ἄργυρος, ὦ Πάτερ; Εἶπεν δὲ Ἰωάννης πρὸς Ἐπιφάνιον· Ἀρκεῖ σοι τέως οὗτος πρὸς σὴν ὑπηρεσίαν, Πάτερ Εἶπεν δὲ Ἐπιφάνιος πρὸς Ἰωάννην· Ἄγαγε κἀκεῖνον, Πάτερ, ὅπως ξενισθῶμεν. Τοῦ δὲ προσενέγκαντος καὶ τὸν λοιπὸν, εἶπεν Ἐπιφάνιος πρὸς Ἰωάννην· Δός μοι τὰ φαντάζοντα τοὺς ἐλευθέρους. Εἶπεν δὲ Ἰωάννης πρὸς Ἐπιφάνιον· Ἅπαντα τὰ τέρποντα τοὺς σοὺς ἀνθρώπους δέξαι, καὶ διακόνησον τοὺς ἐπ' ἀρίστου.
silver, O Father? John said to Epiphanius: Meanwhile this suffices you for your service, Father. Epiphanius said to John: Bring out that also, Father, so that we may be hospitably entertained. When he had brought out the remainder as well, Epiphanius said to John: Give me the pieces that make an impression upon men of noble rank. And John said to Epiphanius: Take everything that delights your people, and serve them at the midday meal.
ΜΕʹ. Λαβὼν δὲ Ἐπιφάνιος ἀργυρίου ὁλκὴν ὡς χιλίων πεντακοσίων λιτρῶν, ἐπορεύθημεν ἐπὶ τὸν οἶκον τὸν δοθέντα ἡμῖν παρὰ Ἰωάννου ἐπὶ τὸ καταμένειν. Ἦν δέ τις ἀργυροπράτης, Ἀστέριος ὀνόματι. Οὗτος δὲ ἦν ἀπὸ τῆς Ῥώμης διὰ πραγμάτων εἰς Ἱερουσαλήμ. Τοῦτον προσκαλεσάμενος Ἐπιφάνιος, καὶ δείξας αὐτῷ τὸν ἄργυρον, συμφωνήσας τε καὶ ποιήσας μετ' αὐτοῦ, ἐπίπρασεν αὐτῷ λαβὼν παρ' αὐτοῦ τὸ χρυσίον. Καὶ δὴ λαβὼν Ἐπιφάνιος τὸ χρυσίον, νύκτα τε καὶ ἡμέραν διεδίδου τοῖς χρείαν ἔχουσιν. Ἡμερῶν δὲ διαγενομένων, εἶπεν Ἰωάννης πρὸς Ἐπιφάνιον· Ἀπόδος μοι τὸν ἄργυρον, ὃν ἔχρησά σοι πρὸς ὑπηρεσίαν. Εἶπεν δὲ Ἐπιφάνιος πρὸς Ἰωάννην· Μακροθύμησον ἐπ' ἐμοὶ, τέκνον, ὅτι ἔχω θρέψαι, καὶ πάντα ἀποδώσω. Πάλιν οὖν ἡμερῶν διαγενομένων, εἶπεν Ἰωάννης πρὸς Ἐπιφάνιον, ἑστώτων ἡμῶν ἐν τῷ ναῷ, ὅπου τὸ σωτήριον ξύλον ἀπόκειται· Καὶ ἤδη εἶπόν σοι, ὅτι, Ἀπόδος μοι τὸν ἄργυρον, ὃν ἔχρησά σοι. Ὁ οὖν Ἐπιφάνιος εἶπεν τῷ Ἰωάννῃ μετὰ ἡσυχίας· Εἶπόν σοι, Πάτερ, ὅτι ἀποδώσω σοι. Ὁ οὖν Ἰωάννης θυμοῦ πολλοῦ πλησθεὶς ἐπελάβετο καὶ ἐκράτησεν τῆς διπλοΐδος Ἐπιφανίου, συσφίγξας αὐτὸν ἐν αὐτῇ, καὶ λέγει πρὸς αὐτόν· Οὐκ ἐξέρχῃ, οὐ καθέζῃ, οὐκ εἰρηνεύεις, ἕως οὗ τὸν ἄργυρον δῷς, ὃν ἐχρήσω παρ' ἐμοῦ, ἐπιθέτα Ἐπιφάνιε· ἀπόδος τῇ Ἐκκλησίᾳ τὰ τῆς Ἐκκλησίας. Ἐπὶ πᾶσι δὲ τούτοις οὐκ ἐταράχθη Ἐπιφάνιος, ἀλλ' ἦν ἡ αὐτὴ κατάστασις ἐν αὐτῷ. Ἔμεινεν δὲ Ἰωάννης δύο ὡρῶν διάστημα κρατῶν, καὶ ἐνυβρίζων τὸν Ἐπιφάνιον. Ἅπαντες δὲ οἱ παρεστῶτες ἐῤῥαθύμησαν ἀπὸ τοῦ ἵστασθαι, καὶ ἀκούειν τῶν σκληρῶν λόγων τοῦ Ἰωάννου. Ὁ οὖν Ἐπιφάνιος μηδὲν ἀδημονήσας ἐνεφύσησεν εἰς τὸ πρόσωπον Ἰωάννου, καὶ παραχρῆμα ἐτυφλώθη, καὶ φόβος ἔπεσεν ἐπὶ πάντας τοὺς παρεστῶτας. Ὁ οὖν Ἰωάννης ἔπεσεν ἐπὶ πρόσωπον Ἐπιφανίου, ὅπως εὔξηται ἵνα ἀναβλέψῃ. Τοῦ δὲ λέγοντος· Ἄπελθε, φησὶ, καὶ προσκύνησον τὸν τίμιον σταυρὸν, καὶ παρέξει σοι τοῦτο· αὐτὸς ἐπέμενεν δεόμενος Ἐπιφανίου. Ὁ δὲ Ἐπιφάνιος διδάξας τοῦτον, ἐπέθηκεν αὐτῷ τὴν χεῖρα, καὶ ἠνεῴχθη αὐτοῦ ὁ δεξιὸς ὀφθαλμός. Ὁ οὖν Ἰωάννης παρεκάλει καὶ ὑπὲρ τοῦ ἀριστεροῦ. Εἶπεν δὲ Ἐπιφάνιος πρὸς Ἰωάννην· Οὐκ ἐμὸν, φησὶ, τέκνον, ἔστι τοῦτο. Ὁ γὰρ Θεὸς ἔκλεισεν, ὁ Θεὸς ἠνέῳξεν· ἐποίησεν ὡς ἠθέλησεν, ὅπως σωφρονισθῶμεν. Ὁ δὲ Ἰωάννης παι⟨…⟩ ὅσιος ἐν πᾶσιν.
Chapter XLV. Taking a weight of silverplate of about one thousand five hundred pounds, Epiphanius and we went to the house given us by John in which to lodge. Now there was a certain silversmith, Asterius by name, who had come from Rome to Jerusalem on business. Summoning this man and showing him the silver, Epiphanius came to an agreement and struck a bargain with him, selling it to him and receiving the gold from him. Having received the gold, night and day Epiphanius distributed it to those in need. After some days had passed, John said to Epiphanius: Return to me the silver that I lent you for service. Epiphanius said to John: Bear patiently with me, my child, for I still have people to feed, and I shall repay everything. Again after some days had passed, as we were standing in the temple where the saving wood is laid up, John said to Epiphanius: I have already told you: Return to me the silver that I lent you. Epiphanius replied to John quietly: I told you, Father, that I shall repay you. Filled with great wrath, John seized and held fast Epiphanius's mantle, gripping him tightly inside it, and says to him: You shall not go out, you shall not sit down, you shall have no peace until you give back the silver that you borrowed from me, O impostor Epiphanius; restore to the Church what belongs to the Church! At all these things Epiphanius was not troubled, but the same composure remained within him. For the space of two hours John continued holding fast and reviling Epiphanius, until all the bystanders grew weary from standing and listening to John's harsh words. Then Epiphanius, without any agitation, blew into John's face, and immediately he was struck blind, and fear fell upon all the bystanders. John therefore fell prostrate before Epiphanius, begging him to pray that he might recover his sight. Although Epiphanius said: Go, says he, and venerate the precious cross, and it will grant you this, John persisted in imploring Epiphanius. After instructing him, Epiphanius laid his hand upon him, and his right eye was opened. John then entreated him on behalf of the left eye as well; but Epiphanius said to John: This is not mine, my child, says he; for God closed and God opened—He has wrought as He willed, so that we may be chastened. And John [...] holy in all things.