Migne Reading Room

PG 41 · cols. 829–840 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus III (Anacephalaeosis et Haereses XXXIV–XLVI)

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus III (Anacephalaeosis et Haereses XXXIV–XLVI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:829Read from the page
Εἰ δὲ αὐτοῦ μέν εἰσιν αἱ ψυχαὶ, καὶ ἄνωθεν ἐλθοῦσαι φαίνονται, ἄρα εἰς ἀγαθὸν κόσμον ἀπεστάλησαν παρὰ τοῦ ἄνωθεν κατὰ σὲ ἀγαθοῦ Θεοῦ, καὶ οὐκ εἰς πονηρὸν ἔργον. Εἰ δὲ ἀπεστάλησαν, διά τινα μὲν χρῆσιν, ἣν τάχα μυθοποιεῖς, εἰσελθοῦσαι δὲ μετέπεσον εἰς ἑτέραν· τουτέστιν ἵνα δίκαιόν τι πράξωσι, πονηρὸν δὲ εἰργάσαντο, ὀφθήσεται ὁ ἐπιστείλας αὐτὰς πρόγνωσιν ἂν μὴ ἔχων. Ἐπειδὴ γὰρ ἀπέστειλεν αὐτὰς δι' ἕτερον, καὶ ἕτερόν τι εὑρέθησαν ἐργασάμεναι. Ἢ πάλιν ἐὰν εἴπῃς, ὅτι οὐ κατὰ τὴν αὐτοῦ βούλησιν ἐληλύθασιν, ἀλλὰ κατὰ τυραννίδα τοῦ ἀφαρπάζοντος· ἄρα ἰσχυρός ἐστιν ὁ κτισθεὶς ὑπὸ τοῦ ἀγαθοῦ Θεοῦ πονηρὸς δημιουργὸς παρὰ τὸν ἀγαθὸν Θεὸν, ὅτι τὰ αὐτοῦ ὑπάρχοντα ἀφαρπάξας ἐχρήσατο. Πόθεν δὲ οὐ διελεγχθήσῃ, αὐτοῦ τοῦ Σωτῆρος φάσκοντος, ὅτι Ἐξουσίαν ἔχω τὴν ψυχήν μου θεῖναι, καὶ λαβεῖν αὐτήν· ὡς αὐτοῦ μὲν ψυχὴν εἰληφότος, καὶ θέντος, καὶ πάλιν λαβόντος· οὐκ ἀλλοτρίαν εἶναι τὴν ψυχὴν, καὶ ἑτέρου δημιουργοῦ.
Whereas if the souls do belong to Him and appear to have come from on high, then they were sent into a good world from the God on high Who according to you is good, and not into an evil work. And if they were sent for some use that you perhaps fabricate in myth, yet upon entering fell away into another—that is, in order that they might perform something righteous, whereas they wrought evil—He Who dispatched them will be seen to lack foreknowledge. For He sent them on account of one thing, and they were found to have wrought something else. Or again, if you say that they have come not according to His will, but through the tyranny of one who snatches them away, then the evil artificer created by the good God is stronger than the good God Himself, seeing that he snatched away His possessions and made use of them. And how shall you not be thoroughly refuted when the Saviour Himself declares: I have authority to lay down My soul, and to take it—inasmuch as He Himself took a soul, laid it down, and took it again, so that the soul is not alien nor belonging to another artificer?
Πάλιν δὲ εὑρεθήσεται ἀγαθὸν σῶμα φορῶν. Οὐ γὰρ ἂν πεισθήσεται ἀγαθός τις χρῆσθαι πονηρῷ ἔργῳ, ἵνα μὴ ἀπὸ τοῦ μετέχειν μέρους τοῦ πονηροῦ καὶ αὐτὸς χρανθήσεται τῇ τῆς ἐπιμίξεως πονηρίᾳ. Εἰ δὲ καὶ αὐτὸς ἀνέστησε, λέγε μοι, τί ἵνα ποιήσῃ μετὰ ἀνάστασιν καὶ αὐτὸ πάλιν καταλέλοιπε μερίσας τοῖς τέσσαρσι στοιχείοις, τῷ θερμῷ τὸ θερμὸν, καὶ τῷ ψυχρῷ τὸ ψυχρὸν, καὶ τῷ ξηρῷ τὸ ξηρὸν, καὶ τῷ ὑγρῷ τὸ ὑγρόν; Εἰ γὰρ ἤγειρεν αὐτὸ, ἵνα πάλιν αὐτὸ λύσῃ, ἄρα δραματουργίας τὸ ἔργον τοῦτο εἴη, καὶ οὐκ ἀληθείας. Ἤγειρε δὲ αὐτὸ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ συμπαρέλαβεν ἑαυτῷ, ὅπερ ἀνεπλάσατο εἰς ἑαυτὸν σῶμα σὺν ψυχῇ καὶ πάσῃ ἐνανθρωπήσει τελειωτάτως. Ἐπειδὴ γὰρ συνεκάθισε, κατὰ τὸν ἀποστολικὸν λόγον, ὅτι Ὁ Θεὸς ἤγειρε, καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις· ὡς μαρτυροῦσιν οἱ δύο οἱ ἐν ἐσθῆτι λαμπρᾷ ὀφθέντες ἀποστόλοις, ὡς λέγουσιν· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἀτενίζοντες εἰς τὸν οὐρανόν; Οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν ἀναλαμβανόμενον.
Again, He will be found wearing a good body. For no good person will be persuaded to make use of an evil work, lest from partaking in a share of what is evil he himself also be defiled by the wickedness of the admixture. And if He Himself also raised it up, tell me, to do what after the resurrection has He left it behind again, apportioning it to the four elements—the hot to the hot, and the cold to the cold, and the dry to the dry, and the moist to the moist? For if He raised it up in order to dissolve it again, then this deed would belong to stagecraft, and not to truth. Rather, our Lord Jesus Christ raised it up and took along with Himself the body that He had refashioned into Himself, together with soul and His entire incarnation most perfectly. For He sat down together, according to the apostolic word: God raised Him up, and made Him sit down together in the heavenly places; even as those two bear witness who appeared to the apostles in shining raiment, when they say: Men of Galilee, why do you stand gazing into heaven? Thus shall He come, in the manner in which you beheld Him being taken up.
Ϛʹ. Καὶ ἵνα μὴ πάλιν δοθῇ σοι πρόφασις πονηρίας κατὰ τῆς ἀληθείας, μετὰ χρόνον πολὺν τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναλήψεως, Στέφανος ὁ ἅγιος τοῦ Θεοῦ μάρτυρ λιθαζόμενος ὑπὸ τῶν Ἰουδαίων ἀπεκρίνατο, λέγων· Ἰδοὺ ὁρῶ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ Πατρός· ἵνα δείξῃ αὐτὸ τὸ σῶμα ἐν ἀληθείᾳ εἰς πνευματικὸν ἀνιστᾷν σὺν θεότητι τοῦ Μονογενοῦς, ὅλον εἰς πνευματικὸν ἑνωθὲν, καὶ εἰς θεότητα συνηνωμένον. Ἄνω δὲ αὐτὸ τὸ ἅγιον σῶμα σὺν τῇ θεότητι ὅλος Θεὸς, εἷς Υἱὸς ὁ ἅγιος τοῦ Θεοῦ, καθεζόμενος ἐν δεξιᾷ τοῦ Πατρός· ὡς ἔχει καὶ τὸ τοῦ Μάρκου Εὐαγγέλιον καὶ τῶν ἄλλων εὐαγγελιστῶν· Καὶ ἀνῆλθεν εἰς οὐ-
6. And lest a pretext for malice against the truth be given to you once again, long after the ascension of our Saviour, Stephen, the holy martyr of God, while being stoned by the Jews, answered and said: Behold, I see heaven opened, and the Son of man standing at the right hand of the Father; so as to show that in truth He raised up that very body into a spiritual one together with the Godhead of the Only-begotten, wholly united into what is spiritual and conjoined unto Godhead. And on high that holy body together with the Godhead is wholly God, one Son, the Holy One of God, seated at the right hand of the Father, even as the Gospel of Mark and of the other evangelists has it: And He went up into hea-
PG 41:832Read from the page
ρανοὺς, καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρός. Καὶ πανταχόθεν διαπεσεῖταί σου καὶ τῶν ὑπὸ σοῦ πεπλανημένων ὁ ἀγύρτης λόγος.
ven, and sat down at the right hand of the Father. And from every side the mountebank discourse of yours and of those deluded by you shall fall to pieces.
Καὶ περὶ νεκρῶν ἀναστάσεως ἄκουε τοῦ Ἀποστόλου, λέγοντος, ὅτι Δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Εἰ μὴ γὰρ ἔμελλε τὸ θνητὸν ἐνδύσασθαι ἀθανασίαν, καὶ τὸ φθαρτὸν ἐνδύσασθαι ἀφθαρσίαν, οὐκ ἂν ὁ ἀθάνατος θανεῖν ἦλθεν, ἵνα ἐν αὐτῷ πάθῃ, καὶ κοιμηθεὶς τὸ τριήμερον ἀναστῇ, καὶ συνανενέγκῃ ἐν αὐτῷ τῇ θεότητι καὶ τῇ αὐτοῦ δόξῃ· ἵνα ἐκ τῆς αὐτοῦ ἀγαθῆς πρὸς ἡμᾶς ἐνδημίας τὴν πᾶσαν ἐλπίδα κατάσχωμεν ἐν ἀληθείᾳ, ὑποδεικνὺς ἑαυτὸν τύπον ἡμῖν, καὶ ἀῤῥαβῶνα εἰς ἐλπίδα τῆς πάσης ζωῆς πραγματείας.
And concerning the resurrection of the dead, listen to the Apostle when he says: This corruptible must put on incorruption, and this mortal must put on immortality. For if the mortal were not going to put on immortality, and the corruptible to put on incorruption, the Immortal One would not have come to die, so that He might suffer in it, and having fallen asleep rise on the third day, and raise it up together in Himself in the Godhead and in His glory; so that from His gracious sojourn towards us we might lay hold of the entire hope in truth, as He shows Himself a pattern for us and an earnest towards the hope of the entire dispensation of life.
Ζʹ. Τούτων δὲ οὕτως ἐχόντων καὶ ῥηθέντων, τίς ἔτι μοι χρεία ἐστὶ κατατρίβεσθαι περὶ τούτου τοῦ ζωπύρου σφηκίου, καὶ οὐδενὸς ὄντος ἀνατροπῆς ἕνεκα, ἢ ἄλλης τινὸς πραγματείας; Ἀφ' ἑαυτοῦ γὰρ τὸ κέντρον ἀπώλεσε· καὶ ἀπαράλλακτον αὐτοῦ τὸ τῆς πλάνης παραπεποιημένον δόγμα καὶ ἀγυρτῶδες δέδεικται. Φασὶ γὰρ τὸ ὀδυνηρὸν σφηκίον, ὃ ζώπυρον τινὲς κεκλήκασιν, ἔχειν μὲν κεντρίον ἰοβόλον βραχὺ, περιωδυνίαν πολλὴν οὐ κεκτημένον, ἀλλὰ κατὰ τὴν αὐτοῦ δύναμιν ἰοβόλον ὄν· ἐπὰν δέ τις διερχόμενος τὸν αὐτοῦ φωλεὸν ἢ καλιὰν καθέλοι· ἐν γὰρ θάμνοις βοτανῶν ποιεῖται καὶ κηρίου δίκην ἑαυτῷ σίμβλους τινὰς, ἐν οἷς σίμβλοις ἐγκατατίθεται τὴν αὐτοῦ γονὴν, καὶ ποιεῖται ἑαυτῷ τὰ γεννήματα· εἰ δέ τις διερχόμενος ῥάβδῳ ἢ ξύλῳ νύξας τὸ κηρίον, ὡς ἔφην, καταβάλοι, ἐξέρχεται θυμούμενον αὐτὸ δὴ τὸ δεινὸν μὲν, βληχρὸν δὲ σφηκίον· καὶ ἐὰν εὕρῃ πέτραν πλησίον ἢ ξύλον, ἀπὸ τοῦ ἐμπλήσαντος αὐτὸν θυμοῦ ῥοίζῳ μὲν ἐφίσταται καὶ ὁρμᾷ, καὶ παίει τὴν πέτραν· καὶ τὴν μὲν πέτραν οὐδὲν ἀδικεῖ, οὔτε τὸ ξύλον, οὔτε μὴν τὸν ἄνθρωπον, κἄν τε δάκοι, ἀλλὰ πρὸς ὀδύνην ὀλίγην οὐδὲν ἀδικεῖ, μάλιστα τὴν πέτραν, ἀλλὰ τὸ μὲν κέντρον ἀπόλλυσι, καὶ οὕτω φθείρεται, ἡ δὲ πέτρα οὐδὲν ἀδικηθήσεται ὑπὸ τοῦ τοιούτου. Οὕτω καὶ αὕτη ἡ σφηκιώδης ζωπύρου δίκην μικρὰν ἔχουσα τὴν περιωδυνίαν ἀνατραπήσεται τῇ πέτρᾳ συντυχοῦσα, τουτέστι τῇ ἀληθείᾳ, καὶ τὸ κέντρον ἀπολέσασα. Ταύτην δὲ διελθὼν, ἐπὶ τὰς ἑτέρας πάλιν βαδιοῦμαι, κατὰ τὴν Θεοῦ ἐλπίδα πιστεύων, ὅτι τὸ ἐπάγγελμα ἐν θεῷ πληρωθήσεται.
7. Since these matters stand thus and have been stated, what further need have I to wear myself out over this zopyron-wasp, which amounts to nothing either as regards refutation or any other serious treatment? For of itself it has lost its sting; and its forged dogma of error and mountebank character has been shown to differ in no respect from the rest. For they say that this painful little wasp, which some have called zopyron, possesses indeed a short venomous sting—not possessing great agony, yet venomous according to its capacity; and whenever someone passing by pulls down its lair or nest—for among thickets of herbs it makes for itself certain cells like a honeycomb, in which cells it deposits its brood and produces its offspring for itself—if someone passing by pokes the comb with a rod or stick and knocks it down, as I said, out comes that very wasp in a rage, fierce indeed yet feeble; and if it finds a stone nearby or a piece of wood, from the fury that has filled it, with a rush it lights upon it and charges, and strikes the stone; and it harms the stone not at all, nor the wood, nor yet the human being even should it sting him, save for a slight pain—it harms nothing, least of all the stone, whereas it loses its sting and thus perishes, while the stone shall suffer no harm at all from such a creature. So too this waspish heresy, having slight pain like a zopyron, shall be overturned upon striking against the rock—that is, the truth—and having lost its sting. Having passed through this one, I shall proceed again to the others, trusting according to the hope of God that the promise shall be fulfilled in God.
ΚΑΤΑ ΣΕΥΗΡΙΑΝΩΝ,
Against the Severians,
Εἰκοστὴ πέμπτη, ἡ καὶ τεσσαρακοστὴ πέμπτη.
The twenty-fifth, which is also the forty-fifth.
Αʹ. Τούτοις καθεξῆς ἕπεται ἤτοι σύγχρονος, ἤτοι παρὰ τὸν χρόνον· οὐκ ἔχω γὰρ περὶ τοῦ χρόνου αὐτῶν ἀσφαλῶς λέγειν, πλὴν σύνεγγυς ἀλλήλων ἦσαν. Ὡς δὲ τὰ εἰς ἡμᾶς ἐλθόντα διηγήσομαι.
1. Next in order after these follows one either contemporary or close in time; for I am unable to speak with certainty regarding their date, save that they were near one another. Yet I shall recount the particulars even as they have come down to us.
Σευῆρός τις ἀνέστη, ἐξ οὗπερ οἱ Σευηριανοὶ καλού-
A certain Severus arose, from whom those called Sever-
PG 41:833Read from the page
μενοι, καθεξῆς συνεπόμενος τῷ προειρημένῳ Ἀπελληϊανῷ. Τὰ δὲ παρ' αὐτῷ μυθολογήματα ταῦτά ἐστιν, ἅτινα μέλλω λέγειν. Βούλεταί τε καὶ αὐτὸς ἀρχαῖς τε καὶ ἐξουσίαις προσάπτειν τὴν καθ' ἡμᾶς κτίσιν· εἶναί τε ἐν ἀκατονομάστῳ τινὶ ἀνωτάτῳ τε οὐρανῷ καὶ αἰῶνι ἀγαθόν τινα Θεόν. Τὸν δὲ διάβολον υἱὸν εἶναι φάσκει τοῦ μεγάλου ἄρχοντος τῆς τῶν ἐξουσιῶν τάξεως, ᾧ ὄνομα τίθεται πὴ μὲν Ἰαλδαβαὼθ, πὴ δὲ Σαβαώθ. Τοῦτον δὲ γεννηθέντα ἐξ αὐτοῦ εἶναι ὄφιν· ἀπὸ δὲ τῆς ἄνω δυνάμεως καταβεβλῆσθαι εἰς τὴν γῆν, καὶ κατεληλυθότα ὀφιείκελον ὄντα, εἰς οἶστρον ἐληλακέναι, καὶ τῇ Γῇ μεμίχθαι ὥσπερ γυναικί· καὶ ἀπ' αὐτοῦ τοῦ σπέρματος ἀποσπερματίσαντος τῆς γονῆς τὴν ἄμπελον βεβλαστηκέναι. Διὸ δὴ μυθολογῶν εἰς παράστασιν τῆς αὐτῶν ληρῳδίας, τὸ ὀφιείκελον τῆς ἀμπέλου περιφερὲς ἐκτυποῦν, λέγων διὰ τὸ σκαληνὸν τοῦ φυτοῦ εἶναι αὐτὸ ὄφεως δίκην· καὶ τὴν μὲν λευκὴν εἶναι ὡς ὄφιν, τὴν δὲ μέλαιναν ὡς δράκοντα. Εἶναι δὲ καὶ τὰς ῥάγας τῆς ἀμπέλου ὥσπερ ἰοῦ ῥαθάμιγγας, εἴτουν σταγόνας, διὰ τὸ κυκλοειδὲς, ἢ τὸ μείουρον καὶ διαμφὲς ἑκάστου ῥαγὸς στρογγυλώσεως· τὸν δὲ οἶνον ἐκ τῆς ὑποθέσεως ταύτης ὄντα τὸν νοῦν θολοῦν τῆς ἀνθρωπότητος. Καὶ πὴ μὲν εἰς θέλξιν ἀφροδισίων ἄγειν, πὴ δὲ εἰς οἶστρον ἐγείρειν· ἢ δ' αὖ πάλιν ὀργὴν ἐμποιεῖν διὰ τὸ κεπφοῦσθαι τὸ σῶμα ἐκ τῆς ἀπὸ τοῦ οἴνου δυνάμεως, καὶ τοῦ ἰοῦ τοῦ προειρημένου δράκοντος. Ὅθεν ἀπέχονται οἴνου παντελῶς οἱ τοιοῦτοι.
ians take their name, following next in succession upon the aforesaid Apelleian. And the mythological fables held by him are these that I am about to state. He too wishes to ascribe the creation among us to principalities and authorities, and holds that in a certain unnameable highest heaven and aeon there exists a certain good God. And the devil, he alleges, is the son of the great ruler of the order of authorities, to whom he gives the name sometimes Ialdabaoth and sometimes Sabaoth. And this one, begotten from him, is a serpent; and he was cast down from the power on high unto the earth, and having come down in serpentine form was driven into frenzy and mingled with the Earth as with a woman; and from that seed of his discharging itsgenerative issue the vine sprouted forth. Wherefore, spinning myths to establish their drivel, he points to the serpentine winding of the vine as imaging this, saying that because of the crookedness of the plant it is like a serpent; and that the white vine is like a serpent, whereas the black is like a dragon. Moreover, the berries of the vine are like flecks—that is, drops—of venom, on account of the circularity, or the tapering and divided shape of the rounding of each berry; and wine, coming from this origin, befuddles the mind of humanity. And in part it leads towards the allurement of sexual pleasures, and in part rouses to frenzy; or again it engenders wrath because the body is made light-headed through the potency coming from the wine and from the venom of the aforesaid dragon. Hence such people abstain altogether from wine.
Βʹ. Φάσκουσι δὲ καὶ τὴν γυναῖκα εἶναι ἔργον τοῦ Σατανᾶ, καθάπερ καὶ οἱ Ἀρχοντικοὶ τοῦτο ἔφασαν· διὸ τοὺς γάμῳ πλησιάζοντας, τοῦ Σατανᾶ τὸ ἔργον πληροῦν λέγουσιν. Ἀλλὰ καὶ τοῦ ἀνθρώπου τὸ μὲν ἥμισυ εἶναι τοῦ Θεοῦ, τὸ δὲ ἥμισυ τοῦ διαβόλου. Ἀπ' ὀμφαλοῦ γὰρ καὶ ἀνωτάτω εἶναι τῆς τοῦ Θεοῦ δυνάμεως λέγει τὴν πλάσιν· ἀπὸ δὲ ὀμφαλοῦ καὶ κατωτάτω, τῆς πονηρᾶς ἐξουσίας τὴν πλάσιν. Διόπερ φησὶ πάντα καθ' ἡδονὴν καὶ οἶστρον καὶ ἐπιθυμίαν ἀπ' ὀμφαλοῦ καὶ κατωτάτω γίνεσθαι. Ἀλλὰ καὶ αἱ ἄλλαι αἱρέσεις τοῦτο ἔφασαν εἶναι.
2. They also allege that woman is a work of Satan, just as the Archontics too affirmed this; wherefore they say that those who approach marriage fulfil the work of Satan. Moreover, of man also, one half belongs to God and the other half to the devil. For from the navel and upwards, he says, the fashioning belongs to the power of God; whereas from the navel and downwards, the fashioning belongs to the evil authority. On which account, says he, all things involving pleasure and frenzy and desire take place from the navel and downwards. Yet the other heresies too affirmed that this was so.
Ὅθεν καὶ οὗτος ἁλίσκεται κατὰ πάντα τρόπον τοῖς ἄλλοις ἐπακολουθῶν ἀγύρταις, τοῖς τὰ δηλητήρια τῷ βίῳ κατασκευάσασιν. Ἀνατραπήσεται γὰρ ῥᾳδίως. Οὐ γὰρ πολλοῦ ἐπιδεηθήσεται καμάτου ἡ πρὸς αὐτὸν ἀνατροπή. Ὅλον γὰρ τὸ σῶμα συγκεκραμένον τοῖς καλῶς ἐν αὐτῷ γεγονόσιν ἐκ Θεοῦ, φημὶ δὲ ὀρέξεσιν, οὐ δι' ἀτοπίαν ἐκ Θεοῦ γενομέναις, ἀλλὰ διὰ χρῆσιν ἀγαθὴν καὶ ἀναγκαίας χρείας τάξιν· λέγω δὲ τὸ ὀρέγεσθαι ὕπνου, βρωτῶν, πόματος, ἐνδύσεως, καὶ τῶν ἄλλων πάντων τῶν εἰς τὰ ἴδια καὶ Θεῷ εὐάρεστα ἡμῖν συμβαίνοντα· ὡς καὶ αὐτὴν τὴν ὄρεξιν τῆς κατὰ τὸ σῶμα ἐπιθυμίας οὐκ ἄτοπον οὖσαν παραστήσαιμ' ἄν. Ἔστι γὰρ πρὸς παιδοποιίαν ἐν σεμνότητι δοθεῖσα, καὶ εἰς δόξαν τοῦ ποιήσαντος τὰ πάντα, καθάπερ τῇ γῇ τὰ σπέρματα εἰς ἐπίχυσιν πλήθους τῶν ὑπὸ Θεοῦ ἐκτισμένων καλῶν γεννημάτων τέ φημι καὶ ἀκροδρύων. Οὕτως καὶ τῇ ἀνθρωπότητι
Hence this man too is convicted in every respect of following closely upon the other mountebanks who have concocted poisons for human life. For he shall easily be overturned; indeed, his refutation will not require much labour. For the entire body is blended together with the faculties well produced within it by God—I mean appetites that came into being from God not for any absurdity, but for a good use and the order of necessary need: I mean the appetite for sleep, foods, drink, clothing, and all the other things that befall us for our proper ends and those well-pleasing to God; so that I could show that even the very appetite of bodily desire is nothing absurd. For it was given towards the begetting of children in modesty, and unto the glory of Him Who made all things, even as seeds were given to the earth for the abundant outpouring of the good produce created by God—both crops, I say, and tree-fruits. So too for humanity
PG 41:836Read from the page
εἰς τὸ πληρῶσαι τὸ, Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν.
in order to fulfil the saying: Increase, and multiply, and fill the earth.
Κέχρηνται δὲ οἱ τοιοῦτοι καὶ ἀποκρύφοις τισὶν, ὡς ἀκηκόαμεν· ἀλλὰ καὶ ἐν μέρει ταῖς ῥηταῖς βίβλοις, λεξιθηρῶντες ἐκεῖνα μόνα, ἅτινα κατὰ τὸν νούν αὐτῶν παραπλέκοντες ἑτέρως μεταχειρίζονται. Οὔτε γὰρ ἡ ἄμπελος ἐκ διαβόλου πεφύτευται, οὔτε ἐξ ὄφεως ἔσχε τὴν σπορὰν, ὡς παντί τῳ δῆλόν ἐστι. Πῶς γάρ ἐστι τοῦτο; αὐτοῦ τοῦ Κυρίου ἐπιμαρτυροῦντος, καὶ λέγοντος, ὅτι Οὐ μὴ πίω ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ταύτης, ἕως ἂν πίω αὐτὸ καινὸν μεθ' ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Καὶ ἐπειδὴ ἡ ἀλήθεια, τὰς ἑαυτῆς ἀκτῖνας ἀποστίλβουσα εἰς τὸ παντελὲς κατὰ πρόγνωσιν Θεοῦ τῶν ἐπιφερομένων κακῶν, εἰς ἔλεγχον προετύπου τοὺς αὐτῆς λόγους πανταχοῦ· προεθέσπισε τὸ θεῖον γράμμα τὴν ἀναίρεσιν τῶν μελλόντων κατὰ τῆς ἀληθείας ἐπεγείρεσθαι· ὡς διαῤῥήδην αὐτός που ὁ Κύριος, εἰς ἔλεγχον τοῦ ἐλεεινοῦ καὶ πεπλανημένου Σευήρου, φάσκει αὐτὸς ἑαυτὸν τὴν ἄμπελον, λέγων· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή. Εἰ δὲ ὅλως ψεκτὸν ἦν τὸ τῆς ἀμπέλου ὄνομα, οὐκ ἂν τοῦ ὀνόματος εἰς ἑαυτὸν ἐποιεῖτο τὴν ὁμοιότητα. Ἀλλὰ καὶ οἱ ἀπόστολοί φασιν ἐν τῇ Διατάξει τῇ καλουμένῃ, ὅτι φυτεία Θεοῦ καὶ ἀμπελὼν ἡ καθολικὴ Ἐκκλησία. Ἀλλὰ καὶ αὐτὸς ὁ Κύριος πάλιν ἐν τῷ Εὐαγγελίῳ ποιούμενος τὴν τοῦ ἀμπελῶνος παραβολὴν, ὅτι Ἀνήρ τις οἰκοδεσπότης εἶχεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἔπεμψε ζητῶν καρπὸν, καὶ οὐκ ἔδωκαν. Ἀλλὰ καὶ πάλιν· Ἀνήρ τις οἰκοδεσπότης ἔχων ἀμπελῶνα, ἐξῆλθε ζητῶν ἐργάτας εἰς τὸν ἀμπελῶνα. καὶ ἐπὶ τρίτην ὥραν, καὶ ἕκτην, καὶ ἐννάτην, καὶ ἑνδεκάτην. Ὡς ἐξάπαντος τὸ τῆς ἐπιτηδεύσεως σκευώρημα καὶ τούτου τοῦ ἀπατεῶνος πανταχόθεν ἔχειν τὸ τιτρώσκεσθαι λόγῳ τῆς ἀληθείας. Κἄν τε γὰρ ἐπιφαίνεται τὸ σκότος φωτὸς μὴ παρόντος, δι' ὀλίγου σπινθῆρος ἡ αὐτοῦ ἀφάντωσις τῆς ἀνατροπῆς γενήσεται. Συντόμως δὲ κέχρημαι τῇ αἱρέσει, διὰ τὸ ἤδη ἐξειπεῖν, ὅτι εὐάλωτος ὑπάρχουσα οὐ πολλῆς δεῖται ἐργασίας, πρὸς σύστασιν τῆς κατ' αὐτῆς ἀληθείας· μάλιστα δὲ, ὅτι τάχα οἶμαι καὶ μηκέτι ἐκ ταύτης ὑπάρχειν τινὰς, ἀλλ' εἰ ἄρα σπανίως ἐν ἀνωτάτω μέρεσιν.
Moreover, such people also make use of certain apocryphal books, as we have heard; yet in part also of the canonical books, hunting out phrases—those alone which they weave in crookedly according to their own mind and handle perversely. For neither has the vine been planted by the devil, nor did it derive its sowing from a serpent, as is plain to anyone. For how could this be, when the Lord Himself bears witness and says: I shall by no means drink of the fruit of this vine, until I drink it new with you in the kingdom of heaven? And seeing that the truth, flashing forth its own rays unto perfection in accordance with God's foreknowledge of the evils to come, everywhere prefigured its words for their refutation, divine Writ foretold the overthrow of those who were going to rise up against the truth; even as the Lord Himself somewhere expressly, for the refutation of the wretched and deluded Severus, declares Himself to be the vine, saying: I am the true vine. Now if the name of the vine were blameworthy at all, He would not have applied the likeness of that name unto Himself. Moreover, the apostles too say in the work called the Constitution that the catholic Church is the planting and vineyard of God. And again, the Lord Himself also in the Gospel, framing the parable of the vineyard, says: A certain man, a householder, had a vineyard, and let it out to husbandmen, and sent seeking fruit, and they did not give it. And again also: A certain man, a householder, having a vineyard, went out seeking labourers into his vineyard; and at the third hour, and the sixth, and the ninth, and the eleventh. Thus altogether from every side the contrived artifice of this impostor too suffers wounding by the word of truth. For even though darkness shows itself when light is absent, through a slight spark its vanishing in overthrow will come about. And I have dealt briefly with this heresy because I have already stated thoroughly that, being easily refuted, it requires no great labour to establish the truth against it; and above all because I suppose perhaps none of this sect even survives any longer, unless perchance rarely in the uppermost regions.
Ἀπὸ ταύτης δὲ παρελθόντες, ὥσπερ σκορπίον δεινὸν καταπατήσαντες ἀθρόως, τὰς ἑξῆς διασκοπήσομεν, Θεοῦ τὴν δύναμιν ἐπικαλούμενοι εἰς βοήθειαν, τοῦ τε τὸ ἀληθὲς εἰπεῖν, καὶ τοῦ αὐτὸν ἐμὲ μὴ βλάπτεσθαι, μάλιστα περὶ τῆς τοιαύτης δεινῆς καὶ ὀλετηρίου τῶν δογμάτων μέλλοντα ὑποφαίνειν κακοτροπίας.
Passing on from this sect, having trampled it down all at once like a dread scorpion, we shall examine the ones that follow, calling upon the power of God for help, both to speak what is true and that I myself may suffer no harm, especially as I am about to expose such dread and baneful perversity of dogmas.
ΚΑΤΑ ΤΑΤΙΑΝΩΝ
Against the Tatianists
Εἰκοστὴ ἕκτη, ἡ καὶ τεσσαρακοστὴ ἕκτη.
The twenty-sixth, which is also the forty-sixth.
Αʹ. Τατιανός τις ἀνέστη, τούτους διαδεξάμενος, ἤτοι κατὰ τοὺς αὐτῶν χρόνους ὢν, ἢ μετ' αὐτοὺς,
1. A certain Tatian arose, succeeding these men, either living in their times or after them,
Notes, col. 836

On the reading

Printed νούν, for νοῦν.

PG 41:837Read from the page
πάλιν τὴν ἑαυτοῦ τῆς κενοφωνίας διδασκαλίαν προστησάμενος. Καὶ τὰ μὲν πρῶτα, οἷα δὴ ἀπὸ Ἑλλήνων παιδείας ὑπάρχων, συνακμάζει Ἰουστίνῳ τῷ φιλοσόφῳ, ἀνδρὶ ἁγίῳ καὶ φίλῳ Θεοῦ, τῷ ἀπὸ Σαμαρειτῶν εἰς Χριστὸν πεπιστευκότι. Οὗτος γὰρ ὁ Ἰουστῖνος Σαμαρείτης ἦν τὸ γένος, εἰς Χριστὸν πεπιστευκὼς, καὶ μεγάλως ἐξασκηθεὶς, ἀρετῆς τε βίον ἐνδειξάμενος, τὸ τέλος ὑπὲρ Χριστοῦ μαρτυρήσας, τελείου στεφάνου καταξιοῦται ἐπὶ τῆς Ῥωμαίων ἐπὶ Ῥωστικοῦ ἡγεμόνος καὶ Ἀδριανοῦ βασιλέως,
setting forward once again his own teaching of empty prating. And at first indeed, being one trained in Greek learning, he flourished alongside Justin the philosopher, a holy man and friend of God, who from among the Samaritans had believed in Christ. For this Justin was a Samaritan by race who had believed in Christ, and having practised great ascetic discipline and displayed a life of virtue, at the end bore witness as a martyr for Christ, and was counted worthy of a perfect crown in the city of the Romans under the prefect Rusticus and the emperor Hadrian,
PG 41:840Read from the page
ἐτῶν τριάκοντα ὑπάρχων ἐν καθεστώσῃ ἡλικίᾳ. Τούτῳ ὁ προειρημένος Τατιανὸς συνακμάσας τὰ πρῶτα καλῶς φερόμενος, καὶ τῇ πίστει ἐῤῥωμένος ἐτύγχανεν, ὅσον ἦν σὺν τῷ ἁγίῳ Ἰουστίνῳ τῷ μάρτυρι. Ὅτε δὲ ἐτελεύτα Ἰουστῖνος ὁ ἅγιος, ὥσπερ τυφλὸς χειραγωγούμενος ὑπὸ τοῦ χειραγωγοῦ καταλειφθείη, καὶ καταλειφθεὶς ἐπὶ κρημνὸν ἑαυτὸν ἐκδοὺς διὰ τὴν προσοῦσαν αὐτῷ τύφλωσιν, καταφέρεται ἀνεπισχέτως, ἕως εἰς θάνατον κατενεχθείη· οὕτω καὶ αὐτός.
being thirty years of age in settled maturity. Flourishing alongside him, the aforesaid Tatian at first conducted himself well and proved vigorous in the faith, so long as he was with Saint Justin the martyr. Yet when the holy Justin died, just as a blind man led by the hand might be left behind by his guide, and upon being left behind, giving himself over onto a precipice through the blindness clinging to him, plunges down unchecked until he is borne down to death, so too did he.
Καὶ ἦν μὲν Σύρος τὸ γένος, ὡς ἡ εἰς ἡμᾶς ἐλθοῦσα γνῶσις περιέχει· τὸ δὲ αὐτοῦ διδασκαλεῖον προεστήσατο ἀπ' ἀρχῆς μὲν ἐν τῇ Μέσῃ τῶν ποταμῶν ὡς περὶ τὸ δωδέκατον ἔτος Ἀντωνίνου τοῦ Εὐσεβοῦς Καίσαρος ἐπικληθέντος. Ἀπὸ Ῥώμης γὰρ μετὰ τὴν τοῦ ἁγίου Ἰουστίνου τελείωσιν διελθὼν ἐπὶ τὰ τῆς Ἀνατολῆς μέρη, καὶ ἐκεῖσε διατρίβων, κακῇ διανοίᾳ περιπεσὼν, αἰῶνάς τινας κατὰ τοὺς μύθους Οὐαλεντίνου, καὶ ἀρχάς τινας, ναὶ προβολὰς καὶ αὐτὸς εἰσηγήσατο· τὸ δὲ πλεῖστον τοῦ αὐτοῦ κηρύγματος ἀπὸ Ἀντιοχείας τῆς πρὸς Δάφνην, καὶ ἐπὶ τὰ τῶν Κιλίκων μέρη, ἐπὶ πλεῖον δὲ ἐν τῇ Πισιδίᾳ ἐκράτυνεν. Ἀπὸ τούτου γὰρ κατὰ διαδοχὴν οἱ Ἐγκρατῖται λεγόμενοι τοῦ ἰοῦ μετεσχηκότες ὑπάρχουσι. Λέγεται δὲ τὸ διὰ τεσσάρων Εὐαγγελίων ὑπ' αὐτοῦ γεγενῆσθαι, ὅπερ κατὰ Ἑβραίους τινὲς καλοῦσι.
And he was a Syrian by race, as the account that has come down to us sets forth; and he established his school at first in Mesopotamia, around the twelfth year of the Caesar surnamed Antoninus Pius. For after the martyrdom of Saint Justin, having passed from Rome to the regions of the East and tarrying there, falling into an evil mindset, he too introduced certain aeons after the fables of Valentinus, as well as certain principalities, yea and projections; and he strengthened the greater part of his preaching from Antioch by Daphne and into the parts of the Cilicians, and still more in Pisidia. For from him by succession those called Encratites have partaken of the venom. And the Gospel through Four is said to have been composed by him, which some call According to the Hebrews.
Βʹ. Τὰ αὐτὰ δὲ ταῖς παλαιαῖς αἱρέσεσι καὶ οὗτος δογματίζει. Καὶ πρῶτον μὲν φάσκει μὴ σώζεσθαι τὸν Ἀδάμ. Ἐγκράτειαν δὲ οὗτος κηρύττει. Τὸν δὲ γάμον πορνείαν καὶ φθορὰν ἡγεῖται· φάσκων μηδὲν διαλλάττειν πορνείας τὸν γάμον, ἀλλὰ τὸ αὐτὸ εἶναι. Ὅθεν ἐν τῷ προσχήματι τῆς ἐγκρατείας καὶ τοῦ ἐγκρατητικοῦ ἤθους κυβευτικὴν ἔσχε τὴν ἀγωγήν· ὡς λύκος ἅρπαξ ἐνδυόμενος προβάτου κώδιον, καὶ πλανῶν τῷ προσχήματι τοὺς ἀπατωμένους. Μυστηρίοις δὲ ὡσαύτως κέχρηται κατὰ μίμησιν τῆς ἁγίας Ἐκκλησίας· ὕδατι δὲ μόνῳ χρώμενος ἐν τοῖς αὐτοῖς μυστηρίοις. Πεσεῖται δὲ καὶ οὗτος κατὰ πάντα τρόπον, ἀσύστατον ἔχων τὸ κήρυγμα.
II. And this man too lays down the same dogmas as the ancient heresies. First, he asserts that Adam is not saved. And he preaches continence; yet marriage he regards as fornication and corruption, declaring that marriage differs in no respect from fornication, but is the very same thing. Hence, under the pretext of continence and of an ascetic character, he conducted a dice-player's way of life, like a ravening wolf putting on a sheep's fleece and leading astray by that pretext those who are deceived. Likewise he has made use of mysteries in imitation of the holy Church, yet employing water alone in those mysteries. Nevertheless, this man too shall fall in every way, since he holds an incoherent preaching.
Ἤδη δὲ καὶ οὗτος κατασβεσθεὶς, οἶμαι, ἔληξε καὶ τὸ τούτου διδασκαλεῖον. Πόθεν γὰρ οὐκ ἐλεγχθήσεται ὁ τοιοῦτος; Πρῶτον μὲν γὰρ κατὰ τὰ ἄνω ἡμῖν προδεδηλωμένα, καὶ πρὸς τὰς οὕτω φασκούσας αἱρέσεις, ὅτι ἀδύνατον εἶναι πολλὰς ἀρχὰς γεννητικὰς τῶν
Yet by now this man too has, I think, been extinguished, and his school has come to an end. For whence shall such a man fail to be refuted? First of all, in accordance with what we have already set forth above and against the heresies that speak thus, because it is impossible that there should be many generative first principles of things
Notes, col. 840

On the reading

Printed ναὶ, for καὶ.