Θεὸν τὸν ἑαυτοῦ Πατέρα ὁ Σωτὴρ ἡμῶν ἀπεφήνατο, ὃν αὐτὸς ἐφανέρωσεν)· ἔστι δὲ καὶ ὁ τῆς τοῦ ἀντι-κειμένου φύσεως κακός τε καὶ πονηρὸς, ἐν ἀδικίᾳ χαρακτηριζόμενος. Τούτων δὲ οὖν μέσον καθεστὼς, καὶ μήτε ἀγαθὸς ὢν, μήτε μὴν κακὸς, μήτε ἄδικος, ἰδίως τε λεχθείη ἂν δίκαιος, τῆς κατ' σύτὸν δικαιο-σύνης ὢν βραβευτής. Καὶ ἔσται μὲν καταδεέστερος τοῦ τελείου Θεοῦ, καὶ τῆς ἐκείνου δικαιοσύνης ἐλάτ-των οὗτος ὁ Θεὸς, ἅτε δὴ καὶ γεννητὸς ὢν, καὶ οὐκ ἀγέννητος (εἷς γάρ ἐστιν ἀγέννητος ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα ἰδίως, τῶν πάντων ἠρτημένων ἀπ' αὐτοῦ)· μείζων δὲ καὶ κυριώτερος τοῦ ἀντικειμένου, καὶ ἑτέρας οὐσίας τε καὶ φύσεως πεφυκὼς παρὰ τὴν ἑκατέρων τούτων οὐσίαν. Τοῦ μὲν γὰρ ἀντικειμένου ἐστὶν ἡ οὐσία, φθορά τε καὶ σκότος· ὑλικὸς γὰρ οὗτος καὶ πολυσχεδής· τοῦ δὲ Πατρὸς τῶν ὅλων τοῦ ἀγεν-νήτου ἡ οὐσία ἐστὶν ἀφθαρσία τε καὶ φῶς αὐτόον, ἁπλοῦν τε καὶ μονοειδές. Ἡ δὲ τούτων οὐσία διττὴν μέν τινα δύναμιν προήγαγεν· αὐτὸς δὲ τοῦ κρείττο-νός ἐστιν εἰκών. Μηδέ σε τὰ νῦν τοῦτο θορυβείτω, θέλουσαν μαθεῖν, πῶς ἀπὸ μιᾶς ἀρχῆς τῶν ὅλων οὔ-σης καὶ ὁμολογουμένης ἡμῖν, καὶ πεπιστευμένης, τοῦ ἀγεννήτου, καὶ ἀφθάρτου, καὶ ἀγαθῆς, συν-έστησαν καὶ αὗται αἱ φύσεις, ἥ τε τῆς φθορᾶς καὶ τῆς μεσότητος ἀνομοούσιοι αὗται καθεστῶσαι, τοῦ ἀγαθοῦ φύσιν ἔχοντος τὰ ὅμοια ἑαυτοῦ καὶ ὁμοούσια γεννᾷν τε καὶ προφέρειν. Μαθήσῃ γὰρ, Θεοῦ διδόν-τος, ἑξῆς καὶ τὴν τούτου ἀρχήν τε καὶ γέννησιν, ἀξιαυμένη τῆς ἀποστολικῆς παραδόσεως, ἣν ἐκ δια-δοχῆς καὶ ἡμεῖς παρειλήφαμεν, μετὰ καὶ τοῦ κανο-νίσαι πάντας τοὺς λόγους τῇ τοῦ Σωτῆρος διδασκα-λίᾳ. Ταῦτά σοι, ὦ ἀδελφή μου Φλώρα, δι' ὀλίγων εἰ-ρημένα οὐκ ἠτόνησα, καὶ τὸ τῆς συντομίας προ-έγραψα· ἅμα μὲν τὸ προκείμενον ἀποχρώντως ἐξ-έφηνα, ἃ καὶ εἰς τὰ ἑξῆς τὰ μέγιστά σοι συμβα-λεῖται, ἐάν γε, ὡς καλὴ γῆ καὶ ἀγαθὴ, γονίμων σπερμάτων τυχοῦσα, τὸν δι' αὐτῶν καρπὸν ἀνα-δείξῃς.
our Saviour declared to be God His own Father, Whom He Himself revealed); and there is also he who is of the nature of the adversary, both evil and wicked, characterized by injustice. Standing, then, midway between these, and being neither good nor indeed evil nor unjust, he might peculiarly be called righteous, being arbiter of the righteousness that accords with himself. And this God will indeed be inferior to the perfect God and less than His righteousness, inasmuch as he is begotten and not unbegotten (for there is one unbegotten Father, from Whom are all things peculiarly, all things depending upon Him), yet greater and more sovereign than the adversary, and born of a different essence and nature alongside the essence of both of these. For the essence of the adversary is corruption and darkness, since he is material and manifold; whereas the essence of the unbegotten Father of all is incorruption and self-existent light, simple and uniform. Now the essence of these brought forth a certain twofold power, whereas he himself is an image of the better. And let not this disturb you for the present, wishing as you do to learn how from one principle of all things that exists and is confessed and believed by us—the unbegotten and incorruptible and good—these natures too were constituted, both that of corruption and that of the intermediary, standing apart in essence as these do, though it belongs to the nature of the good to beget and bring forth things like unto itself and consubstantial. For, God granting, you shall next learn both its origin and generation, being deemed worthy of the apostolic tradition which we too have received by succession, together also with measuring all the words by the standard of our Saviour's teaching. In setting forth these things to you briefly, my sister Flora, I did not grow weary, and I have set down this concise account beforehand; at the same time I have sufficiently expounded the matter before us, which in what follows will also contribute very greatly to you, if indeed, like fair and good soil having received fruitful seeds, you display the fruit that comes through them.
Ηʹ. Τίς δὲ τούτων τῶν ῥημάτων, καὶ τῆς τοῦ γόη-τος τούτου, καὶ τῆς τῶν σὺν αὐτῷ ἀνέξεται φρενο-βλαβείας. Πτολεμαίου τε, φημὶ, καὶ τῶν ἀμφ' αὐτὸν εἰς τοσοῦτον κυκώντων καὶ καττυόντων πλάσματα; Οὔτε γὰρ τῶν παλαιῶν τραγῳδοποιῶν τις, οὔτε οἱ καθεξῆς μιμηλοὶ τὸν τρόπον, οἱ περὶ Φιλιστίωνα, καὶ Διογένη, τὸν τὰ ἄπιστα γράψαντα, ἢ οἱ ἄλλοι πάντες, οἱ τοὺς μύθους ἀναγεγραφότες καὶ ῥαψ-ῳδήσαντες, τοσοῦτον ψεῦδος ἠδυνήθησαν ἐκτυπῶσαι, ὡς οὗτοι τολμηρῶς φερόμενοι, μετὰ τῆς ἑαυτῶν ζωῆς δεινὰ ἑαυτοῖς κατεσκεύασαν, καὶ τὸν νοῦν τῶν πειθο-μένων αὐτοῖς ἀνθρώπων εἰς μωρὰς ζητήσεις περι-
VIII. Who, then, will endure these words, and the madness of this charlatan and of those with him—of Ptolemy, I mean, and those around him, churning up and stitching together fabrications to such a pitch? For neither any of the ancient tragic poets, nor those after them imitative in manner—Philistion and his circle, and Diogenes who wrote incredible tales—or all the others who recorded and recited myths as rhapsodes, were able to fashion so great a falsehood as these men, rushing on audaciously, have contrived dreadful things for themselves along with their own life, and have cast the mind of the human beings persuaded by them round into foolish questionings