προσώποις ἀλλήλοις θεωρούμενα ἢ καλλιστεύειν δύνανται, ἢ κακοὶ καλοῖς συμφυρέντες ἐν ἑνὶ ξύλῳ τανυσθήσονται. Οὐδεὶς γὰρ ἀνθρώπων ἕνα χιτῶνα φορῶν, ἀνάξαντον τὸ σῶμα διαφυλάξει. Ἡ γὰρ πλείστη συντυχία πλείστους λόγους παρέχει. Ὅπου δὲ πλεῖστοι λόγοι, πολυπειρία πραγμάτων διαφόρων. Ταῦτα δὲ εἰπὼν ὁ φιλόσοφος πρὸς Ἐπιφάνιον, καὶ πλείονα τούτων, ἀπεσιώπησεν μηκέτι φθεγγόμενος.
when beheld alongside one another can either appear more comely, or wicked men mingled with good will be stretched upon one piece of wood. For no man wearing a single tunic will keep his body unscratched. For very frequent converse affords very many discourses; and where there are very many discourses, there is wide experience of diverse matters. Having spoken these things to Epiphanius, and more than these, the philosopher fell silent, uttering nothing further.
ΚΓʹ. Ὑπολαβὼν δὲ Ἐπιφάνιος ἀπὸ τῆς πρώτης βίβλου τῆς κοσμοποιΐας διερμήνευσεν κατὰ ἔπος τῷ φιλοσόφῳ. Ὁ μὲν οὖν φιλόσοφος τοῖς μὲν μετεῖχεν, τοῖς δὲ ἀντέλεγεν. Ἐποίησαν δὲ τρεῖς ἡμέρας διαλεγόμενοι πρὸς ἑαυτούς. Ἀσύμφωνα δὲ ἦν αὐτοῖς τὰ λαλούμενα ὑπ' αὐτῶν. Ἰδὼν δὲ ὁ φιλόσοφος τὴν διαγωγὴν καὶ τὰ ἤθη Ἐπιφανίου, πολὺ ἠγάπησεν αὐτόν. Τῇ οὖν τετάρτῃ ἡμέρᾳ εἶπεν ὁ φιλόσοφος Ἐπιφανίῳ· Διδάσκαλε, καλὴ ἡ οἴκησις τοῦ τόπου. Βούλομαι, εἰ κελεύεις, οἰκεῖν ἐνταῦθα. Εἶπεν δὲ Ἐπιφάνιος τῷ φιλοσόφῳ· Τοῦτο πρὸς τὴν προαίρεσιν ἑνὸς ἑκάστου ἐστίν. Εἶπεν δὲ ὁ φιλόσοφος Ἐπιφανίῳ· Ἀλλὰ καὶ τὰς βίβλους φέρω. Εἶπεν δὲ αὐτῷ· Εἴ τι παρεισέρχεται τῷ λογισμῷ σου, εὑρήσεις Ἐπιφάνιον εὐγνωμονοῦντα. Εἶπεν δὲ ὁ φιλόσοφος· Κάλλιστος πορεύσεται πρὸς τὰς ἐμὰς βίβλους. Εἶπεν Ἐπιφάνιος τῷ φιλοσόφῳ· Ἄγαγε, βαῖνε ὑγιαίνων μετὰ Καλλίστου. Εἶπεν δὲ ὁ φιλόσοφος Ἐπιφανίῳ· Πάντα τὰ πράγματά μου Καλλίστῳ ἀφίω· ἐγὼ γὰρ οὐκέτι ἐξέρχομαι ἐκ τοῦ τόπου τούτου. Ἦν δὲ ὁ Κάλλιστος Ἀετίου τοῦ μεγάλου ἐπάρχου τῆς Ῥώμης υἱός. Οὗτος πνεῦμα πονηρὸν ἔχων, ἰδὼν Ἐπιφάνιον ἐν ὀπτασίᾳ λέγοντα αὐτῷ· Θέλεις, Κάλλιστε, διώξω τὸ πνεῦμα ἀπὸ σοῦ; Εἶπεν δὲ Κάλλιστος· Καὶ τίς εἶ, κύριε μου, ὅτι δύνασαι διῶξαι αὐτό; Εἶπεν δὲ Ἐπιφάνιος τῷ Καλλίστῳ· Ἐγώ εἰμι, φησὶν, Ἐπιφάνιος ὁ Φοινικοπαλαιστινὸς, ὁ ἐν Σπανυδρίῳ οἰκῶν τῷ μοναστηρίῳ. Ἐὰν οὖν, φησὶν, διώξω τὸ πνεῦμα τὸ πονηρὸν ἀπὸ σοῦ, ἐλεύσῃ καὶ κατοικήσεις μετ' ἐμοῦ ἐν Σπανυδρίῳ. Εἶπεν δὲ Κάλλιστος πρὸς Ἐπιφάνιον· Κύριε, δίωξον ἀπ' ἐμοῦ τὸ ἀκάθαρτον πνεῦμα, καὶ κατοικήσω, φησὶ, μετὰ σοῦ. Εἶπεν δὲ Ἐπιφάνιος τῷ Καλλίστῳ· Βλέπε μὴ ποιήσῃς ἄλλως, ἐπεὶ πάλιν προσκολληθήσεται. Ἐξυπνισθεὶς οὖν ὁ Κάλλιστος διηγήσατο τῷ πατρὶ αὐτοῦ ὄντι ἐπάρχῳ. Ἀπὸ τῆς ἡμέρα⟨ς⟩ οὖν ἐκείνης οὐκέτι ὁ Κάλλιστος ὑπὸ τοῦ πνεύματο⟨ς⟩ τοῦ ἀκαθάρτου ἐθλίβη. Μετὰ δὲ τριμηναῖον χρόνον εἶπεν Ἀετίῳ τῷ πατρὶ αὐτοῦ· Βούλομαι, Πάτερ πορευθῆναι ἐν τῇ χώρᾳ τῶν Φοινίκων, καὶ ἀναζητῆσαι τὸν Ἐπιφάνιον, καὶ οἰκῆσαι μετ' αὐτοῦ ἐν Σπανυδρίῳ. Εὐθέως οὖν ὁ πατὴρ αὐτοῦ δώσας αὐτῷ χρήματα πολλὰ, ἀπέστειλεν αὐτὸν μετὰ βοηθείας⟨.⟩ Κα⟨ὶ⟩ ἐλθὼν ἐν τῇ Φοινίκῃ, ἐπιζητήσας Ἐπιφάνιον, κα⟨ὶ⟩ ἐξηγησάμενος αὐτῷ ἅπαντα, κατῴκησεν μεθ' ἡμῶν⟨.⟩ Ἀπέστειλεν οὖν ὁ φιλόσοφος τὸν Κάλλιστον κατὰ κέλευσιν Ἐπιφανίου, μετὰ δύο παιδαρίων καὶ τριῶ⟨ν⟩ καμήλων ἐν Ἐδέσῃ, ἐπὶ τὸ ἀγαγεῖν τὰς βίβλους αὐτοῦ ἐν τῷ μοναστηρίῳ. Καὶ δὴ τὴν πορείαν ποιησάμενος ὁ Κάλλιστος ἐν Ἐδέσῃ, ἔλαβε τὰς βίβλους τοῦ φιλοσόφου, καὶ ἔθηκεν ἐπὶ τὰς τρεῖς καμήλου⟨ς⟩ καὶ παρεγένετο ἐν τῷ μοναστηρίῳ.
Chapter XXIII. Taking up the discourse, Epiphanius interpreted word for word to the philosopher from the first book of the creation of the world. Now with some things the philosopher agreed, and against others he spoke in opposition. So they spent three days conversing with one another, yet the things spoken by them did not agree together. Seeing the manner of life and the character of Epiphanius, the philosopher loved him greatly. On the fourth day, therefore, the philosopher said to Epiphanius: Teacher, fair is the dwelling of this place; I wish, if you bid me, to dwell here. And Epiphanius said to the philosopher: That rests with each one's own free choice. And the philosopher said to Epiphanius: Moreover, I shall bring my books also. And he said to him: Whatever enters into your thought, you will find Epiphanius well-disposed. And the philosopher said: Callistus shall go for my books. Epiphanius said to the philosopher: Come then, go in health with Callistus. And the philosopher said to Epiphanius: I leave all my possessions to Callistus; for I am no longer going out from this place. Now Callistus was the son of Aetius, the great prefect of Rome. Having an evil spirit, he had seen Epiphanius in a vision saying to him: Do you wish, Callistus, that I drive the spirit out from you? And Callistus said: And who are you, my lord, that you are able to drive it out? And Epiphanius said to Callistus: I am Epiphanius of Phoenicia-Palaestina, says he, who dwell in the monastery at Spanhydrium. If therefore, says he, I drive out the evil spirit from you, will you come and dwell with me in Spanhydrium? And Callistus said to Epiphanius: Lord, drive out from me the unclean spirit, and I will dwell, says he, with you. And Epiphanius said to Callistus: See that you do not act otherwise, since it will cleave to you again. Having awakened therefore, Callistus recounted everything to his father, who was prefect. From that day therefore Callistus was no longer afflicted by the unclean spirit. After a space of three months, he said to his father Aetius: I wish, Father, to journey to the land of the Phoenicians, and to seek out Epiphanius, and to dwell with him in Spanhydrium. Straightway therefore his father gave him much money and sent him off with an escort. Having come into Phoenicia, and having sought out Epiphanius and recounted everything to him, he dwelt with us. The philosopher therefore sent Callistus at the command of Epiphanius, with two lads and three camels, to Edessa, in order to bring his books to the monastery. And having made the journey to Edessa, Callistus took the books of the philosopher, and laid them upon the three camels, and arrived at the monastery.