Migne Reading Room

PG 41 · cols. 521–532 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus II (Anacephalaeosis et Haereses XXI–XXXIII)

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus II (Anacephalaeosis et Haereses XXI–XXXIII)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:521Read from the page
εἰκόνος καλῆς κατεσκευασμένης ἐκ ψηφίδων ἐπισήμων ὑπὸ σοφοῦ τεχνίτου, λύσας τὴν ὑποκειμένην τοῦ ἀνθρώπου ἰδέαν, μετενέγκῃ τὰς ψηφίδας ἐκείνας καὶ μεθαρμόσοι καὶ ποιήσει μορφὴν κυνὸς ἢ ἀλώπεκος, καὶ ταύτην φαύλως κατεσκευασμένην, ἔπειτα διορίζοιτο, καὶ λέγοι ταύτην εἶναι τὴν τοῦ βασιλέως ἐκείνην εἰκόνα τὴν καλὴν, ἣν ὁ σοφὸς τεχνίτης κατεσκεύασε, δεικνὺς τὰς ψηφῖδας τὰς καλῶς ὑπὸ τοῦ τεχνίτου τοῦ πρώτου εἰς τὴν τοῦ βασιλέως εἰκόνα συντεθείσας, καλῶς δὲ ὑπὸ τοῦ ὑστέρου εἰς κυνὸς μορφὴν μετενεχθείσας, καὶ διὰ τῆς τῶν ψηφίδων φαντασίας μεθοδεύοι τοὺς ἀπειροτέρους, τοὺς κατάληψιν βασιλικῆς μορφῆς οὐκ ἔχοντας, καὶ πείθοι, ὅτι αὕτη ἡ σαπρὰ τῆς ἀλώπεκος ἰδέα ἐκείνη ἐστὶν ἡ καλὴ τοῦ βασιλέως εἰκών· τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι γραῶν μύθους συγκαττύσαντες, ἔπειτα ῥήματα καὶ λέξεις καὶ παραβολὰς ὅθεν καὶ πόθεν ἀποσπῶντες, ἐφαρμόζειν βούλονται τοῖς μύθοις αὐτῶν τὰ λόγια τοῦ Θεοῦ. Καὶ ὅσα μὲν ἐν τοῖς τοῦ Πληρώματος ἐφαρμόζουσιν, εἰρήκαμεν.
fair image fashioned out of notable tesserae by a wise craftsman, having dissolved the underlying form of the man, should transfer those tesserae and refit them and make the shape of a dog or a fox, and that poorly fashioned, and then should maintain and declare this to be that fair image of the king which the wise craftsman fashioned, pointing to the tesserae that had been finely put together by the first craftsman into the image of the king, and finely transferred by the latter into a dog's shape, and through the display of the tesserae should beguile the more inexperienced who have no grasp of a king's form, and persuade them that this rotten form of the fox is that fair image of the king; in the very same way these men also, having cobbled together old wives' fables, and then wrenching away sayings and words and parables from here and there, wish to adapt the oracles of God to their fables. Now how much they adapt among the things of the Pleroma, we have stated.
ΚΕʹ. Ὅσα δὲ καὶ τοῖς ἐκτὸς τοῦ Πληρώματος αὐτῶν προσοικειοῦν πειρῶνται ἐκ τῶν Γραφῶν, ἔστι τοιαῦτα. Τὸν Κύριον ἐν τοῖς ἐσχάτοις τοῦ κόσμου χρόνοις διὰ τοῦτο ἐληλυθέναι ἐπὶ τὸ πάθος λέγουσιν, ἵν' ἐπιδείξῃ τὸ περὶ τὸν ἔσχατον τῶν Αἰώνων γεγονὸς πάθος, καὶ δι' αὐτοῦ τοῦ τέλους ἐμφήνῃ τὸ τέλος τῆς περὶ τοὺς Αἰῶνας πραγματείας. Τὴν δὲ δωδεκαετῆ παρθένον ἐκείνην τὴν τοῦ ἀρχισυναγώγου θυγατέρα, ἣν ἐπιστὰς ὁ Κύριος ἐκ νεκρῶν ἤγειρε, τύπον εἶναι διηγοῦνται τῆς Ἀχαμὼθ, ἣν ἐπεκταθεὶς ὁ Χριστὸς αὐτὸν ἐμόρφωσε, καὶ εἰς αἴσθησιν ἤγαγε τοῦ καταλιπόντος αὐτὴν φωτός. Ὅτι δὲ αὐτῇ ἐπέφανεν ὁ Σωτὴρ ἐκτὸς οὔσης τοῦ Πληρώματος ἐν ἐκτρώματος μοίρᾳ, τὸν Παῦλον λέγουσιν εἰρηκέναι ἐν τῇ πρὸς Κορινθίους· Ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κάμοί. Τήν τε μετὰ τῶν ἡλικιωτῶν τοῦ Σωτῆρος παρουσίαν πρὸς τὴν Ἀχαμὼθ ὁμοίως πεφανερωκέναι αὐτὸν ἐν τῇ αὐτῇ Ἐπιστολῇ εἰπόντα· Δεῖ τὴν γυναῖκα κάλυμμα ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους. Καὶ ὅτι, ἥκοντος τοῦ Σωτῆρος πρὸς αὐτὴν, δι' αἰδὼ κάλυμμα ἐπέθετο ἡ Ἀχαμὼθ, Μωσέα πεποιηκέναι φανερὸν, κάλυμμα θέμενον ἐπὶ τὸ πρόσωπον αὐτοῦ. Καὶ τὰ πάθη δὲ αὐτῆς, ἃ ἔπαθεν, ἐπισεσημειῶσθαι τὸν Κύριον φάσκουσιν ἐν τῷ σταυρῷ. Καὶ ἐν μὲν τῷ εἰπεῖν, Ὁ Θεός μου, εἰς τί ἐγκατέλιπές με; μεμηνυκέναι αὐτὸν, ὅτι ἀπελείφθη ἀπὸ τοῦ φωτὸς ἡ Σοφία, καὶ ἐκωλύθη ὑπὸ τοῦ Ὅρου τῆς εἰς τοὔμπροσθεν ὁρμῆς· τὴν δὲ λύπην αὐτῆς, ἐν τῷ εἰπεῖν· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· τὸν δὲ φόβον, ἐν τῷ εἰπεῖν· Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον· καὶ τὴν ἀπορίαν δὲ ὡσαύτως, ἐν τῷ εἰρηκέναι· Καὶ τί εἴπω οὐκ οἶδα. Τρία δὲ γένη ἀνθρώπων οὕτω δεδειχέναι διδάσκουσιν αὐτόν· τὸν μὲν ὑλικὸν, ἐν τῷ εἰπεῖν τῷ ἐρωτήσαντι· Ἀκολουθήσω
Chapter XXV. Moreover, such things as they also endeavour from the Scriptures to appropriate to the things outside their Pleroma are of this sort. They say that the Lord came in the last times of the world to His passion on this account, that He might show forth the passion that befell concerning the last of the Aeons, and through this very end might manifest the end of the business concerning the Aeons. And that twelve-year-old maiden, the daughter of the ruler of the synagogue, whom the Lord stood over and raised from the dead, they relate to be a type of Achamoth, whom Christ, having stretched Himself out, formed as to himself, and brought to perception of the light that had left her behind. And that the Saviour manifested Himself to her when she was outside the Pleroma in the lot of an abortion, they say Paul stated in the Epistle to the Corinthians: And last of all, as if to the abortion, He appeared to me also. And the coming of the Saviour with His peers to Achamoth they say he likewise manifested in the same Epistle, saying: The woman ought to have a veil upon her head because of the angels. And that, when the Saviour came to her, Achamoth put a veil upon herself out of shame, they say Moses made plain by putting a veil upon his face. And her passions also, which she suffered, they allege that the Lord indicated upon the cross. And in saying, My God, why didst Thou forsake Me? He declared that Wisdom was left behind by the light and was hindered by Horos from her onward impulse; and her grief, in saying: My soul is sorrowful even unto death; and her fear, in saying: Father, if it is possible, let the cup pass from Me; and her perplexity likewise, in having said: And what I should say I do not know. And they teach that He thus showed three kinds of men: the material, in saying to him who asked: Shall I follow
Notes, col. 521

On the reading

Printed καλῶς, for κακῶς.

Printed κάμοί, for κἀμοί.

PG 41:524Read from the page
σοι; — Οὐκ ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ποῦ τὴν κεφαλὴν κλῖναι· τὸ δὲ ψυχικὸν, ἐν τῷ εἰρηκέναι τῷ εἰπόντι, Ἀκολουθήσω σοι· ἐπίτρεψον δέ μοι πρῶτον ἀποτάξασθαι τοῖς ἐν τῷ οἴκῳ μου· — Οὐδεὶς ἐπ' ἄροτρον τὴν χεῖρα ἐπιβαλὼν, καὶ εἰς τὰ ὀπίσω βλέπων, εὔθετός ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Τοῦτον γὰρ λέγουσι τὸν μέσον εἶναι. Κἀκεῖνον δὲ ὡσαύτως τὸν τὰ πλεῖστα μέρη τῆς δικαιοσύνης ὁμολογήσαντα πεποιηκέναι, ἔπειτα μὴ θελήσαντα ἀκολουθῆσαι, ἀλλὰ ὑπὸ πλούτου ἡττηθέντα, πρὸς τὸ μὴ τέλειον γενέσθαι, καὶ τοῦτον τοῦ ψυχικοῦ γένους γεγονέναι θέλουσι. Τὸ δὲ πνευματικὸν, ἐν τῷ εἰπεῖν· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ πορευθεὶς διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ· καὶ ἐπὶ Ζακχαίου τοῦ τελώνου εἰπών· Σπεύσας κατάβηθι, ὅτι σήμερον ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι· τούτους γὰρ πνευματικοῦ γένους καταγγέλλουσι γεγονέναι. Καὶ τὴν τῆς ζύμης παραβολὴν, ἣν ἡ γυνὴ ἐγκεκρυφέναι λέγεται εἰς ἀλεύρου σάτα τρία, τὰ τρία γένη δηλοῦν λέγουσι. Γυναῖκα μὲν γὰρ τὴν Σοφίαν λέγεσθαι διδάσκουσιν· ἀλεύρου σάτα, τὰ τρία γένη τῶν ἀνθρώπων· πνευματικὸν, ψυχικὸν, χοϊκόν. Ζύμην δὲ αὐτὸν τὸν Σωτῆρα εἰρῆσθαι διδάσκουσι· καὶ τὸν Παῦλον διαῤῥήδην εἰρηκέναι χοϊκοὺς, ψυχικοὺς, πνευματικούς· ὅπου μὲν, Οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί· ὅπου δὲ, Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος· ὅπου δὲ, Πνευματικὸς ἀνακρίνει πάντα. Τὸ δὲ, Ψυχικὸς οὐ δέχεται τὰ τοῦ πνεύματος, ἐπὶ τοῦ Δημιουργοῦ φασιν εἰρῆσθαι· ὃν ψυχικὸν ὄντα μὴ ἐγνωκέναι μήτε τὴν Μητέρα πνευματικὴν οὖσαν, μήτε τὸ σπέρμα αὐτῆς, μήτε τοὺς ἐν τῷ Πληρώματι Αἰῶνας. Ὅτι ἰδὼν ἤμελλε σώζειν ὁ Σωτὴρ τούτων τὰς ἀπαρχὰς ἀνέλαβε, τὸν Παῦλον εἰρηκέναι· Καὶ ἦν ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· ἀπαρχὴν μὲν τὸ πνευματικὸν εἰρῆσθαι διδάσκοντες, φύραμα δὲ ἡμᾶς, τουτέστι τὴν ψυχικὴν Ἐκκλησίαν, ἧς τὸ φύραμα ἀνειληφέναι λέγουσιν αὐτὸν, καὶ ἐν αὐτῷ συνεσταλκέναι, ἐπειδὴ ἦν αὐτὸς ζύμη.
You? — The Son of man has nowhere to lay His head; and the psychic, in having said to him who spoke: I will follow You, but suffer me first to bid farewell to those in my house — No one having put his hand to the plough, and looking to the things behind, is fit in the kingdom of the heavens. For this man they say is the middle one. And likewise that other man also who confessed that he had performed most parts of righteousness, and afterwards was unwilling to follow, being overcome by wealth, so as not to become perfect—him also they wish to have been of the psychic kind. And the spiritual, in saying: Leave the dead to bury their own dead, but do thou go and proclaim abroad the kingdom of God; and in the case of Zacchaeus the tax-collector, saying: Make haste and come down, for today I must abide in thy house—for these men they declare to have been of the spiritual kind. And the parable of the leaven, which the woman is said to have hidden into three measures of meal, they say declares the three kinds. For the woman, they teach, is called Wisdom; the measures of meal, the three kinds of men—spiritual, psychic, earthy. And the leaven they teach was spoken of the Saviour Himself; and that Paul expressly named earthy, psychic, and spiritual men: in one place, Such as is the earthy, such also are the earthy; in another place, Now a psychic man does not receive the things of the Spirit; and in another place, The spiritual man discerns all things. And the saying, A psychic man does not receive the things of the Spirit, they affirm was spoken of the Demiurge, who, being psychic, knew neither the Mother who is spiritual, nor her seed, nor the Aeons in the Pleroma. And because the Saviour, seeing what He was about to save, took up the firstfruits of these, they say Paul stated: And if the firstfruit was holy, the lump also; teaching that the spiritual was called the firstfruit, and that we are the lump, that is, the psychic Church, the lump of which they say He took up and drew together in Himself, since He Himself was leaven.
ΚϚʹ. Καὶ ὅτι ἐπλανήθη ἡ Ἀχαμὼθ ἐκτὸς τοῦ Πληρώματος, καὶ ἐμορφώθη ὑπὸ τοῦ Χριστοῦ, καὶ ἀνεζητήθη ὑπὸ τοῦ Σωτῆρος, μηνύειν αὐτὸν λέγουσιν ἐν τῷ εἰπεῖν αὐτὸν ἐληλυθέναι ἐπὶ τὸ πεπλανημένον. Πρόβατον μὲν γὰρ πεπλανημένον τὴν Μητέρα αὐτῶν ἐξηγοῦνται λέγεσθαι, ἐξ ἧς τὴν ὧδε θέλουσιν ἐσπάρθαι Ἐκκλησίαν· πλάνην δὲ τὴν ἐκτὸς Πληρώματος ἐν τοῖς πάθεσι διατριβὴν, ἐξ ὧν γεγονέναι τὴν ὕλην ὑποτίθενται. Τὴν δὲ γυναῖκα τὴν σαροῦσαν τὴν οἰκίαν, καὶ εὑρίσκουσαν τὴν δραχμὴν, τὴν ἄνω Σοφίαν διηγοῦνται λέγεσθαι, ἥτις, ἀπολέσασα τὴν Ἐνθύμησιν αὐτῆς, ὕστερον, καθαρισθέντων πάντων διὰ τῆς τοῦ Σωτῆρος παρουσίας, εὑρίσκει αὐτήν· διὸ καὶ ταύτην ἀποκαθίστασθαι κατ' αὐτοὺς ἐντὸς πληρώματος. Συμεῶνα τὸν εἰς τὰς ἀγκάλας λαβόντα τὸν Χριστὸν, καὶ εὐχαριστήσαντα αὐτῷ, καὶ εἰπόντα· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· τύπον εἶναι
Chapter XXVI. And that Achamoth wandered astray outside the Pleroma, and was formed by Christ, and was sought out by the Saviour, they say He declares in saying that He had come unto that which had gone astray. For the straying sheep they expound as meaning their Mother, from whom they hold that the Church here was sown; and the wandering as her tarrying outside the Pleroma among the passions, out of which they suppose matter came into being. And the woman who sweeps the house and finds the drachma they relate is called the upper Wisdom, who, having lost her Enthymesis, afterwards, when all things are cleansed through the coming of the Saviour, finds her; wherefore she also, according to them, is restored within the Pleroma. And Simeon, who took Christ into his arms and gave thanks to Him, and said: Now Thou lettest Thy servant depart, O Master, according to Thy word, in peace—is a type
PG 41:525Read from the page
τοῦ Δημιουργοῦ λέγουσιν, ὡς, ἐλθόντος τοῦ Σωτῆρος, ἔμαθε τὴν μετάθεσιν αὐτοῦ, καὶ ηὐχαρίστησε τῷ Βυθῷ. Καὶ διὰ τῆς ἐν τῷ Εὐαγγελίῳ κηρυσσομένης προφήτιδος, ἑπτὰ ἔτη μετὰ ἀνδρὸς ἐζηκυίας, τὸν δὲ λοιπὸν ἅπαντα χρόνον χήρας μενούσης, ἄχρις οὗ τὸν Σωτῆρα ἰδοῦσα ἐπέγνω αὐτὸν, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι, φανερώτατα τὴν Ἀχαμὼθ μηνύεσθαι διορίζονται· ἥτις, πρὸς ὀλίγον ἰδοῦσα τὸν Σωτῆρα μετὰ τῶν ἡλικιωτῶν αὐτοῦ, τῷ λοιπῷ χρόνῳ παντὶ μὲν οὖσα ἐν τῇ μεσότητι προσεδέχετο αὐτὸν, πότε πάλιν ἐλεύσεται, καὶ ἀποκαταστήσει αὐτὴν τῇ αὐτῆς συζυγίᾳ. Καὶ τὸ ὄνομα δὲ αὐτῆς μεμηνύσθαι ὑπὸ τοῦ Σωτῆρος ἐν τῷ εἰρηκέναι· Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς. Καὶ ὑπὸ Παύλου δὲ οὕτω· Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις. Καὶ τὰς συζυγίας δὲ τὰς ἐντὸς Πληρώματος τὸν Παῦλον εἰρηκέναι φάσκουσιν ἐπὶ ἑνὸς δείξαντα. Περὶ γὰρ τῆς περὶ τὸν βίον συζυγίας γράφων ἔφη· Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν Ἐκκλησίαν.
of the Demiurge, they say, in that, when the Saviour came, he learned his own removal and gave thanks to Bythos. And through the prophetess proclaimed in the Gospel, who had lived seven years with a husband and remained a widow all the rest of the time until, seeing the Saviour, she recognized Him and spoke concerning Him to all, they maintain that Achamoth is most manifestly indicated: who, having seen the Saviour for a little while with His peers, during all the rest of the time, while being in the middle, awaited Him, when He shall come again and restore her to her syzygy. And her name also, they say, was indicated by the Saviour in having said: And wisdom was justified by her children; and by Paul thus: Yet we speak wisdom among the perfect. And the syzygies within the Pleroma they allege Paul declared by showing them in a single instance; for writing concerning conjugal union in life he said: This mystery is great, but I speak in regard to Christ and the Church.
ΚΖʹ. Ἔτι τε Ἰωάννην τὸν μαθητὴν τοῦ Κυρίου διδάσκουσι τὴν πρώτην Ὀγδοάδα μεμηνυκέναι αὐταῖς λέξεσι, λέγοντες οὕτω· Ἰωάννης ὁ μαθητὴς τοῦ Κυρίου, βουλόμενος εἰπεῖν τὴν τῶν ὅλων γένεσιν, καθ' ἣν τὰ πάντα προέβαλεν ὁ Πατὴρ, ἀρχήν τινα προτίθεται τὸ πρῶτον γεννηθὲν ὑπὸ τοῦ Θεοῦ, ὃν δὴ καὶ Υἱὸν μονογενῆ καὶ Θεὸν κέκληκεν, ἐν ᾧ τὰ πάντα ὁ Πατὴρ προέβαλε σπερματικῶς. Ὑπὸ δὲ τούτου φησὶ τὸν Λόγον προβεβλῆσθαι, καὶ ἐν αὐτῷ τὴν ὅλην τῶν Αἰώνων οὐσίαν, ἣν αὐτὸς ὕστερον ἐμόρφωσεν ὁ Λόγος. Ἐπεὶ οὖν περὶ πρώτης γενέσεως λέγει καλῶς ἀπὸ τῆς ἀρχῆς, τουτέστι τοῦ Θεοῦ καὶ τοῦ Λόγου, τὴν διδασκαλίαν ποιεῖται. Λέγει δὲ οὕτως· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· οὕτως ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πρότερον διαστείλας τὰ τρία, Θεὸν, καὶ ἀρχὴν, καὶ Λόγον, πάλιν αὐτὰ ἑνοῖ, ἵνα καὶ τὴν προβολὴν ἑκατέρων αὐτῶν δείξῃ, τοῦ τε Υἱοῦ, καὶ τοῦ Λόγου, καὶ τὴν πρὸς ἀλλήλους ἅμα, καὶ τὴν πρὸς τὸν Πατέρα ἕνωσιν. Ἐν γὰρ τῷ Πατρὶ, καὶ ἐκ τοῦ Πατρὸς ἡ ἀρχὴ, καὶ ἐκ τῆς ἀρχῆς ὁ Λόγος. Καλῶς οὖν εἶπεν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος· ἦν γὰρ ἐν τῷ Υἱῷ· Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· καὶ γὰρ ἡ ἀρχή· Καὶ Θεὸς ἦν ὁ Λόγος, ἀκολούθως· τὸ γὰρ ἐκ Θεοῦ γεννηθὲν Θεός ἐστιν. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν· ἔδειξε τὴν τῆς προβολῆς τάξιν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· πᾶσι γὰρ τοῖς μετ' αὐτὸν Αἰῶσι μορφῆς καὶ γενέσεως αἴτιος ὁ Λόγος ἐγένετο. Ἀλλὰ, Ὃ γέγονεν ἐν αὐτῷ, φησὶ, ζωή ἐστιν, ἐνθάδε καὶ συζυγίαν ἐμήνυσε. Τὰ μὲν γὰρ ὅλα ἔφη δι' ἑαυτοῦ γεγενῆσθαι, τὴν δὲ ζωὴν ἐν αὐτῷ. Αὕτη οὖν ἡ ἐν αὐτῷ γενομένη οἰκειοτέρα ἐστὶν ἐν αὐτῷ τῶν δι' αὐτοῦ γενομένων.
Chapter XXVII. Furthermore, they teach that John the disciple of the Lord indicated the first Ogdoad in express words, speaking thus: John the disciple of the Lord, wishing to state the genesis of the universe, whereby the Father put forth all things, posits a certain Beginning, that which was first begotten by God, Whom indeed he has also called Only-begotten Son and God, in Whom the Father put forth all things seminally. And by Him, he says, the Word was put forth, and in Him the whole substance of the Aeons, which the Word Himself afterwards formed. Since, therefore, he speaks concerning the first generation, he rightly makes his teaching begin from the Beginning, that is, from God and the Word. And he speaks thus: In the beginning was the Word, and the Word was towards God, and God was the Word; this One was in the beginning towards God. Having first distinguished the three—God, and Beginning, and Word—he unites them again, that he may show both the putting-forth of either of them, both of the Son and of the Word, and their union with one another at once and with the Father. For in the Father and from the Father is the Beginning, and from the Beginning is the Word. Rightly therefore did he say: In the beginning was the Word, for He was in the Son; And the Word was towards God, for so also was the Beginning; And God was the Word, consequently, for that which is begotten from God is God. This One was in the beginning towards God: he showed the order of the putting-forth. All things came into being through Him, and apart from Him came into being not even one thing; for to all the Aeons after Him the Word became the cause of form and generation. But, What has come into being in Him, he says, is life: here he also indicated a syzygy. For the universe he said had come into being through Him, whereas life came into being in Him. This, therefore, which came into being in Him is more closely akin in Him than the things that came into being through Him.
Σύνεστι γὰρ αὐτῷ, καὶ δι' αὐτοῦ καρποφορεῖ. Ἐπειδὴ γὰρ ἐπιφέρει, Καὶ ἡ ζωὴ τὸ φῶς τῶν ἀν-
For she is united with Him, and through Him bears fruit. For since he subjoins, And the life was the light of men
PG 41:528Read from the page
θρώπων, Ἄνθρωπον εἰπὼν ἄρτι, καὶ τὴν Ἐκκλησίαν ὁμωνύμως τῷ ἀνθρώπῳ ἐμήνυσεν, ὅπως διὰ τοῦ ἑνὸς ὀνόματος δηλώσῃ τὴν τῆς συζυγίας κοινωνίαν. Ἐκ γὰρ τοῦ Λόγου καὶ τῆς Ζωῆς, Ἄνθρωπος γίνεται καὶ Ἐκκλησία.
of men, having just spoken of Man, he also indicated Church equivocally under the name of man, so that by the one name he might make plain the fellowship of the syzygy. For from Word and Life come to be Man and Church.
Φῶς δὲ εἶπε τῶν ἀνθρώπων τὴν ζωήν, διὰ τὸ πεφωτίσθαι αὐτοὺς ὑπ' αὐτῆς, ὃ δή ἐστι μεμορφῶσθαι καὶ πεφανερῶσθαι. Τοῦτο δὲ καὶ ὁ Παῦλος λέγει· Πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. Ἐπεὶ τοίνυν ἐφανέρωσε καὶ ἐγέννησε τόν τε Ἄνθρωπον καὶ τὴν Ἐκκλησίαν ἡ Ζωή, φῶς εἰρῆσθαι αὐτῶν. Σαφῶς οὖν δεδήλωκεν ὁ Ἰωάννης διὰ τῶν λόγων τούτων τά τε ἄλλα καὶ τὴν τετράδα τὴν δευτέραν, Λόγον καὶ Ζωήν, Ἄνθρωπον καὶ Ἐκκλησίαν. Ἀλλὰ μὴν καὶ τὴν πρώτην ἐμήνυσε τετράδα. Διηγούμενος γὰρ περὶ τοῦ Σωτῆρος, καὶ λέγων πάντα τὰ ἐκτὸς τοῦ Πληρώματος δι' αὐτοῦ μεμορφῶσθαι, καρπὸν εἶναί φησιν αὐτὸν παντὸς τοῦ Πληρώματος. Καὶ γὰρ φῶς εἴρηκεν αὐτὸν τὸ ἐν τῇ σκοτίᾳ φαινόμενον, καὶ μὴ καταληφθὲν ὑπ' αὐτῆς· ἐπειδὴ πάντα τὰ γενόμενα ἐκ τοῦ πάθους ἁρμόσας ἠγνοήθη ὑπ' αὐτῆς. Καὶ Υἱὸν δὲ, καὶ Ἀλήθειαν, καὶ Ζωὴν λέγει αὐτὸν, καὶ Λόγον σάρκα γενόμενον· Οὗ τὴν δόξαν ἐθεασάμεθα, φησί· καὶ ἦν ἡ δόξα αὐτοῦ οἷα ἦν ἡ τοῦ Μονογενοῦς ἡ ὑπὸ τοῦ Πατρὸς δοθεῖσα αὐτῷ, πλήρης χάριτος καὶ ἀληθείας. Λέγει δὲ οὕτω· Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν· καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας. Ἀκριβῶς οὖν καὶ τὴν πρώτην ἐμήνυσε τετράδα· Πατέρα εἰπὼν καὶ Χάριν, καὶ τὸν Μονογενῆ, καὶ Ἀλήθειαν. Οὕτως ὁ Ἰωάννης περὶ τῆς πρώτης καὶ μητρὸς τῶν ὅλων Αἰώνων Ὀγδοάδος εἴρηκε. Πατέρα γὰρ εἴρηκε καὶ Χάριν, καὶ Μονογενῆ, καὶ Ἀλήθειαν, καὶ Λόγον, καὶ Ζωήν, καὶ Ἄνθρωπον, καὶ Ἐκκλησίαν.
And he called their life the light of men, because they have been illuminated by her, which is to have been formed and made manifest. And Paul too says this: For everything that is made manifest is light. Since, therefore, Life manifested and begot both Man and Church, she is said to be their light. Plainly, then, has John made clear through these words, among other things, the second tetrad as well: Word and Life, Man and Church. Nay more, he has also indicated the first tetrad. For in recounting concerning the Saviour, and saying that all things outside the Pleroma were formed through Him, he says that He is the fruit of the entire Pleroma. For indeed he called Him the light that shines in the darkness and was not comprehended by it, inasmuch as when He had fitted together all the things that had come into being from the passion, He remained unknown to her. And he also calls Him Son, and Truth, and Life, and Word made flesh, Whose glory, says he, we beheld; and His glory was such as was that of the Only-begotten given to Him by the Father, full of grace and truth. And he speaks thus: And the Word became flesh, and dwelt among us; and we beheld His glory, glory as of the Only-begotten from the Father, full of grace and truth. Accurately, therefore, did he indicate the first tetrad also, naming Father and Grace, and the Only-begotten and Truth. Thus has John spoken concerning the first Ogdoad, which is the mother of all the Aeons. For he has named Father and Grace, and Only-begotten, and Truth, and Word, and Life, and Man, and Church.
ΚΗʹ. Ὁρᾷς, ἀγαπητὲ, τὴν μέθοδον, ᾗ οἱ χρώμενοι φρεναπατοῦσιν ἑαυτοὺς, ἐπηρεάζοντες τὰς Γραφὰς, τὸ πλάσμα αὐτῶν ἐξ αὐτῶν συνιστάνειν πειρώμενοι. Διὰ τοῦτο γὰρ καὶ αὐτὸς παρεθέμην αὐτῶν τὰς λέξεις, ἵνα ἐξ αὐτῶν κατανοήσῃς τὴν πανουργίαν τῆς μεθοδείας, καὶ τὴν πονηρίαν τῆς πλάνης. Πρῶτον μὲν γὰρ εἰ προέκειτο Ἰωάννῃ τὴν ἄνω Ὀγδοάδα μηνύσειν, τὴν τάξιν ἂν τετηρήκει τῆς προβολῆς, καὶ τὴν πρώτην Τετράδα σεβασμιωτάτην οὖσαν, καθὼς λέγουσιν, ἐν πρώτοις ἂν τεθείκει τοῖς ὀνόμασι· καὶ οὕτως ἐπεζεύχθη τὴν δευτέραν, ἵνα διὰ τῆς τάξεως τῶν ὀνομάτων ἡ τάξις δειχθῇ τῆς Ὀγδοάδος· καὶ οὐκ ἂν μετὰ τοσοῦτον διάστημα, ὡς ἐκλελησμένος, ἔπειτα ἀναμνησθεὶς ἐπ' ἐσχάτῳ πρώτης ἐμέμνητο Τετράδος. Ἔπειτα δὲ καὶ τὰς συζυγίας σημᾶναι θέλων, καὶ τὸ τῆς Ἐκκλησίας οὐκ ἂν παρέλιπεν ὄνομα. Ἀλλ' ἢ καὶ ἐπὶ τῶν λοιπῶν συζυγιῶν ἠρκέσθη τῇ τῶν ἀῤῥένων προσηγορίᾳ, ὁμοίως δυναμένων κἀκείνων συνυπακούεσθαι, ἵνα τὴν ἑνότητα διὰ πάντων ᾖ πεφυλακὼς, εἰ τῶν λοιπῶν τὰς συζύγους κατέλεγε, καὶ τὴν τοῦ Ἀνθρώπου ἂν μέμηνύκει
Chapter XXVIII. You see, beloved, the method by the use of which they deceive their own minds, doing violence to the Scriptures as they attempt to establish their figment out of them. For on this account I too have set down their expressions, so that from them you may perceive the craftiness of their artifice and the wickedness of their error. For first, if it had been John's purpose to indicate the Ogdoad above, he would have preserved the order of the emission, and would have placed the first Tetrad, being most venerable, as they say, among the first names; and thus the second would have been subjoined, so that through the order of the names the order of the Ogdoad might be shown; and he would not after so great an interval, as though having forgotten and then called it to mind, have made mention at the very last of the first Tetrad. Next, wishing also to signify the syzygies, he would not have omitted the name of Church either. Rather, either in the case of the remaining syzygies too he would have been content with the appellation of the males, since those females could likewise be understood along with them, so that he might preserve unity throughout all; or, if he enumerated the consorts of the rest, he would also have indicated that of Man
Notes, col. 528

On the reading

Printed μέμηνύκει, for μεμηνύκει.

PG 41:529Read from the page
σύζυγον, καὶ οὐκ ἂν ἀφῆκεν ἐκ μαντείας ἡμᾶς λαμβάνειν τοὔνομα αὐτῆς. Φανερὰ οὖν ἡ τῆς ἐξηγήσεως παραποίησις.
consort, and would not have left us to take her name by divination. Manifest, therefore, is the falsification of their interpretation.
Τοῦ γὰρ Ἰωάννου ἕνα Θεὸν παντοκράτορα, καὶ ἕνα μονογενῆ Χριστὸν Ἰησοῦν κηρύσσοντος, δι' οὗ τὰ πάντα γεγονέναι λέγει, τοῦτον Υἱὸν Θεοῦ, τοῦτον Μονογενῆ, τοῦτον πάντων ποιητήν, τοῦτον φῶς ἀληθινὸν, φωτίζοντα πάντα ἄνθρωπον, τοῦτον κόσμου ποιητὴν, τοῦτον εἰς τὰ ἴδια ἐληλυθότα, τοῦτον αὐτὸν σάρκα γεγονότα, καὶ ἐσκηνωκότα ἐν ἡμῖν, οὗτοι, παρατρέποντες κατὰ τὸ πιθανὸν τὴν ἐξήγησιν, ἄλλον μὲν τὸν Μονογενῆ θέλουσιν εἶναι κατὰ τὴν προβολήν, ὃν δὴ καὶ Ἀρχήν καλοῦσιν. Ἄλλον δὲ τὸν Σωτῆρα γεγονέναι θέλουσι, καὶ ἄλλον τὸν Λόγον υἱὸν τοῦ Μονογενοῦς, καὶ ἄλλον τὸν Χριστὸν εἰς ἐπανόρθωσιν τοῦ Πληρώματος προβεβλημένον. Καὶ ἓν ἕκαστον τῶν εἰρημένων ἄραντες ἀπὸ τῆς ἀληθείας, καταχρησάμενοι τοῖς ὀνόμασιν, εἰς τὴν ἰδίαν ὑπόθεσιν μετήνεγκαν. Ὥστε κατ' αὐτοὺς ἐν τοῖς τοσούτοις τὸν Ἰωάννην τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μνείαν ποιεῖσθαι. Εἰ γὰρ Πατέρα εἴρηκε, καὶ Χάριν, καὶ Μονογενῆ, καὶ Ἀλήθειαν, καὶ Λόγον, καὶ Ζωήν, καὶ Ἄνθρωπον, καὶ Ἐκκλησίαν, κατὰ τὴν ἐκείνων ὑπόθεσιν, περὶ τῆς πρώτης Ὀγδοάδος εἴρηκεν, ἐν ᾗ οὐδέπω Ἰησοῦς, οὐδέπω Χριστὸς ὁ τοῦ Ἰωάννου διδάσκαλος. Ὅτι δὲ οὐ περὶ τῶν συζυγιῶν αὐτῶν ὁ Ἀπόστολος εἴρηκεν, ἀλλὰ περὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃν καὶ Λόγον οἶδε τοῦ Θεοῦ, αὐτὸς πεποίηκε φανερόν. Ἀνακεφαλαιούμενος γὰρ περὶ τοῦ εἰρημένου αὐτῷ ἄνω ἐν ἀρχῇ λόγου ἐπεξηγεῖται· Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Κατὰ δὲ τὴν ἐκείνων ὑπόθεσιν οὐχ ὁ Λόγος σὰρξ ἐγένετο, ὅς γε οὐδὲ ἦλθέ ποτε ἐκτὸς Πληρώματος, ἀλλὰ ὁ τῆς οἰκονομίας μεταγενέστερος τοῦ Λόγου Σωτήρ.
For while John proclaims one God Almighty and one Only-begotten Christ Jesus, through Whom he says all things came into being—this One the Son of God, this One the Only-begotten, this One Maker of all things, this One the true Light Who enlightens every man, this One Maker of the world, this One Who came unto His own, this very One Who became flesh and dwelt among us—these men, perverting the exposition speciously, wish the Only-begotten according to emission, whom indeed they also call Beginning, to be one, and wish the Saviour to have come to be another, and the Word, son of the Only-begotten, another, and Christ, emitted for the rectification of the Pleroma, yet another. And wrenching each single one of the things mentioned away from the truth, misusing the names, they have transferred them to their own hypothesis, so that according to them, in all these words John makes [no] mention of the Lord Jesus Christ. For if he named Father, and Grace, and Only-begotten, and Truth, and Word, and Life, and Man, and Church, according to their hypothesis he spoke concerning the first Ogdoad, in which Jesus is not yet, nor yet Christ, the teacher of John. Yet that the Apostle spoke not concerning their syzygies, but concerning our Lord Jesus Christ, Whom he also knows to be the Word of God, he himself has made manifest. For summing up concerning the Word spoken of by him above in the beginning, he explains further: And the Word became flesh, and dwelt among us. Whereas according to their hypothesis, it was not the Word that became flesh—seeing that he never even came outside the Pleroma—but the Saviour of the dispensation, who is later in origin than the Word.
ΚΘʹ. Μάθετε οὖν, ἀνόητοι, Ἰησοῦς ὁ παθὼν ὑπὲρ ἡμῶν, ὁ κατασκηνώσας ἐν ἡμῖν, οὗτος αὐτός ἐστιν ὁ Λόγος τοῦ Θεοῦ. Εἰ μὲν γὰρ ἄλλος τις τῶν Αἰώνων ὑπὲρ τῆς ἡμῶν αὐτῶν σωτηρίας σὰρξ ἐγένετο, εἰκὸς ἦν περὶ ἄλλου εἰρηκέναι τὸν Ἀπόστολον· εἰ δὲ ὁ Λόγος ὁ τοῦ Πατρὸς ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς, ὁ τοῦ μόνου Θεοῦ μονογενὴς Υἱὸς κατὰ τὴν τοῦ Πατρὸς εὐδοκίαν σαρκωθεὶς ὑπὲρ ἀνθρώπων, οὐ περὶ ἄλλου τινὸς, οὐδὲ περὶ Ὀγδοάδος τὸν λόγον ἐμπεποίηται, ἀλλ' ἢ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. Οὐδὲ γὰρ ὁ Λόγος κατ' αὐτοὺς προηγουμένως σὰρξ γέγονε. Λέγουσι δὲ τὸν Σωτῆρα ἐνδύσασθαι σῶμα ψυχικὸν ἐκ τῆς οἰκονομίας κατεσκευασμένον ἀῤῥήτῳ προνοίᾳ, πρὸς τὸ ὁρατὸν γενέσθαι, καὶ ψηλαφητόν. Σὰρξ δέ ἐστιν ἡ ἀρχαία ἐκ τοῦ χοῦ κατὰ τὸν Ἀδὰμ ἡ γεγονυῖα πλάσις ὑπὸ τοῦ Θεοῦ, ἣν ἀληθῶς γεγονέναι τὸν Λόγον τοῦ Θεοῦ ἐμήνυσεν ὁ Ἰωάννης. Καὶ λέλυται αὐτῶν ἡ πρώτη καὶ ἀρχέγονος Ὀγδοάς. Ἑνὸς γὰρ καὶ τοῦ αὐτοῦ δεικνυμένου Λόγου, καὶ Μονογενοῦς, καὶ Ζωῆς, καὶ Φωτὸς, καὶ
Chapter XXIX. Learn therefore, you fools: Jesus Who suffered for us, Who pitched His tent among us—this very One is the Word of God. For if some other one of the Aeons had become flesh for our own salvation, it would have been reasonable for the Apostle to have spoken of another; whereas if the Word of the Father Who came down is Himself also He Who went up, the Only-begotten Son of the only God made flesh for men according to the good pleasure of the Father, he has made his discourse not concerning anyone else, nor concerning an Ogdoad, save only concerning the Lord Jesus Christ. For according to them not even the Word primarily became flesh; rather, they say that the Saviour put on a psychic body fashioned out of the dispensation by an ineffable providence, in order that he might become visible and palpable. Yet flesh is that ancient formation out of the dust according to Adam which came into being by God, which John indicated that the Word of God truly became. And so their first and primordial Ogdoad has been undone. For since one and the same is shown to be Word, and Only-begotten, and Life, and Light, and
Notes, col. 529

On the reading

Printed Ἀρχήν, for Ἀρχὴν.

PG 41:532Read from the page
Σωτῆρος, καὶ Χριστοῦ, καὶ Υἱοῦ Θεοῦ, καὶ τούτου αὐτοῦ σαρκωθέντος ὑπὲρ ἡμῶν, λέλυται ἡ τῆς Ὀγδοάδος σκηνοπηγία. Ταύτης δὲ λελυμένης, διαπέπτωκεν αὐτῶν πᾶσα ἡ ὑπόθεσις, ἣν ψευδῶς ὀνειρώττοντες κατατρέχουσι τῶν Γραφῶν, ἰδίαν ὑπόθεσιν ἀναπλασάμενοι. Ἔπειτα λέξεις καὶ ὀνόματα σποράδην κείμενα συλλέγοντες, μεταφέρουσι, καθὼς προειρήκαμεν, ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν· ὅμοια ποιοῦντες τοῖς ὑποθέσεις τὰς τυχούσας αὐτοῖς προβαλλομένοις, ἔπειτα πειρωμένοις ἐκ τῶν Ὁμήρου ποιημάτων μελετᾷν αὐτὰς, ὥστε τοὺς ἀπειροτέρους δοκεῖν ἐπ' ἐκείνης τῆς ἐξ ὑπογυίου μεμελετημένης ὑποθέσεως Ὅμηρον τὰ ἔπη πεποιηκέναι, καὶ πολλοὺς συναρπάζεσθαι διὰ τῆς τῶν ἐπῶν συνθέτου ἀκολουθίας, μὴ ἄρα ταῦθ' οὕτως Ὅμηρος εἴη πεποιηκώς· ὡς ὁ τὸν Ἡρακλέα ὑπὸ Εὐρυσθέως ἐπὶ τὸν ἐν τῷ ᾍδῃ κύνα πεμπόμενον διὰ τῶν Ὁμηρικῶν στίχων γράφων οὕτως (οὐδὲν γὰρ κωλύει παραδείγματος χάριν ἐπιμνησθῆναι καὶ τούτων, ὁμοίας καὶ τῆς αὐτῆς οὔσης ἐπιχειρήσεως τοῖς ἀμφοτέροις)·
Saviour, and Christ, and Son of God, and since this very One was made flesh for us, the framework of the Ogdoad has been undone. And once this is undone, their entire hypothesis has collapsed, which they falsely dream up and assail the Scriptures, fashioning a hypothesis of their own. Next, collecting expressions and names that lie scattered here and there, they transfer them, just as we have said before, from what accords with nature to what is contrary to nature—doing the like of those who propound to themselves whatever themes happen to come their way, and then attempt to declaim them out of the poems of Homer, so that the more inexperienced suppose Homer to have composed the verses upon that theme improvised on the spur of the moment, and many are carried away through the pieced-together sequence of the verses, wondering lest perchance Homer really composed these things thus; as did he who described through Homeric lines Heracles being sent by Eurystheus after the hound in Hades thus (for nothing forbids making mention of these also by way of example, seeing that the undertaking of both parties is similar and the very same):
Ὣς εἰπὼν, ἀπέπεμπε δόμων βαρέα στενάχοντα Φῶθ' Ἡρακλῆα, μεγάλων ἐπίστορα ἔργων, Εὐρυσθεὺς, Σθενέλοιο πάϊς Περσηιάδαο Ἐξ Ἐρέβεος ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο. Βῆ ρ' ἴμεν, ὥστε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς, Καρπαλίμως ἀνὰ ἄστυ, φίλοι δ' ἀνὰ πάντες ἕποντο,
So speaking, Eurystheus, son of Sthenelus son of Perseus, sent forth from the halls, groaning heavily, the man Heracles, privy to mighty deeds, to fetch out of Erebus the hound of hateful Hades. And he strode forth to go like a mountain-bred lion trusting in his strength, swiftly through the city, and all his friends followed along,
Νύμφαι τ' ἠΐθεοί τε, πολύτλητοί τε γέροντες, Οἴκτρ' ὀλοφυρόμενοι, ὡσεὶ θάνατόν τε κιόντα. Ἑρμείας δ' ἀπέπεμπεν ἰδὲ γλαυκῶπις Ἀθήνη. ᾜδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.
Brides and unwed youths, and much-enduring elders, piteously lamenting, as though he were going unto death; and Hermes escorted him, and gleaming-eyed Athena, for he knew in his heart how his brother laboured.
Τίς οὐκ ἂν τῶν ἀπανούργων συναρπαγείη ὑπὸ τῶν ἐπῶν τούτων, καὶ νομίσειεν οὕτως αὐτὰ Ὅμηρον ἐπὶ ταύτης τῆς ὑποθέσεως πεποιηκέναι; Ὁ δ' ἔμπειρος τῆς Ὁμηρικῆς ὑποθέσεως ἐπιγνώσεται, εἰδὼς, ὅτι τὸ μέν τι αὐτῶν ἐστι περὶ Ὀδυσσέως εἰρημένον, τὸ δὲ περὶ αὐτοῦ τοῦ Ἡρακλέος, τὸ δὲ περὶ Πριάμου, τὸ δὲ περὶ Μενελάου καὶ Ἀγαμέμνονος. Ἄρας δὲ αὐτὰ, καὶ ἓν ἕκαστον ἀποδοὺς τῇ ἰδίᾳ ἐκποδὼν ποιήσει τὴν ὑπόθεσιν. Οὕτω δὲ καὶ ὁ τὸν κανόνα τῆς ἀληθείας ἀκλινῆ ἐν ἑαυτῷ κατέχων, ὃν διὰ τοῦ βαπτίσματος εἴληφε, τὰ μὲν ἐκ τῶν Γραφῶν ὀνόματα, καὶ τὰς λέξεις, καὶ τὰς παραβολὰς ἐπιγνώσεται, τὴν δὲ βλάσφημον ὑπόθεσιν ταύτην οὐκ ἐπιγνώσεται. Καὶ γὰρ εἰ τὰς ψηφῖδας γνωρίσει, ἀλλὰ τὴν ἀλώπεκα ἀντὶ τῆς βασιλικῆς εἰκόνος οὐ παραδέξεται. Ἕν ἕκαστον δὲ τῶν εἰρημένων ἀποδοὺς τῇ ἰδίᾳ τάξει, καὶ προσαρμόσας τῷ τῆς ἀληθείας σωματείῳ γυμνώσει, καὶ ἀνυπόστατον ἐπιδείξει τὸ πλάσμα αὐτῶν.
Who among the guileless would not be carried away by these verses and suppose that Homer composed them thus upon this theme? Yet he who is experienced in Homeric subject-matter will recognize them, knowing that one part of them is spoken concerning Odysseus, another concerning Heracles himself, another concerning Priam, and another concerning Menelaus and Agamemnon. Taking them away and restoring each single one to its own [context], he will put the theme out of the way. And thus too he who holds fast unswervingly within himself the rule of the truth which he has received through baptism will recognize the names from the Scriptures, and the expressions, and the parables, yet will not recognize this blasphemous hypothesis. For even if he recognizes the mosaic tesserae, yet he will not accept the fox in place of the royal image. Restoring each single one of the things mentioned to its own order and fitting it to the body of the truth, he will strip bare their figment and show it to be unsubstantial.
Λʹ. Ἐπειδὴ τῇ σκηνῇ ταύτῃ λείπει ἡ ἀπο-
Chapter XXX. Since to this stage there is lacking the re-
Notes, col. 532

On the reading

Printed ρ', for ῥ'.