Migne Reading Room

PG 41 · cols. 109–113 · Read from the page

Vita Sancti Epiphanii Constantiae in Cypro Episcopi (Βίος τοῦ ἁγίου Ἐπιφανίου, Capita I–LXXI)

Vita Sancti Epiphanii Constantiae in Cypro Episcopi (Βίος τοῦ ἁγίου Ἐπιφανίου, Capita I–LXXI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:109Read from the page
οὐδεμία γὰρ θλίψις καθάψηται πάντων ἐν τῷ πλοίῳ. Καὶ ταῦτα εἰπὼν, εἶπεν πρὸς μέ· Τέκνον Πολύβιε. Εἶπον δὲ πρὸς αὐτόν· Τί ἐστι, Πάτερ; Εἶπεν δὲ πρὸς μέ· Ἐὰν ἀποπλεύσωμεν ἐπὶ τὴν Κωνσταντίαν, ἑπτὰ ἡμέρας ποίησον ἐπὶ τῆς πόλεως, καὶ πλεῦσον εἰς Αἴγυπτον, καὶ ἄνελθε εἰς τὴν ἄνω Θηβαΐδα, καὶ ποίμαινε τὰ πρόβατα τοῦ Χριστοῦ. Ἀλλὰ πρόσεχε σεαυτῷ, τέκνον. Διαμαρτύρομαί σοι τόν τε οὐρανὸν καὶ τὴν γῆν, μὴ ποίησαι ἄλλως· ἐπει ἐὰν τοὺς ἐμοὺς λόγους παραποιήσῃ καὶ μὴ πορευθῇς, ἀπωλείᾳ ἀπολεῖ, καὶ εἰς μάτην γενήσονταί σοι πάντα ὅσα ᾠκοδόμησας, καὶ ἔσῃ ἀχρεῖος ἔναντι πάντων ἀνθρώπων. Ἐὰν δὲ ἀκούσῃς τῶν ἐμῶν λόγων, καὶ φυλάξῃς τὴν ἐντολὴν Κυρίου, ἣν ἐνετείλατό μοι Ἰησοῦς Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ, ἔσῃ εὐλογημένος ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας. Καὶ ταῦτα εἰπὼν πρὸς μὲ, ἠσπάσατό με. Καὶ ἀποκριθεὶς πρὸς Ἰσαὰκ εἶπεν αὐτῷ· Τέκνον Ἰσαάκ.
for no affliction shall lay hold of anyone in the ship. And having spoken these things, he said to me: Child Polybius. And I said to him: What is it, Father? And he said to me: When we sail away to Constantia, spend seven days in the city, and sail to Egypt, and go up into the Upper Thebaid, and shepherd the sheep of Christ. Yet take heed to yourself, child. I call both heaven and earth to witness to you not to do otherwise; since if you alter my words and do not go, you shall perish with utter destruction, and all whatsoever you have built up shall come to naught for you, and you shall be useless before all men. Yet if you hearken to my words, and keep the commandment of the Lord, which Jesus Christ, the Son of God, enjoined upon me, you shall be blessed before Him all your days. And having spoken these things to me, he embraced me. And answering Isaac, he said to him: Child Isaac.
ΞΕʹ. Ὁ δὲ εἶπεν· Τί ἐστι, Πάτερ; Καὶ εἶπεν Ἐπιφάνιος· Καὶ σὺ, τέκνον, μένε ἐπὶ τῆς Κωνσταντίας, ἕως ἂν ἐπιτραπῇ σοι βαδίζειν τὴν ὁδὸν τῶν δικαίων. Ταῦτα εἰπὼν Ἐπιφάνιος πρὸς Ἰσαὰκ, ἠσπάσατο καὶ αὐτόν· καὶ προσκαλεσάμενος τοὺς ναυτικοὺς ἅπαντας, εἶπεν αὐτοῖς· Μὴ θροεῖσθε, τέκνα. Κίνησιν γὰρ ἡ θάλασσα ποιήσει πολλήν. Ἀλλ' εὔχεσθε τῷ Θεῷ, καὶ αὐτὸς βοηθήσει ὑμῖν. Ἦν δὲ ἑνδεκάτη ὥρα τῆς ἡμέρας, ὅτε ταῦτα ἐδίδαξεν ἡμᾶς Ἐπιφάνιος. Εἶπεν δὲ ἑνὶ τῶν ναυτῶν· Μὴ πείραζε, ἵνα μὴ πειρασθῇς. Περὶ δὲ δυσμοὺς ἡλίου γίνεται λαίλαψ μέγας ἐν τῇ θαλάσσῃ. Καὶ ἦν Ἐπιφάνιος ἐν τῇ κοίλῃ τοῦ πλοίου ἁπλώσας τὰς χεῖρας αὐτοῦ, καὶ τὰ Εὐαγγέλια ἔκειτο ἐπὶ τὸ στῆθος αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀνεῳγμένοι, καὶ φωνὴ αὐτοῦ οὐκ ἠκούετο. Ἡμεῖς δὲ πάντες φόβῳ μεγάλῳ συνεχόμενοι ὑπενοοῦμεν, ὅτι διὰ τὸν σάλον τῆς θαλάσσης ὁ Ἐπιφάνιος προσεύχεται τῷ Θεῷ. Ἔμεινεν δὲ ὁ γλύδων δύο ἡμέρας καὶ δύο νύκτας. Καὶ τῇ τρίτῃ ἡμέρᾳ εἶπεν Ἐπιφάνιος πρὸς μέ· Τέκνον Πολύβιε, λάλησον πρὸς τοὺς ναυτικοὺς, καὶ ἁψάτωσαν ξύλα, καὶ ποιησάτωσαν ἀνθρακίαν. Καὶ λάβε θυμίαμα, καὶ προσάγαγε ὧδε. Καὶ ἐποίησα οὕτως· καὶ προσήγαγον αὐτῷ. Καὶ εἶπεν πρὸς μέ· Βάλε τὸ θυμίαμα ἐπὶ τὴν ἀνθρακίαν. Καὶ ἔβαλα. Καὶ εἶπεν· Εὔξασθε, τέκνα. Καὶ ἐποίησεν εὐχὴν ὡς ἀνέκειτο. Καὶ μετὰ τὴν εὐχὴν ἠσπάσατο ἡμᾶς, καὶ εἶπεν· Σώζεσθε, τέκνα· ὁ γὰρ Ἐπιφάνιος οὐκέτι ὑμᾶς ὄψεται ἐν τῷδε τῷ βίῳ. Καὶ εὐθέως παρέδωκεν τὸ πνεῦμα· καὶ παραχρῆμα ἔπαυσεν ὁ κλύδων τῆς θαλάσσης.
65. And he said: What is it, Father? And Epiphanius said: You also, child, remain in Constantia until it is granted you to walk the way of the righteous. Having spoken these things to Isaac, Epiphanius embraced him also; and calling to himself all the sailors, he said to them: Do not be troubled, children. For the sea will make a great commotion. Yet pray to God, and He Himself will help you. Now it was the eleventh hour of the day when Epiphanius taught us these things. And he said to one of the sailors: Do not tempt, lest you be tempted. And towards the setting of the sun a great squall arose upon the sea. And Epiphanius was in the hold of the ship with his hands spread out, and the Gospels lay upon his breast, and his eyes were open, and his voice was not heard. And we all, gripped by great fear, supposed that because of the tossing of the sea Epiphanius was praying to God. Now the tempest lasted two days and two nights. And on the third day Epiphanius said to me: Child Polybius, speak to the sailors, and let them kindle wood and make a fire of coals; and take incense and bring it hither. And I did so, and brought it to him. And he said to me: Cast the incense upon the coals. And I cast it. And he said: Pray, children. And he offered a prayer just as he lay. And after the prayer he embraced us, and said: Fare you well, children; for Epiphanius will no longer behold you in this life. And straightway he yielded up his spirit; and immediately the tempest of the sea ceased.
ΞϚʹ. Καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον αὐτοῦ ἐγώ τε καὶ Ἰσαὰκ ἐκλαύσαμεν πικρῶς, καὶ σκότος ἔπεσεν ἐπὶ τοὺς ὀφθαλμοὺς ἡμῶν ἐν τῇ ὥρᾳ ἐκείνῃ. Εἷς δὲ τῶν ναυτῶν, ᾧ εἶπεν Ἐπιφάνιος ἔτι ζῶν, ὅτι· Μὴ πείραζε, ἵνα μὴ πειρασθῇς, ἔδραμεν παρὰ τοὺς πόδας Ἐπιφανίου, καὶ ἠβουλήθη ἀποκαλύψαι τὸ ἱμάτιον αὐτοῦ ἰδεῖν εἰ ἐμπερίτομός ἐστιν. Ὁ δὲ Ἐπιφάνιος, ὡς ἦν νεκρὸς κείμενος, κουφίσας τὸν δεξιὸν πόδα, ἔδωκεν αὐτῷ εἰς τὸ πρόσωπον, καὶ ἔρριψεν αὐτὸν ἀπὸ τῆς κοίλης τοῦ πλοίου ἐπὶ τὴν πρύμνην, καὶ ἔμεινε νεκρός. Ἐποίησεν δὲ δύο ἡμέρας κείμενος νεκρός. Τῇ
66. And falling upon his neck, both I and Isaac wept bitterly, and darkness fell upon our eyes in that hour. Now one of the sailors, to whom Epiphanius while yet living had said: Do not tempt, lest you be tempted, ran up beside the feet of Epiphanius and wished to uncover his garment to see whether he was circumcised. Yet Epiphanius, dead though he lay, lifted his right foot, struck him in the face, and hurled him from the hold of the ship onto the stern, and he remained dead. And he spent two days lying dead. On the
Notes, col. 109

On the reading

Printed ἐπει, for ἐπεὶ.

Printed δυσμοὺς, for δυσμὰς.

Printed γλύδων, for κλύδων.

PG 41:112Read from the page
οὖν τρίτῃ ἡμέρᾳ ἤνεγκαν αὐτὸν βαστάσαντες οἱ ναῦται ἐγγὺς Ἐπιφανίου. Ὡς δὲ ἔθηκαν αὐτὸν παρὰ τοὺς πόδας αὐτοῦ, ἥψατο τῶν ποδῶν αὐτοῦ, καὶ εὐθέως ἀνέστη· καὶ φόβος ἔπεσεν ἐπὶ πάντας τοὺς ἐν τῷ πλοίῳ. Καταπλευσάντων δὲ ἡμῶν ἐν Κωνσταντίᾳ ἐπὶ τῷ τόπῳ καλουμένῳ Διανευτηρίῳ, ἐξῆλθον οἱ ναῦται ἀπὸ τοῦ πλοίου, καὶ ἐκύκλωσαν τὴν πόλιν καὶ μετὰ φωνῶν μεγάλων ἔκραζον· Ἄνδρες ἀδελφοὶ, οἱ τὴν πολύανδρον μητρόπολιν Κωνσταντίαν κατοικοῦντες, κατέλθετε, φησὶν, ἐπὶ τῆς θαλάσσης ἐν τῷ τόπῳ τῷ καλουμένῳ Διανευτηρίῳ, καὶ λάβετε τὸ τίμιον λείψανον τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἐπιφανίου. Κατέλυσεν γὰρ τὸν ἀνθρώπινον βίον. Τότε δὴ σκότος ἐπέπεσεν ἐπὶ πᾶσαν τὴν πόλιν, καὶ ἑαυτοὺς χειραγωγοῦντες κατήρχοντο ἐπὶ τῆς θαλάσσης, κοπετὸν μέγαν ποιούμενοι. Ἀλλὰ καὶ πᾶσα ἡ ἀγροικία κατεσύρετο ἐν τῇ πόλει, τὰ δάκρυα καθ' ὁδὸν ἐπιχέοντες· ὥστε καὶ, τριῶν τυφλῶν ὄντων ἐν παροικίᾳ ἐπιλεγομένῃ Στορτυκῇ, ἐν τῇ ὁδῷ ἑαυτοὺς ἐμβαλόντων, οὐδεὶς ἐπιδίδου τούτοις χεῖρα, ὅπως τάχιον συμφθάσωσιν ἐπὶ τὴν πόλιν· εἶπεν δὲ ἐκ τῶν τριῶν ὁ εἷς ὀνόματι Προσέχιος· Ἅγιε τοῦ Θεοῦ, ὅσιε Ἐπιφάνιε, ποίησον ἀναβλέψαι, ὅπως καὶ ἡμεῖς προσκυνήσωμεν τὸ τίμιόν σου λείψανον. Καὶ εὐθέως ἀνέβλεψαν, καὶ εἰσελθόντες ἐν τῇ πόλει προσεκύνησαν τὸ τίμιον λείψανον τοῦ ὁσίου Πατρός· ἀπήγγειλαν δὲ τὸ συμβὰν αὐτοῖς κατὰ τὴν ὁδόν. Ἀκούσαντες δὲ ἅπαντες, ἐδόξαζον τὸν Θεὸν τὸν τοιαῦτα παρέχοντα τοῖς ἀξίοις αὐτοῦ.
third day, therefore, the sailors carried him and brought him near Epiphanius. And when they laid him beside his feet, he touched his feet, and straightway rose up; and fear fell upon all who were in the ship. And when we had sailed down to Constantia at the place called Dianeuterion, the sailors went forth from the ship, and went round about the city, crying aloud with great voices: Men and brethren, who inhabit the populous metropolis of Constantia, come down, they said, to the sea at the place called Dianeuterion, and receive the precious relic of our holy Father Epiphanius! For he has ended his human life. Then indeed darkness fell upon all the city, and leading one another by the hand they came down to the sea, making great lamentation. Moreover, all the countryside also streamed together into the city, pouring forth tears along the way; so that even three blind men who were in the hamlet called Stortyke, having cast themselves onto the road, had no one lending them a hand that they might reach the city more quickly; and one of the three, Prosechius by name, said: Holy one of God, saintly Epiphanius, grant us to recover sight, that we too may venerate your precious relic. And straightway they recovered their sight, and entering into the city they venerated the precious relic of the holy Father; and they reported what had befallen them along the road. And when all heard it, they glorified God, Who bestows such things upon those worthy of Him.
ΞΖʹ. Ἄραντες οὖν ἀπὸ τοῦ πλοίου τὸ λείψανον, μετὰ πολλῆς τιμῆς εἰσήνεγκαν εἰς τὴν ἐκκλησίαν. Ἔμεινε δὲ τρεῖς ἡμέρας, καὶ οὐκ ἐθάπτετο, διὰ τὴν πολλὴν φιλονεικίαν αὐτῶν. Τῇ οὖν τετάρτῃ ἡμέρᾳ μέλη βαλόντες ἐν Σκυρίῳ ἔβαλον αὐτόν. Ἐποίησα δὲ ἐγὼ τὰς ζʹ ἡμέρας ἐν τῇ ἐκκλησίᾳ παρὰ τὸ λείψανον· καὶ οὐδὲ οὕτως ἐτάφη. Τῇ οὖν ὀγδόῃ ἡμέρᾳ κατὰ τὴν τοῦ ὁσίου Πατρὸς εὗρον πλοῖον διαπερῶν εἰς Αἴγυπτον, καὶ ἀνελθὼν ἀπέπλευσα, καὶ ἀνῆλθον εἰς τὴν ἄνω Θηβαΐδα, καὶ ἐποίησα ἐνιαυτόν. Καὶ κατερχόμενος ὁ μέγας Ἡρακλείων ὁ ἄρχων τῆς Αἰγύπτου ἐπὶ Ῥινοκουρούρων τὴν πόλιν (ἦν γὰρ καὶ οἰκήτωρ αὐτῆς), ἀκούσας ὅτι μαθητὴς ἐγενόμην τοῦ μεγάλου Ἐπιφανίου, μὴ θέλοντός μου, διὰ στρατιωτῶν ἥρπασέν με, καὶ ἐπὶ δρομοκαμήλῳ ἐπικαθίσας, κατήνεγκέν με εἰς Ῥινοκούρουρα. Συνέβη δὲ τὸν ἐπίσκοπον τὸν ἐκεῖ τελευτῆσαι, καὶ ἐποίησέν με χειροτονηθῆναι ἐπίσκοπον τῆς Ἐκκλησίας Ῥινοκουρούρων.
67. Having therefore lifted the relic from the ship, they brought it into the church with great honour. And it remained three days, and was not buried, because of their great contention. On the fourth day, therefore, having cast limbs, they placed him in Skyrion. And I spent the seven days in the church beside the relic; and not even thus was he buried. On the eighth day, therefore, according to the [command] of the holy Father, I found a ship crossing over to Egypt, and going aboard I sailed away, and went up into the Upper Thebaid, and spent a year. And when the great Heracleon, the ruler of Egypt, came down to the city of Rhinocorura (for he was also an inhabitant of it), having heard that I had been a disciple of the great Epiphanius, against my will he seized me by means of soldiers, and having set me upon a dromedary camel, brought me down to Rhinocorura. And it came to pass that the bishop there died, and he caused me to be ordained bishop of the Church of Rhinocorura.
Ἐπιστολὴ Πολυβίου ἐπισκόπου πόλεως Ῥινοκουρούρων πρὸς Σαβῖνον ἐπίσκοπον Κωνσταντίας.
Epistle of Polybius, Bishop of the City of Rhinocorura, to Sabinus, Bishop of Constantia.
Κυρίῳ θεοτιμήτῳ ἀξίῳ τῆς ἱερωσύνης, ἁγίῳ Πατρὶ ἐπισκόπῳ Σαβίνῳ πόλεως Κωνσταντίας τῆς Κύπρου, Πολύβιος ἁμαρτωλὸς ἐν Κυρίῳ χαίρειν. Οἱ μάγοι τῆς χάριτος μετεῖχον, λέγω δὴ πρὸ τοῦ τὸν ἀστέρα αὐτοῖς καταμηνῦσαι τὴν βαδίαν ποιεῖσθαι ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐν Βηθλεὲμ ἐπὶ προσκυνήσει τοῦ μεγάλου βασιλέως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ει μὴ γὰρ εἶχον αὐτοὶ θεογνωσίαν τὸ πρὶν,
To the Lord honoured by God, worthy of the priesthood, our holy Father Sabinus, Bishop of the city of Constantia in Cyprus, Polybius, a sinner, greeting in the Lord. The Magi partook of grace—I mean before the star made known to them that they should make their journey to Jerusalem, and in Bethlehem for the worship of the great King Jesus Christ our Lord. For had they not possessed knowledge of God beforehand,
Notes, col. 112

On the reading

Printed Ει, for Εἰ.

PG 41:113Read from the page
οὐκ ἂν θεοπτίας ἐπέτυχον. Ἀλλ' ἐκεῖνοι μὲν περὶ Θεοῦ τοῦ ζητουμένου ὑπὸ μάγων, καὶ μηνυομένου διὰ τοῦ ἀστέρος τοῖς αὐτοῖς μάγοις ἐν Βηθλεέμ. Ἐγὼ δὲ ἐπιζητῶ περὶ ὁσίου ἀνδρὸς τοῦ τὸν Θεὸν τὸν ὑπὸ μάγων ζητούμενον, καὶ ἐπὶ τῆς Βηθλεὲμ εὑρισκόμενον καὶ προσκυνούμενον θεραπεύσαντος· λέγω δὴ Ἐπιφάνιον, τὸν μέγαν ἀρχιερέα, τὸ τεῖχος τῶν Κυπρίων. Ἐπειδὴ οὖν, ὅσιε Πάτερ, διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν μου οὐκ ἐγενήθην ἄξιος ἰδεῖν τὸν τόπον τὸν ἀγαθὸν ἐκεῖνον, ἔνθα τὸ τίμιον λείψανον τοῦ ὁσίου Πατρὸς ἡμῶν ἐπισκόπου ἐτάφη, καὶ μνήμη μοι ἀδιάλειπτός ἐστι, καὶ λύπη μεγάλη· τούτου χάριν παρακαλῶ τὴν σὴν ὁσίαν πατρωσύνην διὰ γραμμάτων ἡμῖν σημᾶναι τὸ, ποίᾳ ἡμέρᾳ καὶ ποίῳ τόπῳ ἐτάφη. Ἀπέστειλα δὲ ἄνδρα προορατικὸν καὶ χάριτος καταξιωθέντα Θεοῦ· λέγω δὴ τὸν τίμιον διάκονον Κάλιππον· ὅς τις ἐγνώρισέ μοι περὶ τῆς ὑμετέρας ὁσιότητος, ὅτι αὐτὸς ἐκαθέσθης ἐπὶ τοῦ θρόνου τῆς Ἐκκλησίας Κωνσταντίας. Ἐμοῦ γὰρ κλαίοντος, καὶ ὀδυρομένου περὶ τῆς ταφῆς τοῦ ὁσίου ἀνδρὸς, μηδὲ εἰδότος τίς ἐκάθισεν ἐπὶ τοῦ θρόνου, ὅπως διὰ γραμμάτων μάθω· αὐτὸς ὁ προειρημένος τίμιος διάκονος Κάλιππος εἶπεν, ὅτι Σαβῖνος ἡγούμενος μοναστηρίου διεδέξατο τὸν τῆς ὁσίας μνήμης Πατέρα ἡμῶν Ἐπιφάνιον. Διὸ καὶ τοῦτον ἀπεστείλαμεν διὰ τοσαύτης καὶ χαλεπωτάτης ὁδοῦ τε καὶ θαλάσσης, ὅπως τῶν προειρημένων ἐπιτύχωμεν διὰ τῆς ὑμῶν ὁσιότητος. Πολλὰ δὲ ἐξ ἡμῶν προσειπεῖν καταξίωσον τὸν καθαρώτατον κλῆρον, καὶ πάντας τοὺς ὑπὸ τὴν ὑμετέραν ὁσιότητα. Προσεύχου μοι, ἄξιε τῆς ἱερωσύνης, ὅσιε Πάτερ.
would not have attained the vision of God. Yet those things concerned God Who was sought by the Magi and made known through the star to those same Magi in Bethlehem; whereas I now inquire after a holy man who served the God sought by the Magi and found and worshipped at Bethlehem—I mean Epiphanius, the great high priest, the bulwark of the Cypriots. Since, therefore, holy Father, because of the multitude of my sins I was not counted worthy to behold that goodly place where the precious relic of our holy Father the bishop was buried, and my remembrance of him is unceasing and my grief great, for this reason I beseech your holy paternity to signify to us by letter on what day and in what place he was buried. And I have sent a man of foresight counted worthy of the grace of God—I mean the honourable deacon Calippus—who made known to me concerning your holiness that you yourself have been seated upon the throne of the Church of Constantia. For while I was weeping and lamenting over the burial of the holy man, and did not even know who had sat down upon the throne so that I might learn by letter, this aforesaid honourable deacon Calippus told me that Sabinus, hegumen of a monastery, had succeeded our Father of holy memory Epiphanius. Wherefore we have sent him also across so great and most arduous a journey by land and sea, so that we may obtain the things aforesaid through your holiness. Deign also on our behalf to greet warmly the most pure clergy and all who are under your holiness. Pray for me, O holy Father worthy of the priesthood.
[LXIX. Deo ago gratias, et vestrae alacritati animi, serve Dei, et digne sacerdotio, sancte Pater Polybi, quod per te excitor ad pulchram memoriam. Sanctitatis enim vestrae litteris, quas secundum Deum scriptas accepi, ita vivificata est anima mea, quemadmodum si terra ob longam siccitatem arefacta fuerit, morientes herbae pluvia coelitus demissa revirescunt. Quis tuam habens memoriam, sancte Pater, unquam dolore afficitur? Quis autem, sancte Pater, non emisit lacrymas propter tuum discessum? Fuit enim multus planctus et luctus intolerandus propter te, sancte Pater. Non solum enim Cypriorum insulam obibant Cyprii, requirentes tuam sanctitatem, ut sederes in throno Ecclesiae, sed etiam per mare multi navigantes in Phoeniciam te quaerebant, adeo ut quatuor mensibus vidua manserit Ecclesia tui inquisitione.
[Chapter LXIX. I give thanks to God and to your readiness of spirit, servant of God and holy Father Polybius worthy of the priesthood, that through you I am stirred to a noble remembrance. For when I received your holiness's letter written according to God, my soul was revived just as, when the earth has been parched by a long drought, dying herbs grow green again under rain sent down from heaven. Who that holds your memory, holy Father, is ever touched by sorrow? Yet who, holy Father, did not shed tears over your departure? For there was great wailing and unendurable mourning on your account, holy Father. Not only did Cypriots go round the island of Cyprus seeking your holiness, that you might sit upon the throne of the Church, but many also sailing across the sea sought you in Phoenicia, so that for four months the Church remained widowed while searching for you.
LXX. De die autem, et loco, in quo sepultus est sanctae memoriae Pater noster episcopus Epiphanius, per has meas litteras significo Patri meo. Decem diebus fuerunt ejus pretiosae reliquiae in ecclesia, in melle jacentes in loculo; multique qui aegrotabant, et tangebant reliquias, a morbo statim sunt liberati. Longinus autem et Petronius diaconi, qui ab haeresi Valentiniana specie tantum conversi erant, ipsi prohibebant, ne Pater sanctus sepeliretur, dicentes non licere mortuum in civitate poni in ecclesia, ne forte per ipsum quoque veniret civitas in periculum. Venit autem fama, et vehemens quaedam in civitate perturbatio, quod sint nonnulli ablaturi reliquias. Fuitque magnus strepitus in tota civitate. Eramus vero omnes quoque monasteriorum praefecti in civitate. Decimo autem die cum accepisset ligonem maxime venerandus Sabinus diaconus, coeperunt fodere locum, in quo erant reponendae pretiosae sancti Patris reliquiae. Cumque hoc vidisset reverendus Draco, ipse quoque consensit. Rursus autem dixerunt Longinus et Petronius : Non licet eum sepeliri in ecclesia. Aecepto vero ligone, venerandus quoque Draco fodiebat una cum Sabino, dicens : Sepeliantur sancti Patris reliquiae in hoc loco; ego de eo precabor imperatorem. Venerunt autem artifices, et fecerunt thecam pretiosarum reliquiarum sancti Patris nostri et episcopi Epiphanii diligentissime et accuratissime : maxime quod dicebatur a multis, fore, ut furto auferretur a Romanis, aut a Constantinopolitanis, aut a Phoenicibus. Facta vero theca a dexteris sanctae ecclesiae, ubi ceciderat aedificator supra Faustinianum, acceperunt pretiosas reliquias sancti Patris nostri viri pii, ut eas in theca deponerent. Impii autem et indigni, Longinus, inquam, et Petronius, apprehenderunt reliquias; alios quoque, qui male sentiebant, commoventes, et non sinebant eas sepeliri. Cum ergo esset magna contentio, venerandus diaconus Sabinus dixit cum magna voce et luctu amarissimo : Sancte Pater Epiphani, scio et credo, quod sicut cum in hac vita degeres, Deum exorabas, ita etiam nunc quoque potes, et aliquid amplius. Percute Longinum et Petronium, qui defecerunt, quod propter injustum zelum non sinant te sepeliri in hoc loco. Hoc cum dixisset diaconus Sabinus, factum est a Deo judicium. Nam Longinus quidem, qui in terram ceciderat, mansit mortuus; Petronio autem manus fuere dissolutae, et mansit mutus in eo loco. Et cum Longinum quidem composuissent, sepelierunt : Petronium autem portantes, domum tulerunt, et posuerunt supra lectum : quarto vero die vitam finiit. Acceperunt itaque pretiosas
Chapter LXX. Now concerning the day and the place in which our Father of holy memory, Bishop Epiphanius, was buried, I signify to my Father by this my letter. For ten days his precious relics lay in the church, resting in honey within a coffin; and many who were sick and touched the relics were straightway freed from their illness. Yet Longinus and Petronius, deacons who had converted from the Valentinian heresy in outward appearance alone, themselves tried to prevent the holy Father from being buried, saying that it was unlawful for a dead man to be laid in a church within the city, lest perchance through him the city too should come into danger. Moreover a rumour arose, and a vehement disturbance in the city, that there were certain men intending to carry off the relics; and there was a great uproar throughout the whole city. Now all of us heads of monasteries were also present in the city. On the tenth day, when the most reverend deacon Sabinus had taken a mattock, they began to dig the place in which the precious relics of the holy Father were to be laid. When the reverend Draco saw this, he too consented. Yet Longinus and Petronius said again: It is unlawful for him to be buried in the church. Taking the mattock, however, the reverend Draco too dug alongside Sabinus, saying: Let the relics of the holy Father be buried in this place; I myself shall petition the emperor concerning this matter. Craftsmen came also and fashioned a shrine for the precious relics of our holy Father and Bishop Epiphanius most diligently and accurately, chiefly because it was being said by many that he would be stolen away by the Romans, or by the Constantinopolitans, or by the Phoenicians. When the shrine had been completed on the right-hand side of the holy church, where the builder had fallen above Faustinianus, devout men took up the precious relics of our holy Father to lay them in the shrine. Yet those impious and unworthy men—Longinus, I say, and Petronius—seized hold of the relics, stirring up others also who were ill-disposed, and would not suffer them to be buried. When therefore a great contention arose, the reverend deacon Sabinus cried out with a loud voice and most bitter grief: Holy Father Epiphanius, I know and believe that just as while you lived in this life you entreated God, so now too you have power, and even more! Strike Longinus and Petronius, who have apostatized, in that out of unjust zeal they do not suffer you to be buried in this place! When the deacon Sabinus had spoken thus, judgement was wrought by God: for Longinus, who had fallen to the ground, remained dead; while Petronius's hands were paralysed, and he remained mute on the spot. Having laid out Longinus, they buried him; as for Petronius, carrying him home, they laid him upon a bed, and on the fourth day he ended his life. They therefore took the precious
Notes, col. 113

On the reading

Printed Aecepto, for Accepto.