Migne Reading Room

PG 41 · cols. 1004–1013 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:1004Read from the page
τος ὁ ἅγιος Ἀπόστολος, ἔφραζεν ἡμῖν τὴν πιστιν, ἐναργῶς ἕνα Κύριον σημαίνων, ἄρα γε καὶ Θεόν.
the holy Apostle expounded the faith to us, manifestly signifying one Lord, and consequently also God.
Ἀλλὰ μηδεὶς νομιζέτω, ἐπειδὴ λέγει ἕνα καὶ ἕνα, μὴ ἄρα παρέλιπε τὸν ἀριθμὸν τῆς Τριάδος · ἐπειδὴ οὐκ ὠνόμασε τὸ ἅγιον Πνεῦμα. Ὀνομάσας γὰρ Πατέρα καὶ Υἱὸν, Θεὸν καὶ Κύριον, ἐν Πνεύματι ἁγίῳ ὠνόμασεν. Οὐ γὰρ ἐπειδὴ εἶπεν, εἷς Θεὸς, περὶ Πατρὸς, ἐξ οὗ τὰ πάντα, ἠρνήσατο αὐτὸν τὸ εἶναι Κύριον · οὐδὲ πάλιν ἐπειδὴ εἶπε, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, ἠρνήσατο αὐτὸν τὸ εἶναι Θεόν · ἀλλὰ καθάπερ ἐπὶ τῷ Πατρὶ ἠρκέσθη ἐπὶ τῇ μόνῃ ὀνομασίᾳ, λέγων εἷς Θεὸς, σὺν δὲ τῷ, Θεὸς, δηλονότι ἐστὶ καὶ Κύριος · οὕτω καὶ ἐπὶ τῷ Υἱῷ ἠρκέσθη τὸ, εἷς Κύριος · σὺν δὲ τὸ εἷς Κύριος σύνεστι καὶ τὸ, Θεός. Λέγων οὖν περὶ Πατρὸς καὶ Υἱοῦ, οὐ κοῦφος ἦν ἀπὸ Πνεύματος ἁγίου, ἀλλὰ ἐν Πνεύματι ἁγίῳ, ὡς ἔφην, ἐφθέγγετο. Εἴωθε δὲ ἀεὶ τὸ ἅγιον Πνεῦμα οὐ σύστασιν ἑαυτοῦ ποιούμενον, ἵνα μὴ ἡμῖν ὑπογραμμὸν δώσει τοῦ περὶ ἑαυτῶν καὶ ἡμᾶς τὴν σύστασιν ποιήσασθαι. Ἄρα οὖν Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, ἢ δι' ὃν τὰ πάντα, καὶ ἓν τὸ ἅγιον Πνεῦμα, οὐκ ἀλλότριον Θεοῦ, ἐνυπόστατον δὲ ὂν διότι. Πνεῦμα Θεοῦ, καὶ Πνεῦμα ἀληθείας, καὶ Πνεῦμα Πατρὸς, καὶ Πνεῦμα Χριστοῦ.
Yet let no one suppose, because he says one and one, that he left out the number of the Trinity, seeing that he did not name the Holy Spirit. For in naming Father and Son, God and Lord, he named Them in the Holy Spirit. Not because he said one God concerning the Father, of Whom are all things, did he deny that He is Lord; nor again, because he said and one Lord Jesus Christ, did he deny that He is God. Rather, just as in the case of the Father he was content with the single designation, saying one God—while along with the title God He manifestly is also Lord—so too in the case of the Son he was content with the phrase one Lord, while along with the phrase one Lord there coexists also the title God. Speaking, therefore, concerning Father and Son, he was not void of the Holy Spirit, but, as I said, uttered his words in the Holy Spirit. Moreover, the Holy Spirit is ever accustomed not to make a commendation of Himself, lest He give us a pattern for making a commendation of ourselves as well. Therefore: One God, the Father, of Whom are all things, and one Lord Jesus Christ, through Whom are all things, or on Whose account are all things, and one Holy Spirit, not alien from God, but being enhypostatic because He is the Spirit of God, and the Spirit of truth, and the Spirit of the Father, and the Spirit of Christ.
Ϛʹ. Ει δὲ περὶ τοῦ, Ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αιθιόπων, οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται · καὶ τὸ, Σὺ εἶ ὁ Θεὸς, καὶ οὐκ ᾔδειμεν · καὶ σοὶ δοῦλοι ἔσονται, καὶ πορεύσονται ὀπίσω σου δεδεμένοι χειροπέδαις, καὶ ἐν σοὶ προσεύξονται · ὅτι ἐν σοὶ Θεός ἐστι · καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ ὁ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ, Σωτήρ · οὐχ ὁρᾷς, φησὶν, ὅτι εἷς Θεός ἐστιν ; Ἐκ τῶν τοιούτων γὰρ ῥητῶν, ὡς ὑπεδείξαμεν, οὐ νοῶν τὰ εἰρημένα, ἀλλὰ πανούργως περικόπτων τὰς Γραφὰς, λοξὰ μὲν διηγούμενος, ἀνθυπερβάτως δὲ εἰσάγων τοὺς λόγους, οὐκ ἀκολούθως καὶ περὶ πόδα φθέγγεται, οὔτε καθ' εἱρμὸν διηγεῖται ὁ Νοητὸς, ἢ οἱ ἐξ αὐτοῦ Νοητιανοὶ νοοῦσιν. Ὥσπερ γε κακῷ κυνὶ ὄνομα λέων, καὶ τοὺς μηδὲ ὄντως ὁρῶντας καλοῦσι πολλὰ βλέποντας, καὶ τὰς χολὰς γλυκείας φάσκουσι, καὶ τὸ ὄξος μέλι τινὲς ἐπωνόμασαν, καὶ τὰς Ἐριννύας Εὐμενίδας τινὲς ἐπωνόμασαν · οὕτω καὶ οὗτος καὶ οἱ ἀπ' αὐτοῦ, Νοητοῦ ἔχων ὄνομα, ἀνόητος ὑπάρχει, καὶ οἱ ἐξ αὐτοῦ ἀνοητοῦντες, μηδὲ ὅλως τὴν ἀκολουθίαν
Chapter VI. And as for the passage: Egypt has laboured, and the merchandise of the Ethiopians, the Sabaeim, men of stature, shall pass over unto you; and the saying: Thou art God, and we knew it not; and they shall be servants unto you, and shall walk behind you bound in manacles, and in you they shall pray; because God is in you, and there is no God beside you; for Thou art God, and we knew it not, the God of Israel, the Saviour—do you not see, says he, that God is one? For from such passages, as we showed, not understanding what is spoken, but craftily mutilating the Scriptures, expounding them crookedly and introducing the words in inverted order, Noetus neither utters anything coherently and step by step, nor expounds them in proper sequence, nor do the Noetians who derive from him understand them. Just as a bad dog has the name Lion, and men call those who do not truly see at all many-sighted, and say that gall is sweet, and some have named vinegar honey, and some have named the Erinyes Eumenides (Kindly Ones)—so too this man and his followers: though bearing the name of Noetus (Intelligent), he is senseless, and those deriving from him act senselessly, not at all the sequence
Notes, col. 1004

On the reading

Printed πιστιν, for πίστιν.

Printed διότι., for διότι.

Printed Ει, for Εἰ.

Printed Αιθιόπων, for Αἰθιόπων.

PG 41:1005Read from the page
ὧν φάσκει, καὶ ὧν προβάλλονται νοοῦντες. Ὡς καὶ πληροῦσθαι ἐπ' αὐτοὺς τὸ εἰρημένον ὑπὸ τοῦ ἁγίου Ἀποστόλου · Μήτε ἃ λέγουσι νοοῦντες, μήτε περὶ τίνων διαβεβαιοῦνται.
understanding what he affirms or what they put forward; so that upon them also is fulfilled that which was spoken by the holy Apostle: Understanding neither what they say, nor whereof they confidently affirm.
Ζʹ. Ὁρᾶτε γὰρ, ὦ ἄνδρες ἀδελφοὶ, πῶς ἀνώτερον εἶπεν ἡ θεία Γραφὴ, μᾶλλον δὲ αὐτὸς ὁ Κύριος, ὡς ἔχει ἡ ἀρχὴ τοῦ κεφαλαίου. Ὅθεν καὶ δεικτέον ἐπὶ πάσης ἐν αὐτῷ τῷ κεφαλαίῳ ἀληθείας τε καὶ ὑποθέσεως, ὅτι Ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου, καὶ τῶν θυγατέρων, καὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι. Ἐγὼ ἐποίησα, φησὶ, τὴν γῆν, καὶ ἄνθρωπον ἐπ' αὐτῆς. Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν · ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην · ἐγὼ ἤγειρα μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. Οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν ἐπιστρέψει · οὐ μετὰ λύτρων, οὐ μετὰ δώρων, εἶπε Κύριος Σαβαώθ · εἶτα λοιπόν · Ἐκοπίασεν Αἴγυπτος, καὶ αἱ ἐμπορίαι Αἰθιόπων, καὶ τὰ ἑξῆς · ὅτι ἐν σοὶ Θεός ἐστιν. Ἐν τίνι δὲ φαίημεν ἀλλ' ἢ ἐν τῷ πατρῴῳ Λόγῳ ; Καὶ γὰρ ἀληθῶς Θεὸς Λόγος ὁ Υἱὸς, καὶ ἐν αὐτῷ ὁ Πατὴρ γινώσκεται, ὡς λέγει · Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα · καὶ, Ἐγὼ ἐδόξασά σου τὸ ὄνομα ἐπὶ τῆς γῆς · εἶτα πάλιν, ὅτι Ἐγὼ ἤγειρα βασιλέα. Οὐχ ὁρᾷς, ὅτι φωνή ἐστι Πατρὸς ἡ ἰδιάζουσα, ἡ ἐγείρουσα ἐξ αὐτῆς τὸν ἀληθινὸν Λόγον βασιλέα ἐπὶ πάντας, τὸν ἐξ αὐτοῦ ἀληθινῶς γεννηθέντα ἀνάρχως καὶ ἀχρόνως ; Ὅς καὶ ἤγειρε πάλιν αὐτὸν τὸν βασιλέα, ὡς λέγει ὁ ἅγιος Ἀπόστολος, φάσκων · Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Χριστὸν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος Πνεύματος αὐτοῦ ἐν ὑμῖν · ὅπως συνᾴδῃ τὰ προφητικὰ τοῖς ἀποστολικοῖς, καὶ τὰ ἀποστολικὰ τοῖς εὐαγγελικοῖς, καὶ τὰ εὐαγγελικὰ τοῖς ἀποστολικοῖς, καὶ τὰ ἀποστολικὰ τοῖς προφητικοῖς.
Chapter VII. For behold, O men and brethren, how Divine Scripture spoke earlier—or rather the Lord Himself, as the opening of the chapter stands. Whence also we must demonstrate, in light of all the truth and argument contained in that chapter itself, where He says: Inquire of Me concerning My sons and concerning My daughters, and concerning the works of My hands command Me. I made the earth, says He, and man upon it; I by My hand established the heaven; I gave command to all the stars; I raised up a king with righteousness, and all His ways are straight. This One shall build My city, and shall turn back the captivity, not with ransom, nor with gifts, said the Lord Sabaoth. Then next: Egypt has laboured, and the merchandise of the Ethiopians, and what follows: because God is in you. Now in whom should we say this is, save in the paternal Word? For truly the Son is God the Word, and in Him the Father is known, as He says: He who has seen Me has seen the Father; and: I glorified Thy name upon the earth; then again: I raised up a king. Do you not see that this is the Father's own distinctive voice, raising up out of itself the true Word as King over all, Who was truly begotten out of Him without beginning and timelessly? Who also raised up that same King again, as the holy Apostle declares, saying: If the Spirit of Him Who raised up Christ from the dead dwells in you, He Who raised up Christ from the dead shall quicken your mortal bodies also through His Spirit that dwells in you—so that the prophetic utterances may harmonize with the apostolic, and the apostolic with the evangelical, and the evangelical with the apostolic, and the apostolic with the prophetic.
Εἶτα · Ἤγειρα βασιλέα. Καὶ ὧδε ὁ ἐγείρων Χριστὸν ἐκ νεκρῶν. Ὁ δὲ, Ἐν σοὶ Θεός ἐστιν, ὡς μυστηριωδῶς τὰ πάντα καὶ θαυμασίως διηγεῖται ἡ θεία Γραφή ! Ὥσπερ γὰρ ἐν ναῷ σαρκὶ προεωρᾶτο, καὶ προκατηγγέλλετο τῇ τῶν ἀνθρώπων ἐλπίδι, διὰ τῆς πρὸς τὸν Θεὸν ἐπιστροφῆς ἡ θεότης. Ὁ γὰρ Υἱὸς τοῦ Θεοῦ Θεὸς Λόγος, ὡς ἐν πόλει ἁγίᾳ καὶ ἐν ναῷ ἁγίῳ, τουτέστιν ἐν τῇ ἁγίᾳ ἐνανθρωπήσει καὶ ἐνσάρκῳ παρουσίᾳ, Θεὸς ὢν, κατοικῶν ἐν ναῷ ἁγίῳ λέγει · Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Διότι μυστικῶς τὰ πάντα οἰκονομεῖ Θεὸς Λόγος ἀποσταλεὶς ἀπὸ Πνεύματος ἐν σαρκὶ, καὶ σύνδεσμον ἀγάπης δεικνὺς ἐφέλκεται, καὶ σμικρύνας ἑαυτὸν μέγας ὢν Θεὸς, αὐτὸς ὁ Λόγος, ἐκ Παρθένου διὰ Πνεύματος ἁγίου γεννηθεὶς Υἱὸς Θεοῦ, εἷς ὢν, ἑαυτὸν σαρκὶ καὶ πνεύματι
Next: I raised up a king. Here too He is the One Who raises up Christ from the dead. And as for the saying: God is in you—how mysteriously and wondrously Divine Scripture recounts all things! For as in a temple, the Godhead was foreseen in the flesh and proclaimed beforehand to the hope of men through their turning back towards God. For the Son of God, God the Word, as in a holy city and in a holy temple—that is, in His holy incarnation and bodily presence—being God and dwelling in a holy temple, says: Destroy this temple, and in three days I will raise it up. Because God the Word, sent from the Spirit in the flesh, mystically orders all things, and displaying a bond of love draws men to Himself; and having made Himself small though He is great God, the Word Himself, begotten out of the Virgin through the Holy Spirit as Son of God, being one, Himself in flesh and spirit
PG 41:1008Read from the page
ἕνα τελέσας, ὡς λέγει· Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ.
having perfected one, as He says: He that came down, the same is also He that went up, the Son of man, Who is in heaven.
Ηʹ. Τί οὖν ἐρεῖ Νοητὸς ἐν τῇ αὐτοῦ ἀνοησίᾳ; Μὴ ἐν τῷ οὐρανῷ σὰρξ ἦν; Δηλονότι οὐκ ἦν. Πῶς οὖν Ὁ καταβὰς ἐξ οὐρανοῦ, αὐτός ἐστιν ὁ ἀναβάς; Ἀλλ' ἵνα τὸν κατελθόντα Λόγον σημάνῃ οὐ κάτωθεν ὄντα, ἀλλὰ ἄνωθεν κατελθόντα. Ἐπεὶ δὲ ἐνηνθρώπησεν ἐν σαρκὶ, οὐκ ἀπὸ σπέρματος ἀνδρὸς, ἐκ πνεύματος δὲ καὶ σαρκὸς ἐτελείωσε τὴν αὐτοῦ οἰκονομίαν· διὰ τοῦτο, μίαν ἑνότητα σημαίνων τῆς τοῦ Λόγου συνενώσεως καὶ τῆς ἀνθρωπήσεως, φάσκει τὸν ἄνωθεν ἥκοντα ἄνω ἀνιέναι ἐν τελειώσει θεότητος. Καὶ γὰρ νῦν ὁ μὴ ὤν ποτε, σάρξ ἐστιν ἐκ Πνεύματος καὶ Παρθένου, ὁ προσενεχθεὶς Πατρὶ τέλειος Λόγος, ὃς πρὸ τούτου ἐν οὐρανῷ οὐκ ἦν σάρξ. Τί οὖν ἦν ὁ ἐν οὐρανῷ ἀλλὰ Λόγος ὁ ἀπὸ οὐρανοῦ ἀποσταλεὶς, ἔχων τὴν εἰς μίαν θεότητα ἕνωσιν, κατὰ δύναμιν Πατρὸς συνηνωμένην, ἵνα δείξῃ, ὅτι ἐπὶ γῆς καὶ οὐρανοῦ ὁ αὐτὸς Θεὸς Λόγος ὑπῆρχεν, ἄτρεπτος ὢν, καὶ ἀναλλοίωτος; Λόγος γὰρ ἦν, Θεὸς ἦν ἀεὶ, Πνεῦμα ἦν, δύναμις ἦν, ὡς τὸ κοινὸν ὄνομα καὶ παρὰ ἀνθρώποις χωρητὸν ἀνελάμβανεν εἰς ἑαυτὸν, οὕτω καλούμενος Υἱὸς ἀνθρώπου, Υἱὸς ὢν Θεοῦ, καὶ ἐν προφήταις προὼν ὠνομάζετο, ὅπερ οὔπω ἐν σαρκὶ ἦν, διὰ τὸ μέλλον ἐν αὐτῷ τελειοῦσθαι· ὡς καὶ Δανιὴλ ἔφη· Εἶδον ὡς Υἱὸν ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν. Διὸ δικαίως ἐν οὐρανῷ τῷ ὀνόματι τοῦτον τὸν Λόγον εἶδε Πνεύματι ἁγίῳ ὁ προφήτης, Υἱὸν Ὑψίστου ἀποκαλῶν. Διὸ τὰ πρῶτα ὕστερα σημαίνων ὁ Μονογενὴς, φάσκει· Οὐδεὶς ἀναβέβηκεν εις τὸν οὐρανόν, ει μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου· οὐχ ὅτι δὲ ἄνω ἦν ἡ σὰρξ. ἀλλὰ ἄνωθεν κατήρχετο, τούτῳ τῷ λόγῳ μέλλων καλεῖσθαι.
VIII. What then will Noetus say in his senselessness? Was flesh in heaven? Plainly it was not. How then is He that came down out of heaven, the same also He that went up? Rather, it is that He might signify the Word Who came down as being not from beneath, but having come down from above. And since He became incarnate in flesh, not from the seed of a man, and out of spirit and flesh perfected His dispensation; on this account, signifying one unity of the union of the Word and of the incarnation, He declares that He Who came from above goes up on high in perfection of Godhead. For now indeed He Who once was not so is flesh of the Spirit and the Virgin, the perfect Word offered unto the Father, Who before this in heaven was not flesh. What then was He Who was in heaven save the Word sent forth from heaven, possessing the union unto one Godhead, conjoined according to the power of the Father, that He might show that upon earth and in heaven the selfsame God the Word existed, being immutable and unalterable? For He was Word, He was ever God, He was Spirit, He was power, inasmuch as He took unto Himself the common name and one capable of being grasped among men, thus being called Son of man while being Son of God, and among the prophets He Who pre-existed was named that which He was not yet in flesh, on account of what was going to be perfected in Him; as Daniel also said: I saw one like unto a Son of man coming upon the clouds. Wherefore rightly in heaven by the Holy Spirit did the prophet see this Word under that name, calling Him Son of the Most High. Wherefore the Only-begotten, signifying the first things last, declares: No one hath gone up into heaven, save He that came down out of heaven, the Son of man; not because the flesh was above, but because He was coming down from above, being about to be called by this title.
Θʹ. Ἀλλὰ τί ἐστιν ὃ ἐρεῖς, ὦ οὗτος; Φησίν· Ὁ Θεὸς ἡμῶν, καὶ οὐ λογισθήσεται ἄλλος. Καλῶς πάνυ ἔφη, ὡς καὶ ὁ Ἀπόστολος διαβεβαιοῦται, λέγων· Ὧν οι πατέρες, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός. Θαυμαστῶς διηγεῖται. Οὗτος γὰρ ὁ ὢν ἐστὶν ἐπὶ πάντων Θεός. Ἐπειδὴ γὰρ αὐτὸς διδάσκει ἡμᾶς, λέγων· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· διὰ τοῦτο ἐπὶ πάντων ἐστὶ Θεός. Οὕτω καὶ Ἰωάννης μαρτυρεῖ, λέγων· Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, καὶ τοῖς ὀφθαλμοῖς ἑωράκαμεν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν. Καὶ πάλιν φησὶν ἐν τῇ Ἀποκαλύψει· Ὁ ὢν ἀπ' ἀρχῆς, καὶ ὁ ἐρχόμενος Παντοκράτῳρ. Καλῶς κατὰ πάντα εἶπε· καλῶς γὰρ εἶπε· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ ἀκριβῶς
IX. Yet what is it that you will say, O fellow? He says: He is our God, and no other shall be accounted beside Him. Right well did he speak, even as the Apostle also affirms, saying: Whose are the fathers, of whom is Christ according to the flesh, Who is over all, God. Admirably does he set this forth. For this One Who is, is God over all. For since He Himself teaches us, saying: All things have been delivered unto Me by My Father; on this account He is God over all. Thus John also bears witness, saying: That which was from the beginning, which we have heard, and have seen with our eyes, and our hands have handled. And again he says in the Apocalypse: He Who is from the beginning, and He Who cometh, the Almighty. Well did he speak in all respects; for well did He say: All things have been delivered unto Me by My Father; and accurately
Notes, col. 1008

On the reading

Printed εις, for εἰς.

Printed ει, for εἰ.

Printed οι, for οἱ.

Printed Παντοκράτῳρ, for Παντοκράτωρ.

PG 41:1009Read from the page
ὑπετίθετο. Ἐπὶ πάντας μὲν οὖν ὢν Θεὸς, ἔχων δὲ ἴδιον αὐτοῦ Πατέρα, ἐν τῷ λέγειν· Ἀπέρχομαι πρὸς τὸν Πατέρα. Εἰ δὲ ἦν αὐτὸς Πατὴρ, πρὸς ποῖον Πατέρα ἄρα ἀπήει, ὦ ἀνόητε; Πάλιν γὰρ λέγει· Ἵνα ὦσιν ἓν, ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν.
laid down. Being, then, God over all, yet having His own Father, in saying: I go away unto the Father — if He Himself were the Father, unto what sort of Father, O senseless man, was He going away? For again He says: That they may be one, even as I and Thou are one.
Ιʹ. Ἀεὶ γὰρ ἡ Γραφὴ ἀσφαλιζομένη τὰς κατὰ τὸ ἄκρον πτώσεις τῶν ἀνθρώπων, ἐκ πανταχόθεν τὸν νοῦν συνάγει ἐπὶ τὴν μέσην τῆς ἀληθείας ὁδόν. Καὶ πρὸς τούτους μὲν τοὺς νομίζοντας ἀλλότριον εἶναι τὸν Υἱὸν τοῦ Πατρὸς, φημὶ δὲ ὡς Ἄρειος νομίζει, καὶ ἄλλαι αἱρέσεις, λέγει· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· πρὸς δὲ τοὺς νομίζοντας αὐτὸν εἶναι τὸν Πατέρα, καὶ τὸν αὐτὸν εἶναι Υἱὸν, διὰ τὸ εἰρηκέναι, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, λέγει· Ποίησον αὐτοὺς, ἵνα ὦσιν ἓν, καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν· ἵνα καταισχύνῃ Νοητὸν καὶ τὴν αὐτοῦ σχολὴν, παραγαγὼν εἰς τὸ μέσον τὴν τῶν μαθητῶν ἕνωσιν. Πῶς γὰρ ἠδύνατο Πέτρος καὶ Ἰωάννης, καὶ οἱ καθεξῆς εἶναι ἓν ὡς κατὰ συναλοιφήν; Ἀλλὰ διὰ τὸ εἶναι ἐν μιᾷ ἑνότητι θεότητος, καὶ ἐν μιᾷ γνώμῃ, καὶ δυνάμει, εἰς τὸ ἀποκρούσασθαι πᾶσαν ὑπόνοιαν κατὰ θάτερον τῆς ἀληθείας ἐπανισταμένην. Φίλιππος δὲ ὁ ἅγιος ἀπόστολος φάσκει· Δεῖξον ἡμῖν τὸν Πατέρα σου. Ὁ δὲ εἶπεν· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Καὶ οὐκ εἶπεν· Ἐγώ εἰμι ὁ Πατήρ· ἀλλὰ τὸ ἐμὲ σημαῖνον τὰ ἑαυτὸν λέγων· τὸ δὲ, ἑώρακε τὸν Πατέρα, οὐχ ἑαυτὸν λέγων. Ἄλλο γὰρ τὸ, τὸν, καὶ ἄλλο τὸ, ἐμὲ, καὶ ἄλλο ἐγὼ, καὶ ἕτερον τὸ, ἐμέ. Εἰ γὰρ ἦν ὁ αὐτὸς Πατὴρ, ἔλεγεν· Ἐγώ εἰμι· ἐπειδὴ δὲ οὐκ αὐτός ἐστιν ὁ Πατὴρ, ἀλλὰ ὁ Υἱὸς, ἀληθῶς λέγει· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· ἵνα ἀποκρούσηται τὴν τοῦ Ἀρείου βλασφημίαν, τὴν τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς ἀλλοτριοῦσαν.
X. For Scripture, ever safeguarding men against extreme falls, gathers the mind from every side onto the middle way of truth. And towards those who suppose the Son to be alien from the Father — I mean as Arius supposes, and other heresies — He says: I and the Father are one; whereas towards those who suppose Him to be the Father and the selfsame to be Son because of His having said, I and the Father are one, He says: Make them to be one, even as I and Thou are one; that He might put Noetus and his school to shame by bringing forward into the midst the union of the disciples. For how could Peter and John and the rest be one as though by coalescence? Rather, it is through being in one unity of Godhead, and in one purpose and power, so as to repel every suspicion rising up on either side against the truth. Moreover Philip the holy apostle declares: Show us thy Father. And He said: He that hath seen Me hath seen the Father. And He did not say: I am the Father; rather, in saying Me, which signifies things concerning Himself, yet in saying hath seen the Father, He was not speaking of Himself. For the article the is one thing, and Me is another, and I is another, and Me is yet another. For if He Himself were the Father, He would have said: I am; but since He Himself is not the Father, but the Son, He truly says: He that hath seen Me hath seen the Father; that He may repel the blasphemy of Arius, which alienates the Son from the Father.
Διὸ τῆς πάσης Γραφῆς σαφῶς περὶ ἀληθείας ἡμῖν τὴν ὁδὸν ὑποτιθεμένης, καὶ τοῦτον τὸν Νοητὸν, καὶ τὴν αὐτοῦ αἵρεσιν, Νοητιανῶν φημι, σὺν ταῖς ἄλλαις αἱρέσεσι παρωσάμενοι, ὥσπερ ὀστρακίτην τὸν καλούμενον δράκοντα, τὸν μὴ δυνάμενον κάμπτεσθαι ἐν τῷ καταδιώκειν ἄνθρωπον, μήτε δεξιὰ μήτε εὐώνυμα, ἐκκλίναντες ἀπὸ αὐτοῦ τε καὶ τῆς ἑαυτοῦ σχολῆς, καὶ μοχθηρίας, ἐπὶ τὰς ἑξῆς δυνάμει Θεοῦ τὸν νοῦν ἀκοντίσωμεν πρὸς διήγησιν καὶ ἔλεγχον τῶν ἐν αὐταῖς ἐπινενοημένων κατὰ τῆς ἀληθείας ξενολεξιῶν.
Wherefore, since all Scripture clearly lays down for us the way concerning truth, having thrust aside both this Noetus and his heresy — that of the Noetians, I mean — together with the other heresies, just like the serpent called the ostracites, which cannot bend either to the right or to the left in pursuing a man, having turned aside from both him and his own school and wickedness, let us by the power of God direct our mind towards the heresies that follow, for the narration and refutation of the strange expressions devised in them against the truth.
ΚΑΤΑ ΟΥΑΛΗΣΙΩΝ,
Against the Valesians,
Τριακοστὴ ὀγδόη, ἡ καὶ πεντηκοστὴ ὀγδόη.
The thirty-eighth, which is also the fifty-eighth.
Αʹ. Περὶ Οὐαλησίων ἀκούομεν πολλάκις, οὐ μέντοι ἔγνωμεν ποῦ, τίς ἢ πόθεν ὡρμᾶτο, ἢ τί λέγων, ἢ νουθετῶν, ἢ φθεγγόμενος ὁ Οὐάλης οὗτος. Τὸ μὲν ὄνομα, Ἀραβικὸν ὑπάρχον, τινὰ ὑπόνοιαν ἡμῖν δίδωσι διανοηθῆναι τοῦτον, καὶ τὴν αὐτοῦ αἵρεσιν
I. Concerning the Valesians we often hear, yet we have not known where, who, or whence this Valens set out, or saying, admonishing, or uttering what. His name, indeed, being Arabic, gives us a certain ground for supposing that he and his heresy
PG 41:1012Read from the page
εἰσέτι δεῦρο φέρεσθαι, ὡς ἐν ὑπονοίᾳ, καθάπερ ἔφην τινὰς ὄντας ἐν Βακάθοις τῆς Φιλαδελφηνῆς χώρας πέραν τοῦ Ἰορδάνου. Καὶ οἱ μὲν ἐπιχώριοι τούτους Γνωστικοὺς βούλονται λέγειν· οὐκ εἰσὶ δὲ τῶν Γνωστικῶν· ἕτερα γὰρ τούτων τὰ φρονήματα. Τὰ δὲ εἰς ἡμᾶς ἐλθόντα περιέχει τοῦτον τὸν τρόπον·
to be preserved even up to this time, as we conjecture, just as I said that there are certain people in Bacatha of the region of Philadelphia beyond the Jordan. And the inhabitants of the place wish to call these Gnostics; yet they are not of the Gnostics, for their tenets are different. Now the reports that have reached us run after this manner:
Ἐν μὲν τῇ Ἐκκλησίᾳ οἱ πλείους συνήγοντο ἕως καιροῦ τινος, ἕως εἰς πλάτος ἦλθεν ἡ αὐτῶν ἄνοια, καὶ ἀπεβλήθησαν τῆς Ἐκκλησίας. Εἰσὶ δὲ πάντες ἀπόκοποι· καὶ αὐτοὶ δὲ περὶ ἀρχῶν, καὶ ἐξουσιῶν, καὶ ἄλλων οὕτως δοξάζουσι. Καὶ ὅταν λάβωσιν ἄνθρωπον εἰς μαθητείαν, καθ' ὅσον μὲν χρόνον οὔπω τῶν μορίων ἀπετμήθη, ἐμψύχων οὐ μεταλαμβάνει· ὅταν δὲ πείσωσι τὸν τοιοῦτον, ἢ μετὰ ἀνάγκης αὐτὸν ἀποτέμωσι, τότε πᾶν ὁτιοῦν μεταλαμβάνει, ὡς ἤδη πεπαυμένος ἀγῶνος, καὶ μηκέτι ἐπικίνδυνος ὢν, εἰς τὸ ἐποτρύνεσθαι διὰ τῶν ἐδεσμάτων εἰς ἡδονὴν ἥκειν ἐπιθυμίας. Οὐ μόνον δὲ τοὺς ἰδίους τοῦτο ἀπαρτίζουσι τὸν τρόπον, ἀλλὰ πολλάκις καὶ ξένους παρερχομένους, καὶ παρ' αὐτοῖς ἐπιξενωθέντας, ταύτῃ διέθεντο τῇ διαγωγῇ, ὡς πολὺς περὶ τούτου θρυλλεῖται λόγος. Ἁρπάζουσι γὰρ τοὺς τοιούτους ἔνδον, καὶ ἐπὶ συμψελίοις δήσαντες, μετὰ ἀνάγκης τὸ χειρότευκτον ἐργάζονται τῆς τῶν μελῶν ἀφαιρέσεως. Καὶ ταῦτά ἐστιν, ἃ περὶ τούτων εἰς ἡμᾶς ἧκεν· οὕσπερ γνόντες ἐν ποίῳ τόπῳ τὴν καταμονὴν ἔχουσι, καὶ ὡς τὸ ὄνομα τοῦτο πολὺ τυγχάνει ἐν τοῖς μέρεσιν ἐκείνοις, καὶ ὡς τῆς αἱρέσεως ἕτερον ὄνομα οὐ κατειλήφαμεν, ἐνομίσαμεν ταύτην εἶναι.
In the Church, indeed, the greater part of them used to assemble up to a certain time, until their folly spread abroad and they were cast out of the Church. Now they are all castrated; and concerning principalities and authorities and other things, they too hold opinions in the same way. And whenever they receive a man into discipleship, for so long a time as he has not yet had his privy parts cut off, he does not partake of animate foods; whereas when they persuade such a man, or by force cut him off, then he partakes of anything whatsoever, as having already ceased from struggle and being no longer in danger of being stirred up through meats to come into pleasure of lust. Nor do they accomplish this upon their own people alone in this fashion, save that oftentimes also strangers passing by and entertained as guests among them have they treated with this practice, as much talk is bruited abroad concerning this. For they seize such men indoors, and binding them upon benches, by force work the artificial removal of their members. And these are the things that have come unto us concerning these men; and knowing in what place they have their abode, and how prevalent this name happens to be in those parts, and as we have ascertained no other name of the heresy, we supposed it to be this one.
Βʹ. Πολλὴ δὲ φρενοβλάβεια τῶν τοιούτων. Ει μὲν γὰρ τὸ ἐν τῷ Εὐαγγελίῳ βούλονται πληροῦν, τὸ, Ἐὰν σκανδαλίζῃ σε ἓν τῶν μελῶν σου, ἀπόκοψον ἀπὸ σοῦ. Συμφέρει γάρ σοι εις τὴν βασιλείαν τῶν οὐρανῶν ἢ χωλὸν, ἢ τυφλὸν, ἢ κυλλόν. Πῶς δύναται ἐν βασιλείᾳ τινὰ ἠκρωτηριασμένον; Εἰ γὰρ ἡ βασιλεία τῶν οὐρανῶν τὰ πάντα ἐστὶ τελειοῦσα, οὐδὲν ἀτελὲς ἔχει ἐν ἑαυτῇ. Καὶ ὁπότε τοῦ σώματός ἐστιν ἀνάστασις, πάντα τὰ μέλη ἀναστήσεται, καὶ οὐδὲ ὁπότερον αὐτῶν καταλειφθήσεται. Καὶ εἰ ὅλως τὸ μέλος οὐκ ἐγείρεται, οὐδὲ πᾶν σῶμα ἀναστήσεται. Καὶ εἰ τὸ ἓν μέλος τὸ σκανδαλίζον, αὐτὸ μόνον καταλιμπάνεται, οὐδὲν ὅλως καταλειφθήσεται, οὐδὲ ὁπότερον τῶν μελῶν. Πάντα γὰρ ἡμᾶς ἐσκανδάλισε. Τίς δὲ ἀναῤῥήξει αὐτοῦ τὴν καρδίαν πάντα σκανδαλίζουσαν; Ἔσωθεν γὰρ, φησὶν, ἐκπορεύονται πορνεῖαι, μοιχεῖαι, ἀσέλγειαι, καὶ τὰ τούτοις ὅμοια. Τίς οὖν ῥήξει τὴν ἑαυτοῦ καρδίαν; Εἰ δὲ οὐκ ἐγείρεται τὸ σῶμα κατὰ τήν τινων ἄνοιαν καὶ ἀσέβειαν, πῶς ἄρα διοίσει ὁ περὶ τούτων ὁριζόμενος λόγος; Τῶν γὰρ μελῶν ἁπάντων μὴ εἰσερχομένων εἰς βασιλείαν οὐρανῶν, τίς ἔτι χρεία
II. Now great is the mental derangement of such men. For if indeed they wish to fulfil that saying in the Gospel: If one of thy members causeth thee to stumble, cut it off from thee; for it is profitable for thee [to enter] into the kingdom of heaven either halt, or blind, or maimed — how can anyone maimed be in the kingdom? For if the kingdom of heaven perfects all things, it has nothing imperfect in itself. And whenever there is a resurrection of the body, all the members will rise again, and neither of them will be left behind. And if a member is not raised at all, neither will the whole body rise again. And if the one member that causes stumbling is alone left behind, none of the members at all will be left, not even a single one. For all of them have caused us to stumble. Yet who will tear out his own heart, which causes stumbling in all things? For from within, He says, proceed fornications, adulteries, lasciviousnesses, and things like unto these. Who then will rend his own heart? And if the body is not raised, according to the folly and impiety of certain people, what difference then will the argument laid down concerning these things make? For if none of the members at all enter into the kingdom of heaven, what further need can
Notes, col. 1012

On the reading

Printed Ει, for Εἰ.

Printed εις, for εἰς.

PG 41:1013Read from the page
παρὰ ἓν μέλος γίνεσθαι, τῶν ἄλλων μὴ τοῦτο πληρούντων; Εἰ δὲ ἐγείρεται τὸ σῶμα (ἐγείρεται γὰρ), πῶς ἐνδέχεται ἔτι ἐν βασιλείᾳ οὐρανῶν λώβησις γίνεσθαι; Ἢ πῶς οὐκ ἔσται ἀπρεπὴς ἡ βασιλεία τῶν οὐρανῶν, ἐπισινῆ σώματα ἔχουσα πρὸς δόξαν; Εἰ δὲ ὅλως καὶ τμηθείη τὸ μέλος τὸ σκανδαλίζον, ἄρα τέτμηται, καὶ οὐχ ἥμαρτε. Τμηθὲν δὲ, καὶ μὴ ἁμαρτῆσαν, αὐτὸ δεῖ πρῶτον πάντων ἀναστῆναι μὴ ἁμαρτῆσαν.
exist on account of one member, while the other members do not fulfil this? And if the body is raised (for raised it is), how is it possible that mutilation should still occur in the kingdom of heaven? Or how will the kingdom of heaven not be unseemly, having maimed bodies unto glory? And if at all the member that causes stumbling should even be cut off, then it has been cut off and did not sin; and having been cut off and not having sinned, it itself ought first of all to rise again, not having sinned.
Γʹ. Ὅσοι δὲ εἰς τὸ πρόχειρον τοῦτο ἔργον ἔντολμοι, ἀπὸ πάντων ἑαυτοὺς ἠθέτησαν, καὶ ἀπηλλοτρίωσαν. Οὔτε γὰρ ἄνδρες εἰσὶ διὰ τὸ ἀφῃρημένον, οὔτε γυναῖκες δύνανται εἶναι διὰ τὸ παρὰ φύσιν. Προέλαβε δὲ καὶ ἡ τοῦ στεφάνου τοῦ ἀγῶνος, καὶ βραβείου τούτου ἐπωνυμία. Θὐδὲ ὁπότεροι γὰρ φανήσονται οὗτοι τῶν τριῶν τάξεων τῶν εὐνούχων τῶν ὑπὸ Κυρίου ειρημένων. Εἰσὶ γὰρ, φησὶν, εὐνοῦχοι, οἳ ἐκ κοιλίας μητρὸς αὐτῶν ἐγεννήθησαν. Ἐκεῖνοι γὰρ ἀναίτιοί εἰσι τῆς αὐτῶν εὐνουχίας· οὔτε μὴν ἁμαρτίαν ἔχοντες, διὰ τὸ οὕτως γεγενῆσθαι· οὔτε πάλιν ἁμαρτίαν δυνάμενοι πράττειν, τὴν ἀφροδισίων φημί· ἐπειδὴ μὴ πέφυκε αὐτοῖς τὰ παιδοποιὰ ὄργανα, τὰ ἐκ Θεοῦ κεκτισμένα. Ἀλλ' οὔτε μισθὸν ἔχουσιν εὐνουχίας βασιλείας οὐρανῶν, διὰ τὸ ἀγῶνος μὴ μεμυῆσθαι. Εἰ δὲ καὶ ἐπιθυμιῶν μεμύηνται οἱ τοιοῦτοι, μὴ δυνάμενοι πράττειν, καὶ μὴ πράττοντες, μισθὸν οὐκ ἔχουσιν. Οὐ γὰρ διὰ τὸ μὴ βούλεσθαι, τὸ ἔργον παρ' αὐτοῖς οὐ πέπρακται, ἀλλὰ διὰ τὸ μὴ δύνασθαι. Καὶ αὕτη μὲν ἡ ἀγωγὴ τῆς πρώτης ὑπὸ Κυρίου εἰρημένης εὐνουχίας, τῆς διὰ τῶν μητέρων γεννωμένης, ἐξ ὧν οὐ δύνανται οὗτοι ὑπάρχειν.
III. Moreover, as many as are bold for this ready deed have set themselves at naught and estranged themselves from all people. For neither are they men, because of what has been taken away, nor can they be women, because it is contrary to nature. And even the very title of the crown of the contest and of this prize has anticipated them. For these will prove to belong to neither side among the three orders of eunuchs spoken of by the Lord. For there are eunuchs, He says, who were so born from their mother's womb. For those men are blameless of their own eunuchism: neither having sin through having been born thus, nor again being able to commit sin — that of carnal pleasures, I mean — since the organs of procreation fashioned by God have not grown naturally in them. Yet neither do they have a reward of eunuchism for the kingdom of heaven, because they have not been initiated into a contest. And even if such men have been initiated into desires, since they are unable to act and do not act, they have no reward. For not through unwillingness has the deed gone undone with them, save through inability. And such is the condition of the first eunuchism spoken of by the Lord, that which is born through mothers, of whom these men cannot be.
Δʹ. Καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες ὑπὸ τῶν ἀνθρώπων εὐνουχίσθησαν, φησὶν ὁ Σωτήρ· καὶ οὔτε ἀπὸ τούτων εἰσὶν οἱ προειρημένοι. Οὗτοι μὲν γὰρ γεννῶνται· οἱ δὲ ὑπὸ ἀνθρώπων εὐνουχισθέντες ἕνεκεν χρήσεως ἢ βασιλικῆς ἢ ἀρχοντικῆς. Βουλόμενοι γάρ τινες τῶν βαρβάρων βασιλεῖς, ἢ καὶ τύραννοι, ζηλοτυπίας χάριν καὶ ὑπονοίας τῆς πρὸς τὰς γαμετὰς τὰς ἰδίας, ἔτι κομιδῇ νέους τοὺς παῖδας λαμβάνουσι, καὶ εὐνουχίζουσι τούτους, πρὸς τὸ ἀνδρυνθέντας πιστεύεσθαι τὰς ἰδίας αὐτῶν, ὡς ἔφην, γαμετάς. Καὶ οὕτως ἐν τῷ κόσμῳ γέγονεν ἡ περὶ τούτου αἰτία. Ὅθεν τάχα οἶμαι καὶ τὸ εὐνοῦχον καλεῖσθαι ἀπὸ τοῦ εὐνοεῖν δύνασθαι, ἀφαιρουμένων τῶν μελῶν, καὶ μὴ ἐπεντρίβεσθαι μίξει τῶν σωμάτων, ὡς τῶν ὀργάνων ἀφηρημένους. Ἑτέρα τοίνυν αὕτη ἡ τάξις ἐκ παιδὸς λαμβανομένη, καὶ εὐνουχιζομένη ὑπὸ τῶν ἀνθρώπων, οὐχὶ διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.
IV. And there are eunuchs who were made eunuchs by men, says the Saviour; and neither from these are the aforesaid men. For the former are so born, whereas those made eunuchs by men are so for the sake of royal or princely service. For certain kings of the barbarians, or even tyrants, out of jealousy and suspicion towards their own wives, take boys while still quite young and castrate them, so that when grown to manhood they may be entrusted, as I said, with their own wives. And thus in the world has the cause concerning this come about. Whence perhaps, I suppose, even the name eunuch is derived from being able to be well-minded, since their members are removed, and from not being given over to the coupling of bodies, inasmuch as they are deprived of the organs. Different, therefore, is this order, taken from childhood and made eunuchs by men, not for the kingdom of heaven's sake.
Notes, col. 1013

On the reading

Printed Θὐδὲ, for Οὐδὲ.

Printed ειρημένων, for εἰρημένων.