Migne Reading Room

PG 41 · cols. 533–544 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus II (Anacephalaeosis et Haereses XXI–XXXIII)

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus II (Anacephalaeosis et Haereses XXI–XXXIII)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:533Read from the page
λύτρωσις, ἵνα τις τὸν μῖμον αὐτὸν περαιώσας τὸν ἀνασκευάζοντα λόγον ἐπενεγκεῖν, καλῶς ἔχειν ὑπελάβομεν ἐπιδεῖξαι πρότερον, ἐν οἷς οἱ πατέρες αὐτοὶ τοῦδε τοῦ θυμοῦ διαφέρονται πρὸς ἀλλήλους, ὡς ἐκ διαφόρων πνευμάτων τῆς πλάνης ὄντες. Καὶ ἐκ τούτου γὰρ ἀκριβῶς συνιδεῖν ἔσται, καὶ πρὸ τῆς ἀποδείξεως βεβαίαν τὴν ὑπὸ τῆς Ἐκκλησίας κηρυσσομένην ἀλήθειαν, καὶ τὴν ὑπὸ τούτων παραπεποιημένην ψευδηγορίαν. Ἡ μὲν γὰρ Ἐκκλησία, καίπερ καθ' ὅλης τῆς οἰκουμένης ἕως περάτων τῆς γῆς διεσπαρμένη, παρὰ δὲ τῶν ἀποστόλων καὶ τῶν ἐκείνων μαθητῶν παραλαβοῦσα τὴν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα τὸν πεποιηκότα τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὰς θαλάσσας, καὶ πάντα τὰ ἐν αὐτοῖς, πίστιν, καὶ εἰς ἕνα Χριστὸν Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ τὸν σαρκωθέντα ὑπὲρ τῆς ἡμετέρας σωτηρίας, καὶ εἰς Πνεῦμα ἅγιον τὸ διὰ τῶν προφητῶν κεκηρυχὸς τὰς οἰκονομίας, καὶ τὰς ἐλεύσεις, καὶ τὴν ἐκ παρθένου γέννησιν, καὶ τὸ πάθος, καὶ τὴν ἔγερσιν ἐκ νεκρῶν, καὶ τὴν ἔνσαρκον εἰς τοὺς οὐρανοὺς ἀνάληψιν τοῦ ἠγαπημένου Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, καὶ τὴν ἐκ τῶν οὐρανῶν ἐν τῇ δόξῃ τοῦ Πατρὸς παρουσίαν αὐτοῦ, ἐπὶ τὸ ἀνακεφαλαιώσασθαι τὰ πάντα, καὶ ἀναστῆσαι πᾶσιν σάρκα πάσης ἀνθρωπότητος, ἵνα Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, καὶ Θεῷ καὶ Σωτῆρι καὶ βασιλεῖ κατὰ τὴν εὐδοκίαν τοῦ Πατρὸς τοῦ ἀοράτου πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται αὐτῷ, καὶ κρίσιν δικαίαν ἐν τοῖς πᾶσι ποιήσηται· τὰ μὲν πνευματικὰ τῆς πονηρίας, καὶ ἀγγέλους τοὺς παραβεβηκότας, καὶ ἐν ἀποστασίᾳ γεγονότας, καὶ τοὺς ἀσεβεῖς, καὶ ἀδίκους, καὶ ἀνόμους, καὶ βλασφήμους τῶν ἀνθρώπων εἰς τὸ αἰώνιον πῦρ πέμψῃ· τοῖς δὲ δικαίοις, καὶ ὁσίοις, καὶ τὰς ἐντολὰς αὐτοῦ τετηρηκόσι, καὶ ἐν τῇ ἀγάπῃ αὐτοῦ διαμεμενηκόσι τοῖς ἀπ' ἀρχῆς, τοῖς δὲ ἐκ μετανοίας ζωὴν χαρισάμενος, ἀφθαρσίαν δωρήσηται, καὶ δόξαν αἰωνίαν περιποιήσῃ.
demption, so that one might finish the mime itself and bring forward the refuting discourse, we have supposed it well to show first in what points the very fathers of this passion differ from one another, as being from diverse spirits of error. For from this too it will be possible to perceive accurately, even prior to the demonstration, that the truth proclaimed by the Church is firm, and that the falsehood falsified by these men is spurious. For the Church, though scattered throughout the whole inhabited earth unto the ends of the earth, yet having received from the apostles and their disciples the faith in one God, the Father Almighty, Who made the heaven and the earth and the seas and all the things in them; and in one Christ Jesus, the Son of God, Who became incarnate for our salvation; and in the Holy Spirit, Who proclaimed through the prophets the dispensations and the advents, and the birth from a virgin, and the passion, and the rising from the dead, and the bodily ascension into the heavens of the beloved Christ Jesus our Lord, and His coming from the heavens in the glory of the Father to sum up all things and to raise up all flesh of all mankind, in order that to Christ Jesus our Lord, and God, and Saviour, and King, according to the good pleasure of the invisible Father, every knee should bow, of things in heaven and things on earth and things under the earth, and that every tongue should confess Him, and that He may execute righteous judgement among all: sending into the eternal fire the spiritual forces of wickedness, and the angels who transgressed and came to be in apostasy, and the ungodly, and unrighteous, and lawless, and blasphemous among men; whereas to the righteous, and holy, and those who have kept His commandments and have abided in His love, some from the beginning and others since repentance, graciously granting life, He may bestow incorruption and procure eternal glory.
ΛΑʹ. Τοῦτο τὸ κήρυγμα παρειληφυῖα, καὶ ταύτην τὴν πίστιν, ὡς προέφαμεν, ἡ Ἐκκλησία, καίπερ ἐν ὅλῳ τῷ κόσμῳ διεσπαρμένη, ἐπιμελῶς φυλάσσει, ὡς ἕνα οἶκον οἰκοῦσα· καὶ ὁμοίως πιστεύει τούτοις, ὡς μίαν ψυχὴν καὶ τὴν αὐτὴν ἔχουσα καρδίαν· καὶ συμφώνως ταῦτα κηρύσσει, καὶ διδάσκει, καὶ παραδίδωσιν, ὡς ἓν στόμα κεκτημένη. Καὶ γὰρ αἱ κατὰ τὸν κόσμον διάλεκτοι ἀνόμοιοι· ἀλλ' ἡ δύναμις τῆς παραδόσεως μία καὶ ἡ αὐτή· καὶ οὔτε αἱ ἐν Γερμανίαις ἱδρυμέναι Ἐκκλησίαι ἄλλως πεπιστεύκασιν, ἢ ἄλλως παραδιδόασιν, οὔτε ἐν ταῖς Ἰβερίαις, οὔτε ἐν Κελτοῖς, οὔτε κατὰ τὰς ἀνατολὰς, οὔτε ἐν Αἰγύπτῳ, οὔτε ἐν Λιβύῃ, οὔτε αἱ κατὰ μέσα τοῦ κόσμου ἱδρυμέναι· ἀλλ' ὥσπερ ὁ ἥλιος τὸ κτίσμα τοῦ Θεοῦ ἐν ὅλῳ τῷ κόσμῳ εἷς καὶ ὁ αὐτός· οὕτω καὶ τὸ κήρυγμα τῆς ἀληθείας πανταχῇ φαίνει, καὶ φωτίζει πάντας ἀνθρώπους τοὺς βουλομένους εἰς ἐπίγνωσιν ἀληθείας ἐλ-
Chapter XXXI. Having received this preaching and this faith, as we have said before, the Church, although scattered throughout the whole world, carefully guards it, as though dwelling in a single house; and she likewise believes these things, as having one soul and the selfsame heart; and harmoniously she proclaims, teaches, and hands down these things, as possessing a single mouth. For although the languages throughout the world are dissimilar, yet the force of the tradition is one and the same; and neither have the Churches established in the Germanies believed otherwise or handed down otherwise, nor among the Iberias, nor among the Celts, nor throughout the East, nor in Egypt, nor in Libya, nor those established in the middle regions of the world; rather, just as the sun, the creature of God, is one and the same in the whole world, so too the preaching of the truth shines everywhere and enlightens all men who wish to come-
PG 41:536Read from the page
θεῖν. Καὶ οὔτε ὁ πάνυ δυνατὸς ἐν λόγῳ τῶν ἐν ταῖς Ἐκκλησίαις προεστώτων ἕτερα τούτων ἐρεῖ· οὐδεὶς γὰρ ὑπὲρ τὸν διδάσκαλον· οὔτε ὁ ἀσθενὴς ἐν τῷ λόγῳ ἐλαττώσει τὴν παράδοσιν· μιᾶς γὰρ καὶ τῆς αὐτῆς πίστεως οὔσης, οὔτε ὁ πολὺ περὶ αὐτῆς δυνάμενος εἰπεῖν ἐπλεόνασεν, οὔτε ὁ τὸ ὀλίγον ἠλαττόνησε. Τὸ δὲ πλεῖον ἢ ἔλαττον κατὰ σύνεσιν εἰδέναι τινὰς οὐκ ἐν τῷ τὴν ὑπόθεσιν αὐτὴν ἀλλάσσειν γίνεται, καὶ ἄλλον Θεὸν παρεπινοεῖν παρὰ τὸν δημιουργὸν, καὶ ποιητὴν, καὶ τροφέα τοῦδε τοῦ παντὸς, ὡς μὴ ἀρκουμένους τούτους, ἢ ἄλλον Χριστὸν, ἢ ἄλλον Μονογενῆ.
unto the knowledge of the truth. And neither will he who is exceedingly mighty in speech among those who preside in the Churches say things other than these—for no one is above his teacher—nor will he who is weak in speech diminish the tradition; for since the faith is one and the same, neither has he who is able to say much concerning it augmented it, nor has he who speaks little diminished it. And the fact that some know more or less according to understanding does not consist in altering the hypothesis itself and inventing another God beside the Demiurge and Maker and Nourisher of this universe, as though these men were not content [with Him], or another Christ, or another Only-begotten.
Ἀλλὰ ἐν τῷ τὰ ὅσα ἐν παραβολαῖς εἴρηται προσεπεργάζεσθαι, καὶ οἰκειοῦν τῇ τῆς πίστεως ὑποθέσει· καὶ ἐν τῷ τήν τε πραγματείαν καὶ οἰκονομίαν τοῦ Θεοῦ τὴν ἐπὶ τῇ ἀνθρωπότητι γινομένην ἐκδιηγεῖσθαι, καὶ ὅτι ἐμακροθύμησεν ὁ Θεὸς ἐπί τε τῇ τῶν παραβεβηκότων ἀγγέλων ἀποστασίᾳ, καὶ ἐπὶ τῇ παρακοῇ τῶν ἀνθρώπων σαφηνίζειν· καὶ διὰ τί τὰ μὲν πρόσκαιρα, τὰ δὲ αἰώνια, καὶ τὰ μὲν οὐράνια, καὶ τὰ δὲ ἐπίγεια εἷς καὶ ὁ αὐτὸς Θεὸς πεποίηκεν, ἀπαγγέλλειν· καὶ διὰ τί ἀόρατος ὢν ἐφάνη τοῖς προφήταις ὁ Θεὸς, οὐκ ἐν μιᾷ ἰδέᾳ, ἀλλὰ ἄλλως ἄλλοις, συνιεῖν· καὶ διὰ τί Διαθῆκαι πλείους γεγόνασι τῇ ἀνθρωπότητι, μηνύειν, καὶ τίς ἑκάστης τῶν Διαθηκῶν ὁ χαρακτὴρ, διδάσκειν· καὶ διὰ τί συνέκλεισε πάντα εἰς ἀπείθειαν ὁ Θεὸς, ἵνα τοὺς πάντας ἐλεήσῃ, ἐξερευνᾷν, καὶ διὰ τί ὁ Λόγος τοῦ Θεοῦ σὰρξ ἐγένετο, καὶ ἔπαθεν, εὐχαριστεῖν· καὶ διὰ τί ἐπ' ἐσχάτων τῶν καιρῶν ἡ παρουσία τοῦ Υἱοῦ τοῦ Θεοῦ, τουτέστιν ἐν τῷ τέλει, ἐφάνη ἡ ἀρχὴ, ἀπαγγέλλειν· καὶ περὶ τοῦ τέλους καὶ τῶν μελλόντων, ὅσα τε κεῖται ἐν ταῖς Γραφαῖς, ἀναπτύσσειν· καὶ τί ὅτι τὰ ἀπεγνωσμένα ἔθνη συγκληρονόμα καὶ σύσσωμα, καὶ συμμέτοχα τῶν ἁγίων πεποίηκεν ὁ Θεὸς, μὴ σιωπᾷν· καὶ πῶς τὸ θνητὸν τοῦτο σαρκίον ἐνδύσεται ἀθανασίαν, καὶ τὸ φθαρτὸν ἀφθαρσίαν, διαγγέλλειν· πῶς τε ἐρεῖ, Ὁ οὐ λαὸς λαὸς, καὶ ἡ οὐκ ἠγαπημένη ἠγαπημένη· καὶ πῶς πλείονα τῆς ἐρήμου τὰ τέκνα μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα, κηρύσσειν. Ἐπὶ τούτων γὰρ καὶ ἐπὶ τῶν ὁμοίων αὐτοῖς ἐπεβόησεν ὁ Ἀπόστολος· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Ἀλλὰ οὐκ ἐν τῷ ὑπὲρ τὸν κτίστην καὶ Δημιουργὸν Μητέρα τούτων, καὶ αὐτοῦ Ἐνθύμησιν Αἰῶνος πεπλανημένου παρεπινοεῖν, καὶ εἰς τοσοῦτον ἥκειν βλασφημίας· οὐδὲ τὸ ὑπὲρ ταύτην πάλιν Πλήρωμα, τὸ μὲν ἕνα, νῦν δὲ ἀνήριθμον φῦλον Αἰώνων ἐπιψεύδεσθαι, καθὼς λέγουσιν οὗτοι οἱ ἀληθῶς ἔρημοι θείας συνέσεως διδάσκαλοι, τῆς οὔσης Ἐκκλησίας πάσης μίαν καὶ τὴν αὐτὴν πίστιν ἐχούσης εἰς πάντα τὸν κόσμον, καθὼς προέφαμεν.
Rather, [it consists] in working out further whatever things have been spoken in parables and adapting them to the foundation of the faith; and in recounting in full the business and dispensation of God that has taken place towards mankind, and making clear that God was long-suffering both over the apostasy of the angels who transgressed and over the disobedience of men; and in declaring why one and the selfsame God made some things temporal and others eternal, and some things heavenly and others earthly; and in understanding why God, though invisible, appeared to the prophets not in a single form, but differently to different ones; and in indicating why several Covenants were made for mankind, and teaching what is the distinctive character of each of the Covenants; and in searching out why God shut up all things unto disobedience, in order that He might have mercy upon all; and in giving thanks for why the Word of God became flesh and suffered; and in declaring why in the last of the times the coming of the Son of God—that is, in the end, the Beginning—was manifested; and in unfolding whatever lies in the Scriptures concerning the end and the things to come; and in not keeping silent as to why God has made the despaired-of Gentiles fellow heirs, and of the same body, and partakers together of the saints; and in announcing how this mortal little body of flesh shall put on immortality, and this corruptible incorruption; and in proclaiming how He will say, That which was not a people is a people, and she who was not beloved is beloved, and how more are the children of the desolate woman than of her who has the husband. For over these things and things like them the Apostle cried aloud: O the depth of the riches and wisdom and knowledge of God! How unsearchable are His judgements, and untraceable His ways! Yet it does not consist in inventing above the Creator and Demiurge a Mother of these things, and an Enthymesis of Him as of an erring Aeon, and coming to such a pitch of blasphemy; nor again in falsely fabricating above her a Pleroma, at one time one, and now a countless tribe of Aeons, just as say these teachers who are truly destitute of divine understanding, whereas the whole existing Church holds one and the selfsame faith unto all the world, just as we have said before.
ΛΒʹ. Ἴδωμεν νῦν καὶ τὴν τούτων ἄστατον γνώμην
Chapter XXXII. Let us see now also the unstable opinion of these men,
PG 41:537Read from the page
δύο που καὶ τριῶν ὄντων, πῶς περὶ τῶν αὐτῶν οὐ τὰ αὐτὰ λέγουσιν, ἀλλὰ τοῖς πράγμασι καὶ τοῖς ὀνόμασιν ἐναντία ἀποφαίνονται. Ὁ μὲν γὰρ πρῶτος ἀπὸ τῆς λεγομένης Γνωστικῆς αἱρέσεως τὰς ἀρχὰς εἰς ἴδιον χαρακτῆρα διδασκαλείου μεθαρμόσας Οὐαλεντῖνος οὕτως ἐξηροφόρησεν, ὁρισάμενος εἶναι Δυάδα ἀνονόμαστον, ἧς τὸ μέν τι καλεῖσθαι Ἄῤῥητον, τὸ δὲ Σιγήν. Ἔπειτα ἐκ ταύτης Δυάδος δευτέραν Δυάδα προβεβλῆσθαι, ἧς τὸ μέν τι Πατέρα ὀνομάζει, τὸ δὲ Ἀλήθειαν. Ἐκ δὲ τῆς Τετράδος ταύτης καρποφορεῖσθαι Λόγον καὶ Ζωήν, Ἄνθρωπον καὶ Ἐκκλησίαν. Εἶναί τε ταύτην Ὀγδοάδα πρώτην. Καὶ ἀπὸ μὲν τοῦ Λόγου καὶ τῆς Ζωῆς δέκα δυνάμεις λέγει προβεβλῆσθαι, καθὼς προειρήκαμεν· ἀπὸ δὲ τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας δώδεκα, ὧν μίαν ἀποστᾶσαν τὴν λοιπὴν πραγματείαν πεποιῆσθαι. Ὅρους τε δύο ὑπέθετο, ἕνα μὲν μεταξὺ τοῦ Βυθοῦ καὶ τοῦ λοιποῦ Πληρώματος, διορίζοντα τοὺς γεννητοὺς Αἰῶνας ἀπὸ τοῦ ἀγεννήτου Πατρὸς, ἕτερον δὲ τὸν ἀφορίζοντα αὐτῷ τὴν Μητέρα ἀπὸ τοῦ Πληρώματος. Καὶ τὸν Χριστὸν δὲ οὐκ ἀπὸ τῶν ἐν τῷ Πληρώματι αἰώνων προβεβλῆσθαι, ἀλλὰ ὑπὸ τῆς Μητρὸς ἔξω γενομένης κατὰ τὴν γνώμην τῶν κρειττόνων ἀποκεκυῆσθαι μετὰ σκιᾶς τινος. Καὶ τοῦτο μὲν ἅτε ἄῤῥενα ὑπάρχοντα ἀποκόψαντα ἀφ' ἑαυτοῦ τὴν σκιὰν, ἀναδραμεῖν εἰς τὸ Πλήρωμα· τὴν δὲ Μητέρα ὑπολειφθεῖσαν μετὰ τῆς σκιᾶς, κεκενωμένην τε τῆς πνευματικῆς ὑποστάσεως, ἕτερον υἱὸν προενέγκασθαι· καὶ τοῦτον εἶναι τὸν Δημιουργὸν, ὃν καὶ παντοκράτορα λέγει τῶν ὑποκειμένων. Συμπροβεβλῆσθαι δὲ αὐτῷ καὶ ἄριστον ἄρχοντα ἐδογμάτισεν ὁμοίως τοῖς ῥηθησομένοις ὑφ' ἡμῶν ψευδωνύμως Γνωστικοῖς. Καὶ τὸν Ἰησοῦν ποτε μὲν ἀπὸ τοῦ συσταλέντος ἀπὸ τῆς Μητρὸς αὐτῶν συναναχυθέντος τοῖς ὅλοις προβεβλῆσθαί φασι, τουτέστι τοῦ Θελητοῦ· ποτὲ δὲ ἀπὸ τοῦ ἀναδραμόντος εἰς τὸ Πλήρωμα, τουτέστι τοῦ Χριστοῦ· ποτὲ δὲ ἀπὸ τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας. Καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον ὑπὸ τῆς Ἐκκλησίας φησὶ προβεβλῆσθαι εἰς ἀνάκρισιν καὶ καρποφορίαν τῶν Αἰώνων, ἀοράτως εἰς αὐτοὺς εἰσιόν· δι' οὗ τοὺς Αἰῶνας καρποφορεῖν τὰ φυτὰ τῆς ἀληθείας.
though they are some two or three, how they do not say the same things concerning the same matters, but declare things contrary both in realities and in names. For the first one who adapted the principles from the so-called Gnostic heresy to the peculiar character of a school, Valentinus, expounded it thus, defining that there is a nameless Dyad, of which the one part is called Ineffable and the other Silence. Next, from this Dyad a second Dyad was emitted, of which he names the one part Father and the other Truth. And from this Tetrad there bore fruit Word and Life, Man and Church; and this is the first Ogdoad. And from Word and Life he says ten powers were emitted, just as we have said before; and from Man and Church twelve, one of which, having revolted, accomplished the rest of the business. And he posited two Boundaries: one between the Deep and the rest of the Pleroma, separating the begotten Aeons from the unbegotten Father, and the other separating from the Pleroma the Mother for Him. And Christ too was not emitted from the aeons within the Pleroma, but was brought forth with a certain shadow by the Mother once she had come to be outside, in accordance with her remembrance of the better things. And he indeed, inasmuch as he was male, having cut away the shadow from himself, ran back up into the Pleroma; whereas the Mother, left behind with the shadow and emptied of spiritual substance, brought forth another son, and this is the Demiurge, whom he also calls almighty ruler of the things underlying him. And he taught as dogma that there was also emitted along with him an excellent [read: left-hand] ruler, similarly to those falsely called Gnostics of whom we shall speak. And Jesus, they say, was emitted sometimes from him who was contracted away from their Mother and poured back together into the universe, that is, the Willed One; sometimes from him who ran back up into the Pleroma, that is, Christ; and sometimes from Man and Church. And the Holy Spirit too, he says, was emitted by Church for the examination and fruit-bearing of the Aeons, entering into them invisibly, through whom the Aeons bear as fruit the plants of the truth.
Πεπλήρωνται τὰ Εἰρηναίου κατὰ Οὐαλεντίνων.
The excerpts of Irenaeus against the Valentinians are completed.
ΛΓʹ. Καὶ ταῦτα μὲν καὶ τὰ τοιαῦτα ὁ προειρημένος ἀνὴρ πρεσβύτης Εἰρηναῖος, ὁ κατὰ πάντα ἐκ Πνεύματος ἁγίου κεκοσμημένος, ὡς γενναῖος ἀθλητὴς ὑπὸ τοῦ Κυρίου προβεβλημένος, καὶ ἐπαλειφθεὶς τοῖς ἐπουρανίοις χαρίσμασι τοῖς κατὰ τὴν ἀληθινὴν πίστιν καὶ γνῶσιν, καταπαλαίσας τε καὶ καταγωνισάμενος τὴν πᾶσαν αὐτῶν ληρώδη ὑπόθεσιν, διεξῆλθε κατὰ λόγον τὰ ὑπ' αὐτῶν κενοφωνούμενα. Ἀκρότατα δὲ αὐτοὺς ἐν τῳ ἑξῆς δευτέρῳ αὐτοῦ λόγῳ καὶ τοῖς ἄλλοις διήλεγξε περιττοτέρως, βουλόμενός πως τὸν χαμαὶ ῥιφέντα, καὶ εἰς ἧτταν τραπέντα σῦραι, καὶ ἐνώπιον πάντων θριαμβεῦσαί τε καὶ φωράσαι τὴν ἐν αὐτῷ τῷ ῥιφέντι ἀναίσχυντόν τε καὶ ἀσθενῆ προὔκλησιν ματαιοφροσύνης. Ἡμεῖς δὲ, ἀρκεσθέντες τοῖς τε
Chapter XXXIII. Both these things and things of this sort the aforesaid elder Irenaeus, a man adorned in every respect from the Holy Spirit, brought forward by the Lord as a noble athlete and anointed with the heavenly gifts that accord with true faith and knowledge, having wrestled down and overcome the whole of their drivelling hypothesis, went through word for word the empty babblings uttered by them. And with utmost thoroughness he refuted them still more abundantly in his next, second book and in the rest, wishing in a manner to drag along him who had been cast to the ground and turned to defeat, and before all to triumph over him and expose in the fallen foe himself the shameless and feeble challenge of his vain-mindedness. We, however, contenting ourselves both with the
Notes, col. 537

On the reading

Printed τῳ, for τῷ.

PG 41:540Read from the page
παρ' ἡμῶν λεχθεῖσιν ὀλίγοις, καὶ τοῖς ὑπὸ τῶν τῆς ἀληθείας συγγραφέων τούτων λεχθεῖσί τε καὶ συνταχθεῖσι, καὶ ὁρῶντες, ὅτι ἄλλοι πεπονήκασι, φημὶ δὲ Κλήμης καὶ Εἰρηναῖος καὶ Ἱππόλυτος, καὶ ἄλλοι πλείους, οἳ καὶ θαυμαστῶς τὴν κατ' αὐτῶν πεποίηνται ἀνατροπὴν, οὐ πάνυ τι τῷ καμάτῳ προσθεῖναι, ὡς προεῖπον, ἠθελήσαμεν, ἱκανωθέντες τοῖς προειρημένοις ἀνδράσι, καὶ αὐτὸ τοῦτο διανοηθέντες, ὅτι παντὶ συνετῷ καὶ ἐξ αὐτῶν τῶν ἐν τοῖς διδάγμασιν αὐτῶν λόγων ἡ ἀνατροπὴ αὐτῶν κατ' αὐτῶν φανήσεται.
few things spoken by us, and with the things spoken and compiled by these writers of the truth, and seeing that others have laboured—I mean Clement, and Irenaeus, and Hippolytus, and several others, who have also admirably wrought the refutation against them—have not wished, as I said before, to add very much to the toil, deeming the aforesaid men sufficient, and bearing in mind this very point: that to every intelligent person their own refutation against themselves will be manifest even out of the very words contained in their teachings.
ΛΔʹ. Πρῶτον μὲν ὅτι διάφορα παρ' αὐτοῖς τὰ φρονήματα, καὶ ἕτερος τὰ τοῦ ἑτέρου καταλύειν ἐπαγγέλλεται· δεύτερον δὲ, ὅτι ἀσύστατα τὰ παρ' αὐτοῖς μυθοποιήματα, οὔτε που Γραφῆς εἰπούσης, οὔτε τοῦ Μωϋσέως νόμου, οὔτε τινὸς προφήτου τῶν μετὰ Μωϋσέα, ἀλλ' οὔτε τοῦ Σωτῆρος, οὔτε τῶν αὐτοῦ εὐαγγελιστῶν, ἀλλ' οὔτε μὴν τῶν ἀποστόλων. Εἰ γὰρ ταῦτα ἀληθινὰ ὑπῆρχεν, ὁ ἐλθὼν φωτίσαι τὴν οἰκουμένην Κύριος, καὶ πρὸ αὐτοῦ οἱ προφῆται, ἔπειτα δὲ καὶ οἱ ἀπόστολοι οἱ ἐλέγξαντες τὴν εἰδωλολατρείαν, πᾶσάν τε παράνομον πρᾶξιν, καὶ μὴ δειλιάσαντες γράφειν κατὰ πάσης παρανόμου διδασκαλίας καὶ ἐναντιότητος, σαφῶς ἂν τὰ τοιαῦτα ἡμῖν κατήγγελλον· καὶ μάλιστα αὐτοῦ τοῦ Σωτῆρος λέγοντος, ὅτι Τοῖς μὲν ἔξω ἐν παραβολαῖς, ὑμῖν δὲ τὰς παραβολὰς εἰς ἐπίλυσιν βασιλείας οὐρανῶν ῥητέον. Ὅσας γοῦν ἐν Εὐαγγελίοις παραβολὰς εἴρηκεν, εὐθὺς ἐπιλύσας φαίνεται. Ἀμέλει καὶ τίς ὁ κόκκος τοῦ σινάπεως, καὶ τίς ἡ ζύμη· καὶ τίς βαλοῦσα τὴν ζύμην εἰς τὰ τρία σάτα, τίς ὁ ἀμπελὼν, τίς ἡ συκῆ, τίς ὁ σπορεὺς, τίς ἡ καλλίστη γῆ. Καὶ μάτην οὗτοι ἐνθουσιῶνται ὑπὸ δαιμόνων ἐλαυνόμενοι· περὶ ὧν φησιν ὁ ἁγιώτατος ἀπόστολος Παῦλος· Ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς διδασκαλίας, προσέχοντες μύθοις καὶ διδασκαλίαις δαιμόνων. Καὶ πάλιν ὁ ἅγιος Ἰάκωβος λέγων περὶ τῆς τοιαύτης διδασκαλίας, ὅτι Οὐκ ἔστιν ἄνωθεν ἡ αὐτὴ σοφία κατερχομένη, ἀλλ' ἐπίγειος, ψυχικὴ, δαιμονιώδης. Ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνικὴ, εὐπειθὴς, ἀδιάκριτος, μεστὴ ἐλέους, καὶ καρπῶν ἀγαθῶν, καὶ τὰ ἑξῆς. Ἧς οὐδὲ εἷς καρπὸς ἐν τοῖς προειρημένοις εὑρίσκεται. Παρ' αὐτοῖς γὰρ ἀκαταστασία, καὶ πᾶν παράνομον πρᾶγμα, δαιμόνων τε κυήματα, καὶ συρίγματα δρακόντων, ἄλλοτε ἄλλως καὶ ἄλλο ἑκάστου αὐτῶν λαλοῦντος. Παρ' οἷς οὐκ ἔλεος, οὐκ οἶκτος εὑρίσκεται, ἀλλὰ διακρίσεις καὶ διαφοραὶ, καὶ οὐδαμοῦ ἁγνεῖαι, οὐδαμοῦ εἰρήνη, οὐδαμοῦ ἐπιείκεια.
Chapter XXXIV. First, because the sentiments held among them are discordant, and the one professes to overthrow the tenets of the other; and second, because the mythical fabrications held among them are incoherent, neither Scripture anywhere saying so, nor the law of Moses, nor any prophet among those after Moses, nay, nor the Saviour, nor His evangelists, nor indeed the apostles either. For if these things were true, the Lord Who came to enlighten the inhabited earth, and before Him the prophets, and thereafter the apostles as well, who exposed idolatry and every lawless deed and did not shrink from writing against every lawless teaching and opposition, would plainly have proclaimed such things to us—above all when the Saviour Himself says: To those outside in parables, whereas to you the parables must be spoken with a view to the explanation of the kingdom of the heavens. At all events, as many parables as He has spoken in the Gospels He manifestly explained right away: for instance, both what is the grain of mustard seed, and what is the leaven; and who is the woman who cast the leaven into the three measures, what is the vineyard, what is the fig tree, who is the sower, and what is the finest soil. And in vain are these men frenzied, driven on by demons—concerning whom the most holy apostle Paul says: In later times some will fall away from the teaching, giving heed to myths and teachings of demons. And again Saint James, speaking concerning such teaching, says that this wisdom is not one coming down from above, but earthly, psychic, demonic; whereas the wisdom from above is first pure, then peaceable, gentle, impartial, full of mercy and good fruits, and so forth—of which not a single fruit is found in the men aforesaid. For among them are instability, and every lawless deed, and broods of demons, and hissings of serpents, each of them speaking differently at different times and saying something else; among whom no mercy, no compassion is found, but contentions and dissensions, and nowhere purities, nowhere peace, nowhere gentleness.
ΛΕʹ. Βούλομαι δὲ πάλιν ἀναγκαζόμενος ὑπὸ τοῦ λόγου, εἰ καὶ παύσασθαι ὑπεσχόμην, ὀλίγων παρ' αὐτοῖς εἰρημένων μνημονεύσας ἀνατρέψαι. Οὐ γὰρ
Chapter XXXV. Yet again, being compelled by the argument, even though I promised to leave off, I wish to call to mind a few of the things said among them and refute them. For not
PG 41:541Read from the page
τοῦ κατὰ τέχνην μοι λόγου μέλει, ἀλλὰ τῆς τῶν ἐντυγχανόντων ὠφελείας. Λέγουσι τοίνυν, ὅτι ὁ δωδέκατος Αἰὼν ὁ ἐν ὑστερήματι γενόμενος παντελῶς τοῦ ἀριθμοῦ τῶν δώδεκα ἐξέπεσε, καὶ ἀπόλλυται ὁ ἀριθμὸς ὁ δωδέκατος. Τοῦτο δέ φασι γεγενῆσθαι τῷ τὸν Ἰούδαν ὄντα δωδέκατον ἐκπεπτωκέναι, καὶ οὕτω τὸν δωδέκατον ἀριθμὸν ἠφανίσθαι. Ὁμοίως δὲ καὶ περὶ τῆς αἱμοῤῥοούσης, καὶ τῆς τὴν μίαν δραχμὴν ἀπὸ τῶν δέκα δραχμῶν ἀπολεσάσης. Δείκνυται δὲ, ὅτι οὔτε ὁ δωδέκατος Αἰὼν πρόσωπον Ἰούδα ἔχειν δυνήσεται, ὡς τῷ ἁγιωτάτῳ Εἰρηναίῳ προείρηται· Ἰούδας μὲν γὰρ παντελῶς ἀπόλωλεν· ὁ δωδέκατος λεγόμενος Αἰὼν κατὰ τὸ αὐτῶν πλάσμα οὐκ ἐκενώθη· ἔστη γὰρ ἐνώπιον αὐτοῦ ὁ Μεταγωγεὺς, ἢ ὁ Ὁροθέτης, φήσας πρὸς αὐτὸν, Ἰαώτ· ὡσαύτως φασὶ, καὶ οὕτως ἐστερειώθη· οὔτε ἡ δώδεκα ἔτεσιν αἱμοῤῥοοῦσα τῷ αὐτῶν δράματι ὁμοιωθήσεται· ἐσώθη γὰρ μετὰ δώδεκα ἔτη, ἐν οἷς τῷ αἵματι τῆς ῥύσεως ἐφέρετο· οὐ γὰρ ἐν τοῖς ἕνδεκα ἔτεσιν ἀπαθὴς διετέλει, καὶ ἐν τῷ δωδεκάτῳ δὲ σέσωσται· οὔτε ἡ τὰς δέκα δραχμὰς κεκτημένη ἀπώλεσε τὴν μίαν εἰς τέλος, ἵνα ὁ Αἰὼν τῆς ὕλης ἀπολωλὼς μυθεύηται παρ' αὐτοῖς. Ἦψε γὰρ τὸν λύχνον, καὶ ηὗρε τὴν δραχμήν.
artistic speech is my concern, but the profit of my readers. They say, accordingly, that the twelfth Aeon, who came to be in deficiency, fell away altogether from the number of the twelve, and the twelfth number perishes. And this they say came to pass in that Judas, being the twelfth, fell away, and thus the twelfth number vanished; and similarly also concerning the woman with an issue of blood, and the woman who lost the one drachma out of the ten drachmas. Yet it is shown that neither will the twelfth Aeon be able to bear the persona of Judas, as has been said before by the most holy Irenaeus: for Judas perished utterly, whereas the so-called twelfth Aeon, according to their figment, was not emptied out—for the Metagogeus, or Horothetes, stood before him, saying to him, Iaot, as they likewise say, and thus he was made fast. Nor will the woman who had an issue of blood for twelve years be likened to their drama: for she was healed after twelve years during which she was borne along in the blood of her flux; for she did not continue free of suffering during the eleven years and then get healed in the twelfth! Nor did the woman who possessed the ten drachmas lose the one finally, so that the Aeon of matter might be fabled among them to have perished; for she lit the lamp and found the drachma.
Λϛʹ. Ἐκ τοίνυν τῶν δύο λόγων τούτων ἢ τριῶν τὰ πάντα αὐτῶν εὐθὺς ἐλεγχθέντα καταλειφθήσεται δραματουργήματα, καὶ ἀδρανῆ, καὶ ἔωλα τοῖς τῆς φρονήσεως υἱοῖς καὶ τέκνοις τοῖς τῆς ἁγίας τοῦ Θεοῦ καθολικῆς Ἐκκλησίας. Ἵνα γὰρ μὴ κατὰ τῶν αὐτῶν φερόμενος εἰς μῆκος ἄπειρον ἐλάσω τὴν πραγματείαν, ἕως τῆς ἐνταῦθα ὑφηγήσεως ποιησάμενος τὴν ὑπόμνησιν, καὶ ἐπιθεὶς πέρας τῇ τοσαύτῃ αὐτῶν μοχθηρίᾳ, ἐπὶ τὰς ἑξῆς βαδιοῦμαι, Θεὸν ἐπικαλούμενος ὁδηγόν τε καὶ ἐπίκουρον τῆς ἡμῶν ἀσθενείας, εἰς τὸ σωθῆναι ἀπὸ ταύτης καὶ τῶν προειρημένων αἱρέσεων, καὶ τῶν μελλουσῶν ἀναδείκνυσθαι τοῖς φιλολόγοις, καὶ βουλομένοις τὰ ἀκριβῆ εἰδέναι τῶν ἐν τῷ κόσμῳ κενοφωνιῶν τε καὶ ἀσυστάτων δογμάτων. Εἰς πολλοὺς γὰρ οὗτος τὴν ἑαυτοῦ ὀνειροπολίαν ἐπισπείρας, Γνωστικὸν ἑαυτὸν καλέσας, πολλοὺς, ὡς εἰπεῖν, σκορπίους ὡς μίαν ἅλυσιν συνέδησεν, ὡς ἡ παλαιὰ καὶ ἐναργὴς παραβολὴ ὑπάρχει, ὅτι, ἅλυσίν τινα οἱ σκορπίοι ἀπὸ ἑνὸς εἰς τὸν ἕτερον δεσμοῦντες, ἕως δέκα ἢ καὶ πλείους ἀπὸ στέγης ἢ δώματος ἑαυτοὺς χαλῶσι, καὶ οὕτως μετὰ δόλου τὴν λύμην τοῖς ἀνθρώποις ἐργάζονται. Οὕτως καὶ οὗτος, καὶ οἱ αὐτοῦ καλούμενοι Γνωστικοὶ τῆς πλάνης ἀρχηγέται γεγόνασι, καὶ παρ' αὐτοῦ τὰς προφάσεις ὑπειληφότες, ἕτερος ὑφ' ἑτέρου μαθητευθεὶς μετὰ τὸν διδάσκαλον προσθήκην τῆς πλάνης εἰργάσατο, καὶ ἑτέραν αἵρεσιν εἰσηγήσατο, ἐχομένης τῆς προτέρας. Καὶ οὕτω κατὰ τὴν διαδοχὴν εἰς διαφόρους αἱρέσεις αὐτοὶ οἱ κληθέντες Γνωστικοὶ ἐμερίσθησαν· παρὰ Οὐαλεν-
Chapter XXXVI. Out of these two or three arguments, accordingly, all their dramatic fabrications, immediately refuted, will be left behind both impotent and stale to the sons of prudence and the children of the holy catholic Church of God. For in order that I may not, being borne along against the same men, draw out the treatise to boundless length, having made my reminder as far as the exposition reached at this point and having set a limit to this great wickedness of theirs, I shall proceed to the heresies that follow next, calling upon God as guide and helper of our weakness, so as to be saved from this and the aforesaid heresies, and from those about to be pointed out to lovers of learning and those who wish to know accurately the facts about the empty babblings and incoherent dogmas in the world. For having sown his own dream-fantasy unto many, calling himself a Gnostic, this man bound together many scorpions, so to speak, like a single chain—as the ancient and vivid proverb has it, that scorpions, linking a kind of chain from one to the next, up to ten or even more, lower themselves from a roof or housetop, and thus craftily work ruin upon men. Thus both this man and his so-called Gnostics became ringleaders of error, and having taken their pretexts from him, one taught by another wrought an addition of error after his teacher and introduced another heresy adjoining the former one. And thus by succession these very men called Gnostics were divided into diverse heresies: from Valen-
Notes, col. 541

On the reading

Printed ἐστερειώθη, for ἐστερεώθη.

PG 41:544Read from the page
τίνου μέντοι, ὡς ἔφην, καὶ τῶν πρὸ αὐτοῦ τὰς προφάσεις εἰληφότες, ὅμως αἱ προειρημέναι σὺν τῇ τούτου τοῦ Οὐαλεντίνου τῇ τῆς ἀληθείας διδασκαλίᾳ καταπατηθεῖσαι ὑφ' ἡμῶν παρείσθωσαν. Ἡμεῖς δὲ τὰς ἑξῆς ἐν τῇ τοῦ Θεοῦ δυνάμει διασκοπήσωμεν.
Valentinus, however, as I said, and having taken their pretexts from those before him; nevertheless, let the aforesaid heresies, together with that of this Valentinus, having been trampled underfoot by us through the teaching of the truth, be passed over, and let us examine the next ones in order in the power of God.
ΚΑΤΑ ΣΕΚΟΥΝΔΙΑΝΩΝ,
Against the Secundians,
Οἷς συνήφθη Ἐπιφάνης καὶ Ἰσίδωρος, δωδεκάτη, ἡ καὶ τριακοστὴ δευτέρα.
To whom Epiphanes and Isidore were joined, the twelfth, which is also the thirty-second.
Αʹ. Παρελθόντες δὲ τὴν τοῦ Οὐαλεντίνου αἵρεσιν, καὶ πολλὰ μοχθήσαντες ἐν τῇ ἀκανθώδει αὐτοῦ σπορᾷ, διὰ πολλοῦ, ὡς εἰπεῖν, καμάτου καὶ γεωργικῆς κακοπαθείας ἐπὶ τὰ λείψανα τῆς ἀκανθώδους αὐτοῦ σπορᾶς καὶ ἑρπετώδους αὐτοῦ θηριομορφίας ἐλευσόμεθα, τὸ ἅγιον Πνεῦμα αἰτησάμενοι παρὰ Χριστοῦ, εἰς τὸ δι' αὐτοῦ ἐπισπάσαι ταῖς ψυχαῖς τῇ ἐν Θεῷ διδασκαλίᾳ καὶ σεμνῷ λόγῳ, καὶ τοὺς ἰοὺς ἀνασπάσαι δυνηθῆναι ἀπὸ τῶν οὕτω προειρημένων. Ἄρξομαι δὲ περὶ τούτων λέγειν κατὰ διαδοχὴν, τίς τίνος διάδοχος γεγένηται τῶν ἐξ αὐτοῦ ὁρμωμένων, καὶ ἑτέραν παρὰ τὴν ἐκείνου σπορὰν διδασκόντων.
Chapter I. Now having passed beyond the heresy of Valentinus, and having toiled greatly in his thorny sowing, through much fatigue, so to speak, and agricultural hardship we shall come to the remnants of his thorny sowing and his creeping beast-like form, asking the Holy Spirit from Christ, so that through Him we may draw souls near by godly teaching and reverent discourse, and be able to draw out the venoms from those thus spoken of before. And I shall begin to speak of these in succession, showing who became the successor of whom among those setting out from him and teaching a sowing different from his.
Σεκοῦνδος τοίνυν τις ἐξ αὐτῶν ὢν, καὶ περισσότερόν τι βουλόμενος φρονῆσαι, πάντα μὲν τὰ κατὰ τὸν Οὐαλεντῖνον ἐξηγεῖται, περισσότερον δὲ ἦχον εἰς ἀκοὰς τῶν ἐμβεβροντημένων ἐξήχησεν. Οὗτος γὰρ κατὰ Οὐαλεντῖνον ὢν, ὡς προεῖπον, ὑπὲρ δὲ Οὐαλεντῖνον φρονῶν, λέγει εἶναι τὴν πρώτην Ὀγδοάδα Τετράδα δεξιὰν, καὶ Τετράδα ἀριστεράν· οὕτω παραδιδοὺς καλεῖσθαι τὴν μὲν μίαν Φῶς, τὴν δὲ ἄλλην Σκότος· τὴν δὲ ἀποστᾶσάν τε καὶ ὑστερήσασαν δύναμιν μὴ εἶναι ἀπὸ τῶν τριάκοντα Αἰώνων, ἀλλὰ μετὰ τοὺς τριάκοντα Αἰῶνας, ὡς εἶναι ἀπὸ τῶν μετὰ τὴν Ὀγδοάδα τὴν ἄλλην κατωτέρω γενομένων. Τὰ δὲ πάντα περὶ Χριστοῦ καὶ τῶν ἄλλων δογμάτων ὡσαύτως τῷ ἰδίῳ χορηγῷ τῷ ἰοῦ καὶ δοτῆρι τοῦ δηλητηρίου Οὐαλεντίνῳ δογματίζει. Μὴ πολλῶν δὲ ὄντων τῶν ὑπὸ τούτου διαφόρως ξενολεκτουμένων, ἀρκεσθῆναι μὲν ἡγησάμην δεῖν τοῖς προειρημένοις, ἔχουσι καὶ ἀφ' ἑαυτῶν τὴν ἀνατροπὴν, ὅμως δ' οὖν καὶ περὶ αὐτοῦ ὀλίγα λέξω, ἵνα μὴ δι' ἀπορίαν παρεληλυθέναι τι κατ' αὐτὸν δόξω. Εἰ γὰρ Τετράδες δεξιαὶ καὶ εὐώνυμοι παρ' αὐτοῖς τάσσονται, εὑρεθήσεταί τι ζητούμενον μέσον τοῦ τε δεξιοῦ καὶ τοῦ ἀριστεροῦ· πᾶν γὰρ ὁτιοῦν δεξιὰς ἔχον καὶ εὐωνύμους τάξεις μέσον ἕστηκε τῶν εὐωνύμων αὐτοῦ καὶ δεξιῶν· καὶ οὐδαμοῦ δυνήσεται εἶναι δεξιὰ ἢ ἀριστερὰ, εἰ μή τι ἂν ἐκ μεσολαβοῦντος σώματος ἑκατέρου μέρους ἡ διάκρισις γένηται. Ἄρα οὖν, ἀνόητε Σεκοῦνδε, καὶ οἱ ἀπὸ σοῦ ἠπατημένοι, τὸ μεσαίτατον, ἀφ' οὗπερ καὶ ἀριστερὰ καὶ δεξιὰ ὑποπίπτουσιν, ἔσται ἕν τι, καὶ οὐ δυνήσεται ἀλλότριον εἶναι τοῦ ἑνός τινος τὸ ἐξ αὐτοῦ ὑποπίπτον δεξιόν τε καὶ εὐώνυμον· καὶ ἐξανάγκης ἀναχθήσεται τὸ πᾶν εἰς τὸ ἓν ὂν, οὗ ἀνώτατον οὐδὲ ἕν ἐστιν, οὔτε ὑποβεβηκὸς, οὔτε κατώτατον, εἰ μὴ τὰ ὑπ' αὐτοῦ ἐκτισμένα· καὶ ἔσται τοῦτο φανερὸν
Secundus, accordingly, being a certain one of them and wishing to devise something more, expounds all things in accordance with Valentinus, yet sounded forth a louder din into the ears of the thunderstruck. For while following Valentinus, as I said before, yet devising views beyond Valentinus, he says that the first Ogdoad is a right-hand Tetrad and a left-hand Tetrad, thus handing down that the one is called Light and the other Darkness; and that the power which revolted and fell short is not from the thirty Aeons, but after the thirty Aeons, so as to be from those that came into being lower down after the other Ogdoad. In all matters concerning Christ and the other doctrines he dogmatizes in like manner with Valentinus, his own supplier of venom and giver of poison. Since the things variously spoken of in strange terms by this man are not many, I considered that we ought to be content with what has already been said, seeing that those claims carry their own refutation even of themselves; nevertheless I shall also say a few words concerning him, lest through want of arguments I should seem to have passed anything over against him. For if right-hand and left-hand Tetrads are arrayed among them, some sought-for middle between the right and the left will be found; for whatever possesses right-hand and left-hand ranks stands in the middle of its own left-hand and right-hand parts, and nowhere will there be able to be right or left unless the distinction of either side comes about from some intervening body. Consequently, foolish Secundus, and those deceived by you, the innermost centre, beneath which both left and right fall, will be some single entity, and that right and left which falls beneath it out of it will not be able to be alien to that single entity; and of necessity the whole will be referred back to the One Being, higher than Whom there is nothing at all, nor anything subordinate or lowest, save the things created by Him; and this will be manifest
Notes, col. 544

On the reading

Printed τῷ ἰοῦ, for τοῦ ἰοῦ.