολέσωμεν. Ἀλλὰ ἐάν τις παραπέσῃ, καὶ προληφθῇ ἔν τινι παραπτώματι, ὡς λέγει ὁ Ἀπόστολος, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραότητος· σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς. Ἐάν τις οὖν προληφθῇ παραπτώματι ἐν οἵῳ δ' ἂν εἴη, μετανοείτω. Δέχεται γὰρ ὁ Θεὸς τὴν μετάνοιαν καὶ μετὰ τὸ βάπτισμα, ἐάν τις παραπέσῃ. Πῶς δὲ μετὰ τοῦτο ποιεῖν, αὐτὸς μόνος γινώσκει. Ἀνεξερεύνητα γὰρ τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ· καὶ πρὸ τῆς παρουσίας οὐ δεῖ κρίνειν· Ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ ἀποκαλύψει τὰ ἀπόκρυφα τῆς καρδίας. Καὶ τότε ἔπαινος ἑκάστου φανερὸς γενήσεται. Ἡ γὰρ
And that indeed the rule of truth bears such a character is clear to everyone. For after the first repentance, which comes through the laver of regeneration, in which repentance every man has been renewed, there is no second such repentance. For neither are there two baptisms, save one; nor was Christ crucified twice, save once; nor did He die twice on our behalf, and rise again. And for this reason one must guard oneself securely, lest having fallen into sin, we lose the crown of renewal. Yet if anyone should fall into sin, and be overtaken in any transgression, as the Apostle says, you who are spiritual restore such a one in a spirit of meekness; looking to yourself, lest you also be tempted. If anyone, therefore, should be overtaken in a transgression, of whatsoever kind it may be, let him repent. For God receives repentance even after baptism, if anyone should fall into sin. And how to act after this, He alone knows. For unsearchable are His judgements, and untraceable His ways; and before His coming one must not judge: Until the Lord comes, Who will also bring to light the hidden things of the heart. And then shall each man's praise become manifest. For the