Migne Reading Room

PG 41 · cols. 841–845 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus III (Anacephalaeosis et Haereses XXXIV–XLVI)

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus III (Anacephalaeosis et Haereses XXXIV–XLVI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:841Read from the page
κατὰ διαδοχὴν γεννωμένων. Αἱ γὰρ οὖσαι πολλαὶ καὶ μία ἐκ τῆς μιᾶς ὑπάρχουσαι, ἐκ τῆς οὔσης μιᾶς αἰτίας τῶν παθῶν εὑρεθήσονται· καὶ οὐκέτι πολλαὶ ἀρχαὶ, ἀλλ' ἢ μία ἡ τούτων αἰτία γεγονυῖα· καὶ ἀναχθήσεται πάντα εἰς τὴν μίαν μοναρχίαν· καὶ διέπεσεν ἡ τοῦ τοιούτου πιθανολογία, καὶ οὐκ ἀλήθεια, οὔτε τὴν πιθανολογίαν δυναμένη ἔχειν. Μωρὸν γὰρ τὸ ὅλον κήρυγμα. Καὶ εἰ ὁ Ἀδὰμ οὐ σώζεται, τὸ φύραμα, οὐδέ τι τοῦ φυράματος σώζεται. Εἰ γὰρ ὁ πρωτόπλαστος καὶ ἐξ ἀθίκτου γῆς γενόμενος σωτηρίας οὐ μεθέξει, πῶς τὰ ἐξ αὐτοῦ γεγεννημένα μεθέξει σωτηρίας;
generated by succession. For those that are many, and exist one out of the one, will be found to come from the one existing cause of the passions; and there will no longer be many first principles, save only the one that has become the cause of these things, and all things will be referred back to the one monarchy; and the plausible argument of such a man has collapsed, being not truth, nor even capable of holding plausibility. For his whole preaching is foolish. And if Adam, the lump of dough, is not saved, neither is any part of the lump saved. For if the first-formed man, who came into being from untouched earth, shall not partake of salvation, how shall the things begotten from him partake of salvation?
Γʹ. Κατὰ γὰρ δύο τρόπους εὑρεθήσεται καθ' ἑαυτοῦ λέγων· φάσκει γὰρ τὸν γάμον εἶναι οὐκ ἐκ τοῦ Θεοῦ, ἀλλὰ πορνείας εἶναι αὐτὸν καὶ μῦσος, καὶ ἑαυτὸν γάμου ὑπάρχοντα, καὶ ἐκ γυναικὸς γεγεννημένον, καὶ ἐκ σπορᾶς ἀνδρῶν ἡγεῖται σώζεσθαι. Ἄρα οὖν πάλιν ἀνέλυσε τὴν αὐτοῦ κατὰ τοῦ γάμου βλασφημίαν. Εἰ γὰρ οὗτος ἐκ γάμων ὑπάρχων σωτηρίαν ἕξει, ἄρα οὐ βδέλυγμα ὁ γάμος, ὁ γεννῶν τοὺς τῆς σωτηρίας μετέχοντας, οἵῳ δ' ἂν θέλοι τρόπῳ λέγειν. Εἰ δὲ συσταίη κατ' αὐτῶν λόγος, Ὅτι ἀθέμιτός ἐστιν ὁ γάμος· ἄρα μᾶλλον ὁ Ἀδὰμ σωθήσεται, μὴ ἀπὸ γάμου ὁρμώμενος, ἀλλ' ἐν χειρὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος πεπλασμένος, κατὰ τὸ γεγραμμένον ὑπ' αὐτοῦ τοῦ ἁγίου Πατρὸς πρὸς τὸν Υἱὸν, ὅτι Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Πῶς δὲ οὐ σώζεται ὁ Ἀδὰμ, ὁ παρὰ σοὶ ἀπελπιζόμενος, ὁπότε αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἐλθὼν εἰς τὸν κόσμον, νεκροὺς μετὰ τὴν τελευτὴν ἐγείρει ἐν αὐτῷ τῷ σώματι, ὡς τὸν Λάζαρον, καὶ υἱὸν τῆς χήρας, καὶ τὴν θυγατέρα τοῦ Ἀρχισυναγώγου; Καὶ εἰ αὐτὸς οὐκ ἦν ὁ τὸν Ἀδὰμ πλάσας ἐκ χοὸς ἀπ' ἀρχῆς, πῶς πτύσας χαμαὶ ἐποίησε πηλὸν, καὶ ἐπέθετο ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ τοῦ ἐκ γενετῆς, καὶ ἐποίησεν αὐτὸν βλέπειν; Ἵνα δείξῃ ἑαυτὸν μὲν εἶναι τὸν Πλάστην σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, καὶ τὸ ἐλλιπὲς μέρος ἐν τῷ ἀπὸ γενετῆς γεγεννημένῳ τυφλῷ διὰ τοῦ πηλοῦ προστιθεὶς τῷ λείποντι τόπῳ· διορθώσεως γὰρ ἕνεκεν τοῦ λείποντος μέρους φαίνεται τοῦτο πεποιηκέναι. Εἰ δὲ πάλιν αὐτός ἐστιν ὁ Κύριος Ἀδὰμ πλάσας, καὶ αὐτὸν τὸν πρωτόπλαστον ἀπολλύει, τοὺς δὲ ἄλλους σώζει, ὦ πολλή σου ματαιοφροσύνη, Τατιανέ! Ἀδυναμίαν γὰρ τῷ Κυρίῳ κατὰ δύναμιν προσάπτεις, τῷ δυναμένῳ τὸν πρωτόπλαστον αὐτοῦ, διὰ μίαν παρακοὴν ἐκβεβλημένον τοῦ παραδείσου, καὶ παιδείας οὐ τῆς τυχούσης μετασχόντα, ἐν ἱδρῶτι καὶ καμάτῳ διατετελεκότα, καὶ κατέναντι τοῦ παραδείσου κατῳκηκότα, ὅπως μνημονεύοι τῆς ἀγαθῆς διὰ τῆς εἰς μνήμην μετανοίας σώζειν· ἢ δυναμένῳ μὲν, μὴ ἐλεοῦντι δέ. Δι' ἣν τοῦ νῦν αἰτίαν ἄχρι τῶν καταχθονίων Χριστὸς κατῆλθε; Τίνι τῷ λόγῳ τὸ τριήμερον κοιμηθεὶς πεπονθὼς ἀνέστη; Πῶς δὲ πληροῦται,
III. For in two ways he will be found speaking against himself: for he asserts that marriage is not from God, but that it is of fornication and an abomination, and yet he supposes that he himself, who comes from marriage and has been born of a woman and from the seed of men, is saved. Thus he has once again undone his own blasphemy against marriage. For if this man, springing from marriages, shall possess salvation, then marriage is no abomination, since it begets those who partake of salvation, in whatever manner he might wish to speak. And if the argument against them should stand firm, 'That marriage is unlawful,' then all the more will Adam be saved, since he did not spring from marriage, but was fashioned in the hand of the Father and of the Son and of the Holy Spirit, according as it is written by the holy Father Himself unto the Son: Let Us make man according to Our image and according to likeness. And how is Adam, who is despaired of by you, not saved, seeing that our Lord Jesus Christ Himself, having come into the world, raises the dead after their decease in the very body itself, such as Lazarus, and the widow's son, and the daughter of the ruler of the synagogue? And if He Himself were not the One Who fashioned Adam out of dust from the beginning, how did He spit on the ground and make clay, and lay it upon the eyes of the man blind from birth, and make him see? In order that He might show Himself to be the Fashioner together with the Father and the Holy Spirit, adding through the clay the lacking part in the man born blind from birth unto the place that lacked; for it is plain that He did this for the sake of restoring the lacking member. Yet if, on the other hand, the Lord Himself is the One Who fashioned Adam, and destroys the first-formed man himself while saving the others, O what great folly is yours, Tatian! For so far as lies in you, you impute weakness to the Lord, Who is able to save His own first-formed man, cast out of paradise for a single disobedience and partaking of no ordinary chastisement, continuing in sweat and toil and dwelling over against paradise so that he might remember the good through repentance unto remembrance; or else as able indeed, yet showing no mercy. On what account of the present matter did Christ descend even to the nether regions? By what reason, having fallen asleep for the three-day space after suffering, did He rise again? And how is that fulfilled,
PG 41:844Read from the page
Ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ; Ποίων δὲ ζώντων καὶ νεκρῶν, ἀλλ' ἢ τῶν χρῃζόντων τῆς αὐτοῦ ἄνω καὶ κάτω ἐπικουρίας; Πῶς δὲ ἔσται τὰ ἀπὸ φυράματος ἅγια, εἰ αὐτὸ τὸ φύραμα οὐκ ἔστιν ἅγιον; ὡς καὶ παρὰ τῷ ἁγίῳ Ἀποστόλῳ ἐμφέρεται, Φάσκει γὰρ καὶ περὶ Εὔας ὁ αὐτὸς ἀπόστολος, ὅτι Σωθήσεται διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ δικαιοσύνῃ.
That He might be Lord both of the dead and of the living? And of what living and dead, save of those who stand in need of His succour above and below? And how shall the things taken from the lump be holy, if the lump itself is not holy, as is also set forth in the holy Apostle? For the same apostle declares concerning Eve as well: She shall be saved through childbearing, if they abide in faith and righteousness.
Δʹ. Καὶ πολλὰ ἔστι περὶ τούτων λέγειν, ὡς παντὶ τῷ σύνεσιν κεκτημένῳ φανήσεται ἡ πρόχειρος βλασφημία, καὶ ἐσκοτωμένη διάνοια τοῦ Τατιανοῦ καὶ τῶν ἀπ' αὐτοῦ Τατιανῶν καλουμένων. Περὶ ὧν συντόμως διεξελθόντες, τὰ κατ' αὐτοὺς βλαβερὰ καὶ κωνώπων δίκην δήγματα, ἐλαίου ἰκμάδα τῆς τοῦ Κυρίου διδασκαλίας τοῖς δεδηγμένοις ὑπὸ τῶν Τατιανοῦ λόγων ἐπιθέμενοι, ἰασάμεθα διὰ τῆς τοῦ Κυρίου ἀληθείας, καὶ δυνάμεως αὐτοῦ λέγοντος, ὅτι Οὐκ ἦλθον εἰ μὴ εἰς τὸ πρόβατον τὸ πεπλανημένον οἴκου Ἰσραήλ. Διὸ καὶ ἐν παραβολαῖς ἔλεγεν, ὅτι Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰεριχώ· ὃν δὴ καὶ λησταῖς περιπεσεῖν διηγεῖτο, ἵνα δείξῃ τὸ πρόβατον, καὶ τὸν ἀπὸ Ἰερουσαλὴμ καταβεβηκότα, τὸν ἀπὸ τῆς δόξης τῆς μείζονος εἰς ἐλάττωσιν κατενεχθέντα, καὶ τὸν ἀπὸ τῆς μιᾶς ἐντολῆς τοῦ ἰδίου ποιμένος ἀποσπασθέντα καὶ πεπλανημένον· ὅθεν καὶ τὸν ἅγιον Ἀδὰμ τὸν πατέρα ἐν ζῶσι πεπιστεύκαμεν· δι' ὃν καὶ τοὺς ἀπ' αὐτοῦ ἡμᾶς πάντας Χριστὸς ἦλθε, τοῖς μὲν πάλαι αὐτὸν γινώσκουσι, καὶ μὴ πλανηθεῖσιν ἀπὸ τῆς αὐτοῦ θεότητος, ἕνεκεν δὲ σφαλμάτων ἐν ᾅδῃ κατεσχημένοις ἀμνηστίαν χαρίσασθαι· τοῖς μὲν ἔτι ἐν κόσμῳ διὰ μετανοίας, τοῖς δὲ ἐν ᾅδῃ δι' ἐλέους καὶ σωτηρίας.
IV. And there is much to say concerning these things, whereby to everyone possessing understanding there will appear the rash blasphemy and darkened mind of Tatian and of those called Tatianites after him. Having gone through these matters briefly, as against their baneful bites like those of gnats, applying the moisture of the oil of the Lord's teaching to those bitten by Tatian's words, we have healed them through the truth and power of the Lord, Who says: I am not come save unto the lost sheep of the house of Israel. Wherefore in parables too He said: A certain man went down from Jerusalem to Jericho; and He recounted that this man fell among robbers, in order to point out the sheep, and the one who went down from Jerusalem, who was brought down from the greater glory into diminishment, and who was torn away from the single commandment of his own Shepherd and went astray; whence we have believed that our holy father Adam too is among the living; for whose sake, and for all of us sprung from him, Christ came, to grant amnesty to those who of old knew Him and did not stray from His Godhead, yet on account of faults were held fast in Hades: to those still in the world through repentance, and to those in Hades through mercy and salvation.
Εʹ. Διὸ καὶ θαυμάσαι ἔστι τὸν εἰδότα, ὡς καὶ ἐν βίβλοις ηὑρήκαμεν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν τῷ Γολγοθᾷ ἐσταυρῶσθαι, οὐκ ἄλλῃ που ἀλλ' ἢ ἔνθα ἔκειτο τὸ τοῦ Ἀδὰμ σῶμα. Ἐξελθὼν γὰρ ἐκ τοῦ παραδείσου, καὶ κατῳκηκὼς κατέναντι αὐτοῦ πολλῷ τῷ χρόνῳ, καὶ διὰ πολλῶν τῶν ἡμερῶν διελθὼν, ὕστερον ἦλθε καὶ ἐν τῷ τόπῳ τούτῳ, Ἰεροσολύμων δέ φημι, τὸ χρεὼν ἀποδεδωκὼς, καὶ ἐκεῖσε ἐτάφη ἐν τῷ τόπῳ τῷ Γολγοθᾷ. Ὅθεν εἰκότως τὸ ἐπώνυμον ὁ τόπος ἔσχε, κρανίου ἑρμηνευόμενος τόπος, ἧς ὀνομασίας τὸ σχῆμα τοῦ τόπου ἐμφέρειάν τινα οὐχ ὑποδείκνυσιν. Οὔτε γὰρ ἐν ἄκρᾳ τινὶ κεῖται, ἵνα κρανίον τοῦτο ἑρμηνεύηται, ὡς ἐπὶ σώματος κεφαλὴ τόπος λέγεται, οὔτε σκοπιᾶς· καὶ γὰρ οὔτε ἐν ὕψει κεῖται παρὰ τοὺς ἄλλους τόπους. Ἄντικρυς γάρ ἐστι τὸ τοῦ Ἐλαιῶνος ὄρος ὑψηλότερον, καὶ ἀπὸ σημείων ὀκτὼ ἡ Γαβαὼμ ὑψηλοτάτη. Ἀλλὰ καὶ
V. Wherefore also one who knows may well marvel, as we too have found in books, that our Lord Jesus Christ was crucified in Golgotha, nowhere else save where the body of Adam lay. For having gone forth out of paradise and dwelt over against it for a long time, and having passed through many days, afterwards he came also into this place, that of Jerusalem, I mean, and having paid his debt, was buried there in the place of Golgotha. Hence the place reasonably received its surname, being interpreted Place of a Skull, of which name the configuration of the place exhibits no likeness. For neither does it lie upon any crest, so that this might be interpreted a skull, as the head is spoken of as a place upon a body, nor that of a watchtower; for neither is it situated on a height beyond the other places. For right opposite, the Mount of Olives is higher, and eight miles off Gabaom is highest of all. Moreover, even
PG 41:845Read from the page
ἡ ἄκρα ἡ ποτὲ ὑπάρχουσα ἐν Σιὼν, νῦν δὲ τμηθεῖσα, καὶ αὐτὴ ὑψηλοτέρα ὑπῆρχε τοῦ τόπου. Πόθεν οὖν ἡ ἐπωνυμία τοῦ κρανίου; Ἀλλ' ἐπειδὴ τοῦ πρωτοπλάστου ἀνθρώπου ἐκεῖ τὸ κρανίον εὕρηται, καὶ ἐκεῖ τὸ λείψανον ἐναπέκειτο, τούτου ἕνεκα κρανίου τόπος ἐπεκέκλητο· ἐφ' οὗ σταυρωθεὶς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, διὰ τοῦ ῥεύσαντος ἀπ' αὐτοῦ ὕδατος καὶ αἵματος, διὰ τῆς νυχθείσης αὐτοῦ πλευρᾶς, αἰνιγματωδῶς ἔδειξε τὴν ἡμῶν σωτηρίαν, ἀπὸ τῆς ἀρχῆς τοῦ φυράματος ἀρξάμενος ῥαντίζειν τὰ λείψανα τοῦ προπάτορος, ἵνα καὶ ἡμῖν ὑποδείξῃ τὸν ῥαντισμὸν τοῦ αὐτοῦ αἵματος, εἰς κάθαρσιν τῆς ἡμῶν κοινώσεως καὶ ψυχῆς μετανοούσης, καὶ εἰς ὑπόδειγμα φυράσεως καὶ καθαρισμοῦ ῥύπου τῶν ἡμετέρων ἁμαρτημάτων γενόμενον, τὸ ἐκχυθὲν ὕδωρ ἐπὶ τὸν ὑποκείμενον τῷ τόπῳ, καὶ τεθαμμένον εἰς ἐλπίδα αὐτοῦ τε καὶ ἡμῶν τῶν ἐξ αὐτοῦ γεγεννημένων. Διὸ καὶ ἐνταῦθα ἐπληροῦτο τὸ εἰρημένον· Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Εἰ γὰρ καὶ περὶ ἡμῶν λέγει τῶν νενεκρωμένων τοῖς ἔργοις, καὶ τῶν καθευδόντων ἐν βάθει ὕπνου τῆς ἀγνωσίας· ἀλλ' οὖν γε ἐκεῖθεν ἡ ἀρχὴ τῆς αἰνίξεως περιέχει τὸν τρόπον, καὶ οὐχ ἁπλῶς, οὐδὲ ἀργῶς· Ἀνέστη γὰρ, φησὶ, πολλὰ σώματα τῶν ἁγίων (ὡς ἔχει τὸ Εὐαγγέλιον), καὶ εἰσῆλθον σὺν αὐτῷ εἰς τὴν ἁγίαν πόλιν, καὶ τὰ ἑξῆς.
the citadel that once stood in Sion, though now cut down, was itself higher than the place as well. Whence, then, comes the surname of the Skull? Rather, because the skull of the first-formed man has been found there, and his remains were laid away there, for this reason it had been called Place of a Skull; upon which our Lord Jesus Christ, when crucified, through the water and blood that flowed from Him through His pierced side, enigmatically set forth our salvation, beginning from the origin of the lump to besprinkle the remains of our forefather, so that He might show unto us as well the sprinkling of His blood for the cleansing of our defilement and of a repentant soul, and that the water poured out upon him who lay beneath the place and was buried in hope both of himself and of us who have been begotten from him became a pattern of fashioning anew and of purifying the filth of our sins. Wherefore here too was fulfilled what had been spoken: Awake, sleeper, and arise from the dead, and Christ shall shine upon you. For even though it speaks concerning us who are deadened in our works and who sleep in the depth of the slumber of ignorance, nevertheless from there the beginning of the enigma contains the pattern, and not simply nor idly: For many bodies of the saints arose, it says (as the Gospel has it), and entered with Him into the holy city, and so forth.
Πανταχόθεν τοίνυν ἀποκρουσάμενος τοῦ κώνωπος τούτου τὰ δήγματα, δι' ἐλαίου τῆς τοῦ Θεοῦ φιλανθρωπίας, καὶ Κυρίου ἡμῶν ἐνδημίας, καὶ φωτὸς τοῦ Εὐαγγελίου τῆς ἀληθείας, ἐπὶ τὰς ἑξῆς κατὰ τὸ εἰωθὸς πάλιν προελθεῖν ἐν τῇ τοῦ Θεοῦ δυνάμει σπουδάσωμεν.
Having therefore beaten off from every side the bites of this gnat through the oil of God's love towards mankind, and the sojourn of our Lord, and the light of the Gospel of truth, let us make haste once again, according to our custom, to advance in the power of God against the heresies that follow.
Αʹ. Ἐγκρατῖται, οἳ ἀπόσπασμα τυγχάνουσι Τατιανοῦ, τὸν γάμον ἀποβάλλουσι, τοῦ Σατανᾶ φάσκοντες τοῦτον εἶναι. Πᾶσαν δὲ ἀπαγορεύουσιν ἐμψυχοφαγίαν.
I. Encratites, who are an offshoot of Tatian, reject marriage, asserting it to be of Satan; and they forbid all eating of living creatures.
Βʹ. Καταφρυγαστῶν, καὶ Μοντανιστῶν, καὶ Τασκονδρουγιτῶν, οἵτινες Παλαιὰν καὶ Νέαν Διαθήκην δέχονται· ἑτέρους δὲ προφήτας παρεισφέρουσι μετὰ τοὺς προφήτας, Μοντάνον τινὰ αὐχοῦντες, καὶ Πρίσκιλλαν, καὶ Μαξιμίλλαν.
II. Of Cataphrygians, and Montanists, and Tascondrugites, who accept the Old and New Testaments, yet bring in other prophets beside after the prophets, boasting of a certain Montanus, and Priscilla, and Maximilla.
Γʹ. Πεπουζιανοὶ, οἱ καὶ Κυϊντιλλιανοὶ, οἷς συνάπτονται Ἀρτοτυρῖται. Ἐκ τούτων μέν εἰσι τῶν κατὰ
III. Pepuzians, who are also called Quintillians, to whom are joined Artotyrites. These belong indeed to those according to