τοῖς τὴν ἀλήθειαν καταμανθάνουσιν, ὅτι εἷς Θεός ἐστιν, ὁ Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα. Εἰ δὲ εἷς Θεός ἐστιν, ἐξ οὗ τὰ πάντα, οὔτε τι ἀριστερόν ἐστιν ἐν αὐτῷ, οὔτε ἐλάττωμα ἕτερον, οὔτε τι ὑποβεβηκὸς, πλὴν τῶν ὑπ' αὐτοῦ ἐκτισμένων. Τὰ δὲ μετὰ Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα πάντα καλῶς ἐκτισμένα, καὶ εἰς σύστασιν ὑπ' αὐτοῦ ἀφθόνως εὖ προεληλυθότα.
to those who perceive the truth, that there is one God, the Father, and the Son, and the Holy Spirit. And if there is one God, from Whom are all things, there is neither anything left-hand in Him, nor any other defect, nor anything subordinate, except the things created by Him. And all things after the Father, and the Son, and the Holy Spirit have been nobly created, and have come forth well into subsistence from Him without stint.
Βʹ. Εἰ δὲ καὶ πάλιν ἐρεῖ ὁ τοιοῦτος ἡμῖν προελθὼν ἕτερος ὄφις, ὅτι τὰ μὲν δεξιὰ καὶ εὐώνυμα ἐκ τοῦ ἑνὸς ὑπάρχει, αὐτὸς δὲ μεσαίτατός ἐστι, καὶ ἑαυτῷ μὲν προσάγεται τὰ δεξιὰ, καὶ χαίρει τούτοις, δεξιὰ δὲ καλεῖ καὶ φῶς· τὰ δὲ εὐώνυμα ὡς ἀλλότρια αὐτοῦ, καὶ ἐπὶ ἀριστερὰ κείμενα ἀπωθεῖται· λεγέτω μοι πόθεν λαμβάνει ταύτην τὴν γεωμετρίαν, ἵνα καλῶς ῥυθμίσῃ ἀμετάστατον δεξιάν τε καὶ εὐώνυμον. Παρ' ἡμῖν γὰρ δεξιὰ εἰκότως ὀνομάζεται, ἤτοι ἀριστερὰ, ἀπὸ τῶν ἐν τῷ σώματι πεπηγμένων μελῶν, ἐν οἷς οὐδέποτε ἐναλλαγὴ γίνεται. Τὰ δὲ ἐκτὸς ἡμῶν δύναται εἶναι ποτὲ μὲν δεξιὰ, ποτὲ δὲ εὐώνυμα. Παντὶ μὲν γὰρ τῷ ὁρῶντι κατὰ ἀνατολὴν νότος, εἴτ' οὖν μεσημβρία, δεξιὰ κληθήσεται· τὸ κλίμα δὲ τὸ βόρειον, ἤτοι ἀρκτῷον, ἀριστερόν. Τὸ δὲ ἀνάπαλιν ἐπὶ τὰ δυτικὰ μέρη ἀναστραφέντος ἀνθρώπου τινὸς, εὑρεθήσεται ἑτερωνύμως τὰ κλίματα, ὅπερ πρὸ ὥρας δεξιὸν ὑπῆρχε, νότιόν τε μεσημβρινὸν, εἰς ἀριστερὰ αὖθις μεταβαλλόμενον· καὶ τὸ εἰς ἀριστερὰ τοῦ τινος κεκλιμένον ἀνθρώπου, εἴτ' οὖν ἀρκτῷον, εἴτ' οὖν βόρειον κλίμα, εἰς δεξιὰν αὐτοῦ μεταβαλλόμενον. Ποῦ τοίνυν ὁ ἀπατεὼν ἐφεῦρεν ἑαυτῷ τὴν κατὰ Θεὸν γεωμετρίαν; Καὶ ὢ τῆς τοιαύτης πολλῆς ληρολογίας, τῆς τὰ πάντα συγχεούσης! Φάσκει δὲ μετὰ τὸ ὑστέρημα τοῦ τριάκοντα Αἰῶνος γεγενῆσθαι. Πόθεν ἄρα τὴν τοῦ ὑστερήματος φύσιν κατείληφας, ὦ οὗτος, ἢ ἀποστᾶσαν δύναμιν, λέγε; Ει μὲν γὰρ εὗρες ταύτην ἀπὸ βλαστήματος τῶν ἄνω, οὐ κτιστὴν, ἀλλὰ γεννητὴν, ἐπειδὴ σοί τε καὶ τῷ σου ἐπιστάτῃ οὐκ ἐκτισμένα τὰ κτιστὰ ὁρίζεται, ἀλλὰ γεννητά· καὶ ἀπὸ μετουσίας ἑκάστης φύσεως παρ' ἑκάστης λαβούσης τὰ αὖθις γεννώμενα ἀναφῦναι. Ἄρα γε κατὰ τὸν αὐτοῦ λόγον κατὰ σαυτοῦ ὁπλίζῃ. Εἰ γὰρ ἀπὸ τῶν ἄνω καὶ ἡ ὑστέρα δύναμις, καὶ ἡ ἀποστασία γεγένηται, ἔφυ δὲ, ὡς εἰπεῖν, καὶ ἐβλάστησε· μετέχει ἄρα τῶν ἄνω χαρισμάτων· ἐπειδὴ ἐπικοινωνεῖ τῷ Πληρώματι ἡ ὑστέρα, καὶ τὸ Πλήρωμα τῇ ὑστέρᾳ· καὶ οὐδὲν προσενεχθήσεται τοῦτο πρὸς ἐκεῖνο, οὔτε ἐκεῖνο πρὸς τοῦτο, ἑκατέρων κατὰ τὰ τέρματα ἀλλήλοις ἐπικοινωνούντων. Καὶ ἐκ παντὸς λόγου διελεγχθήσῃ ἐξ ἐπισπορᾶς δαίμονος ἔχων τὴν τῆς πλάνης σου κόσμησιν, πάντων ἐλεεινῶν ἐλεεινότατε!
Chapter II. And if again such another serpent, coming forward to us, should say that both the right-hand and the left-hand things exist from the One, while He Himself is in the very centre, and draws to Himself the right-hand things and rejoices in these, and calls the right-hand things also light, whereas He thrusts away the left-hand things as alien to Himself and lying on the left, let him tell me whence he takes this geometry, so as finely to regulate an unshifting right and left! For with us right, or else left, is reasonably so named from the members fixed in the body, in which no interchange ever occurs. Things outside us, however, can sometimes be right and sometimes left. For to everyone looking towards the east, the south, that is to say midday, will be called right, and the northern region, that is the arctic, left. Conversely, when some man turns round towards the western parts, the regions will be found differently named, what an hour ago was right, southern and meridional, changing back to the left; and the region inclined to the man's left, whether arctic or northern, changing to his right. Where, then, did the impostor invent for himself this geometry in relation to God? And oh, such abundant drivel, throwing all things into confusion! Moreover, he asserts that after the defect of the thirtieth Aeon this came to be. Whence, pray, tell me, fellow, have you grasped the nature of the defect, or the revolted power? For if you found it to be from an offshoot of the things above, not created, but begotten, since both by you and by your master created things are defined as not having been created, but begotten, and those begotten in turn are held to have sprung up from participation, each nature receiving from each, then by his own argument you arm yourself against yourself. For if both the posterior power and the apostasy came into being from the things above, and grew, so to speak, and sprouted forth, it therefore partakes of the gifts above, seeing that the posterior power communicates with the Pleroma, and the Pleroma with the posterior power; and nothing will set this at variance with that, nor that with this, since both communicate with one another at their boundaries. And by every argument you will be convicted of holding the embellishment of your error from the after-sowing of a demon, O most pitiable of all pitiable men!