Migne Reading Room

PG 41 · cols. 85–96 · Read from the page

Vita Sancti Epiphanii Constantiae in Cypro Episcopi (Βίος τοῦ ἁγίου Ἐπιφανίου, Capita I–LXXI)

Vita Sancti Epiphanii Constantiae in Cypro Episcopi (Βίος τοῦ ἁγίου Ἐπιφανίου, Capita I–LXXI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:85Read from the page
στινιανὸς, καὶ ἐπορεύθη εἰς τὸν οἶκον αὐτοῦ. Ἀκούσασα δὲ ἡ τούτου γυνὴ τὸ γεγονὸς, λαβοῦσα χίλια νομίσματα προσήνεγκεν Ἐπιφανίῳ. Εἶπεν δὲ Ἐπιφάνιος πρὸς τὴν γυναῖκα· Ἄπελθε, τέκνον, δὸς αὐτὰ τοῖς κοπιῶσιν ἐπὶ τῆς ἐκκλησίας, καὶ ἕξεις θησαυρὸν παρὰ τῷ Ὑψίστῳ. Καὶ οὕτως ἐποίησεν ἡ γυνή.
Faustinianus rose up and departed to his house. Hearing what had happened, his wife took a thousand gold pieces and offered them to Epiphanius. Epiphanius said to the woman: Go, my child, give them to those who toil at the church, and you shall have treasure with the Most High. And so the woman did.
ΜΘʹ. Οἱ οὖν ἀπεσταλμένοι παρὰ τῶν βασιλέων, ἐπῆγον τὸν Ἐπιφάνιον ἐπὶ τὸ πλέειν ἐπὶ τὴν Ῥώμην. Ἦν δέ τις κληρικὸς ἀπὸ ῥητόρων, τοὔνομα Φίλων, ἀνὴρ ὅσιος. Χρεία δὲ ἦν ἐπὶ τῆς πόλεως τοῦ Καρπασίου καθίσαι ἐπίσκοπον ἐπὶ τοῦ θρόνου. Ἦν δὲ οὗτος διάκονος. Τοῦτον οὖν ἀπὸ ἀποκαλύψεως Θεοῦ χειροτονεῖ ἐπίσκοπον ὁ Ἐπιφάνιος ἐπὶ τοῦ θρόνου τῆς πόλεως, καὶ τῆς Ἐκκλησίας τοῦ Καρπασίου. Ὅτε οὖν εἶχεν Ἐπιφάνιος ἐπιδημῆσαι ἐπὶ τῆς Ῥώμης, μεταστέλλεται τὸν προειρημένον Φίλωνα τὸν ἐπίσκοπον, καὶ αὐτῷ ἀποδίδωσιν τὴν αὐθεντίαν τῆς Ἐκκλησίας τῆς Κωνσταντίας, ὅπως ἂν χρεία γένηται κληρικῶν, αὐτὸς χειροτονήσει. Λαβὼν οὖν ὁ Ἐπιφάνιος ἐμὲ, καὶ Ἰσαὰκ, ἀπεπλεύσαμεν εἰς τὴν Ῥώμην. Εἰσελθόντων δὲ ἡμῶν ἐν τῇ πόλει, ἦν πένθος καὶ κοπετὸς μέγας ἐν τῷ ταμιείῳ τῷ βασιλικῷ. Τῆς γὰρ ἀδελφῆς τῶν βασιλέων Ἀρκαδίου καὶ Ὀνωρίου πάθος ἐχούσης ἐπὶ τὴν δεξιὰν χεῖρα, πολλὰ ποιήσαντες οἱ ἰατροὶ οὐδὲν ὠφέλησαν ταύτην. Ἦν δὲ λοιπὸν πάθος κατανεμόμενον τὰς σάρκας αὐτῆς. Ἀπὸ πολλῆς οὖν θλίψεως ἐπῆγεν τοὺς βασιλεῖς, λέγω δὴ Ἀρκάδιον καὶ Ὀνώριον, ὅπως ἐπιτρέψωσιν ἰατρῷ δοῦναι δηλητήριον αὐτῇ, ὅπως διὰ συντόμου παρέλθῃ τὸν βίον τοῦτον. Οἱ οὖν ἀπαγαγόντες ἡμᾶς ἐπὶ τὴν Ῥώμην εἰσῆλθον, καὶ ἀπήγγειλαν τοῖς βασιλεῦσιν. Αὐτοὶ δὲ ἐπιτρέπουσιν εἰσιέναι τὸν Ἐπιφάνιον. Ὁ δὲ Ἐπιφάνιος, ὡς μὴ τοιούτοις ἀνθρώποις συντυγχάνων, οὕτως ἀτρόμως εἶσιν ἐν τῷ ταμιείῳ τῷ βασιλικῷ, ἐγγίσας δὲ τοῖς βασιλεῦσιν. Ἦν δὲ καὶ ἡ ἀδελφὴ τούτων κατακειμένη ἐπὶ τῆς κλίνης.
Chapter XLIX. The envoys sent by the Emperors therefore urged Epiphanius on to set sail for Rome. Now there was a certain cleric who had formerly been among the rhetoricians, Philo by name, a holy man, and there was need in the city of Carpasium to seat a bishop upon the throne; and this man was a deacon. By a revelation of God, therefore, Epiphanius ordains him bishop upon the throne of the city and Church of Carpasium. When Epiphanius was about to journey to Rome, he summoned the aforesaid Bishop Philo and entrusted to him the authority over the Church of Constantia, so that should any need for clerics arise, he himself might ordain them. Taking me and Isaac, Epiphanius sailed away to Rome. When we entered the city, there was mourning and great lamentation in the imperial chamber; for the sister of the Emperors Arcadius and Honorius had an affliction in her right hand, and although the physicians had tried many remedies, they benefited her nothing, and by now the disease was devouring her flesh. Out of intense distress, therefore, she was pressing the Emperors—Arcadius and Honorius, I mean—to permit a physician to administer poison to her, so that she might swiftly pass from this life. Those who had escorted us to Rome went in and reported our arrival to the Emperors, and they gave leave for Epiphanius to enter. Epiphanius, just as though he were not meeting men of such exalted station, walks fearlessly into the imperial chamber and approaches the Emperors; and their sister lay prostrate upon her bed.
Νʹ. Τῶν δὲ βασιλέων ἰδόντων τὸν Ἐπιφάνιον, ἀνέστησαν εὐθέως ἀπὸ τῶν θρόνων. Εἶπεν δὲ Ἐπιφάνιος τοῖς βασιλεῦσιν· Ταύτην τὴν τιμὴν δίδοτε, τέκνα, τῷ εὐεργέτῃ, καὶ ὄψεσθε τὴν ἀδελφὴν ὑμῶν ἐν καλλίστῃ ὑγείᾳ· μὴ πεποίθετε, τέκνα, ἐπὶ τὴν αὐθεντίαν, καὶ ἔσεσθε φυλαττόμενοι ἀπὸ Κυρίου. Ἐπὶ δὲ τοῖς λόγοις Ἐπιφανίου ἐδίσταζον καὶ ἐταράττοντο οἱ βασιλεῖς. Εἶπεν δὲ Ἐπιφάνιος τοῖς βασιλεῦσιν· Τί διστάζετε, τέκνα, ἐπὶ τοῖς λαλουμένοις; Ὄψεσθε Θεοῦ χάριν διὰ τῶν λαλουμένων. Ἐγγίσας δὲ Ἐπιφάνιος ἐπὶ τῆς κλίνης, ἔνθα κατέκειτο ἡ ἀδελφὴ τῶν βασιλέων, εἶπεν πρὸς αὐτὴν εὐμενεῖ τῷ προσώπῳ· Μὴ δίσταζε, τέκνον, ἐπὶ τῷ πάθει· ἔχε τὰς ἐλπίδας ἐπὶ Θεὸν ζῶντα, καὶ ὄψῃ τὴν ὑγίειαν τῇ ὥρᾳ ταύτῃ· πίστευσον τῷ Υἱῷ τοῦ Θεοῦ τῷ ἐσταυρωμένῳ, καὶ ἔσῃ περιπατοῦσα ἐν τῇ ὥρᾳ ταύτῃ. Πέπαυται, φησὶ, τέκνον, ὁ πόνος τοῦ σώματός σου. Δόξαζε Θεὸν τὸν διδόντα τὴν χάριν· ἔχε τοῦτον κατὰ νοῦν ἀδιαλείπτως, καὶ ἔσται σοι τεῖχος τὸν ἅπαντα χρόνον. Ταῦτα ειπὼν Ἐπιφάνιος ἐκράτησεν τῆς χειρὸς αὐτῆς, καὶ σφραγίσας αὐτὴν τρίτον, εὐθέως ἐκουφίσθη τῶν πόνων. Ἰδόντες δὲ οἱ βασιλεῖς, ὃ ἐποίησεν Ἐπιφάνιος, προσεκλίθη ἡ ψυχὴ αὐτῶν τοῦ ἀγαπᾷν αὐτὸν, καὶ
Chapter L. When the Emperors saw Epiphanius, they immediately rose up from their thrones. Epiphanius said to the Emperors: Render this honour, children, to the Benefactor, and you shall behold your sister in the soundest health; do not trust in your imperial authority, children, and you shall be guarded by the Lord. At Epiphanius's words the Emperors hesitated and were troubled. Epiphanius said to the Emperors: Why do you hesitate, children, at what is being spoken? You shall behold the grace of God through what is spoken. Approaching the bed where the Emperors' sister was lying, Epiphanius spoke to her with a kindly countenance: Do not doubt, my child, over your affliction; set your hopes upon the living God, and at this very hour you shall behold health; believe in the Crucified Son of God, and in this very hour you shall walk about. The pain of your body has ceased, my child, says he. Glorify God Who grants grace; keep Him unceasingly in mind, and He shall be a rampart for you through all time. Having spoken thus, Epiphanius took her by the hand and signed her three times with the cross, and straightway she was relieved of her pains. When the Emperors saw what Epiphanius had done, their souls inclined towards loving him, and
Notes, col. 85

On the reading

Printed ειπὼν, for εἰπὼν.

PG 41:88Read from the page
ἀκούειν, καὶ πιστεύειν πᾶσι τοῖς λαλουμένοις ὑπ' αὐτοῦ· καὶ παρεκάλουν αὐτὸν, ὥστε συνεῖναι αὐτοῖς ἐπὶ τῆς Ῥώμης, καὶ γίνεσθαι αὐτὸν εἰς πατέρα. Ἦν δὲ Ἐπιφάνιος πᾶσαν ἡμέραν διδάσκων αὐτοὺς καὶ στηρίζων.
listening to him and believing all that was spoken by him; and they entreated him to remain with them at Rome and become a father to them. And all day long Epiphanius kept teaching and strengthening them.
ΝΑʹ. Ποτὲ γοῦν υἱὸν ἔχουσα ἡ ἀδελφὴ αὐτῶν ἡ τὸ πάθος ἐσχηκυῖα, καὶ θεραπευθεῖσα ὑπὸ Ἐπιφανίου, ἔτυχεν τοῦτον μὴ ἀῤῥωστήσαντα εὑρεθῆναι νεκρὸν ἐπὶ τῆς κλίνης· ὥστε γενέσθαι μέγα πένθος ἐν τῷ βασιλικῷ. Εἶπον δὲ οἱ βασιλεῖς πρὸς Ἐπιφάνιον· Πρόσευξαι, Πάτερ, ὑπὲρ τοῦ παιδίου, ὅπως τοῦτο ἀποδῷς ζῶντα τῇ μητρὶ αὐτοῦ. Εἶπεν δὲ Ἐπιφάνιος· Καὶ πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; Καὶ εἶπον αὐτῷ οἱ βασιλεῖς· Πιστεύομεν ὅτι ὡς ἐδίωξας τὸ πάθος ἀπὸ τῆς μητρὸς τοῦ παιδίου, οὕτω καὶ τὸ παιδίον παραστήσεις τῇ μητρὶ ζῶντα. Εἶπεν δὲ αὐτοῖς Ἐπιφάνιος· Ἐὰν ἀναστῇ ὁ υἱὸς τῆς ἀδελφῆς ὑμῶν, πιστεύετε καὶ βαπτίζεσθε εἰς τὸ ὄνομα τοῦ ἐσταυρωμένου; Οἱ βασιλεῖς εἶπον· Ἐὰν ἀναστήσῃς τὸν παῖδα, ἡμεῖς πιστεύσομεν καὶ βαπτισόμεθα. Ἐγγίσας οὖν Ἐπιφάνιος ἐπὶ τῆς κλίνης τοῦ παιδίου, καὶ σφραγίσας αὐτοῦ ὅλον τὸ σῶμα, καὶ προσευξάμενος τῷ θανατοῦντι καὶ ζωογονοῦντι, εἶπεν πρὸς τὸν παῖδα· Ἀνάστα, τέκνον, ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ ἐσταυρωμένου. Καὶ εὐθέως ὁ παῖς ἀνεκάθισεν ἐπὶ τῆς κλίνης αὐτοῦ. Τότε πιστεύσαντες οἱ βασιλεῖς, ὅτι ἀνέστησεν Ἐπιφάνιος διὰ προσευχῆς τὸν παῖδα, παρεκάλουν αὐτὸν ὅπως φωτίσει αὐτοῦς. Εἶπεν δὲ αὐτοῖς Ἐπιφάνιος· Ἰδοὺ δὴ ἐν πᾶσιν ἀποδέχομαι τὴν εὐσέβειαν ὑμῶν, διότι ὁ Θεός ἐστιν ὁ ἐγείρων ὑμᾶς ἐπὶ τοῦτο. Πλὴν παρ' ἐπιτροπὴν τοῦ ἐπισκόπου Ῥώμης οὐ δύναμαι τοῦτο ποιῆσαι· μήποτε καὶ λυπηθῇ πρὸς μέ. Οἱ οὖν βασιλεῖς εὐθέως μεταστέλλονται τὸν τῆς Ῥωμαίων Ἐκκλησίας ἐπίσκοπον, καὶ ἐξηγοῦνται αὐτῷ πάντα. Ὁ δὲ ἐπίσκοπος ἐχάρη χαρὰν μεγάλην ἀκούσας παρὰ τῶν βασιλέων ταῦτα, καὶ ἐπέτρεψεν Ἐπιφανίῳ βαπτίσαι αὐτούς.
Chapter LI. At one time their sister—she who had suffered the affliction and been healed by Epiphanius—had a son, and it befell that without having fallen ill he was found dead upon his bed, so that great mourning arose in the palace. The Emperors said to Epiphanius: Pray, Father, on behalf of the little child, that you may restore him alive to his mother. Epiphanius replied: Do you indeed believe that I am able to do this? The Emperors said to him: We believe that just as you drove away the affliction from the child's mother, so also you will present the child alive to his mother. Epiphanius said to them: If your sister's son rises again, will you believe and be baptized in the name of the Crucified One? The Emperors replied: If you raise up the boy, we will believe and be baptized. Approaching the child's bed, Epiphanius signed his entire body with the cross, prayed to Him Who puts to death and makes alive, and said to the boy: Arise, my child, in the name of Jesus Christ the Crucified! Straightway the boy sat up upon his bed. Believing then because Epiphanius had raised up the boy through prayer, the Emperors entreated him to illuminate them. Epiphanius said to them: Behold now, in every respect I welcome your piety, since it is God Who stirs you up to this; nevertheless, without the permission of the bishop of Rome I cannot do this, lest perchance he be aggrieved towards me. Straightway the Emperors sent for the bishop of the Church of the Romans and recounted everything to him; and the bishop rejoiced with great joy upon hearing these things from the Emperors, and granted permission to Epiphanius to baptize them.
ΝΒʹ. Ὡς δὲ εἰσῆλθον ἐν τῷ φωτιστηρίῳ, ὅπως βαπτισθῶσιν ὑπὸ Ἐπιφανίου, καὶ τῆς πάσης ἀκολουθίας γενομένης, εἰσῆλθεν πρῶτος Ἀρκάδιος καὶ προσέσχεν· καὶ ἰδοὺ τρεῖς ἄνδρες στολὰς λευκὰς φοροῦντες παρεκράτουν τὸν Ἐπιφάνιον, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων, ἀκολουθοῦντα δὲ τὸν ἕτερον ὀπίσω αὐτοῦ. Καὶ ἐφοβήθη φόβον μέγαν. Ἔγνω οὖν Ἐπιφάνιος ἀπὸ τοῦ προσώπου Ἀρκαδίου, ὅτι ὀπτασίαν ἑώρακεν· καὶ εἶπεν πρὸς αὐτόν· Πρόσεχε σεαυτῷ, τέκνον, καὶ ἔσο φυλάττων. Εἰώθει δὲ Ἐπιφάνιος ἕως ταραχθῇ τὸ ὕδωρ, μηδένα ἐμβαλεῖν εἰς τὴν κολυμβήθραν. Μετὰ δὲ τὸ φωτισθῆναι Ἀρκάδιον, εἰσήνεγκεν καὶ Ὀνώριον, καὶ τὴν αὐτὴν ὀπτασίαν ἶδεν. Καὶ οὕτως λοιπὸν κατῆλθεν ὁ υἱὸς τῆς ἀδελφῆς αὐτῶν. Καὶ αὕτη ἡ ἀδελφὴ αὐτῶν Προκλιανὴ, ἥτις ἦν ἑνὸς τῶν πατρικίων γυνή. Μετὰ δὲ τὸ βαπτισθῆναι αὐτοὺς, ἐποίησεν Ἐπιφάνιος τὰς ζʹ ἡμέρας μετ' αὐτῶν, διδάσκων αὐτούς. Καὶ μετὰ τὸ ἀλλάξαι αὐτοὺς τὰς νεοφωτίστας ἐσθῆτας, εἶπεν Ἐπιφάνιος τοῖς δυσὶ βασιλεῦσιν· Μένετε, φησὶ, τέκνον, ἐν καταστάσει. Λύκος γὰρ ὑμῶν οὐκέτι κυριεύσει· ἀπέδρα ὀδύνη, καὶ λύπη, καὶ στεναγμός· ἔσεσθε προσέχοντες τῇ ἀναστάσει, καὶ μὴ λυπεῖσθ⟨…⟩
Chapter LII. When they entered the baptistery to be baptized by Epiphanius and the entire service had been performed, Arcadius went in first and looked intently: and behold, three men wearing white robes were supporting Epiphanius—one on his right, one on his left, and the third following behind him; and he was seized with great fear. Epiphanius perceived from Arcadius's countenance that he had beheld a vision, and said to him: Take heed to yourself, my child, and keep watch. Now Epiphanius was accustomed to put no one into the font until the water was stirred. After Arcadius had been illuminated, he brought in Honorius also, and he beheld the same vision. Thereafter their sister's son went down into the font, and likewise their sister Procliana herself, who was the wife of one of the patricians. After they had been baptized, Epiphanius spent the seven days with them, instructing them. And after they had changed their neophytes' robes, Epiphanius said to the two Emperors: Abide, my child, says he, in steadfastness; for no wolf shall any longer hold dominion over you—pain, sorrow, and sighing have fled away; give heed to the resurrection, and do not grieve
Notes, col. 88

On the reading

Printed αὐτοῦς, for αὐτούς.

PG 41:89Read from the page
ἐπὶ τοῖς ἐξερχομένοις ἀπὸ τοῦδε τοῦ βίου· οἱ γὰρ Χριστῷ πιστεύσαντες Χριστὸν ἐνεδύσαντο, καὶ αὐτὸν βοηθὸν ἔχουσιν. Μέλλει γὰρ, φησὶν, τὸ ποτὲ ἀποθανόντα καὶ ἀναστάντα, λαβόντα τὴν χάριν, ἀπελεύσεσθαι πρὸς τὸν Σωτῆρα, καὶ ὄψεσθαι αὐτὸν ἐν δόξῃ μεγάλῃ παρακαλούμενον ὑπ' ἀγγέλων. Τῇ οὖν ἕωθεν, ὡς ἦν Ἐπιφάνιος ἐν τῷ βασιλικῷ ταμιείῳ διδάσκων τοὺς βασιλεῖς, εὐωδία τις ἐγένετο ἐν τῷ μέσῳ πάντων ἡμῶν. Εἶπεν δὲ Ἐπιφάνιος τοῖς βασιλεῦσιν· Ἀναστάντες, φησὶν, εὔξασθε, υἱοὶ τοῦ φωτός. Ἦν δὲ τὸ παιδίον κατακείμενον ἐπὶ τῆς κλίνης· καὶ ποιήσαντος Ἐπιφανίου τὴν εὐχὴν, ἤκουσαν πάντες οἱ ἐν τῷ βασιλικῷ ταμιείῳ. ὡς ὄχλου πολλοῦ λέγοντος τὸ Ἀμήν· καὶ τὸ παιδάριον εὐθέως παρέδωκεν τὸ πνεῦμα. Ἐμείναμεν δὲ ἐνιαυτὸν ὅλον ἐν Ῥώμῃ. Πολλὰ δὲ καὶ ἄλλα ἐποίησεν ὁ Ἐπιφάνιος σημεῖα ἐπὶ τῆς Ῥώμης. Ὡς δὲ ἔκρινεν Ἐπιφάνιος ἀποπλεῖν ἡμᾶς ἐν τῇ Κύπρῳ, εἶπον οἱ βασιλεῖς πρὸς Ἐπιφάνιον· Λάβε, φησὶν, ὦ Πάτερ, την χρείαν τῆς Ἐκκλησίας, ὅπως παρέχεις τοῖς δεομένοις. Εἶπεν δὲ αὐτοῖς Ἐπιφάνιος· Ὑμεῖς, τέκνα, ποιεῖτε ὃ ἀπαιτεῖσθε· κἀγὼ χαίρω ἐπὶ τῇ ὑμῶν ἐπιδόσει. Ἐμοὶ δὲ βάρος μὴ παρέχετε. Ὁ γὰρ Θεός μου πᾶσι πάντα παρέχει, διατρέφων πάντας ἐν τῷδε τῷ βίῳ. Ἤνεγκαν δὲ οἱ βασιλεῖς πολὺ χρυσίον· καὶ οὐκ ἐδέξατο Ἐπιφάνιος ἐξ αὐτῶν, ἀλλὰ ἄρτους ὀλίγους μόνον εἶπεν ἐλθεῖν εἰς μετάληψιν ἡμῶν ἐν τῷ πλοίῳ. Ἀπάραντες οὖν ἀπὸ τῆς Ῥώμης οὕτως κατηντήσαμεν διὰ μʹ ἡμερῶν ἐν Κύπρῳ, καὶ ἐδέξαντο ἡμᾶς οἱ ἀδελφοὶ μετὰ χαρᾶς μεγάλης.
over those departing from this life; for those who have believed in Christ have put on Christ, and have Him as helper. For, says he, the one who once died and rose again, having received grace, is about to depart towards the Saviour, and to see him in great glory comforted by angels. At dawn, therefore, while Epiphanius was in the imperial chamber teaching the emperors, a certain sweet fragrance arose in the midst of us all. And Epiphanius said to the emperors: Arise, says he, pray, sons of the light. Now the little child was lying upon the bed; and when Epiphanius had made the prayer, all who were in the imperial chamber heard as it were a great crowd saying the Amen; and the young child straightway yielded up his spirit. And we remained a whole year in Rome. Many other signs also did Epiphanius perform in Rome. And when Epiphanius judged that we should sail away to Cyprus, the emperors said to Epiphanius: Take, says he, O Father, what is needed for the Church, so that you may supply those in want. And Epiphanius said to them: You, children, do what is demanded of you; and I rejoice at your liberality. Do not, however, lay a burden upon me. For my God supplies all things to all, nourishing all in this life. And the emperors brought much gold; and Epiphanius did not accept it from them, save that he bade a few loaves only be brought for our partaking in the ship. Setting sail therefore from Rome, we thus arrived after forty days in Cyprus, and the brethren received us with great joy.
ΝΓʹ. Ἔθος δὲ ἦν Ἐπιφανίῳ ἐξέρχεσθαι τὰς νύκτας ἐν τοῖς κοιμητηρίοις, ἔνθα τὰ λείψανα τῶν ἁγίων μαρτύρων κατάκεινται, καὶ παρακαλεῖν τὸν Θεὸν περὶ ἑνὸς ἑκάστου τῶν θλιβομένων. Ὥσπερ δὲ φίλος φίλον παρακαλῶν, περὶ οὗ παρακαλεῖ, τούτου τυγχάνει· οὕτως καὶ ὁ Θεὸς τὰ αἰτήματα αὐτοῦ παρεῖχεν αὐτῷ. Ποτὲ γοῦν λιμοῦ μεγάλου γενομένου, καὶ μὴ εὑρισκομένων ἄρτων ἐπὶ τῆς ἀγορᾶς, ἦν Φαυστινιανὸς ὁ ἄσπλαγχνος οἴκους πολλοὺς μεστοὺς σίτου καὶ κριθῆς ἠσφαλισμένους ἔχων. Οὗτος δὲ χρυσίον λαμβάνων, παρεῖχεν ἑκάστῳ τῶν δεομένων τρεῖς μοδίους τοῦ νομίσματος. Καὶ ἦν πολλὴ στένωσις ἐν τῇ πόλει. Εἶπεν δὲ Ἐπιφάνιος πρὸς Φαυστινιανόν· Δός μοι, φησὶν, ὦ βέλτιστε, σῖτον πρὸς διατροφὴν τῶν ἀνθρώπων· κἀγὼ ἀποδώσω σοι τὸ χρέος τούτων ἁπάντων. Ὁ δὲ ἄσπλαγχνος Φαυστινιανὸς τοιούτους λόγους λέγειν ἤρξατο Ἐπιφανίῳ· Ἄπελθε, φησὶ, παρακάλεσον τὸν Θεὸν, ὃν σὺ σέβῃ, καὶ παρέξει σοι σῖτον πρὸς διατροφὴν τῶν σῶν φίλων. Ὁ γοῦν Ἐπιφάνιος ἐξελθὼν ἐν μιᾷ νυκτὶ ἐν τοῖς κοιμητηρίοις παρεκάλει τὸν Θεὸν ἐπὶ τὸ διαθρέψαι πάντας τοὺς στενομένους. Ἦν δὲ ναὸς ἐκεῖνος ἀρχαῖος, ὅστις ἐκαλεῖτο Διὸς Ἀσφάλεια· τούτῳ δὲ τῷ ναῷ εἴ ποτε ἤγγισέν τις τῶν ἀνθρώπων, ἐλέγετο εὐθέως ὑπὸ θανάτου λαμβάνεσθαι. Ὡς οὖν ἦν Ἐπιφάνιος δεόμενος τοῦ Θεοῦ ὑπὲρ τῶν θλιβομένων, φωνὴ αὐτοῦ γέγονεν· Ἐπιφάνιε, φησὶ, μὴ ταραχθῇς. Ὁ δὲ φησίν· Τί
53. Now it was the custom of Epiphanius to go out by night into the cemeteries, where the relics of the holy martyrs lie, and to entreat God concerning each one of the afflicted. And just as a friend entreating a friend obtains that concerning which he entreats, so also did God grant him his petitions. Once, then, when a great famine arose, and loaves were not to be found in the marketplace, there was Faustinianus the pitiless, who kept many storehouses full of wheat and barley locked fast. Taking gold, this man supplied to each of those in need three modii for a gold piece. And there was great distress in the city. And Epiphanius said to Faustinianus: Give me, says he, my good sir, wheat for the sustenance of the people; and I will repay you the debt for all these things. But the pitiless Faustinianus began to speak such words to Epiphanius: Go away, says he, entreat the God Whom you worship, and He will supply you with wheat for the sustenance of your friends. Epiphanius therefore, going out one night into the cemeteries, entreated God to nourish all who were in straits. Now there was an ancient temple there, which was called the Security of Zeus; and if anyone among men ever approached this temple, he was said to be seized straightway by death. While Epiphanius, therefore, was beseeching God on behalf of the afflicted, His voice came: Epiphanius, says He, be not troubled. And he says: What
Notes, col. 89

On the reading

Printed την, for τὴν.

PG 41:92Read from the page
ἐστι, Κύριε; Καὶ εἶπεν πρὸς αὐτόν· Ἄπελθε ἐν τῷ ναῷ τῷ καλουμένῳ Διὸς Ἀσφάλεια, καὶ λυθήσονται αἱ τῶν θυρῶν σφραγῖδες· καὶ εἰσελθὼν εὑρήσεις χρυσίον πολύ· τοῦτο λαβὼν ἀγόρασον ὅλον τὸν σῖτον Φαυστινιανοῦ, καὶ τὴν κριθὴν, καὶ δὸς τροφὴν τοῖς δεομένοις. Ὁ γοῦν Ἐπιφάνιος ἐπορεύθη ἐν τῷ ναῷ· καὶ ὡς ἤγγισεν πρὸς τὴν εἴσοδον τοῦ ναοῦ, εὐθέως ἔπεσαν αἱ σφραγῖδες, καὶ αἱ θύραι ἠνεῴχθησαν, καὶ εἰσελθὼν Ἐπιφάνιος, εὗρεν χρυσίον πολύ. Λαβὼν οὖν αὐτὸ, ἐξ αὐτοῦ ἐπεδίδου τῷ Φαυστινιανῷ λέγων· Λάβε, φησὶ, χρήματα, καὶ δός μοι σῖτον. Ὁ δὲ φιλοχρήμων καὶ ἀλάστωρ Φαυστινιανὸς, δεχόμενος τὸ χρυσίον, παρεῖχε αὐτῷ τὸν σῖτον, κατὰ τριῶν μοδίων. Ὁ δὲ Ἐπιφάνιος παρεῖχεν σῖτον ἑκάστῳ τῶν χρείαν ἐχόντων, καὶ οὐκ ἐξέλειπον τὰ χρήματα, ἕως οὗ ἐξηγόρασεν πάντα τὰ βρώματα, ἃ συνήγαγεν ὁ Φαυστινιανὸς, καὶ ἔπλησεν οἴκους πολλοὺς Ἐπιφάνιος σίτου, καὶ κριθῆς, τῶν ἀγορασθέντων παρὰ Φαυστινιανοῦ καὶ παρεῖχεν πάσῃ τῇ πόλει, μᾶλλον δὲ ὁ Θεὸς δι' Ἐπιφανίου.
is it, O Lord? And He said to him: Go away into the temple called the Security of Zeus, and the seals of the doors shall be loosed; and upon entering you will find much gold; taking this, buy up all the wheat of Faustinianus, and the barley, and give food to those in need. Epiphanius therefore went to the temple; and when he drew near towards the entrance of the temple, straightway the seals fell away, and the doors were opened, and upon entering Epiphanius found much gold. Taking it therefore, he gave of it to Faustinianus, saying: Take, says he, money, and give me wheat. And the money-loving and accursed Faustinianus, receiving the gold, supplied him the wheat at the rate of three modii. And Epiphanius supplied wheat to each of those in need, and the money did not fail until he had bought out all the provisions which Faustinianus had gathered, and Epiphanius filled many storehouses with wheat and barley bought from Faustinianus, and supplied the whole city, or rather God did so through Epiphanius.
ΝΔʹ. Καὶ ἦν εὐωχία πᾶσιν ἀνθρώποις, καὶ ἦν πολλὴ στένωσις ἐν τῷ οἴκῳ Φαυστινιανοῦ. Ὁ δὲ κακὸς καὶ βίαιος Φαυστινιανὸς στενωθεὶς διὰ τῆς φιλοχρηματίας αὐτοῦ, ὕβριν ἡγούμενος παρὰ Ἐπιφανίου βρώματα αἰτῆσαι τῷ οἴκῳ αὐτοῦ, πλοῖα ἔχων ἴδια, ἐξεμισθώσατο καὶ ἕτερα πέντε, καὶ δώσας Λογγίνῳ χρήματα τῷ πιστοτάτῳ αὐτοῦ, ἐπέστειλεν ἐν Καλαβρίᾳ, ὅπως ἐκεῖθεν ὠνήσηται σῖτον πρὸς διατροφὴν τοῦ οἴκου αὐτοῦ. Ἐκπλευσάντων δὲ τῶν πλοίων, καὶ πληρωθέντων σίτου καὶ ἑτέρων εἰδῶν, διὰ τετραμηνιαίου χρόνου παραπλέουσιν, ἔχοντες τὸν σῖτον, ἀπὸ ρʹ σταδίων τῆς Κωνσταντίας, ἄντικρυς τοῦ καλουμένου Διανευτηρίου. Καὶ γίνεται λαίλαψ μέγας ἐν τῇ θαλάσσῃ, καὶ ἐκινδύνευσαν ἀμφότερα τὰ πλοῖα Φαυστινιανοῦ τὰ τὸν σῖτον ἔχοντα. Καὶ ἅπαντα τὸν σῖτον ἐξέβρασεν ἡ θάλασσα ἐπὶ τὸν αἰγιαλόν. Τοῦ δὲ Φαυστινιανοῦ ἀκούσαντος ταῦτα, εὐθέως κατῆλθεν ἐπὶ τὴν θάλασσαν, καὶ κατ' ὀφθαλμοὺς αὐτοῦ ἰδὼν τὰ γινόμενα, τάφον ἀνεῳγμένον ἔχων τὸ ἑαυτοῦ στόμα, ἤρξατο εὐθέως βλασφημεῖν τὸν Ὕψιστον ὁ κακοδαίμων, καὶ ἐπιφέρειν τοιαύτας ὕβρεις Ἐπιφανίῳ· Ἰδοὺ, φησὶν, ὁ μάγος οὗτος καὶ ἐπιθέτης οὐ μόνον ἐπὶ τῆς ξηρᾶς γῆς ἐνεργεῖ τῷ οἴκῳ μου εἰς κακὰ, ἀλλὰ καὶ ἐπὶ τῆς θαλάσσης δαίμονας ἀποστέλλων, διακωλύει εἰσελθεῖν τὸ ἐπὶ διακονίᾳ τοῦ ἐμοῦ οἴκου. Ὦ ποῖος ἄνεμος ἐξέπεμψεν τοῦτον τὸν ἐπιθέτην ἐνταῦθα; Ταῦτα εἰπὼν, καὶ πλείονα τούτων, ἐπορεύθη ἐν τῷ οἴκῳ αὐτοῦ ἀπειλούμενος Ἐπιφανίῳ. Ἅπαντες δὲ οἱ ἐν τῇ πόλει συναχθέντες ἄνδρες, καὶ γυναῖκες, μετὰ καὶ τῶν ἑαυτῶν τέκνων ἐπεσύναγον τὸν σῖτον, καὶ ἀπεκόμιζον εἰς τοὺς οἴκους ἑαυτῶν, συνάγοντες τὸ ἑαυτῶν ἀνάλωμα, ὃς μὲν ἐνιαυτοῦ, ὃς δὲ δύο ἐτῶν. Εἶχεν δὲ Φαυστινιανὸς ὁ κακοδαίμων γυναῖκα χρηστὰ ἔργα ἐπιτελοῦσαν. Αὕτη οὖν λάθρα τοῦ ἀνδρὸς αὐτῆς ἀπέστειλεν δισχίλια νομίσματα Ἐπιφανίῳ, ὅπως παρέξει τροφὰς τῷ οἴκῳ αὐτῆς. Εἶπεν δὲ Ἐπιφάνιος πρὸς τὴν γυναῖκα· Κράτει τὰ νομίσματα ἐν τῷ σῷ
54. And there was feasting among all the people, and there was great distress in the house of Faustinianus. Now the wicked and violent Faustinianus, straitened through his love of money, deeming it a disgrace to ask provisions from Epiphanius for his house, having ships of his own, hired five others besides, and giving money to Longinus, his most faithful servant, sent him to Calabria, so that he might buy wheat from there for the sustenance of his house. And when the ships had sailed out, and had been loaded with wheat and other wares, after a period of four months they sailed past, carrying the wheat, a hundred stadia from Constantia, over against the place called Dianeuterium. And a great tempest arose on the sea, and both fleets of ships of Faustinianus carrying the wheat came into peril. And the sea cast up all the wheat upon the shore. When Faustinianus heard of these things, straightway he went down to the sea, and seeing with his own eyes what was happening, having his own mouth as an open sepulchre, the demon-possessed wretch straightway began to blaspheme the Most High, and to hurl such insults at Epiphanius: Behold, says he, this sorcerer and impostor not only works evil against my house upon the dry land, but also, sending demons upon the sea, hinders what is for the service of my house from entering. Oh, what wind sent forth this impostor hither? Having spoken these things, and more than these, he went to his house threatening Epiphanius. And all the men and women gathered in the city, together with their children as well, gathered up the wheat and carried it off to their houses, collecting their expenditure, one for a year, another for two years. Now the demon-possessed Faustinianus had a wife who performed good works. She therefore, secretly from her husband, sent two thousand gold pieces to Epiphanius, so that he might supply provisions for her house. And Epiphanius said to the woman: Keep the gold pieces in your
PG 41:93Read from the page
οἴκῳ, καὶ λάβε δαπάνας ἐν τῷ οἴκῳ σῷ· καὶ ὅταν τὰ ἐκφόρια πληρώσει ἡ γῆ, τότε ἅπερ ἔλαβες, παρέξεις. Καὶ ἐποίησεν τῇ γυναικὶ οὕτως.
house, and take supplies in your house; and when the earth brings its produce to ripeness, then what you received, you shall repay. And he did thus for the woman.
ΝΕʹ. Ἦν δέ τις διάκονος ἐν τῷ ἐπισκοπείῳ, Σαβῖνος ὀνόματι, ἔχων ἐπιτήδευμα τοῦ καλλιγράφου. Οὗτος πρᾶος ὑπῆρχεν, καὶ ὀρθῷ βίῳ κεκοσμημένος. Ἦμεν δὲ οἱ πάντες μοναχοὶ ἐν τῷ ἐπισκοπείῳ ὀγδοήκοντα· οὗτος ὁ Σαβῖνος διέπρεπεν ἐν πᾶσιν ἡμῖν. Τοῦτον Ἐπιφάνιος κατέστησεν ἐκδικεῖν τὰ πράγματα τῆς Ἐκκλησίας. Ποτὲ οὖν δύο ἀνδρῶν κρινομένων παρὰ Σαβίνου, ἑνὸς πλουσίου, καὶ ἑνὸς πένητος, ἦν ὁ πλούσιος μᾶλλον ἔχων τὰ δίκαια ὑπὲρ τὸν πένητα. Τοῦ οὖν Ἐπιφανίου ἑστῶτος ἐν τόπῳ ἀποκρύφῳ, καὶ ἐπακούοντος τῆς δίκης, ἤκουσεν Σαβίνου ἐλεοῦντος μᾶλλον, καὶ ῥέποντος ἐπὶ τὸν πένητα ἐν τῇ κρίσει. Ὁ γοῦν Ἐπιφάνιος ἐλθὼν ἐν τῷ μέσῳ, εἶπεν Σαβίνῳ εὐμενεῖ τῷ προσώπῳ· Ἄπελθε, τέκνον, καλλιγράφει, καὶ μνήμην ἔχων τῶν θείων Γραφῶν, γίνου τέλειος περὶ τὴν δίκην· καὶ ἔσο ἀκούων τοῦ εὐεργέτου προσφωνοῦντος, καὶ λέγοντος· Μὴ ἐλεήσεις πτωχὸν ἐν κρίσει, καὶ μὴ λάβῃς πρόσωπον δυνάστου. Ἀπὸ τότε οὖν Ἐπιφάνιος πᾶσι τοῖς προσερχομένοις ἐδίκαζεν. Ἀπὸ γὰρ πρωΐας ἕως ὥρας ἐνάτης ἐπήκουεν τῶν κρινομένων, καὶ ἀπὸ ἐνάτης ἕως πρωῒ οὐκ ἐθεωρεῖτό τινι τῶν ἀνθρώπων.
55. Now there was a certain deacon in the bishop's residence, Sabinus by name, having the occupation of a calligrapher. This man was gentle, and adorned with an upright life. Now we were in all eighty monks in the bishop's residence; this Sabinus excelled among us all. Him Epiphanius appointed to adjudicate the affairs of the Church. Once, then, when two men were being judged before Sabinus, one rich and one poor, the rich man rather had justice on his side above the poor man. While Epiphanius, therefore, was standing in a secret place and listening to the trial, he heard Sabinus showing pity rather, and inclining towards the poor man in the judgement. Epiphanius therefore, coming into the midst, said to Sabinus with a kindly countenance: Go away, child, practise calligraphy, and keeping memory of the divine Scriptures, become perfect concerning justice; and give heed to the Benefactor addressing you and saying: You shall not pity a poor man in judgement, nor accept the person of a mighty man. From that time, therefore, Epiphanius judged for all who came forward. For from morning until the ninth hour he heard those under trial, and from the ninth hour until morning he was not seen by anyone among men.
Νϛʹ. Ἦν δέ τις τῶν ἀδελφῶν ἐν τῷ ἐπισκοπείῳ, Ἰταμὸς τῷ προσώπῳ, τέχνην ἔχων καὶ αὐτὸς τὴν τοῦ καλλιγράφου· καὶ ὄνομα αὐτῷ Ῥουφῖνος. Οὗτος συναπήγετο Φαυστινιανῷ, καὶ καθ' ἡμέραν ὕβρεις πολλὰς ἐπέφερεν Ἐπιφανίῳ. Ὁ δὲ Ἐπιφάνιος μετὰ πολλῆς πραότητος κατέστελλεν τὸ θράσος αὐτοῦ. Καὶ καθ' ὑπόθεσιν δὲ Φαυστινιανοῦ καὶ ἐνέργειαν τοῦ δαίμονος τοῦ αὐτοῖς ἐνεργοῦντος, ἐζήτησεν οὗτος ἀποκτεῖναι τὸν Ἐπιφάνιον, συνθέμενος Φαυστινιανός τῷ μοναχῷ, λέγων πρὸς αὐτὸν ὁ κακοδαίμων, ὅτι· Ἐὰν ἀποκτείνῃς, φησὶ, τοῦτον τὸν ἐπιθέτην, σὺ ἔσῃ καθήμενος ἐπὶ τοῦ θρόνου. Οὗτος δὲ ὁ Ῥουφῖνος ἦν ἔσχατος διάκονος τῆς Ἐκκλησίας· ὅθεν αὐτὸς εἴωθεν ἐπικοσμεῖν τὸν θρόνον τοῦ ἐπισκόπου. Λαβὼν οὖν ὁ θρασὺς καὶ ἀλαζὼν μάχαιραν ὀξεῖαν ἔθηκεν ὀρθίαν ἐπὶ τὸ κάθισμα τοῦ θρόνου, καὶ ἐπάνω ταύτης τὸ ἐφάπλωμα τοῦ θρόνου. Τοῦ δὲ Ἐπιφανίου μέλλοντος καθῆσθαι ἐπὶ τοῦ θρόνου, εἶπεν πρὸς τὸν τὸ ἔνεδρον ποιήσαντα· Ἄρον, φησὶ, τέκνον, τὸ σκέπασμα ἀπὸ τοῦ θρόνου. Τοῦ δὲ πρὸς τὸν λόγον Ἐπιφανίου μὴ ἐπακολουθοῦντος, λαβὼν Ἐπιφάνιος τὸ κάλυμμα τὸ ἐπικαλύπτον τὴν μάχαιραν, ἔπεσεν ἡ μάχαιρα εἰς τοὺς πόδας Ῥουφίνου τοῦ [μὴ] διακόνου, καὶ ἐνεπάγη εἰς τὸν δεξιὸν αὐτοῦ πόδα. Εἶπεν δὲ Ἐπιφάνιος πρὸς Ῥουφῖνον· Παῦσαι, φησὶ, τῆς ἀταξίας σου, τέκνον, μήποτε καὶ κινδυνεύσῃς, οὐ μετὰ χρόνον. Ἔξελθε τοίνυν ἀπὸ τῆς ἐκκλησίας· οὐ γὰρ εἶ ἄξιος μεταλαβεῖν τῶν θείων μυστηρίων. Ἐξελθὼν δὲ Ῥουφῖνος ἀπὸ τῆς ἐκκλησίας, ἀπῆλθεν ἐν τῷ ἐπισκοπείῳ, καὶ θεὶς ἑαυτὸν ἐπὶ τῆς κλίνης, μετὰ τρεῖς ἡμέρας κατέλυσεν τὸν βίον.
56. Now there was one of the brethren in the bishop's residence, impudent of countenance, who also possessed the art of a calligrapher; and his name was Rufinus. This man attached himself to Faustinianus, and day by day heaped many insults upon Epiphanius. Yet Epiphanius with great gentleness restrained his audacity. And at the instigation of Faustinianus and the working of the demon working in them, this man sought to kill Epiphanius, Faustinianus making an agreement with the monk, the demon-possessed wretch saying to him: If you kill, says he, this impostor, you shall sit upon the throne. Now this Rufinus was the last deacon of the Church; whence he himself was accustomed to deck out the bishop's throne. Taking, therefore, a sharp dagger, the bold and arrogant man set it upright upon the seat of the throne, and over it the covering of the throne. And when Epiphanius was about to sit down upon the throne, he said to him who had laid the ambush: Take away, says he, child, the covering from the throne. And when he did not obey the word of Epiphanius, as Epiphanius took hold of the cloth covering the dagger, the dagger fell at the feet of Rufinus the [unworthy] deacon, and stuck fast into his right foot. And Epiphanius said to Rufinus: Cease, says he, from your disorderliness, child, lest you also come into peril before long. Depart therefore from the church; for you are not worthy to partake of the divine mysteries. And going out from the church, Rufinus went off into the bishop's residence, and laying himself upon his bed, after three days ended his life.
ΝΖʹ. Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν, τοῦ βασιλέως Θεοδοσίου, οὐκ οἶδα κατὰ ποίαν πρόφασιν ἀλγήσαντος
57. Around that time, when the Emperor Theodosius, I know not from what cause, fell into pain in
PG 41:96Read from the page
τοὺς πόδας, ἀπὸ τῶν γονάτων καὶ κάτω παρελύθη ὅλον τὸ μέρος ἐκεῖνο, καὶ ἦν κείμενος ἐπὶ τῆς κλίνης ἑπταμηνιαῖον χρόνον. Οὗτος ἀπέστειλεν πρὸς Ἐπιφάνιον ἐπὶ τῆς Κυπρίων, ὅπως ἀνέλθῃ ἐπὶ τὴν βασιλίδα Κωνσταντίνου πόλιν, ὅπως βοηθήσει ὀδυνωμένῳ. Καὶ δὴ καταντησάντων τῶν ἀπεσταλμένων παρὰ τοῦ βασιλέως, διεκώλυεν τὸν Ἐπιφάνιον τὸ μὴ ἐξελθεῖν ἀπὸ τῆς Κυπρίων ἡ θλίψις καὶ τὰ δάκρυα τῶν ἀδελφῶν. Ὅτε γὰρ ἐξέπλεεν ἀπὸ τῆς Κυπρίων, ἅπαντες οἱ ἀδελφοὶ θάνατον προσεκαλοῦντο. Τῶν δὲ ἀπεσταλμένων παρὰ τοῦ βασιλέως ἐπισπευδόντων τὸν Ἐπιφάνιον, ὅπως ἀνέλθῃ ἐπὶ τὴν βασιλίδα, ἔλεγεν πρὸς αὐτοὺς Ἐπιφάνιος· Πορεύεσθε, τέκνα, πρὸς τὸν βασιλέα, κἀγὼ πορεύομαι κατόπισθεν ὑμῶν. Τῶν δὲ λεγόντων· Μὴ ὀργίζου, Πάτερ, ὅτι κέλευσις βασιλέως ἐστὶν, καὶ οὐ δυνάμεθα ποιῆσαι ἄλλως, μήποτε κινδυνεύσωμεν, μάλιστα ἐν ἀῤῥωστίᾳ ὄντος τοῦ βασιλέως, καὶ προσδεχομένου τὴν σὴν ἀγγελίαν, ὦ Πάτερ· μόλις ἔπεισαν τὸν Ἐπιφάνιον ἀποπλεῖν μετ' αὐτῶν. Ὁ γοῦν Ἐπιφάνιος μεταστειλάμενος τὸν θεοφιλέστατον ἐπίσκοπον Φίλωνα, ἐπέτρεψεν αὐτῷ τὴν φροντίδα ποιεῖσθαι τῆς ἐκκλησιαστικῆς χρείας. Συνήχθησαν οὖν ἅπαντες οἱ Πατέρες, καὶ ἀδελφοὶ, καὶ κατηχηθέντες παρὰ Ἐπιφανίου· ἠσπασάμεθα ἅπαντας, καὶ ἀπεπλεύσαμεν ἐπὶ τὴν βασιλίδα. Εἰσελθόντων οὖν ἡμῶν ἐν Κωνσταντίνου πόλει, ἀνηγγέλθη τῷ βασιλεῖ ἡ παρουσία Ἐπιφανίου. Τοῦ δὲ βασιλέως κελεύσαντος εἰσιέναι ἡμᾶς ἐν τοῖς βασιλείοις, ἔβαινεν Ἐπιφάνιος ἐν πολλῇ καταστάσει. Ἦν δὲ ὁ βασιλεὺς Θεοδόσιος μὴ δυνάμενος λαλῆσαι ἀπὸ τῆς ἀλγηδόνος, κείμενος ἐπὶ τῆς κλίνης. Ὡς οὖν ἤγγισεν Ἐπιφάνιος τῷ βασιλεῖ, εἶπεν ὁ βασιλεὺς πρὸς Ἐπιφάνιον· Εὖξαί μοι, Πάτερ, ὅπως ὑγιαίνω. Εἶπεν δὲ Ἐπιφάνιος τῷ βασιλεῖ· Πίστευε, τέκνον, τῷ ἐσταυρωμένῳ, καὶ ἕξεις ταύτην ἀδιαλείπτως. Ἔχε τὸν Θεὸν κατὰ νοῦν, καὶ κακὸν οὐ κυριεύσει σου. Γίνου ἐλεήμων τοῖς θλιβομένοις, καὶ ἔσῃ ἠλεημένος ὑπὸ Θεοῦ. Γίνου ὡς βασιλεὺς τιμῶν τὸν δόντα σοι τὴν ἐξουσίαν, καὶ αὐτὸς δώσει σοι πλείονα χάριν. Καὶ ταῦτα εἰπὼν Ἐπιφάνιος τῷ βασιλεῖ, ἐγγίσας, καὶ ἁψάμενος αὐτοῦ τῶν ποδῶν, καὶ σφραγίσας αὐτὸν τρίτον εἶπεν Ἐπιφάνιος τῷ βασιλεῖ· Ἀνάστα, τέκνον, φησὶ, τῆς κλίνης· πέπαυται γὰρ ὁ πάνος ἀπὸ τῶν ποδῶν. Ταῦτα δὲ ἀκούσας ὁ βασιλευς εὐθέως ἀνέστη ἀπὸ τῆς κλίνης, μηδὲν κακὸν ἔχων ἐπὶ τοὺς πόδας αὐτοῦ. Εἶπεν δὲ ὁ βασιλεὺς πρὸς Ἐπιφάνιον· Γίνου μοι, Πάτερ, κελεύων ἀδιαλείπτως, καὶ γενήσομαι ἐν πᾶσιν πληροφορῶν σε. Εἶπεν δὲ Ἐπιφάνιος τῷ βασιλεῖ· Ἔχε τοὺς τοῦ Θεοῦ λόγους κατὰ ψυχήν σου, καὶ χρείαν μὴ ἔχε Ἐπιφανίου. Ταῦτα δὲ εἰπὼν Ἐπιφάνιος τῷ βασιλεῖ, καὶ πλείονα τούτων, ἔφθασεν καιρὸς τοῦ ἀρίστου. Καὶ εἶπεν Ἐπιφάνιος τῷ βασιλεῖ· Βάδιζε, τέκνον, ἐπὶ τραπέζης, καὶ ἔσῃ εὐλογῶν τὸν εὐεργέτην. Ἦν δὲ Ἐπιφάνιος χαρίεις, καὶ πολιτικὸς, καὶ τὸν λόγον ἔχων ἠρτυμένον τῷ θείῳ ἅλατι. Ὅτε οὖν περιέπεσεν ἡ θυγάτηρ Θεοδοσίου εἰς τὸ πάθος ἐπὶ τῆς Ῥώμης, ἡ ἀδελφὴ Ἀρκαδίου καὶ Ὀνωρίου, τότε καὶ αὐτοὶ παρεγένοντο ἐπὶ τῆς Ῥώμης, καὶ ἐποίησαν πενταετῆ χρόνον μετ' αὐτῆς, ὅτι ἐκεῖ ἦν ζευχθεῖσα ἀνδρί.
his feet, from the knees downwards that whole part was paralysed, and he lay upon his bed for a period of seven months. This man sent to Epiphanius in the land of the Cyprians, that he might come up to the imperial city of Constantine, so as to help him in his anguish. And indeed when the envoys from the emperor arrived, the affliction and the tears of the brethren hindered Epiphanius from departing out of the land of the Cyprians. For when he was sailing away from the land of the Cyprians, all the brethren called down death upon themselves. And when those sent from the emperor pressed Epiphanius urgently to go up to the imperial city, Epiphanius said to them: Go, children, to the emperor, and I am coming behind you. When they said: Be not angry, Father, because it is the emperor's command, and we cannot do otherwise, lest we come into peril, especially since the emperor is in sickness and awaiting word of you, O Father; they scarcely persuaded Epiphanius to sail off with them. Epiphanius therefore, summoning the most God-beloved Bishop Philo, entrusted it to him to take thought for the need of the Church. So all the Fathers and brethren and catechumens instructed by Epiphanius were gathered together; we embraced them all, and sailed away for the imperial city. When we entered Constantinople, therefore, the arrival of Epiphanius was announced to the emperor. And when the emperor commanded us to enter into the palace, Epiphanius walked in with great composure. Now the Emperor Theodosius was unable to speak from the pain, lying upon his bed. When Epiphanius therefore drew near to the emperor, the emperor said to Epiphanius: Pray for me, Father, that I may be well. And Epiphanius said to the emperor: Believe, child, in the Crucified One, and you shall have this health unceasingly. Keep God in mind, and evil shall not have dominion over you. Become merciful to the afflicted, and you shall receive mercy from God. Become as a king honouring Him Who gave you authority, and He Himself shall grant you greater grace. And having spoken these things to the emperor, Epiphanius drew near, and touching his feet, and signing him thrice with the cross, Epiphanius said to the emperor: Arise, child, says he, from your bed; for the pain has ceased from your feet. Hearing these things, the emperor straightway arose from his bed, having nothing wrong in his feet. And the emperor said to Epiphanius: Command me unceasingly, Father, and I will fulfil your wishes in all things. And Epiphanius said to the emperor: Keep the words of God in your soul, and have no need of Epiphanius. When Epiphanius had spoken these things to the emperor, and more than these, the time for the midday meal arrived. And Epiphanius said to the emperor: Walk, child, to table, and bless the Benefactor. Now Epiphanius was gracious and courteous, and had his speech seasoned with divine salt. When, therefore, the daughter of Theodosius fell into the affliction in Rome, the sister of Arcadius and Honorius, then they themselves also arrived in Rome, and spent a five-year period with her, because she was joined to a husband there.
Notes, col. 96

On the reading

Printed πάνος, for πόνος.

Printed βασιλευς, for βασιλεὺς.