τυρῆσαι. Ἦν δὲ τὸ ἐν γεννητοῖς αὐτοῦ ὄνομα τὸ ὑπὸ τῶν γονέων τεθειμένον Πάππος, ὃς ἦν καὶ αὐτὸς μετὰ τῶν ἐπισκόπων. Τοῦτον εἶχον ἅπαντες οἱ ἐπίσκοποι ὡς πατέρα, διά τε τὴν ἐν Χριστῷ ὁμολογίαν, καὶ διὰ τὰ ἔτη τῆς ἐπισκοπῆς. Ἦν δὲ καὶ πρόγνωσιν Θεοῦ ἔχων. Τούτῳ ἀπεκαλύφθη περὶ Ἐπιφανίου, ὅπως χειροτονηθῇ ἐπὶ τῆς Σαλαμηνέων Ἐκκλησίας ἐπίσκοπος. Ἦν δὲ ὁ καιρὸς θερινὸς πρόδρομος σταφυλῶν. Ὡς οὖν ἔκρινεν Ἐπιφάνιος τοῦ ἀποπλέειν ἡμᾶς ἀπὸ τῆς Σαλαμηνέων πόλεως, εἶπεν πρὸς μὲ καὶ πρὸς τὸν Πολύβιον· Ἄγομεν, τέκνον, ἐπὶ τοῦ ἐμπορίου, ὠνησόμεθα σταφυλὰς ἐν τῷ πλοίῳ. Ἡμῶν δὲ ἐλθόντων ἐπὶ τοῦ ἐμπηρίου, καὶ συμφωνούντων ἐπὶ τῷ πράτῃ, Ἐπιφάνιος λαβὼν δύο βότρυας καλλίστους, φησὶν τῷ πράτῃ· Τί προστάσσεις δώσω σοι δύο βοτρύων; Ἦν δὲ ἔθος Ἐπιφανίῳ μὴ ἀντιλέγειν. Τοῦ δὲ πράτου εἰπόντος τὴν τιμὴν τῷ Ἐπιφανίῳ τῶν σταφυλῶν, ἔλαβεν τὸ ἀργύριον ἐπὶ τὸ μεταλαβεῖν τῷ πράτῃ. Ὁ οὖν ὅσιος Πάππος παραγίνεται ὑποτηρούμενος ὑπὸ δύο διακόνων. Ἦσαν δὲ καὶ τρεῖς ἐπίσκοποι μετ' αὐτοῦ. Ὡς οὖν ἤγγισαν Ἐπιφανίῳ, ἦν Ἐπιφάνιος ἔχων μετὰ χεῖρας τοὺς βότρυας, καὶ τὸ τίμημα τούτων. Εἶπον δέ τινες τῶν παρεστώτων· Ἰδοὺ οἱ ἐπίσκοποι πάρεισιν ὧδε. Εἶπεν δὲ Πάππος πρὸς Ἐπιφάνιον· Ἀπόθου, Ἀββᾶ, τοὺς βότρυας τῷ πράτῃ, καὶ ἀκολούθησον ἡμῖν ἐν τῇ ἐκκλησίᾳ. Τοῦ δὲ μνημονεύσαντος τοῦ θείου λόγου τοῦ προσφωνοῦντος καὶ λέγοντος· Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσιν μοι· Εἰς οἶκον Κυρίου πορευσόμεθα· ἠκολούθησεν ἐν τῇ ἐκκλησίᾳ. Ὁ δὲ Πάππος φησὶ πρὸς Ἐπιφάνιον· Ποίησον εὐχὴν, ὦ Πάτερ. Ταῦτα δὲ ἔλεγεν Πάππος πρὸς Ἐπιφάνιον, ὅπως γνωρίσει ἑαυτὸν Ἐπιφάνιος τῷ κλήρῳ. Εἶπεν δὲ Ἐπιφάνιος πρὸς Πάππον· Συγχώρησόν μοι, Πάτερ· οὐ γάρ εἰμι ἐν κλήρῳ. Εἶπεν δὲ Πάππος πρὸς Ἐπιφάνιον· Βλέπε, φησὶν, ὦ τέκνον, μὴ κατὰ πρόσωπον τούτων τῶν ἁγίων Πατέρων ἀρνήσῃ, καὶ κατακριθῇς ὡς ὁ κρύψας τὸ τάλαντον. Εἶπεν δὲ Ἐπιφάνιος πρὸς τὸν Πάππον· Οὐχὶ, Πάτερ, οὐχ ὑπάρχων κληρικός. Ταῦτα δὲ εἰπὼν Ἐπιφάνιος, ὁ Πάππος ἔδωκεν εἰρήνην. Εἷς δέ τις τῶν διακόνων ἐπιλαβόμενος τῆς κεφαλῆς Ἐπιφανίου, ἦγεν αὐτὸν πρὸς Πάππον ἐπὶ τοῦ θυσιαστηρίου μετὰ βίας, ὥστε συνελθεῖν καὶ ἄλλους πλείστους, ὅπως διασώσουσιν αὐτὸν ἐπὶ τῷ θυσιαστηρίῳ. Χειροτονεῖ οὖν αὐτὸν διάκονον, καὶ πάλιν δίδωσιν εἰρήνην, καὶ χειροτονεῖ αὐτὸν πρεσβύτερον, καὶ γίνεται ἡ ἀκολουθία, καὶ χειροτονεῖ αὐτὸν ἐπίσκοπον. Μετὰ δὲ τὴν ἀπόλυσιν τῆς ἐκκλησίας ἀνήλθομεν ἐν τῷ ἐπισκοπείῳ. Εἶπεν δὲ Πάππος πρὸς Ἐπιφάνιον· Δεῦρο δὴ πρότρεψαι τοὺς Πατέρας, ὅπως μεταλάβωμεν καὶ εὐφρανθῶμεν ἐπὶ σῇ πατρωσύνῃ. Τοῦ δὲ Ἐπιφανίου βαρέως φέροντος, καὶ ἀδημονοῦντος ἐν λογισμῷ, καὶ κλαίοντος, εἶπεν ὁ Πάππος πρὸς Ἐπιφάνιον· Ἐχρῆν μὲν ἡμᾶς σιωπῆσαι, ὦ τέκνον Ἐπιφάνιε. Γίνομαι δὲ ἄφρων αὐτός μοι τὴν ζήτησιν ποιησάμενος. Τῶν γὰρ Πατέρων συναχθέντων ὧδε, ἀπεδώκασιν τῷ Θεῷ ἐπὶ
witness as a martyr. Now his name at birth, which had been given by his parents, was Pappos, and he himself also was with the bishops. All the bishops held this man as a father, both on account of his confession in Christ and on account of the years of his episcopate. Moreover, he also had foreknowledge from God. To this man it was revealed concerning Epiphanius, that he should be ordained bishop over the Church of the Salaminians. Now it was the summer season, bringing the first early grapes. When therefore Epiphanius resolved that we should sail away from the city of the Salaminians, he said to me and to Polybius: Let us go, child, to the market-place, and buy grapes for the ship. And when we came to the market-place and were agreeing with the seller, Epiphanius took two very fine clusters, and says to the seller: What do you bid me give you for two clusters? For it was the custom of Epiphanius not to bargain. And when the seller told Epiphanius the price of the grapes, he took the silver coin in order to hand it over to the seller. Then the holy Pappos arrives, supported by two deacons. And there were three bishops also with him. When therefore they drew near to Epiphanius, Epiphanius was holding the clusters in his hands, and their price. And some of the bystanders said: Behold, the bishops are present here. And Pappos said to Epiphanius: Put back the clusters with the seller, Abba, and follow us into the church. And calling to mind the divine word that addresses us and says: I was gladdened at those who said to me: Let us go into the house of the Lord; he followed into the church. And Pappos says to Epiphanius: Offer a prayer, O Father. Now Pappos said these things to Epiphanius so that Epiphanius might make himself known as belonging to the clergy. And Epiphanius said to Pappos: Forgive me, Father; for I am not among the clergy. And Pappos said to Epiphanius: See to it, he says, O child, lest in the presence of these holy Fathers you deny it, and be condemned like him who hid the talent. And Epiphanius said to Pappos: Nay, Father, I am not a cleric. And when Epiphanius had said these things, Pappos gave the peace. And a certain one of the deacons, taking hold of the head of Epiphanius, led him to Pappos at the altar by force, so that very many others also came together in order to keep him safe at the altar. He therefore ordains him deacon, and again gives the peace, and ordains him presbyter, and the liturgical office takes place, and he ordains him bishop. And after the dismissal of the church we went up into the episcopal residence. And Pappos said to Epiphanius: Come now, invite the Fathers, so that we may partake and rejoice in your fatherhood. Since Epiphanius bore it heavily, and was distressed in thought, and wept, Pappos said to Epiphanius: We ought indeed to have kept silent, O child Epiphanius. Yet I become foolish, having brought this inquiry upon myself. For when the Fathers were gathered here, they committed to God the matter of