Migne Reading Room

PG 41 · cols. 817–828 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus III (Anacephalaeosis et Haereses XXXIV–XLVI)

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus III (Anacephalaeosis et Haereses XXXIV–XLVI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:817Read from the page
Καὶ εἰ μὲν νόθως λέγει πατέρα ἔχειν, οὐ δύναται αὐτοῦ ὁ νόθος Πατὴρ καλούμενος ἐν αὐτῷ εἶναι, οὐδὲ αὐτὸς ἐν τῷ Πατρί. Ὁ δὲ κατὰ φύσιν αὐτοῦ Πατέρα ἀεὶ ἀγαθὸν, καὶ Θεὸν ἀεὶ, καὶ πάντων Δημιουργὸν, ἑαυτῷ δὲ ὄντα καὶ σὺν αὐτῷ ὑπάρχοντα διδάσκων, καὶ ἀληθεύων, κατὰ τοῦ Μαρκίωνος τὴν ἀπειλὴν διεξέρχεται τοῦ λέγοντος· Ὁ μὴ τιμῶν τὸν Υἱὸν, ὡς τιμᾷ τὸν Πατέρα, ἡ ὀργὴ τοῦ Θεοῦ ἐπ' αὐτὸν μένει. Ἤδη δὲ ἐν πολλαῖς μαρτυρίαις ἐδείξαμεν τὸν ἕνα ὄντα Θεὸν, τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀγαθὸν ὄντα, καὶ ἀγαθὸν γεννήσαντα, ἀγάπην ὄντα, καὶ ἀγάπην γεννήσαντα, πηγὴν ὄντα, καὶ ζωῆς πηγὴν γεννήσαντα (Παρὰ σοὶ γὰρ πηγὴ ζωῆς, φησὶν ἡ Γραφή)· ἀλήθειαν ὄντα, καὶ ἀλήθειαν γεννήσαντα, φῶς ὄντα, καὶ φῶς γεννήσαντα, ζωὴν ὄντα, καὶ ζωὴν γεννήσαντα, ἀνάρχως καὶ ἀϊδίως καὶ ἀχρόνως. Καὶ ἐλήλεγκται κατὰ πάντα ἡ τοῦ Μαρκίωνος πλάνη.
And if indeed he says that He has a father spuriously, he who is called His spurious Father cannot be in Him, nor He Himself in the Father. Yet He, teaching and speaking the truth that His Father by nature is ever good, and ever God, and Demiurge of all things, and is in Himself and exists together with Him, sets forth against Marcion the threat of Him who says: He who does not honour the Son, as he honours the Father, the wrath of God abides upon him. And already in many testimonies we have shown Him who is one God, the Father of our Lord Jesus Christ, being good, and having begotten the good; being love, and having begotten love; being a fountain, and having begotten a fountain of life (For with Thee is the fountain of life, says the Scripture); being truth, and having begotten truth; being light, and having begotten light; being life, and having begotten life, without beginning and everlastingly and timelessly. And in all respects the error of Marcion has been refuted.
Τούτων τοίνυν οὕτως ἐχόντων, καὶ τῆς κατὰ τοῦ ἀπατεῶνος ἀνατροπῆς διὰ πολλῆς καὶ ἀληθινῆς συστάσεως ἐν Θεῷ ἡμῖν κατεργασαμένης, πάλιν ἐπὶ τὰ ἑξῆς· ταύτης τῆς νυνὶ ὡς μεγάλης ἀσπίδος καταπατηθείσης διὰ τοῦ ἀψευδοῦς λόγου τοῦ Σωτῆρος τοῦ εἰπόντος· Δέδωκα ὑμῖν πατεῖν ἐπὶ ὄφεις καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· ἴωμεν καὶ τὰς τῶν ἄλλων ματαιοφροσύνας διασκοπεῖν τε καὶ διελέγχειν (ἐπικαλούμενοι) Θεὸν βοηθὸν, ἐν ἅπασιν ἐπικαλούμενοι.
Since these things, therefore, stand thus, and the refutation against the impostor has been wrought out for us in God through much and true demonstration, let us go again to what follows; now that this heresy, like a great asp, has just been trampled down through the unerring word of the Saviour who said: I have given you power to tread upon serpents and upon all the power of the enemy, let us go both to examine closely and to refute thoroughly the vain-minded notions of the others, (calling upon) God as helper, calling upon Him in all things.
ΚΑΤΑ ΛΟΥΚΙΑΝΙΣΤΩΝ,
Against Lucianists,
Εἰκοστὴ τρίτη, ἡ καὶ τεσσαρακοστὴ τρίτη.
The twenty-third, which is also the forty-third.
Αʹ. Λουκιανός τις ἀρχαῖος, οὐχ ὁ νῦν ἐν χρόνοις Κωνσταντίνου τοῦ γέροντος γεγονὼς, ὃν δῆθεν οἱ Ἀρειανοὶ ἐν μάρτυσιν ἐπιψηφίζονται. Ἦν γὰρ καὶ οὗτος ὁ Λουκιανὸς πρόσφατος, φημὶ, προσανέχων τῇ τῶν Ἀρειανῶν αἱρέσει, περὶ οὗ ὕστερον ἐν τῇ κατ' αὐτὸν ἀνατροπῇ λέξομεν. Νῦν δὲ πρὸς τὸν εἰρημένον ἀρχαῖον Λουκιανὸν ἀποτείνεται ὁ λόγος. Οὗτος γὰρ, συνεπόμενος τῷ προειρημένῳ Μαρκίωνι, καὶ ἀπὸ τούτου ἀποσχίσας, καὶ αὐτὸς ἄθροισμα ἑαυτῷ ποιησάμενος, αἱρέσεως προέστη, ἀφ' οὗπερ οἱ Λουκιανισταὶ ἀρχαῖοι καλούμενοι. Κατὰ πάντα μὲν οὖν κατὰ τὸν Μαρκίωνα δογματίζει· κέχρηται δὲ, ὡς ὁ εἰς ἡμᾶς ἐλθὼν λόγος, καὶ ἡ περὶ αὐτοῦ ἔμφασις. Ἀρχαίων γὰρ τούτων ὄντων, καὶ θᾶττον κατασβεσθέντων, δυσχερὲς γεγένηται ὑμῖν, ὡς ἀληθῶς ἔστιν ἰδεῖν, ἡ κατ' αὐτοὺς ἔρευνα. Ἃ δὲ ἀπὸ μέρους ἔγνωμεν τῶν αὐτοῦ, ἔστι τάδε.
1. There was a certain ancient Lucian—not the one now in the times of Constantine the elder, whom forsooth the Arians reckon among the martyrs; for this recent Lucian too, I mean, adhered to the heresy of the Arians, concerning whom we shall speak later in the refutation against him; now, however, our discourse is directed towards the aforesaid ancient Lucian. For this man, following the previously mentioned Marcion, and having split off from him, and having himself also formed a gathering for himself, presided over a heresy, from whom come those called ancient Lucianists. In all things, then, he teaches dogma according to Marcion; and he makes use of them, as the account that has come down to us and the report concerning him indicate. For since these men were ancient and were quite swiftly extinguished, the inquiry into them has become difficult for you, as one may truly see. Yet the things of his that we have come to know in part are as follows.
Μετὰ τὸ συστῆναι δῆθεν ἕτερον μὲν τὸν Δημιουργὸν, καὶ κριτὴν, καὶ δίκαιον· ἕτερον δῆθεν ἀγαθὸν ὡσαύτως, καὶ ἕτερον τὸν πονηρόν· βούλεται χρῆσθαι καὶ μαρτυρίαις τισὶ κατὰ τὸν Μαρκίωνα, κατὰ τὴν αὐτοῦ ὑπόνοιαν ἀπὸ τῆς τῶν προφητῶν Γραφῆς· φημὶ δὲ τὸ, Μάταιος ὁ δουλεύων Κυρίῳ· καὶ τὸ εἰρημένον· Ἀντέστησαν Θεῷ, καὶ ἐσώθησαν. Τέλειον δὲ οὗτος παρὰ τὴν τοῦ διδασκάλου αὐτοῦ
After establishing, forsooth, the Demiurge as one being, both judge and just, and likewise another, forsooth, as good, and another as the evil one, he wishes to use certain testimonies also, after the manner of Marcion, according to his own notion from the Scripture of the prophets—I mean the saying: Vain is he who serves the Lord; and what is said: They resisted God, and were saved. Yet this man completely, beyond the teaching of his master
PG 41:820Read from the page
διδασκαλίαν ἀπαρνεῖται τὸν γάμον, καὶ ἁγνείαν ἀσκεῖ· οὐ δι' ἁγνείαν, ἀλλ' ἵνα ἀθετήσῃ τὰ ἔργα τοῦ Δημιουργοῦ, διδάσκων μὴ συνάπτεσθαι γάμῳ. Ἀφ' οὗ γάμου εὐθηνία, φησὶ, διὰ τῆς παιδοποιίας ἐν κόσμῳ τῷ Δημιουργῷ γίνεται, πρὸς ἀντίθεσιν τῆς τοῦ Δημιουργοῦ καὶ Κτίστου διὰ τῆς παιδοποιίας ἐν τῷ κόσμῳ εὐθηνίας. Φωραθήσεται δὲ ὁ τοιοῦτος, καὶ διελεγχθήσεται, ἀπὸ μὲν τῆς ἤδη πρὸς τὸν αὐτοῦ ἐπιστάτην ἀντιθέσεως, διὰ πολλῶν ποιησαμένων ἡμῶν τὴν πρὸς αὐτὸν ἀντιλογίαν τε καὶ ἀνατροπὴν, ἐν ὁποίαις τε καὶ ὁπόσαις συνᾴδει τὸ Εὐαγγέλιον τῇ Παλαιᾷ Διαθήκῃ· καὶ ὡς αὐτὸς ὁ Κύριος ἡμῶν ὁμολογεῖ τὸ ποίημα τοῦ κόσμου εἶναι ἴδιον καὶ αὐτοῦ, καὶ τοῦ Πατρὸς εἶναι τὴν κτίσιν· ὥς γε μάλιστα συνελόντι φράσαι κορυφαιότατόν τι ῥῆμα παρὰ τῷ ἁγίῳ Ἰωάννῃ εἰρημένον, τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ὃ γέγονε, καὶ τὰ ἑξῆς.
rejects marriage, and practises chastity—not for the sake of chastity, but in order that he may set at naught the works of the Demiurge, teaching men not to be joined in marriage; from which marriage, he says, abundance comes about in the world for the Demiurge through childbearing, in opposition to the abundance in the world belonging to the Demiurge and Creator through childbearing. Yet such a man will be detected and thoroughly refuted, first from the opposition already set forth against his master, since through many arguments we have made our reply and refutation against him, showing in what sort of points and in how many the Gospel agrees with the Old Testament, and how our Lord Himself confesses the handiwork of the world to be His own also, and the creation to belong to the Father; just as, above all, to put it concisely, a most supreme saying is spoken in Saint John: In the beginning was the Word, and the Word was with God, and the Word was God. All things were made through Him, and without Him was made not even one thing that has been made, and so forth.
Ἀλλά γε ὁ τοιοῦτος εὐθὺς ἀνατραπήσεται. Εἰ γὰρ βούλοιτο λέγειν, ὅτι ἀντιθέσεως χάριν καὶ καθαιρέσεως τῶν ὑπὸ τοῦ Δημιουργοῦ ἐνταῦθα λεγομένων ἡ τοῦ γάμου αὐτῷ συνάφεια ἀθετεῖται, ἵνα μὴ τῷ Δημιουργῷ συμπράξειεν, ὥστε ἀπέχεσθαι παντάπασι τοῦ ἔργου τοῦ Δημιουργοῦ· πῶς οὐχὶ ἄλογος αὐτῷ ἡ ὑπόθεσις, καὶ φωρατὴ, καὶ εὐθυέλεγκτος; Ἰδοὺ γὰρ ἀπὸ τῆς κτίσεως καὶ τῆς τοῦ Δημιουργοῦ δημιουργίας, καὶ τῶν ἐδωδῶν, καὶ τῶν ἀμφίων, καὶ τῆς χρήσεως πομάτων μέτεισιν ὁ γόης καὶ ὁ ἀγύρτης· καὶ ἄλλως οὐ δυνήσεται ἐκφυγεῖν, καὶ μὴ οὐχὶ τούτοις χρῆσθαι. Θεὸς γὰρ ὁ πάντων Δεσπότης καὶ δημιουργὸς, πάντων ἐπιμελόμενος, καὶ ἐπὶ τοὺς πονηροὺς καὶ ἀγαθοὺς ἀνατέλλει αὐτοῦ τὸν ἥλιον, καὶ ἐπὶ τοὺς αὐτὸν βλασφημοῦντας, καὶ ἐπὶ τοὺς αὐτὸν δοξάζοντας πέμπει αὐτοῦ τὸν ὑετὸν, καὶ πάντας τρέφει, οὐκ ἀλόγῳ τινὶ καὶ ἀναισθήτῳ ὁρισμῷ, ἀλλὰ ἐκδικίᾳ τῇ παρ' αὐτοῦ ὁρισθείσῃ ἐν τῇ μελλούσῃ κρίσει μακροθυμῶν, καὶ ὁρισμοῖς ἰδίοις καὶ σοφίᾳ τὰ πάντα διοικῶν· ὡς ἔστι πρέπον τῇ αὐτοῦ εἰς πάντας ὠφελείᾳ· ἵν' οἱ μετανοήσαντες, τῆς παρ' αὐτοῦ ἀμνηστείας τυχόντες, τὸ σωτήριον κτήσοιντο· εἰ δὲ ἐπιμένοιεν ταῖς αὐτῶν βλασφήμοις καὶ ὑπονοίαις καὶ ματαιοφροσύναις ταῖς μὴ ἐκ Θεοῦ αὐτοῖς δοθείσαις, τὸ τηνικαῦτα μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν, τοῦ αὐτεξουσίου μηκέτι αὐτοῖς συμπαραμένοντος· ἀλλὰ οὔτε διὰ θυμὸν αὐτοῖς τὴν τότε ἐσομένην κρίσιν, οὔτε ὡς ἐν ὀργῇ ἐπιφέρων τὰ ἐσόμενα. Ὅλα γὰρ προεθέσπισε διὰ τὴν οὐκ εἴσω παθῶν περιεχομένην αὐτοῦ θεότητα· ἀλλὰ δι' ἣν ἕκαστος τῶν ἐπὶ βλάβῃ ἑαυτοῦ τι ἐργαζόμενος, ἑαυτῷ παραίτιος γεγένηται, τοῦ Θεοῦ ἀναιτίου ὄντος τῆς καθ' ἡμᾶς παρεκτροπῆς τε καὶ τῆς ἐκ ταύτης καθ' ἡμῶν μελλούσης ἔσεσθαι καταδίκης.
Yet surely such a man will immediately be overturned. For if he should wish to say that for the sake of opposition and destruction of the things spoken of here by the Demiurge the union of marriage is rejected by him, lest he should co-operate with the Demiurge, so as to abstain altogether from the work of the Demiurge, how is his hypothesis not irrational for him, and manifest, and straightway refuted? For behold, the sorcerer and charlatan partakes of the creation and of the handiwork of the Demiurge, both of foods, and of garments, and of the use of drinks; and otherwise he will not be able to escape and not make use of these things. For God, the Master and fashioner of all things, caring for all, both makes His sun rise upon the evil and the good, and sends His rain upon those who blaspheme Him and upon those who glorify Him, and nourishes all—not by some irrational and senseless decree, but exercising long-suffering for the vengeance appointed by Him in the coming judgement, and governing all things by His own decrees and wisdom, as is fitting for His benefit towards all: so that those who have repented, having obtained amnesty from Him, might gain salvation; whereas if they should persist in their blasphemous notions too and vain-mindednesses not given to them from God, then after their departure hence, free will no longer remaining with them—yet neither through passion does He bring upon them the judgement that will then take place, nor as in wrath the things to come. For He foreordained all things through His Godhead, which is not encompassed within passions, but on account of which each one of those who works anything to his own harm has become the cause for himself, God being blameless both of our deviation and of the condemnation that is to come against us therefrom.
PG 41:821Read from the page
Ἐν ἅπασιν οὖν καὶ οὗτος φωραθήσεται, ταῖς πρότερον καὶ μετέπειτα ἐγκαταμιχθεὶς αἱρέσεσιν, ἐκ τοῦ ἀριθμοῦ τῶν τῆς ἀπωλείας τέκνων ὑπάρχων· δηλούσης τῆς Ἀληθείας, καὶ τοῦ φωτὸς τοῦ Εὐαγγελίου φωτεινῶς τὴν πᾶσαν οἰκουμένην καταυγάζοντος, καὶ σώζοντος τοὺς υἱοὺς τῆς ἀληθινῆς πίστεως ἐν ἀληθείᾳ. Ὡς οὖν ἐκ συντόμου σκοποῦ ὄφιν παρακύψαντα διὰ μικροῦ τινος σκεύους ἀνελόντες, θανατωθεῖσαν ταύτην καταλελοιπότες, ἐπὶ τὰς ἑξῆς ἴωμεν, κατὰ τὴν ἐπαγγελίαν τὴν τοῦ Θεοῦ συμπαραλαβόντες βοήθειαν, εἰς τὸ παραστῆσαι τὴν αὐτοῦ ἀλήθειαν.
In all things, therefore, this man too will be detected, mingled as he is with the earlier and later heresies, being of the number of the children of perdition, while the Truth makes this plain, and the light of the Gospel radiantly illuminates the whole inhabited earth and saves the sons of the true faith in truth. Having therefore, as from a brief watch, dispatched with a small weapon a serpent that peered out, and having left this heresy behind put to death, let us go on to the next ones, taking with us according to the promise the help of God, in order to set forth His truth.
ΚΑΤΑ ΑΠΕΛΛΗΙΑΝΩΝ,
Against Apelleians,
Εἰκοστὴ τετάρτη, ἡ καὶ τεσσαρακοστὴ τετάρτη.
The twenty-fourth, which is also the forty-fourth.
Αʹ. Τοῦτον τὸν προειρημένον Λουκιανὸν διαδέχεται Ἀπελλῆς· οὐχ ὁ ἅγιος ἐκεῖνος ὁ ὑπὸ τοῦ ἁγίου Ἀποστόλου συνιστάμενος, ἀλλ' ἕτερος, ἐξ οὗπερ Ἀπελληῖανοὶ, ὢν καὶ αὐτὸς συσχολαστὴς αὐτοῦ Λουκιανοῦ, καὶ μαθητὴς τοῦ προειρημένου Μαρκίωνος· ὡς ἐκ μιᾶς ῥίζης πολλῶν ἀκανθῶν ὑλομανήσασαι παραφυάδες. Ἕτερα δὲ οὗτος παρὰ τοὺς ἄλλους βούλεται δογματίζειν. Καὶ κατὰ μὲν τοῦ ἑαυτοῦ διδασκάλου ὁπλισάμενος ἑαυτὸν, καὶ κατὰ τῆς ἀληθείας, εἰς τὸ συναγείρειν ἑαυτῷ καὶ αὐτὸς σχολὴν πεπλανημένων ἀνθρώπων, τὰ τοιαῦτα βούλεται δογματίζειν· φάσκων μὲν, ὅτι οὐχ οὕτως, φησὶ, γεγένηται· ἀλλὰ πεπλάνηται Μαρκίων· ἵνα πανταχόθεν ἑαυτῷ ἐλέγχουσά τε ἡ ἄνοια, καὶ ἡ ἀνομία ἐν ἑαυτῇ συντριβομένη φανήσεται, καὶ καθ' ἑαυτῆς τὴν ἀνατροπὴν ἐπεγείρουσα, τῆς ἀληθείας ἀεὶ ἑδραίας οὔσης, καὶ μὴ χρείαν ἐχούσης βοηθείας, ἀλλὰ αὐτοσυστάτου οὔσης, καὶ παρὰ Θεῷ τῷ ὄντως ἀεὶ συνισταμένης.
1. Apelles succeeds this aforesaid Lucian—not that holy man commended by the holy Apostle, but another, from whom come the Apelleians, being himself also a fellow-student of Lucian himself and a disciple of the aforesaid Marcion, like offshoots of many thorns overgrown from a single root. Yet this man wishes to teach other dogmas beyond the rest. And having armed himself both against his own master and against the truth, in order that he too might gather for himself a school of erring men, he wishes to teach such dogmas as these: alleging indeed that it did not happen thus, says he, but Marcion has erred—so that from every side folly convicting itself to himself and lawlessness crushed within itself will become manifest, stirring up its own overthrow against itself, while the truth ever remains steadfast, and has no need of aid, being self-sustaining and ever established before Him who truly is God.
Φάσκει γοῦν οὗτος ὁ προειρημένος Ἀπελλῆς καὶ οἱ ἀπ' αὐτοῦ, ὅτι οὐκ εἰσὶ τρεῖς ἀρχαὶ, οὔτε δύο, ὡς τοῖς περὶ Λουκιανὸν καὶ Μαρκίωνα ἔδοξεν. Ἀλλὰ, φησὶν, εἷς ἐστιν ἀγαθὸς Θεὸς, καὶ μία ἀρχὴ, καὶ μία δύναμις ἀκατονόμαστος. ᾯ ἑνὶ Θεῷ, ἤγουν μιᾷ ἀρχῇ, οὐδὲν μεμέληται τῶν ἐνταῦθα ἐν τῷ κόσμῳ τούτῳ γεγενημένων. Ἀλλὰ ὁ αὐτὸς ἅγιος Θεὸς καὶ ἀγαθὸς, ὁ ἄνωθεν Θεὸς καὶ ἀγαθὸς, ἐποίησεν ἕνα ἄλλον Θεόν. Ὁ δὲ γενόμενος ἄλλος Θεὸς ἔκτισε τὰ πάντα, οὐρανὸν, καὶ γῆν, καὶ πάντα τὰ ἐν τῷ κόσμῳ. Ἀπέβη δὲ οὐκ ἀγαθὸς, καὶ τὰ ὑπ' αὐτοῦ γενόμενα, φησὶν, οὐκ ἀγαθῶς εἰργασμένα· ἀλλὰ κατὰ τὴν αὐτοῦ φαύλην διάνοιαν τὰ ὑπ' αὐτοῦ ἔκτισται.
At all events, this aforesaid Apelles and his followers allege that there are not three first principles, nor two, as seemed good to the followers of Lucian and Marcion. Rather, says he, there is one good God, and one first principle, and one unnameable power; and to this one God, that is to say, one first principle, nothing of the things that have come to be here in this world has been of any concern. Instead, the same holy and good God, the God above and good, made one other God; and the other God who came into being created all things—heaven, and earth, and all the things in the world. Yet he turned out not good, and the things that came to be by him, says he, were not wrought well, but the things made by him have been created according to his base mind.
Βʹ. Τίς δὲ ἀνέξεται τῶν τοιούτων λόγων, καὶ οὐ μᾶλλον καταγελάσειε τῆς τοιαύτης ματαιοπονίας; Κατὰ γὰρ δύο τρόπους εὑρεθήσεται οὐχ ἁρμοδίως πράττων, χρώμενος τῇ τοιαύτῃ ὑπονοίᾳ. Καὶ διὰ
2. Yet who will endure such words, and would not rather laugh to scorn such vain labour? For in two ways he will be found acting unfittingly in employing such a notion. And on account of
Notes, col. 821

On the reading

Printed Ἀπελληῖανοὶ, for Ἀπελληϊανοὶ.

PG 41:824Read from the page
τοῦτο πρὸς αὐτὸν ὡς πρὸς παρόντα ἐρῶ· Λέγε μοι, ὦ οὗτος. Δώσεις γὰρ, ὦ Ἀπελλῆ, ἢ τὸν Θεὸν ἄγνωστον τῶν μελλόντων πεποιηκότα Θεὸν, ὃν φάσκεις τὰ ποιήματα καλῶς δεδημιουργηκέναι· ἢ προγινώσκοντα μὲν, ὅτι τοιοῦτος ὁ ὑπ' αὐτοῦ κτιζόμενος Θεὸς ἀπέβη τούτου χάριν αὐτὸν πεποιηκέναι, ἵνα αἴτιος γένηται τῶν κακῶς ὑπ' αὐτοῦ δεδημιουργημένων. Καὶ ἔσται ἐξάπαντος ὁ ἄνω Θεὸς αὐτὸς Δημιουργὸς, ποιήσας τὸν ἕνα τὸν τὰ πάντα πεποιηκότα· καὶ ἔσται οὐκέτι αἴτιος ὁ τὰς κτίσεις πεποιηκὼς, ἀλλὰ ὁ ἄνω Θεὸς ὁ τὸν Κτίστην ποιήσας, καὶ ὢν αὐτὸς τῶν πάντων δημιουργός.
this I shall say to him as though to one present: Tell me, sir. For you will grant, O Apelles, either that the God ignorant of future things made the God whom you allege to have fashioned His works well; or else that, foreknowing indeed that the God being created by Him turned out to be such, He made him for this very reason, so that He might become the cause of the things badly fashioned by him. And in every way the God on high will Himself be the Demiurge, having made the one who made all things; and no longer will he who made the creatures be the cause, but rather the God on high who made the Creator, and who is Himself the artificer of all things.
Χριστὸν δὲ ἥκειν φὴς ἐπ' ἐσχάτων τῶν καιρῶν, υἱὸν ὄντα τοῦ ἄνω ἀγαθοῦ Θεοῦ, καὶ τὸ ἅγιον αὐτοῦ Πνεῦμα ὡσαύτως ἐπὶ σωτηρίᾳ τῶν εἰς γνῶσιν αὐτοῦ ἐρχομένων· καὶ ἐλθόντα οὐ δοκήσει πεφηνέναι, ἀλλὰ ἐν ἀληθείᾳ σάρκα εἰληφέναι, οὐκ ἀπὸ Μαρίας τῆς Παρθένου, ἀλλὰ ἀληθινὴν μὲν ἐσχηκέναι τὴν σάρκα καὶ σῶμα, οὔτε ἀπὸ σπέρματος ἀνδρὸς, οὔτε ἀπὸ γυναικὸς παρθένου· ἀλλ' ἔσχε μὲν σάρκα ἀληθινὴν τούτῳ τῷ τρόπῳ. Καί φησιν· Ἐν τῷ ἔρχεσθαι ἀπὸ τῶν ἐπουρανίων, ἦλθεν εἰς τὴν γῆν, καὶ συνήγαγεν ἑαυτῷ ἀπὸ τῶν τεσσάρων στοιχείων σῶμα. Καὶ πῶς καὶ οὗτος οὐκ ἐπείγεται εἰς τὸ φωραθῆναι αὐτοῦ τὴν ἀνομίαν ἀκολουθοῦσαν ταῖς τῶν παλαιῶν Ἑλλήνων ποιητῶν περὶ τῆς κενοφωνίας ταύτης δόξαις; Φάσκει γὰρ καὶ οὗτος ὡς ἐκεῖνοι, καὶ ἔτι ψυχροτέρως παρ' ἐκείνους λέγων τὸν Σωτῆρα ἑαυτῷ ὑποστήσασθαι τὸ σῶμα. Ἀπὸ γὰρ τοῦ ξηροῦ τὸ ξηρὸν, καὶ ἀπὸ τοῦ θερμοῦ τὸ θερμὸν, καὶ ἀπὸ τοῦ ὑγροῦ τὸ ὑγρὸν, καὶ ἀπὸ τοῦ ψυχροῦ τὸ ψυχρόν. Καὶ οὕτως πλάσας ἑαυτῷ σῶμα, ἀληθινῶς πέφηνεν ἐν κόσμῳ, καὶ ἐδίδαξεν ἡμᾶς τὴν ἄνω γνῶσιν, καταφρονεῖν τε τοῦ Δημιουργοῦ, καὶ ἀρνεῖσθαι αὐτοῦ τὰ ἔργα· ὑποδείξας ἡμῖν ἐν ποίᾳ Γραφῇ ποῖά ἐστι τὰ φύσει ἐξ αὐτοῦ εἰρημένα, καὶ ποῖά ἐστι τὰ ἀπὸ τοῦ Δημιουργοῦ. Οὕτως γὰρ, φησὶν, ἔφη ἐν τῷ Εὐαγγελίῳ· Γίνεσθαι δόκιμοι τραπεζῖται. Χρῶ γὰρ, φησὶν, ἀπὸ πάσης Γραφῆς ἀναλέγων τὰ χρήσιμα. Εἶτά φησιν· Ἔδωκεν ὁ Χριστὸς ἑαυτὸν παθεῖν ἐν αὐτῷ τῷ σώματι, καὶ ἐσταυρώθη ἐν ἀληθείᾳ, καὶ ἔδειξεν αὐτὴν τὴν σάρκα τοῖς ἑαυτοῦ μαθηταῖς. Καὶ ἀναλύσας, φησὶν, αὐτὴν τὴν ἐνανθρώπησιν ἑαυτοῦ, ἀπεμέρισε πάλιν ἑκάστῳ τῶν στοιχείων τὸ ἴδιον ἀποδοὺς, τὸ θερμὸν τῷ θερμῷ, τὸ ψυχρὸν τῷ ψυχρῷ, τὸ ξηρὸν τῷ ξηρῷ, τὸ ὑγρὸν τῷ ὑγρῷ· καὶ οὕτως διαλύσας ἀπ' αὐτοῦ πάλιν τὸ ἔνσαρκον σῶμα, ἀνέπτη εἰς τὸν οὐρανὸν, ὅθεν καὶ ἧκε.
Moreover, you affirm that Christ came in the last of the times, being Son of the good God on high, and His Holy Spirit likewise for the salvation of those coming into knowledge of Him; and that when He came He appeared not in mere semblance, but in truth took flesh, not from Mary the Virgin, yet that He had true flesh and a body, neither from the seed of a man nor from a virgin woman; rather, He possessed true flesh in the following manner. And he says: In descending from the heavenly realms, He came unto the earth, and gathered together for Himself a body out of the four elements. And how does this man too not hasten towards having his lawlessness exposed as following the notions of the ancient Greek poets regarding this empty prating? For this man too alleges as they did, and even more frigidly than they, saying that the Saviour constituted His body for Himself. For from the dry, he took the dry, and from the hot the hot, and from the moist the moist, and from the cold the cold. And having thus moulded a body for Himself, He truly appeared in the world, and taught us the knowledge from on high, and to despise the Demiurge and disown his works, showing us in which Scripture which sayings are by nature spoken from Himself, and which are from the Demiurge. For thus, says he, He spoke in the Gospel: Become approved money-changers. For make use of every Scripture, says he, selecting what is serviceable. Next he says: Christ gave Himself to suffer in that very body, and was crucified in truth, and showed that very flesh to His disciples. And having dissolved, says he, that very incarnation of His, He apportioned it back again, rendering to each of the elements its own—the hot to the hot, the cold to the cold, the dry to the dry, the moist to the moist; and having thus dissolved again from Himself the fleshly body, He flew up unto heaven, whence also He had come.
Γʹ. Καὶ ὢ πολλῆς δραματουργίας τῶν τὰ τοιαῦτα λεγόντων! ὡς παντί τῳ σαφὲς εἴη, μίμων μᾶλλον ἐργαστήριον ἤπερ ἐπαγγελίας ζωῆς ἢ συνέσεως χαρακτῆρα κεκτημένων. Εἰ γὰρ ὅλως ἔλυεν αὐτὸ τὸ σῶμα, ὅπερ εἴληφε, τίνι τῷ λόγῳ ἀπ' ἀρχῆς αὐτὸ ἑαυτῷ κατεσκεύαζεν; Εἰ δὲ κατεσκεύαζε διά τινα χρῆσιν, ἀπετέλεσε δὲ τὸ ἔργον τῆς χρήσεως· ἔδει καταλεῖψαι αὐτὸ ἐν τῇ γῇ, μάλιστα καθ' ὑμᾶς τῆς κατὰ τὴν ἀνάστασιν τῆς σαρκὸς ἐλπίδος εἴδους μὴ
3. And oh, what great stagecraft on the part of those who say such things! As should be clear to anyone, they possess a workshop of mimes rather than the character of a promise of life or of understanding. For if He dissolved at all that very body which He took, for what reason did He fashion it for Himself from the beginning? And if He fashioned it for some use, and accomplished the work of that use, He ought to have left it behind upon the earth, especially since according to you the form of the hope regarding the resurrection of the flesh has no
PG 41:825Read from the page
χρείαν ἔχοντος τελειωθῆναι. Ἀλλὰ ἀνέστησεν αὐτὸ πάλιν, ἵνα εἰς κάματον ἑαυτὸν τὸν μείζονα ἐμβάλοι, ἵνα μηδὲν ὠφελήσῃ κατασκευάζων, καὶ ἐν μνήματι ἀποτιθέμενος, καὶ διαλύων, καὶ μερίζων ἑκάστῳ τῶν στοιχείων, ὅπερ παρ' αὐτοῦ εἴληφεν, ὡς εὐγνώμων χρεοφειλέτης. Καὶ εἰ ὅλως ἑκάστῳ ἀπεδίδου, τουτέστι τὸ ψυχρὸν τῷ ψυχρῷ, καὶ τὸ θερμὸν τῷ θερμῷ, ἠδύνατο ταῦτα μὴ ὁρᾶσθαι τοῖς αὐτοῦ μαθηταῖς· ἀλλ' οὐ μὴν τὸ σῶμα τὸ ξηρόν. Πάντως γὰρ τὸ ξηρὸν σῶμά ἐστι, σὰρξ καὶ ὀστέα. Καὶ τὸ ὑγρὸν πάντως ἰχῶρές ἐστι, καὶ σὰρξ εἰς ὑγρότητα διαλυομένη. Ἅτινα πάντως τοῖς ἀποστόλοις φανερώτατα ἀποτιθέμενος, ἐσήμανεν, ὡς καὶ τὸ πρῶτον, ὅτε ἐθάπτετο τὸ αὐτοῦ σῶμα, κατηξιοῦτο Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας ἐντυλίξαι αὐτὸ ἐν σινδόνι, καὶ ἀποθέσθαι ἐν μνήματι. Ἅμα δὲ καὶ αἱ γυναῖκες εἶχον ἰδεῖν ποῦ κατελείφθη τὰ λείψανα, ἵνα αὐτὰ τιμήσωσι διὰ μύρων καὶ ἀρωμάτων, ὡς τὸ πρῶτον. Ἀλλ' οὐδαμοῦ τὸ ψεῦδος ὑμῶν τοῦτο δεδήλωται, ὦ Ἀπελληϊανοὶ, ἀπὸ ἑνὸς τῶν ἁγίων ἀποστόλων. Οὐ γάρ ἐστιν. Ἀλλὰ τοὺς μὲν ἀοράτους ὁρατῶς εἶδον δύο ἄνδρας, καὶ αὐτὸν εἰς οὐρανὸν ἀνερχόμενον, καὶ ὑπὸ νεφέλης φωτεινῆς ὑπολαμβανόμενον, λείψανον δὲ αὐτοῦ οὐδαμοῦ καταλελειμμένον. Οὐ γὰρ ἐχρῆν, οὐδὲ ἐνεδέχετο. Καὶ ψεύδεται Ἀπελλῆς, καὶ οἱ ἀπ' αὐτοῦ Ἀπελληϊανοί.
need of being perfected. Yet He raised it up again in order to cast Himself into greater toil, so as to accomplish nothing profitable by fashioning it, laying it away in a tomb, dissolving it, and apportioning to each of the elements what He had taken from it, like a conscientious debtor. And if at all He rendered back to each—that is, the cold to the cold, and the hot to the hot—these things could escape being seen by His disciples; yet certainly not the dry body. For assuredly the dry part is a body, flesh and bones. And the moist part assuredly is ichors, and flesh dissolving into moisture. Which things assuredly, in laying them aside most manifestly, He would have indicated to the apostles, just as at first also, when His body was being buried, Joseph of Arimathea was counted worthy to wrap it in a linen cloth and lay it in a tomb. And at the same time the women too were able to see where the remains were left behind, so that they might honour them with ointments and spices, just as at first. Yet nowhere has this falsehood of yours been shown, O Apelleians, by a single one of the holy apostles. For it is not so. Rather, they visibly beheld the two invisible men, and Himself ascending into heaven and being received up by a bright cloud, while no remnant of Him was left behind anywhere. For neither ought it to have been so, nor was it possible. And Apelles lies, as do the Apelleians who derive from him.
Δʹ. Τὰ ὅμοια δὲ τῷ ἑαυτοῦ ἐπιστάτῃ Μαρκίωνι περί τε τῆς ἄλλης σαρκὸς καὶ τῶν ἄλλων ὁμοίως ἐδογμάτισε· φάσκων μὴ εἶναι ἀνάστασιν νεκρῶν, καὶ τὰ ἄλλα, ὅσαπερ ἐπὶ τῆς γῆς ἔδοξεν ὁμοίως δογματίζειν. Ἀνατραπήσεται δὲ ὁ αὐτοῦ λογισμὸς λῆρός τις ὢν καὶ κατὰ πάντα τρόπον πεπλανημένος. Οὔτε γὰρ ἰσχύσει σκότος ἔνθα τὸ φῶς παραφαίνεται, οὔτε τὸ ψεῦδος σταθήσεται οὔσης τῆς ἀληθείας. Εἰ γὰρ ὅλως κέχρησαι ταῖς Γραφαῖς, ὦ Ἀπελλῆ καὶ οἱ ἀπὸ σοῦ Ἀπελληϊανοὶ, ἐξ αὐτῶν τῶν Γραφῶν εὑρεθήσεσθε ἐλεγχόμενοι· πρῶτον μὲν, ὅτι κατ' εἰκόνα Θεού ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· ὁ δὲ ποιήσας ἔφη· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Ὡς εἴ τις ἀπὸ τῆς σοῦ πεπλανημένης αἱρέσεως ἐπιστρέψειε πρὸς τὴν ἀλήθειαν ὡς ἀπὸ σκότους ἀποδράσας καὶ ἀπὸ νυκτὸς ἀναστὰς, εὕροι ἂν τὸ φῶς αὐτῷ ἀνατεῖλαν τῆς τοῦ Θεοῦ γνώσεως ἡλίου δίκην καὶ ὑπὲρ ἥλιον.
4. Likewise also, in agreement with his own master Marcion, he laid down dogmas concerning the flesh of others and other matters similarly, alleging that there is no resurrection of the dead, and all the other things that on earth he saw fit similarly to dogmatize. Yet his reasoning shall be overturned, being sheer drivel and in every way deluded. For neither shall darkness prevail where the light shines forth, nor shall falsehood stand where truth exists. For if you make use of the Scriptures at all, O Apelles and you Apelleians who derive from him, out of those very Scriptures you shall be found refuted: first indeed, because God made man according to the image of God; and He Who made him said: Let Us make man according to Our image and according to likeness. So that if anyone should turn back from your deluded heresy towards the truth, as though having escaped from darkness and risen up from night, he would find the light of the knowledge of God risen for him like the sun and beyond the sun.
Φανήσεται γὰρ παντὶ τῷ τὸν εὔλογον λογισμὸν κεκτημένῳ, ὅτι ὁ εἰπὼν, Ποιήσωμεν ἄνθρωπον, ὁ Θεός ἐστιν ὁ τῶν ὅλων Πατήρ. Συγκαλεῖται δὲ μεθ' ἑαυτοῦ τὸν ἀεὶ ὄντα σὺν αὐτῷ Θεὸν Λόγον Υἱὸν μονογενῆ, ἐξ αὐτοῦ ἀνάρχως καὶ ἀχρόνως γεγεννημένον· ἅμα δὲ καὶ τὸ ἅγιον αὐτοῦ Πνεῦμα, τὸ οὐκ ἀλλότριον αὐτοῦ οὐδὲ τοῦ αὐτοῦ ἰδίου Υἱοῦ. Εἰ γὰρ ἄλλος ἦν ὁ πλάσας τὸν ἄνθρωπον, καὶ τὸν κόσμον κτίσας, ἄλλος δὲ ὁ ἄνω ἀγαθὸς Θεὸς, παρ' οὗ κατῆλθεν ὁ Χριστός· οὐκ ἂν ὁ Χριστὸς ἐλάμβανεν ἑαυτῷ σῶμα, καὶ ἔπλασε τὴν εἰκόνα τοῦ Δημιουργοῦ εἰς
For it will be evident to everyone who possesses sound reasoning that He Who said, Let Us make man, is God the Father of all. And He summons together with Himself the God-Word, His Only-begotten Son Who is ever with Him, begotten from Him without beginning and timelessly; and at the same time also His Holy Spirit, Who is not alien to Him nor to His own Son. For if he who moulded man and created the world were one, and the good God on high from Whom Christ came down were another, Christ would not have taken a body for Himself and moulded the image of the Demiurge unto
Notes, col. 825

On the reading

Printed Θεού, for Θεοῦ.

PG 41:828Read from the page
ἑαυτὸν ἀνατυπῶν· ἀλλὰ δῆλον, ὅτι αὐτός ἐστιν ὁ Δημιουργὸς τοῦ ἀνθρώπου καὶ τοῦ κόσμου, ᾧ εἶπεν ὁ Πατήρ· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Ἀπὸ δὲ τοῦ ἑνὸς ἔργου σταθήσεται φανερὸς γινόμενος ὁ τεχνίτης, ὅτι οὗτός ἐστιν ὁ τότε τὸν ἄνθρωπον πεποιηκὼς, πλάσας τε ἐκ γῆς τὸ τοῦ Ἀδὰμ σῶμα, καὶ ποιήσας αὐτὸ εἰς ψυχὴν ζῶσαν. Διὸ καὶ ἐμαρτύρησεν ὁ ἅγιος Ἰωάννης ἐν τῷ ἁγίῳ Εὐαγγελίῳ, λέγων, ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδε ἓν, καὶ τὰ ἑξῆς.
reproducing it in Himself; rather, it is clear that He Himself is the Demiurge of man and of the world, to Whom the Father said: Let Us make man according to Our image and according to likeness. And from that single work the Artificer shall stand revealed, that this is He Who then made man, both moulding the body of Adam out of earth and making it into a living soul. Wherefore also Saint John bore witness in the holy Gospel, saying: In the beginning was the Word, and the Word was towards God, and God was the Word. This One was in the beginning towards God. All things came into being through Him, and apart from Him came into being not even one thing, and what follows.
Εἰ δὲ ἐν αὐτῷ ἐγένετο, καὶ ὑπ' αὐτοῦ ἐγένετο, αὐτὸς τότε τὸν Ἀδὰμ ἔπλασε, καὶ αὐτὸς πάλιν τὸ σῶμα ἀπὸ Μαρίας τῆς Παρθένου εἰς ἑαυτὸν ἀνεπλάσατο· καὶ τελείως τὴν πᾶσαν αὐτοῦ ἐνανθρώπησιν συνήνωσε, τὴν ὑπ' αὐτοῦ τότε πλασθεῖσαν, καὶ νῦν ἐν ἑαυτῷ συνενωθεῖσαν. Εἰ δὲ ἀλλοτρίαν ἐργασίαν εἰς ἑαυτὸν ἔλαβε τοῦ κακῶς τὴν πλάσιν πλάσαντος, καὶ κακοῦ ὑπάρχοντος κατὰ τὴν σοῦ διδασκαλίαν, καὶ εἰ ὅλως κέχρηται τοῖς κακοῖς ποιήμασιν, οἷς ὁ κατὰ σὲ κακὸς ποιητὴς εἰργάσατο· ἄρα ἐπεμίγη τῇ κακίᾳ τοῦ ποιητοῦ χρήσει τε καὶ εὐεργεσίᾳ, καὶ τῇ ἰδίᾳ αὐτοῦ εἰκόνι· ἀλλ' οὐκ ἐνδέχεται. Εἰ γὰρ ἐνηνθρώπησεν, οὐ μόνον σάρκα εἴληφεν, ἀλλὰ καὶ ψυχήν. Δῆλον γὰρ ἔσται τοῦτο. Ἐπεὶ πόθεν ἔλεγεν· Ἐξουσίαν ἔχω λαβεῖν τὴν ψυχήν μου, καὶ θεῖναι αὐτήν; Τὴν πᾶσαν τοίνυν πραγματείαν ἀναλεξάμενος, τὴν ῥηθεῖσαν ὑπὸ τοῦ Δημιουργοῦ εἰκόνα, πᾶσαν πραγματείαν ἀνεδέξατο, ἐν τῷ σώματι καὶ ψυχῇ ἐλθὼν ὁ Λόγος, καὶ ἐν ὁποίοις ἅπασίν ἐστιν ὁ ἄνθρωπος. Τούτων δὲ οὕτως τελεσθέντων, ἐξάπαντος ἠμαύρωταί σου τὸ δηλητήριον, καὶ ἔπεσέ σου ἡ στάσις ἡ ἀθεμελίωτος, μὴ ἔχουσα πῆξιν ἑδραιώματος ἀληθείας
And if all came into being in Him and came into being by Him, He Himself then moulded Adam, and He Himself again refashioned into Himself the body from Mary the Virgin; and He completely united His whole incarnation, which had then been moulded by Him and was now united in Himself. Whereas if He took unto Himself an alien handiwork belonging to him who moulded creation badly and who is evil according to your teaching, and if He made use at all of the evil works which the maker who according to you is evil wrought, then He became mingled with the wickedness of that maker through both use and benefit, and through his own image; yet that is impossible. For if He became incarnate, He took not flesh only, but a soul as well. For this will be evident. Since whence did He say: I have authority to take My soul, and to lay it down? Having therefore gathered up the whole constitution—the image spoken of by the Demiurge—the Word received the whole constitution, having come in body and soul, and in all the parts wherein man consists. And since these things have thus been accomplished, your poison is altogether dimmed, and your baseless faction has fallen, possessing no firm grounding of a bulwark of truth.
Εʹ. Εἰ δὲ καὶ ἃ βούλει λαμβάνεις ἀπὸ τῆς θείας Γραφῆς, καὶ ἃ βούλει καταλιμπάνεις· ἄρα γοῦν κριτὴς προκαθίσας, οὐχ ἑρμηνευτὴς τῶν νόμων, ἀλλὰ ἐκλογεὺς τῶν οὐ κατὰ τὸν νοῦν σου γραφέντων, ἀλλὰ ὄντων μὲν ἀληθινῶν, παρὰ σοὶ δὲ μεταποιηθέντων ψευδῶς, καὶ κατὰ τὸν νοῦν τῆς σῆς ἀπάτης, καὶ τῶν ὑπὸ σοῦ ἠπατημένων. Εἰ δὲ καὶ ὅλως κακὸς ποιητὴς τὰ ἐνταῦθα εἰργάσατο, φημὶ δὲ τὸν κόσμον, τίνος ἕνεκα ἦλθεν ὁ ἀπὸ ἀγαθοῦ Πατρὸς εἰς τόνδε τὸν αἰῶνα; Καὶ εἰ μὲν ἵνα σώσῃ ἀνθρώπους, ἄρα τῶν ἰδίων ἐπεμελήσατο, καὶ οὐκέτι ἄλλος εἴη ὁ δημιουργός· εἰ δὲ οὐ τῶν ἰδίων προενόει, βούλεται δὲ ἐν τοῖς ἀλλοτρίοις ἐπεμβαίνειν, καὶ τὰ οὐκ ὄντα αὐτῷ διασώζειν· ἢ κόλαξ ἐστὶ τοῖς ἀλλοτρίοις προσλιπαρῶν, ἢ κενόδοξος, ἵνα κρείττων τοῦ Κτίστου φανῇ, πρὸς τὰ ἀλλότρια ἃ διασώζειν πειρᾶται, τῶν ἰδίων μὴ ἐφιέμενος· καὶ οὐκέτι ἔσται ἀληθινός· ἢ ὅτι μέτριός ἐστι κατὰ σὲ, ὦ ἀγύρτα, καὶ μὴ ἔχων κτίσιν ἑαυτοῦ, τὰ ἀλλότρια ἐπιθυμῶν, ταῦτα συλᾷν πειρᾶται, ἀπὸ τῶν ἀλλοτρίων ἑαυτῷ περιποιούμενος ψυχὰς τὰς οὐκ οὔσας αὐτοῦ καὶ τοῦ αὐτοῦ Πατρός.
5. Moreover, if you both take whatever you please from divine Scripture and leave aside whatever you please, then sitting beforehand as a judge, you are no interpreter of the laws, but rather a selector of things not written according to your mind—things that are indeed true, yet by you falsified and altered according to the mind of your deceit and of those deceived by you. And if an evil maker wrought the things here at all—I mean the world—for what sake did He Who is from the good Father come into this age? If it was in order to save human beings, then He cared for His own, and no longer would the artificer be someone else; whereas if He was not providing for His own, yet wishes to trespass upon another's possessions and to preserve things that do not belong to Him, either He is a flatterer fawning upon another's goods, or vainglorious, seeking to appear superior to the Creator regarding the alien possessions that He tries to save while not desiring His own, and He will no longer be true; or else—so moderate is He according to you, O mountebank!—possessing no creation of His own and coveting what belongs to another, He tries to plunder these things, acquiring for Himself from another's property souls that do not belong to Him and to His Father.
Notes, col. 828

On the reading

Printed οὐδε, for οὐδὲ.