Migne Reading Room

PG 41 · cols. 97–108 · Read from the page

Vita Sancti Epiphanii Constantiae in Cypro Episcopi (Βίος τοῦ ἁγίου Ἐπιφανίου, Capita I–LXXI)

Vita Sancti Epiphanii Constantiae in Cypro Episcopi (Βίος τοῦ ἁγίου Ἐπιφανίου, Capita I–LXXI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:97Read from the page
Τότε οὖν ἀκούσας Θεοδόσιος ὁ βασιλεὺς, ὅτι παρεγένετο Ἐπιφάνιος ἐπὶ τῆς Ῥώμης, καὶ ἐθεράπευσεν τὴν θυγατέρα αὐτοῦ, καὶ ὅτι καὶ τὸν υἱὸν αὐτῆς νεκρὸν ὄντα ἐζωοποίησεν, καὶ ὅτι μετὰ τούτων ἐφώτισεν Ἀρκάδιον καὶ Ὀνώριον, ἐχάρη χαρὰν μεγάλην. Διὸ ἀπὸ τούτου ἔγραψεν αὐτῷ ὡς πατρί. Ὡς οὖν ἦμεν ἐπὶ τῆς Κωνσταντινουπόλεως, παρεγένοντο Ἀρκάδιος καὶ Ὀνώριος ἀπὸ τῆς Ῥώμης, καὶ ἐχάρησαν χαρὰν μεγάλην.
When the Emperor Theodosius therefore heard that Epiphanius had arrived in Rome and had healed his daughter, and that he had also restored to life her son who was dead, and that after these things he had illuminated Arcadius and Honorius in baptism, he rejoiced with great joy. Wherefore from that time he wrote to him as to a father. And while we were in Constantinople, Arcadius and Honorius arrived from Rome, and rejoiced with great joy.
ΝΗʹ. Ἄγουσιν δέ τινες κατὰ κέλευσιν τοῦ βασιλέως Φαυστινιανὸν ἀπὸ τῆς Κυπρίων, ἐπὶ λοιδορίᾳ βασιλικῇ κατηγορηθέντα ἐπὶ τὴν βασιλίδα· ἦν δὲ οὗτος φρουρούμενος κελεύσει τοῦ βασιλέως. Ἀκούσας οὖν ταῦτα Ἐπιφάνιος παραγίνεται ἐπὶ τὸν τόπον, ἔνθα ἦν κρατούμενος ὁ Φαυστινιανὸς, καὶ εἶπεν αὐτῷ· Εἰ ἔστιν σοι, φησὶν, ὦ τέκνον, λαλῆσαι δι' ἡμῶν λόγον τῷ βασιλεῖ· καὶ ἔσῃ ἀπολυόμενος τῆς συνοχῆς ταύτης. Εἶπεν δὲ Φαυστινιανὸς τῷ Ἐπιφανίῳ· Ἄπελθε, φησὶ, πλάνε, καὶ ἀποπλάνα ἄνδρας ἀνασφαλίστους· καὶ τοὺς λόγους τούτους μὴ λάλει Φαυστινιανῷ. Ἦλθες ἐνταῦθα ἐπιχαίρειν μοι λόγοις· ἔσο τοῦ λοιποῦ φεύγων τὴν Κυπρίων. Βάδιζε ἐπὶ Φοινίκην, καὶ ἔσῃ κακοσχολῶν ἀδιαλείπτως. Ὡς οὖν ταῦτα εἶπεν ὑβρίζων τὸν Ἐπιφάνιον Φαυστινιανὸς, παρέλαβέν με Ἐπιφάνιος· καὶ ἐπορεύθημεν ἐν τῷ βασιλικῷ ταμιείῳ, ὅπως ἐπὶ συντάξει τοῦ βασιλέως ἀποπλεύσωμεν ἐν τῇ Κύπρῳ. Τοῦ οὖν βασιλέως παρακαλοῦντος Ἐπιφάνιον, ὅπως διατρίψει ἡμέρας τινὰς ἐπὶ τὴν βασιλίδα, ὁ Ἐπιφάνιος ἔλεγεν τὴν αἰτίαν τῆς ἐκδημίας. Καὶ πάλιν ὁ βασιλεὺς ἔπεισεν Ἐπιφάνιον διὰ τῶν λόγων. Τῇ οὖν ἕωθεν εἰσέρχεταί τις τῶν τὰς ἀποκρίσεις λεγόντων ἐν τῷ βασιλικῷ ταμιείῳ, ὅτι Φαυστινιανὸς ὁ Κυπριώτης κατέλυσεν τὸν βίον. Ἀκούσας δὲ ταῦτα Ἐπιφάνιος ἐπένθησεν ἐπὶ Φαυστινιανοῦ. Ἠθέλησεν οὖν ὁ βασιλεὺς ἅπαντα τὰ ὑπάρχοντα Φαυστινιανοῦ τῷ βασιλικῷ παραπέμψαι ταμιείῳ· μάλιστα ὅτι οὐ κατέλειπεν σπέρμα ἐπὶ τῆς γῆς. Εἶπεν δὲ Ἐπιφάνιος πρὸς βασιλέα· Ὅρα, φησὶ, τέκνον, μὴ ποιήσεις ἁμαρτίαν. Ἔστι γὰρ γυνὴ Φαυστινιανοῦ θεοσεβοῦσα ἀπὸ καρδίας. Πείσθητι λόγοις Ἐπιφανίου, καὶ ἔσται σοι χάρις παρὰ Ὑψίστου. Τότε ὁ βασιλεὺς ἀποδίδωσι τὴν αὐθεντίαν πᾶσαν Ἐπιφανίῳ τῶν πραγμάτων Φαυστινιανοῦ. Εἶπεν οὖν Ἐπιφάνιος προς τὸν βασιλέα· Ἔχω τὸν Θεὸν, τέκνον, τὸν παρέχοντα τὰ πρὸς τὴν χρείαν, καὶ ταῦτα πάντα μετὰ γνώμης τῆς γυναικὸς ἀποδώσομεν τοῖς δεομένοις. Ταῦτα εἰπόντος Ἐπιφανίου, εἶπεν ὁ βασιλεύς· Αἴτησαι, Πάτερ, ὧν χρήζεις, καὶ ἔσομαι διδοὺς ἐν προαιρέσει. Εἶπεν δὲ Ἐπιφάνιος πρὸς τὸν βασιλέα· Φύλασσε ἐμοὺς λόγους ἀδιαλείπτως, καὶ ἔχε με, τέκνον, κατὰ ψυχήν σου. Ταῦτα δὲ εἰπόντος Ἐπιφανίου, συνεξῆλθεν ἡμῖν ὁ βασιλεὺς ἐκ τοῦ ταμιείου, καὶ παρεκάλεσεν τὸν Ἐπιφάνιον ὅπως αὐτὸν εὐλογήσει. Καὶ ποιήσας εὐχὴν Ἐπιφάνιος εὐλόγησεν τὸν βασιλέα, καὶ ἠσπάσατο αὐτὸν, καὶ ὑπέστρεψεν ὁ βασιλεὺς ἐν τῷ ταμιείῳ αὐτοῦ μετ' εἰρήνης. Ἡμεῖς δὲ δι' ἐννέα ἡμερῶν ἀπεπλεύσαμεν ἐν Κύπρῳ, καὶ ἀπεδέξαντο ἡμᾶς οἱ ἀδελφοὶ μετὰ χαρᾶς μεγάλης· εὕρομεν δὲ τὴν γυναῖκα Φαυστινιανοῦ πενθοῦσαν περὶ τοῦ ἀνδρὸς αὐτῆς. Καὶ παρεμυθήσατο αὐτὴν Ἐπιφάνιος ἐπὶ πάσῃ τῇ θλίψει αὐτῆς, καὶ ἐπείσθη τοῖς λόγοις αὐτοῦ, καὶ παρεκάλεσεν Ἐπιφάνιον ὅπως δώσει αὐτῇ τὴν ἐν Χριστῷ σφραγῖδα, καὶ βαπτίσας αὐτὴν, ἐχειροτόνησεν
58. Now certain men by command of the emperor bring Faustinianus from the land of the Cyprians to the imperial city, accused of slandering the emperor; and this man was kept under guard by command of the emperor. Hearing of these things, therefore, Epiphanius came to the place where Faustinianus was being held, and said to him: If it pleases you, says he, O child, let us speak a word on your behalf to the emperor; and you shall be released from this confinement. But Faustinianus said to Epiphanius: Go away, says he, deceiver, and lead astray unguarded men; and speak not these words to Faustinianus. You have come hither to gloat over me with words; henceforth flee the land of the Cyprians. Walk off to Phoenicia, and spend your time in mischief unceasingly. When Faustinianus had spoken these things insulting Epiphanius, Epiphanius took me aside; and we went into the imperial chamber, so that upon taking leave of the emperor we might sail away to Cyprus. While the emperor, therefore, was entreating Epiphanius to tarry some days in the imperial city, Epiphanius stated the cause of his departure. And again the emperor persuaded Epiphanius through his words. At dawn, therefore, one of those who report official dispatches enters into the imperial chamber, announcing that Faustinianus the Cypriot had ended his life. Upon hearing these things, Epiphanius mourned over Faustinianus. The emperor therefore wished to consign all the possessions of Faustinianus to the imperial treasury; especially because he left behind no offspring upon the earth. But Epiphanius said to the emperor: See to it, says he, child, that you commit no sin. For there is the wife of Faustinianus, fearing God from her heart. Hearken to the words of Epiphanius, and grace shall be yours from the Most High. Then the emperor hands over to Epiphanius the entire authority over the possessions of Faustinianus. Epiphanius therefore said to the emperor: I have God, child, Who supplies what is needed, and all these things with the consent of his wife we shall distribute to those in need. When Epiphanius had said these things, the emperor said: Ask, Father, for whatever you need, and I shall give it willingly. And Epiphanius said to the emperor: Keep my words unceasingly, and hold me, child, in your soul. When Epiphanius had spoken these things, the emperor went out with us from the chamber, and entreated Epiphanius to bless him. And offering a prayer, Epiphanius blessed the emperor, and embraced him, and the emperor returned to his chamber in peace. And after nine days we sailed off to Cyprus, and the brethren welcomed us with great joy; and we found the wife of Faustinianus mourning over her husband. And Epiphanius comforted her in all her affliction, and she was persuaded by his words, and entreated Epiphanius to grant her the seal in Christ, and having baptized her, he ordained
Notes, col. 97

On the reading

Printed προς, for πρὸς.

PG 41:100Read from the page
αὐτὴν διάκονον τῆς Ἐκκλησίας· καὶ ἦν ἅπαντα τὰ πράγματα αὐτῆς ἐν τῇ γνώμῃ Ἐπιφανίου διδόμενα τοῖς δεομένοις.
her a deaconess of the Church; and all her possessions were distributed at the discretion of Epiphanius to those in need.
ΝΘʹ. Ποτὲ οὖν συνῆρεν λόγους Ἐπιφάνιος πρὸς Ἀέτιον τὸν ἐπίσκοπον τῶν Οὐαλεντινιανῶν. Ἦσαν πλήθη ἐπὶ τῆς Κωνσταντίας οἱ τῆς αἱρέσεως ταύτης. Καὶ δὴ πλείστοις λόγοις φιλονεικῶν ὁ Ἀέτιος, καὶ εἰς βλασφημίας πολλὰς περὶ τὸν Ὕψιστον ἐλθόντος, εἶπεν Ἐπιφάνιος πρὸς αὐτόν· Λάβε, φησὶν, Ἀέτιε δυσσεβέστατε, κατόχιον ἐπὶ τῷ στόματί σου, καὶ ἔσῃ μὴ λαλῶν ἀτάκτους λόγους. Καὶ εὐθέως ὁ Ἀέτιος ἐπὶ τῷ λόγῳ Ἐπιφανίου ἐφιμώθη, καὶ οὐκέτι ἠδυνήθη λαλῆσαι λόγον ἀπὸ τῆς ἡμέρας ἐκείνης. Ἰδόντες οὖν οἱ τῆς αἱρέσεως αὐτοῦ, ὅτι διὰ λόγου ἐφίμωσεν αὐτὸν, προσέπεσαν ἅπαντες Ἐπιφανίῳ, καὶ ἀνεθεμάτισαν τὴν ἰδίαν θρησκείαν αὐτῶν, καὶ ἐγένοντο ὀρθόδοξοι· ἔμεινεν δὲ ὁ Ἀέτιος ἓξ ἡμέρας μὴ λαλῶν, καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ κατέλυσεν τὸν βίον αὐτοῦ. Ἦσαν δὲ καὶ ἄλλαι πλεῖσται αἱρέσεις ἐν τῇ Κυπρίων χώρᾳ, αἵτινές εἰσιν αὗται· Σοφισταὶ, Σαβελλιανοὶ, Νικολαΐται, Σιμωνιανοὶ, Βασιλειδιανοὶ, Καρποκρατιανοί. Περὶ τούτων Ἐπιφάνιος ἔγραψεν ἐπιστολὴν τῷ βασιλεῖ Θεοδοσίῳ, ὅπως ἀπὸ διατάξεως βασιλικῆς τούτους διώξει τῆς νήσου. Ἦσαν γὰρ ἄνδρες πλούσιοι ἐν αὐτοῖς, οἵτινες καὶ ἐνεπιστεύοντο χρείας δημοσίας, καὶ ἐταπείνουν τοὺς ὀρθοδόξους. Δεξάμενος οὖν ὁ βασιλεὺς τὰ γράμματα παρὰ Ἐπιφανίου, καὶ ἐποίησεν τύπον τοιοῦτον. Εἴ τις τῷ Πατρὶ Ἐπιφανίῳ τῷ ἐπισκόπῳ τῆς Κυπρίων χώρας οὐχ ὑπακούει διὰ τῶν θείων λόγων, ἐξερχέσθω τῆς νήσου, καὶ ὅπου θέλει κατοικείτω. Εἰ δέ τινες φίλοι ὄντες καὶ τέκνα τῆς μετανοίας, καὶ ὁμολογοῦσιν τῷ κοινῷ Πατρὶ, ὅτι πλανηθέντες βουλόμεθα εἰς τὴν ὁδὸν τῆς ἀληθείας ἐλθεῖν· μεινάτωσαν ἐπὶ τῆς νήσου, διδασκόμενοι ὑπὸ τοῦ κοινοῦ Πατρός. Τοῦ οὖν τύπου παρὰ στρατευομένου ἐλθόντος καὶ ἐμφανισθέντος, πολλοὶ ἐπείσθησαν ἐξ αὐτῶν Ἐπιφανίῳ. Οἱ δὲ μὴ πεισθέντες εὐθέως ἐδιώχθησαν ἐκ τῆς νήσου.
59. Once, then, Epiphanius engaged in disputation with Aetius, the bishop of the Valentinians. There were multitudes of this heresy in Constantia. And indeed as Aetius was contending with very many arguments and resorting to many blasphemies against the Most High, Epiphanius said to him: Take, says he, most impious Aetius, a bolt upon your mouth, and cease speaking disorderly words. And straightway at the word of Epiphanius Aetius was muzzled, and was no longer able to utter a word from that day forth. When those of his heresy therefore saw that by a word he had silenced him, they all fell down before Epiphanius, and anathematized their own religion, and became orthodox; and Aetius remained six days without speaking, and on the seventh day ended his life. Now there were also very many other heresies in the land of the Cyprians, which are these: Sophists, Sabellians, Nicolaitans, Simonians, Basilidians, Carpocratians. Concerning these Epiphanius wrote a letter to the Emperor Theodosius, so that by an imperial constitution he might expel them from the island. For there were rich men among them, who were even entrusted with public offices, and humiliated the orthodox. Having received the letter from Epiphanius, therefore, the emperor issued a decree to this effect. If anyone does not obey Father Epiphanius, the bishop of the land of the Cyprians, through the divine words, let him depart from the island, and dwell wherever he wishes. But if any, being friends and children of repentance, confess to the common Father: Having gone astray, we desire to come into the way of the truth; let them remain upon the island, being taught by the common Father. When the decree therefore arrived through an imperial official and was published, many of them obeyed Epiphanius. And those who did not obey were straightway expelled out of the island.
Ξʹ. Ἦν δέ τις ἐπίσκοπος ἐν Ἀλεξανδρείᾳ τοὔνομα Θεόφιλος. Οὗτος ἦν ἐν γνώσει πολλῇ Ἐπιφανίου. Ἦσαν δὲ τρεῖς ἀδελφοὶ ἐν Ἀλεξανδρείᾳ, υἱοὶ γινόμενοι Ἡρακλέωνος, τοῦ ἄρξαντος ἐπὶ τῆς αὐτῆς πόλεως. Τελευτήσαντος δὲ τοῦ πατρὸς αὐτῶν, κατὰ σύνεσιν οἱ τρεῖς ἐβουλεύσαντο μονάσαι. Καὶ δὴ πορευθέντες ἐν τῇ ἐρήμῳ, ἦσαν ἐν ἡσυχίᾳ πολλῇ, καὶ βίῳ πρέποντι κεκοσμημένοι. Οὗτοι ἦσαν ἐν γνώσει πολλῇ Θεοφίλῳ τῷ ἐπισκόπῳ τῆς Ἀλεξανδρείας. Τούτους μὲν Θεόφιλος εἰσήνεγκεν ἐπὶ τὴν πόλιν μετὰ ἀπάτης, καὶ ἠσφαλήσατο. Ἐποίησεν δὲ τὸν μείζονα αὐτῶν ἐπίσκοπον εἰς μίαν πόλιν τῆς Αἰγύπτου· τοὺς δὲ ἄλλους ἐποίησεν διακόνους καὶ οἰκονόμους τῆς Ἐκκλησίας. Ποιήσαντες δὲ οἰκονομοῦντες τὴν Ἐκκλησίαν τριετῆ χρόνον, καὶ αἰσθόμενοι ἑαυτοὺς νεκρουμένους πρὸς τὴν θεϊκὴν χάριν, καταλιπόντες τὴν ἡσυχίαν, καὶ κατὰ σύνεσιν οἱ δύο παρεκάλεσαν τὸν Θεόφιλον, ὅπως τούτους ἀπολύσει ἔνθα τὸ πρὶν κατῴκουν. Καὶ μὴ εἴξαντος τῇ τούτων παρακλήσει, πάλιν οἱ δύο ὁμοφωνήσαντες ἀνεχώρησαν καὶ ἀπῆλθον
60. Now there was a certain bishop in Alexandria named Theophilus. This man was well acquainted with Epiphanius. And there were three brothers in Alexandria, who were sons of Heracleon, who had held office in that same city. When their father died, by common consent the three resolved to become monks. And going out into the desert, they lived in great stillness, adorned with a befitting manner of life. These men were well known to Theophilus, the bishop of Alexandria. Them Theophilus brought into the city by guile, and held fast. And he made the eldest of them bishop in a city of Egypt; while the others he made deacons and stewards of the Church. After spending a period of three years administering the Church as stewards, and perceiving themselves growing dead towards divine grace since they had forsaken their stillness, by common consent the two entreated Theophilus to release them to the place where they formerly dwelt. And when he did not yield to their entreaty, again the two, agreeing together, withdrew and went off
PG 41:101Read from the page
ἐν τῇ ἐρήμῳ, ὅπου τὸ πρὶν κατῴκουν. Ὁ οὖν Θεόφιλος ἐποίησεν τούτους ἀσυνάκτους καὶ ἀκοινωνήτους τριετῆ χρόνον. Καὶ πολλὰ παρακαλέσαντες, ὥστε συγχωρηθῆναι αὐτοῖς τῶν θείων μυστηρίων μεταλαβεῖν, οὐ συνεχώρησεν ὁ Θεόφιλος τοῦτο. Οὗτοι οὖν ἀναγκασθέντες ἀνῆλθον ἐπὶ τὴν βασιλίδα πόλιν, καὶ προσέπεσαν Ἰωάννῃ τῷ ἐπίκλην Χρυσοστόμῳ. Ὁ οὖν Ἰωάννης, μαθὼν τὴν αἰτίαν, γράφει πρὸς Θεόφιλον ἐπιστολὴν, παρακαλῶν αὐτὸν ἐπὶ τῇ ἀπολύσει τῶν δύο ἀδελφῶν. Ὁ οὖν Θεόφιλος οὐκ ἐπείσθη τῷ Ἰωάννῃ παρακαλοῦντι· πάλιν δὲ ἐκ δευτέρου ἔγραψεν Ἰωάννης παρακαλῶν τὸν Θεόφιλον, καὶ οὔτε οὕτως ἐπείσθη τῷ Ἰωάννῃ. Τότε Ἰωάννης ἀπέλυσεν τοῦ ἀφορισμοῦ τοὺς δύο ἀδελφούς· ὡς ἐκ τούτου λοιπὸν ἐγένετο λύπη μεγάλη μεταξὺ Θεοφίλου καὶ Ἰωάννου.
into the desert, where they had formerly dwelt. Theophilus therefore placed them out of synaxis and out of communion for a period of three years. And though they entreated earnestly that it might be permitted them to partake of the divine mysteries, Theophilus did not grant this. Compelled by necessity, therefore, these men went up to the imperial city, and fell down before John surnamed Chrysostom. Upon learning the cause, therefore, John writes a letter to Theophilus, entreating him for the release of the two brothers. Yet Theophilus was not persuaded by John's entreaty; and a second time again John wrote entreating Theophilus, and not even thus was he persuaded by John. Then John absolved the two brothers from the excommunication; whence from this cause great grief arose thereafter between Theophilus and John.
ΞΑʹ. Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν ἦν συγκλητικός τις ἀνὴρ ὀνόματι Θεόγνωστος· οὗτος Χριστιανὸς ὢν εἶχεν τὸν φόβον τοῦ Θεοῦ ἀδιαλείπτως, καὶ ἀγαπώμενος ὑπὸ τοῦ βασιλέως. Ἄλλος δέ τις ἦν καὶ αὐτὸς τῆς συγκλήτου, Δωρόθεος καλούμενος. Ἦν δὲ οὗτος Ἀρειανός. Οὗτος κατηγόρησεν Θεογνώστου, ὅτι ὕβρισεν τὸν βασιλέα· καὶ δύο μάρτυρας ψευδεῖς παρέστησεν, καὶ ἤλεγξεν τὸν Θεόγνωστον κατὰ πρόσωπον. Ὁ οὖν βασιλεὺς Θεοδόσιος ἐκέλευσεν τὸν Θεόγνωστον ἐξορισθῆναι, καὶ τὰ πράγματα αὐτοῦ δημευθῆναι. Ἔμεινεν δὲ τῇ γυναικὶ Θεογνώστου ἓν προαστεῖον, ἐξ οὗ τὴν ἀποτροφὴν εἶχεν. Ἐτελεύτησεν δὲ Θεόγνωστος ὡς ὑπῆγεν ἐν ἐξορίᾳ. Τῆς οὖν βασιλίσσης Εὐδοξίας ἐξελθούσης ποτὲ ἐν τῷ προκένσῳ, τῷ καιρῷ τοῦ τρυγητοῦ, ἔνθα ἦν τὸ προαστεῖον τῆς γυναικὸς Θεογνώστου, οὐκ οἶδα κατὰ ποίαν αἰτίαν εἰσελθοῦσα ἐν τῷ ἀμπελῶνι τῆς γυναικὸς ἡ βασίλισσα ἀπέτεμεν ἕνα βότρυν. Εἶπαν δέ τινες τῶν παρεστώτων τῇ βασιλίσσῃ· Δέσποινα, ἀλλότριός ἐστιν ὁ ἀμπελὼν, ὅθεν ἀπέτεμες τὸν βότρυν. Ἔθος δέ ἐστι τοῖς βασιλεῦσιν καὶ ταῖς βασιλίσσαις, κἂν πόδα ἐπενέγκοι εἰς τὴν ἀλλοτρίαν, κἂν καρπὸν λάβοι ἀπό τινος τῶν καρπίμων ξύλων, μηκέτι ἄλλον τινὰ ἐξουσιάζειν, ἀλλ' ἢ την βασιλέα. Ἀκούσασα δὴ ἡ γυνὴ Θεογνώστου, ὅτι ἀπεσπάσθη ὁ ἀγρὸς αὐτῆς, ἔγραψεν εἰς δίπτυχον, καὶ ἀπέστειλεν πρὸς Ἰωάννην. Ἦν γὰρ ἀγαπώμενος σφόδρα ὑπὸ τοῦ βασιλέως καὶ τῆς βασιλίσσης. Μαθὼν οὖν ταῦτα ὁ Ἰωάννης ἀπέστειλεν τὸν ἀρχιδιάκονον αὐτοῦ, ἄνδρα λόγιον καὶ ὀρθῷ βίῳ κεκοσμημένον. Τὸ δὲ ὄνομα αὐτοῦ ἐκαλεῖτο Εὔτυχος. Εἰσῆλθεν οὖν Εὔτυχος πρὸς τὴν βασίλισσαν, καὶ διελέχθη αὐτῇ κατὰ τὴν ἐπιτροπὴν Ἰωάννου. Εἶπεν δὲ ἡ βασίλισσα πρὸς τὸν Εὔτυχον, ὅτι· Νόμος ἐστὶν οὗτος· ὅπου δὲ βούλεται, εἰς ἄλλην ἐπαρχίαν δίδωμι αὐτῇ χωρίον. Ἐξελθὼν δὲ ὁ Εὔτυχος, ἀνήγγειλεν τῷ Ἰωάννῃ τοὺς λόγους τῆς βασιλίσσης. Ἐπορεύθη δὲ Ἰωάννης ἐν τῷ ταμιείῳ τῷ βασιλικῷ, καὶ εἶπεν τῇ βασιλίσσῃ· Ἀπόδος τὸν ἀγρὸν τῆς χήρας. Εἶπεν δὲ ἡ βασίλισσα τῷ Ἰωάννῃ· Μάθε, Πάτερ, τὴν αἰτίαν, καὶ τότε ἐπάγαγε τὴν ἐπιβουλὴν, ἣν λέγεις ὅτι ἐποίησα τῇ χήρᾳ. Εἶπεν δὲ πάλιν ἡ βασίλισσα τῷ Ἰωάννῃ· Μὴ ἐλέγχειν θέλε κατὰ πρόσωπον βασιλεῖς. Εἶπεν δὲ Ἰωάννης· Καὶ πάλιν σοὶ λέγω· Ἀπόδος τὸν ἀγρὸν τῆς χήρας. Ἤκουσας πῶς στηλιτεύεται Ἰεζάβελ, καὶ μέχρι σήμερον ὑπὸ τῆς θείας Γραφῆς δακτυλοδεικτεῖται ἐπὶ κακῷ δι' ἀμπελῶνα ὁσίου ἀνδρός.
61. Around that time there was a certain man of senatorial rank named Theognostus; being a Christian, this man kept the fear of God unceasingly, and was beloved by the emperor. Now there was another man, himself also of the senate, called Dorotheus. And this man was an Arian. He brought an accusation against Theognostus, that he had insulted the emperor; and he produced two false witnesses, and convicted Theognostus to his face. The Emperor Theodosius therefore ordered Theognostus to be exiled, and his possessions to be confiscated. There remained to the wife of Theognostus a single suburban estate, from which she drew her maintenance. And Theognostus died while going into exile. Once, then, when the Empress Eudoxia went forth in imperial procession at the season of the vintage, where the suburban estate of the wife of Theognostus lay, entering I know not from what cause into the woman's vineyard, the empress cut off a single cluster of grapes. And certain of those standing beside the empress said: Sovereign Lady, the vineyard from which you cut the cluster belongs to another. Now it is the custom for emperors and empresses that even if one sets foot upon another's land, or takes fruit from any of the fruit-bearing trees, no one else any longer holds authority over it, save the emperor alone. When the wife of Theognostus heard that her field had been seized, she wrote upon a tablet and sent it to John. For he was exceedingly beloved by the emperor and the empress. Having learned these things, therefore, John sent his archdeacon, an eloquent man adorned with an upright life. And his name was called Eutychus. Eutychus therefore went in before the empress, and conversed with her according to John's commission. And the empress said to Eutychus: This is the law; yet wherever she wishes, in another province I grant her an estate. Going out, Eutychus reported the words of the empress to John. And John went into the imperial chamber, and said to the empress: Restore the widow's field. And the empress said to John: Learn, Father, the cause, and then bring forward the plot which you say I have wrought against the widow. And again the empress said to John: Seek not to rebuke sovereigns to their face. And John said: Once again I say to you: Restore the widow's field. You have heard how Jezebel is pilloried, and even until today is pointed at with the finger for evil by divine Scripture on account of the vineyard of a righteous man.
Notes, col. 101

On the reading

Printed την, for τὸν.

PG 41:104Read from the page
Ἡ δὲ βασίλισσα ἀκούσασα ταῦτα παρὰ Ἰωάννου, ἐκέλευσεν αὐτὸν ἐκβληθῆναι ἔξω τοῦ βασιλικοῦ ταμιείου. Καὶ δὴ ἐξελθὼν ἐπορεύθη ἐν τῇ ἐκκλησίᾳ. Εἶπεν δὲ Ἰωάννης πρὸς Εὔτυχον· Ὅταν παραγίνεται ἡ βασίλισσα ἐν τῇ ἐκκλησίᾳ, λάβε μετὰ σεαυτοῦ τοὺς πρὸς ὑπηρεσίαν, καὶ στῆθι ἐν τῇ εἰσόδῳ, ἔνθα εἴωθεν εἰσιέναι· καὶ μὴ ἐάσῃς αὐτὴν εἰσελθεῖν· λέγων, ὅτι Ἰωάννης ἐπέτρεψεν τοῦ μὴ εἰσελθεῖν ἐν τῇ ἐκκλησίᾳ. Ἐποίησεν δὲ οὕτως Εὔτυχος. Ἀπὸ τότε οὖν ἐκινήθη ἡ βασίλισσα κατὰ Ἰωάννου τοῦ ἐξορίσαι αὐτόν.
When the empress heard these things from John, she commanded him to be cast out of the imperial chamber. And going out, he went to the church. And John said to Eutychus: When the empress arrives at the church, take with yourself the attendants, and stand at the entrance where she is accustomed to enter; and suffer her not to enter; saying that John gave orders that she should not enter into the church. And Eutychus did thus. From that time, therefore, the empress was stirred up against John to send him into exile.
ΞΒʹ. Ἀκούσας δὲ Θεόφιλος ὅτι ἡ βασίλισσα βούλεται ἐξορίσαι τὸν Ἰωάννην, περισσῶς κατεσκεύαζεν καὶ αὐτός. Ἔγραψεν οὖν Θεόφιλος Ἐπιφανίῳ πλεῖστα γράμματα κατὰ Ἰωάννου, ὡς ὅτι Ἰωάννης τὰ Ὠριγένους φρονεῖ. Καὶ ἐκινήθη ἡ βασίλισσα τοῦ ἐξορίσαι αὐτόν· ὁ οὖν Ἐπιφάνιος πρὸς τόξὺ ἐπείσθη Θεοφίλῳ. Οὐκ ᾔδει δὲ ὅτι ἀπεχθιάζει Θεόφιλος πρὸς Ἰωάννην. Συνέβη δὲ δι' ἀναγκαῖον πρᾶγμα Ἐπιφάνιον θέλειν ἀποπλεῖν ἐπὶ τὴν βασιλίδα. Ἀκούσας δὲ καὶ παρὰ Θεοφίλου τοιαῦτα περὶ Ἰωάννου ἔσπευσεν πλέον τοῦ ἀνελθεῖν· οὐχ ἵνα Ἰωάννην κακοποιήσει, ἀλλ' ἵνα αὐτῷ βοηθήσει. Λαβὼν οὖν ἐμὲ καὶ Ἰσαὰκ ἀπεπλεύσαμεν ἐν Κωνσταντίνου πόλει. Καὶ δὴ εἰσελθόντων ἡμῶν ἐν τῇ πόλει, ἦν σύγχυσις μεγάλη περὶ Ἰωάννου, διότι πολὺ ἠγαπᾶτο Ἰωάννης ὑπὸ τῶν πολιτῶν. Ἦσαν δέ τινα μοναστήρια καὶ μαρτύρια λαμβάνοντα ἀννώνας παρὰ τῆς βασιλίσσης, μὴ δεχόμενα τὸν Ἰωάννην. Εἰσελθόντων οὖν ἡμῶν ἐν ἑνὶ τῶν μοναστηρίων ἠνάγκασαν Ἐπιφάνιον, ὅπως χειροτονήσει, ὅτι χρεία ἦν, ἐπὶ τὴν ἐκκλησιαστικὴν χρείαν. Καὶ τοῦτο ποιήσας, καὶ ἀκούσας Ἰωάννης ἐλυπήθη σφόδρα πρὸς Ἐπιφάνιον· καὶ ἐπιστολὴν ἔγραψεν Ἐπιφανίῳ λύπην γεννῶσαν. Ὁμοίως καὶ Ἐπιφάνιος τῷ Ἰωάννῃ πρὸς τὰ γραφέντα. Ἤκουσεν δὲ ἡ βασίλισσα ὅτι ἐλυπήθη Ἰωάννης πρὸς Ἐπιφάνιον· καὶ δὴ προσκαλεσαμένη τὸν Ἐπιφάνιον εἶπεν αὐτῷ· Πάτερ Ἐπιφάνιε, πᾶσα ἡ βασιλεία τῶν Ῥωμαίων ἐμή ἐστι· καὶ πᾶσα ἡ ἱερωσύνη τῶν Ἐκκλησιῶν τῶν ὑπὸ τὴν ἐμὴν βασιλείαν σή ἐστιν. Ἐπειδὴ δὲ Ἰωάννης, ἀλλότριος τῆς εὐταξίας τῆς ἱερωσύνης ὢν, ἀτάκτως φέρεται κατὰ βασιλέων, καὶ αἵρεσίν τινα λέγουσιν αὐτὸν ἔχειν, τούτου χάριν ἀπὸ ἡμερῶν πολλῶν κατακόπτεταί μου ὁ λογισμὸς περὶ τοῦ ποιῆσαι σύνοδον, καὶ τοῦτον ἐκκήρυκτον ποιῆσαι τῆς ἱερωσύνης ὡς ἀνάξιον, ἕτερον δὲ τὸν δυνάμενον ἀντέχεσθαι τῆς ἱερωσύνης ἐπὶ τοῦ θρόνου καθεσθῆναι, ὅπως ἡ ἐμὴ βασιλεία ἐν πᾶσιν εἰρηνεύει. Ὡς δὲ ταῦτα ἐλάλει ἡ βασίλισσα πρὸς Ἐπιφάνιον, ἀπὸ τοῦ πολλοῦ θυμοῦ ὅλη παρεκινεῖτο. Πάλιν οὖν εἶπεν πρὸς αὐτόν· Τῆς σῆς πατρωσύνης οὔσης μετὰ Θεὸν ἐνταῦθα, οὐ χρεία ἐστὶ καὶ τοὺς λοιποὺς Πατέρας εἰς κόπον ἐμβαλεῖν. Ἀλλ' ὃν σοι ὁ Θεὸς ἀποκαλύπτει, ποίησον ἐπίσκοπον, καὶ τοῦτον ἔκβαλε τῆς Ἐκκλησίας. Εἶπεν δὲ Ἐπιφάνιος πρὸς τὴν βασίλισσαν· Ἀνεξικάκως, τέκνον, ἄκουσον τοῦ σοῦ Πατρός. Εἶπεν δὲ ἡ βασίλισσα πρὸς
62. And when Theophilus heard that the empress wished to exile John, he himself also schemed exceedingly. Theophilus therefore wrote very many letters to Epiphanius against John, alleging that John held the opinions of Origen. And the empress was stirred up to exile him; Epiphanius, therefore, was hastily persuaded by Theophilus. For he did not know that Theophilus bore enmity towards John. Now it happened on account of a pressing matter that Epiphanius wished to sail to the imperial city. Having also heard such things from Theophilus concerning John, he hastened all the more to go up; not in order to harm John, but in order to help him. Taking me and Isaac, therefore, we sailed off to Constantinople. And when we entered the city, there was great turmoil concerning John, because John was greatly beloved by the citizens. Now there were certain monasteries and martyria receiving allowances from the empress, which did not accept John. When we entered one of the monasteries, therefore, they compelled Epiphanius to perform an ordination, because there was need, for the service of the Church. And when he had done this, and John heard of it, he was exceedingly grieved against Epiphanius; and he wrote a letter to Epiphanius causing grief. Likewise Epiphanius also wrote back to John in reply to what had been written. Now the empress heard that John was grieved against Epiphanius; and summoning Epiphanius, she said to him: Father Epiphanius, the entire empire of the Romans is mine; and the entire priesthood of the Churches under my empire is yours. Since John, being a stranger to the good order of the priesthood, conducts himself in disorderly fashion against sovereigns, and they say he holds a certain heresy, on this account for many days past my mind has been troubled about convening a synod, and proclaiming this man deposed from the priesthood as unworthy, and seating upon the throne another man able to uphold the priesthood, so that my empire may be at peace in all things. As the empress spoke these things to Epiphanius, she was wholly agitated from her great wrath. Again, therefore, she said to him: Since your paternity after God is present here, there is no need to put the rest of the Fathers to trouble as well. Rather, make bishop whomsoever God reveals to you, and cast this man out of the Church. And Epiphanius said to the empress: Patiently, child, listen to your Father. And the empress said to
Notes, col. 104

On the reading

Printed τόξὺ, for τὸ ὀξὺ.

PG 41:105Read from the page
Ἐπιφάνιον· Εἴ τι κελεύει ἡ σὴ πατροσύνη, εὐάγγειλόν μοι, κἀγὼ θεραπεύσω τὸν ἐμὸν Πατέρα. Εἶπεν δὲ Ἐπιφάνιος πρὸς τὴν βασίλισσαν· Εἰ μὲν περὶ τῆς αἱρέσεως ἧς λέγεις καταγινώσκεται Ἰωάννης, καὶ ἐλέγχεται, καὶ οὐχ ὁμολογεῖ ὅτι ἥμαρτεν, ἀνάξιός ἐστι τῆς ἱερωσύνης· καὶ εἴ τι κελεύει ἡ ὑμῶν ἐξουσία, ποιήσω. Εἰ δὲ περὶ τῆς ὑμετέρας ὕβρεως ζητεῖς τὸν Ἰωάννην ἐξεώσασθαι ἀπὸ τῆς Ἐκκλησίας, ὁ σὸς Ἐπιφάνιος εἰς τοῦτο οὐ συναινέσει· καὶ μάλιστα, τέκνον, τῶν βασ...έων ἔστιν ὑβρίζεσθαι καὶ συγχωρεῖν· ἐπειδὴ καὶ ὑμεῖς ἔχετε βασιλέα ἐν οὐρανοῖς ᾧ συνήθως ἁμαρτάνετε, καὶ ἀφίησιν ὑμῖν, ἐὰν καὶ ὑμεῖς ἀφίετε τοῖς ὑβρίζουσιν ὑμᾶς· καθὼς λέγει ἐν τοῖς Εὐαγγελίοις· Γίνεσθε οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Εἶπεν δὲ ἡ βασίλισσα πρὸς Ἐπιφάνιον· Ἐὰν ἐμπόδιον ποιήσῃς, Πάτερ Ἐπιφάνιε, τοῦ μὴ ἐξορισθῆναι τὸν Ἰωάννην, τοὺς ναοὺς τῶν εἰδώλων ἀνοίγω, καὶ ποιήσω προσκυνεῖν τοὺς ἀνθρώπους καὶ ποιήσω τὰ ἔσχατα χείρονα τῶν πρώτων. Καὶ ὡς ταῦτα ἐλάλει μετὰ πικρίας, δάκρυα ἔῤῥιψεν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῆς. Εἶπεν δὲ Ἐπιφάνιος· Ἐγὼ, τέκνον, ἀθῷός εἰμι τῆς κρίσεως ταύτης.
Epiphanius: If your paternity commands anything, announce it to me as good tidings, and I will honour my Father. And Epiphanius said to the empress: If indeed concerning the heresy of which you speak John is condemned, and convicted, and does not confess that he has sinned, he is unworthy of the priesthood; and whatever your authority commands, I will do. But if on account of the insult against yourself you seek to drive John out from the Church, your Epiphanius will not consent to this; and especially, child, it belongs to emperors to be insulted and to pardon; since you also have a King in heaven against Whom you habitually sin, and He forgives you, if you also forgive those who insult you; even as He says in the Gospels: Be merciful, even as your Father Who is in heaven. And the empress said to Epiphanius: If you create an impediment, Father Epiphanius, to prevent John from being exiled, I will open the temples of the idols, and cause people to worship them, and make the last state worse than the first. And as she spoke these things with bitterness, she shed tears from her eyes. And Epiphanius said: I, child, am innocent of this judgement.
ΞΓʹ. Ταῦτα εἰπὼν Ἐπιφάνιος, παρέλαβέν με, καὶ ἐξήλθομεν τοῦ βασιλικοῦ ταμιείου. Ἦν δὲ καὶ Ἰσαὰκ ἐν ἀῤῥωστίᾳ, καὶ οὐκ εἰσῆλθεν μεθ' ἡμῶν πρὸς τὴν βασίλισσαν. Καὶ φήμη διέδραμεν ἐπὶ πᾶσαν τὴν πόλιν, λέγοντες ὅτι· Ὁ μέγας ἱερεὺς Ἐπιφάνιος, ὁ ἐπίσκοπος τῆς Κυπρίων, εἰσῆλθεν πρὸς τὴν βασίλισσαν, καὶ ἐποίησεν τὴν ἐξορίαν τοῦ μεγάλου Ἰωάννου. Ταῦτα δὲ ἀκούσας καὶ Ἰσαὰκ, ἀπέδρα ἀπὸ Ἐπιφανίου, καὶ εἰσελθὼν ἐν μοναστηρίῳ κατέμεινεν ἐκεῖ, ἡμῶν μὴ εἰδότων. Καὶ ἦν Ἐπιφάνιος πενθῶν καὶ περὶ αὐτοῦ, καὶ δεόμενος τοῦ Θεοῦ, ὅπως αὐτῷ γνωρίσει ποῦ Ἰσαὰκ καταμένει. Καὶ ἐγνώρισεν αὐτῷ, καὶ ἀπήλθομεν πρὸς αὐτόν. Καὶ ἀπεστράφη Ἰσαὰκ τὸν Ἐπιφάνιον, λέγων ὅτι· Οὐκέτι βούλομαι μετὰ σοῦ εἶναι, διὰ τὴν ἁμαρτίαν, ἣν ἐποίησας εἰς Ἰωάννην. Ποιήσαντες δὲ ἐν τῷ μοναστηρίῳ τρεῖς ἡμέρας, μόλις ἔπεισεν τὸν Ἰσαάκ· καὶ λαβόντες αὐτὸν ἐξήλθομεν. Ἐπείσθη δὲ καὶ Ἰωάννης ὅτι συνήνεσεν ἐπὶ τῇ αὐτοῦ ἐξορίᾳ ὁ Ἐπιφάνιος. Καὶ λαβὼν δίπτυχον ἔγραψεν Ἐπιφανίῳ· Ἐπιφάνιε σοφὲ, συνήνεσας ἐπὶ τῇ ἐμῇ ἐξορίᾳ. Οὐ μὴ ἔτι καθίσῃς ἐπὶ τοῦ θρόνου σου. Ὁμοίως δὲ καὶ Ἐπιφάνιος ἀντιγράφει Ἰωάννῃ· Ἀθλητὰ, δέρου καὶ νίκα· ἀνθ' ὧν δὲ ἐπίστευσας ὅτι ἐγὼ συνήνεσα ἐπὶ τῇ ἐξορίᾳ, ἐπὶ τῷ τόπῳ ᾧ ἐξωρίσθης, οὐ μὴ φθάσῃς. Ταῦτα δὲ ἔγραψα, ἀδελφοὶ, ἵνα μή τις τῷ Ἐπιφανίῳ ἐπιῤῥίψει ψόγον περὶ τούτου. Ὁ γὰρ τοσαῦτα καλὰ κατορθώσας εἰς τοσοῦτον βάθος κακῶν εἶχεν κατελθεῖν; Μὴ γένοιτο. Εἰσελθόντων δὲ ἡμῶν ἐν τῷ βασιλικῷ ταμιείῳ, συνετάξατο Ἐπιφάνιος τοῖς βασιλεῦσιν ἐπὶ τῷ ἀποπλεῦσαι ἡμᾶς ἐπὶ τῆς Κυπρίων. Ἐρωτηθεὶς δὲ Ἐπιφάνιος παρὰ Ἀρκαδίου τοῦ βασιλέως τὸ, πόσων ἐτῶν ὑπάρχει, εἶπεν· Ἑκατὸν καὶ πέντε ἐτῶν εἰμι παρὰ τρεῖς μῆνας. Οὗτος, φησὶν, ἑξήκοντα ἐτῶν
63. Having spoken these things, Epiphanius took me aside, and we went out of the imperial chamber. Now Isaac also was in sickness, and did not go in with us to the empress. And a rumour ran through the whole city, people saying: The great priest Epiphanius, the bishop of Cyprus, went in to the empress, and brought about the exile of the great John. When Isaac also heard these things, he fled from Epiphanius, and entering a monastery remained there without our knowing it. And Epiphanius was mourning over him as well, and beseeching God to make known to him where Isaac was staying. And He made it known to him, and we went off to him. And Isaac turned away from Epiphanius, saying: I no longer wish to be with you, because of the sin which you committed against John. After we spent three days in the monastery, he scarcely persuaded Isaac; and taking him we departed. Now John also was persuaded that Epiphanius had consented to his exile. And taking a tablet, he wrote to Epiphanius: Wise Epiphanius, you consented to my exile. You shall no longer sit upon your throne. And in like manner Epiphanius also writes back to John: Athlete, take blows and conquer; yet because you believed that I consented to your exile, you shall never reach the place to which you have been exiled. Now I have written these things, brethren, lest anyone cast blame upon Epiphanius concerning this matter. For could he who had accomplished so many good deeds descend into such a depth of evils? Far be it. When we entered the imperial chamber, Epiphanius took leave of the emperors for us to sail away to the land of the Cyprians. And when Epiphanius was asked by the Emperor Arcadius how many years old he was, he said: I am a hundred and five years old save three months. This man, says he, at sixty years
PG 41:108Read from the page
ἐγινόμην ἐπίσκοπος· καὶ ἔχω ἐν τῇ ἐπισκοπῇ πεντήκοντα πέντε ἔτη παρὰ τρεῖς μῆνας. Αὐτῇ δὲ τῇ ἡμέρᾳ, ἐν ᾗ εἴχαμεν ἀνελθεῖν ἐν τῷ πλοίῳ, τότε αὐτὸν ἐπηρώτησεν. Ἀνελθόντων δὲ ἡμῶν ἐν τῷ πλοίῳ ἐκαθέσθη Ἐπιφάνιος ἐν τῇ κοίλῃ τοῦ πλοίου, καὶ ἡμεῖς μετ' αὐτοῦ. Ἔθος δὲ ἦν Ἐπιφανίῳ τὰ ἅγια Εὐαγγέλια κρατεῖν ἀδιαλείπτως ἐν ταῖς χερσὶν αὐτοῦ. Καὶ δὴ τρίτον στενάξας καὶ δακρύσας, ἀναπτύξας τε τὰ ἅγια Εὐαγγέλια, καὶ πάλιν πτύξας ἔκλαυσεν, καὶ ἐποίησεν εὐχὴν, καὶ μετὰ τὴν εὐχὴν ἐκάθισεν ἐπὶ τῆς κοίλης τοῦ πλοίου, καὶ ἤρξατο κλαίειν καὶ λέγειν πρὸς ἡμᾶς·
I became a bishop; and in the episcopate I have fifty-five years save three months. On that very day on which we were to go aboard the ship, it was then that he questioned him. And when we had gone aboard the ship, Epiphanius sat down in the hold of the ship, and we with him. Now it was Epiphanius's custom to hold the holy Gospels unceasingly in his hands. And having groaned three times and shed tears, and having unrolled the holy Gospels and rolled them up again, he wept, and offered a prayer; and after the prayer he sat down in the hold of the ship, and began to weep and to say to us:
ΞΔʹ. Ἐὰν ἀγαπᾶτέ με, φησὶν, ὦ τέκνα; τὰς ἐντολάς μου τηρήσατε· καὶ ἡ ἀγάπη τοῦ Θεοῦ μένει ἐν ὑμῖν. Ὑμεῖς, φησὶν, ἐπίστασθε διὰ πόσων θλίψεων διῆλθον ἐν τῷδε τῷ βίῳ, καὶ οὐχ ἡγησάμην οὐδεμίαν θλίψιν, ἀλλὰ πάντοτε ἤμην χαίρων πρὸς τὸν Θεὸν ἀποβλέπων, καὶ ὁ Θεὸς οὐκ ἐγκατέλειπέν με· ἀλλ' αὐτός με ἦν διαφυλάττων ἀπὸ πάσης ἐπιβουλῆς τοῦ πονηροῦ. Τοῖς γὰρ ἀγαπῶσιν τὸν Θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν. Ποτὲ οὖν, τέκνα ἐμοὶ πεποθημένα, ὄντος μου ἐν τόπῳ ἐρημικῷ, καὶ ἐπιτελοῦντός μου τὴν δέησιν τῷ Χριστῷ, ὅπως ῥυσθῶ ἀπὸ πάσης ἐπιβουλῆς τοῦ ἀντικειμένου, ἐπέστη μοι πλῆθος δαιμόνων, καὶ διασπαράξαντές με ἐπὶ τὴν γῆν, καὶ λαβόντες ἀπὸ τῶν ποδῶν, διέσυρον ἐπὶ τὴν γῆν. Τινὲς δὲ ἐξ αὐτῶν καὶ πληγὰς προσήνεγκάν μοι. Τοῦτο δὲ ἐποίησάν μοι ἐπὶ δεκάτην ἡμέραν· καὶ ἔκτοτε οὐκέτι αὐτοπροσώπως ἐθεασάμην δαίμονα πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, ἀλλὰ τὰ πονηρῶν ἀνθρώπων ἐπετέλεσαν τὴν ἰδίαν αὐτῶν κακίαν εἰς ἐμέ. Οἷά μοι κακὰ συνέβη ἐν Φοινίκῃ παρὰ τῶν ἀτάκτων Σιμωνιανῶν· ἐν Αἰγύπτῳ, παρὰ τῶν ἀκαθάρτων Γνωστικῶν· οἷα ἐν Κύπρῳ παρὰ τῶν ἀνόμων Οὐαλεντινιανῶν καὶ τῶν λοιπῶν αἱρέσεων. Ἐπιστήσατε τὸν νοῦν ὑμῶν, ὦ τέκνα, καὶ ἀκούσατε τὸν λόγον Ἐπιφανίου τοῦ ἁμαρτωλοῦ. Μὴ ἐπιθυμηταὶ γένησθε χρημάτων, καὶ πολλὰ χρήματα προστεθήσεται ὑμῖν. Μὴ μισήσητε πάντα ἄνθρωπον, καὶ ἔσεσθε ἀγαπώμενοι ὑπὸ τοῦ Θεοῦ. Μὴ καταλαλήσητε ἀδελφὸν, καὶ πάθος διαβολικὸν οὐ κυριεύση ὑμῖν. Ἀποστρέφεσθε πάσας τὰς αἱρέσεις, ὡς θηρία μετὰ ἰοῦ θανασίμου. Περὶ ὧν καὶ ἐγγράφως παρέδωκα ὑμῖν ἐν τοῖς βίβλοις τοῖς ἐπιλεγομένοις Παναρίοις. Ἀποστρέφεσθε καὶ παραφυλάττεσθε ἀπὸ τῆς ἡδονῆς τοῦ κόσμου, τῆς ὑπογαργαλιζούσης ἀεὶ τὸ σῶμα καὶ τὸν λογισμόν. Ἔχετε πεῖραν, ὅτι προσθήκη ἐστὶ τοῦ Σατανᾶ. Πολλάκις γὰρ καὶ τῆς σαρκὸς ἡσυχαζούσης, ὁ λογισμὸς τῶν ἀνασφαλίστων πεφάντασται περὶ τὰ αἰσχρά. Ὅταν δὲ ὁ νοῦς ἡμῶν νήφει, καὶ μνήμην ἔχει ἀεὶ τοῦ Θεοῦ, εὐχερῶς καταπαλαῖσαι δυνάμεθα τοῦ ἐχθροῦ. Ταῦτα εἰπὼν Ἐπιφάνιος, καὶ πλείονα τούτων, προσκαλεσάμενος ἅπαντας τοὺς ἐν τῷ πλοίῳ, εἶπεν πρὸς αὐτούς· Χρὴ ἡμᾶς, ἀδελφοὶ, ἐξ ὅλης ἰσχύος δεηθῆναι τοῦ φιλανθρώπου Θεοῦ, ὅπως διασώσει ἡμᾶς, καὶ μηδεὶς τῶν ἐν τῷ πλοίῳ ἀπολεῖται. Μέλλει γὰρ κλύδων γίνεσθαι μέγας. Ἀλλ' εὐθυμεῖτε·
64. If you love me, he said, O children, keep my commandments, and the love of God abides in you. You yourselves, he said, know through how many afflictions I passed in this life, and I did not reckon any affliction as aught, but was always rejoicing as I looked towards God, and God did not forsake me; rather, He Himself was guarding me thoroughly from every plot of the evil one. For to those who love God all things work together for good. Once, therefore, my longed-for children, while I was in a desert place and offering up my supplication to Christ that I might be delivered from every plot of the adversary, a multitude of demons came upon me, and having torn me upon the ground and seized me by the feet, they dragged me along upon the ground. And certain of them also inflicted blows upon me. And this they did to me until the tenth day; and from that time onwards I no longer beheld a demon face to face all the days of my life, but the deeds of wicked men accomplished their own malice against me. What evils befell me in Phoenicia from the unruly Simonians; in Egypt, from the unclean Gnostics; what things in Cyprus from the lawless Valentinians and the remaining heresies! Fix your mind, O children, and hear the word of Epiphanius the sinner. Do not become covetous of money, and abundant money shall be added to you. Do not hate any man, and you shall be loved by God. Do not speak evil against a brother, and diabolical passion shall not gain mastery over you. Turn away from all heresies, as from wild beasts bearing deadly venom, concerning which I have also delivered an account to you in writing in the books entitled Panaria. Turn away and guard yourselves carefully from the pleasure of the world, which perpetually tickles the body and the thought. You know by experience that it is an appendage of Satan. For oftentimes, even when the flesh is quiet, the thought of the unguarded is filled with phantasies concerning shameful things. Yet whenever our mind keeps sober watch and always holds the remembrance of God, we are easily able to wrestle down the enemy. Having spoken these things, and more than these, Epiphanius called to himself all who were in the ship, and said to them: We must, brethren, implore with all our strength the philanthropic God, that He may bring us safely through, and that none of those in the ship shall perish. For a great tempest is about to arise. Yet take heart:
Notes, col. 108

On the reading

Printed τέκνα;, for τέκνα,.

Printed κυριεύση, for κυριεύσῃ.