οὕτω καὶ τὸ σπέρμα αὐτῆς, ὃ δὴ καὶ αὐτὸ Ἐκκλησίαν εἶναι λέγουσιν, ἀντίτυπον τῆς ἄνω Ἐκκλησίας. Καὶ τότε εἶναι τὸν ἐν αὐτοῖς ἀξιοῦσιν, ὥστε ἔχειν αὐτοὺς τὴν μὲν ψυχὴν ἀπὸ τοῦ Δημιουργοῦ, τὸ δὲ σῶμα ἀπὸ τοῦ χοὸς, καὶ τὸ σαρκικὸν ἀπὸ τῆς ὕλης, τὸν δὲ πνευματικὸν ἄνθρωπον ἀπὸ τῆς μητρὸς τῆς Ἀχαμώθ.
so also [he was ignorant of] her seed, which indeed they say is itself the Church, an antitype of the Church above. And then they hold that this is the [man] within them, so that they have their soul from the Demiurge, their body from the dust, their fleshy part from matter, and their spiritual man from the mother Achamoth.
Κʹ. Τριῶν οὖν ὄντων, τὸ μὲν ὑλικὸν, ὃ καὶ ἀριστερὸν καλοῦσι, κατὰ ἀνάγκην ἀπόλλυσθαι λέγουσιν, ἅτε μηδεμίαν ἐπιδείξασθαι πνοὴν ἀφθαρσίας δυνάμενον· τὸ δὲ ψυχικὸν, ὃ καὶ δεξιὸν προσαγορεύουσιν, ἅτε μέσον ὂν τοῦ τε πνευματικοῦ καὶ ὑλικοῦ, ἐκεῖσε χωρεῖν, ὅπου ἂν καὶ τὴν πρόσκλισιν ποιήσηται· τὸ δὲ πνευματικὸν ἐκπεπέμφθαι, ὅπως ἐνθάδε τῷ ψυχικῷ συζυγὲν μορφωθῇ, συμπαιδευθὲν αὐτῷ ἐν τῇ ἀναστροφῇ. Καὶ τοῦτ' εἶναι λέγουσι τὸ ἅλας, καὶ τὸ φῶς τοῦ κόσμου. Ἔδει γὰρ τῶν ψυχικῶν, καὶ αἰσθητῶν παιδευμάτων. Δι' ὧν καὶ κόσμον κατεσκευάσθαι λέγουσι, καὶ τὸν Σωτῆρα δὲ ἐπὶ τοῦτο παραγεγονέναι τὸ ψυχικὸν, ἐπεὶ καὶ αὐτεξούσιόν ἐστιν, ὅπως αὐτὸ σώσῃ. Ὧν γὰρ ἤμελλε σώζειν, τὰς ἀπαρχὰς αὐτῶν εἰληφέναι φάσκουσιν, ἀπὸ μὲν τῆς Ἀχαμὼθ τὸ πνευματικὸν, ἀπὸ δὲ τοῦ Δημιουργοῦ ἐνδεδύσθαι τὸν ψυχικὸν Χριστὸν, ἀπὸ δὲ τῆς οἰκονομίας περιτεθεῖσθαι σῶμα ψυχικὴν ἔχον οὐσίαν, κατεσκευασμένον δὲ ἀῤῥήτῳ τέχνῃ, πρὸς τὸ καὶ ἀόρατον, καὶ ἀψηλάφητον, καὶ παθητὸν γεγενῆσθαι. Καὶ ὑλικὸν δὲ οὐδ' ὁτιοῦν εἰληφέναι λέγουσιν αὐτόν· μὴ γὰρ εἶναι τὴν ὕλην δεκτικὴν σωτηρίας. Τὴν δὲ συντέλειαν ἔσεσθαι, ὅταν μορφωθῇ καὶ τελειωθῇ γνώσει πᾶν τὸ πνευματικὸν, τουτέστιν οἱ πνευματικοὶ ἄνθρωποι, οἱ τὴν τελείαν γνῶσιν ἔχοντες περὶ Θεοῦ καὶ τῆς Ἀχαμώθ. Μεμυημένους δὲ μυστήρια εἶναι τούτους ὑποτίθενται. Ἐπαιδεύθησαν γὰρ τὰ ψυχικὰ οἱ ψυχικοὶ ἄνθρωποι, οἱ δι' ἔργων καὶ πίστεως ψιλῆς βεβαιούμενοι, καὶ μὴ τὴν τελείαν γνῶσιν ἔχοντες. Εἶναι δὲ τούτους ἀπὸ τῆς Ἐκκλησίας ἡμᾶς λέγουσι· διὸ καὶ ἡμῖν μὲν ἀναγκαῖον εἶναι τὴν ἀγαθὴν πρᾶξιν ἀποφαίνονται· ἄλλως γὰρ ἀδύνατον σωθῆναι· αὐτοὺς δὲ μὴ διὰ πράξεως, ἀλλὰ διὰ τὸ φύσει πνευματικοὺς εἶναι, πάντη τε καὶ πάντως σωθήσεσθαι δογματίζουσιν. Ὡς γὰρ τὸ χοϊκὸν ἀδύνατον σωτηρίας μετασχεῖν· οὐ γὰρ εἶναι λέγουσιν αὐτοὶ δεκτικὸν αὐτῆς· οὕτως πάλιν τὸ πνευματικὸν θέλουσιν οἱ αὐτοὶ εἶναι ἀδύνατον φθορὰν καταδέξασθαι, κἂν ὁποίαις συγκαταγένωνται πράξεσιν. Ὃν γὰρ τρόπον χρυσὸς ἐν βορβόρῳ κατατεθεὶς οὐκ ἀποβάλλει τὴν καλλονὴν αὐτοῦ, ἀλλὰ τὴν ἰδίαν φύσιν διαφυλάττει, τοῦ βορβόρου μηδὲν ἀδικῆσαι δυναμένου τὸν χρυσόν· οὕτω δὲ καὶ αὐτοὺς λέγουσι, κἂν ἐν ποίαις ὑλικαῖς πράξεσι καταγένωνται, μηδὲν αὐτοὺς παραβλάπτεσθαι, μηδὲ ἀποβάλλειν τὴν πνευματικὴν ὑπόστασιν.
20. There being three [elements], therefore, the material, which they also call left-hand, they say of necessity perishes, inasmuch as it is unable to exhibit any breath of incorruption; whereas the psychic, which they also style right-hand, inasmuch as it is intermediate between the spiritual and the material, passes thither whithersoever it may make its inclination; and the spiritual was sent forth so that here, being yoked together with the psychic, it might be formed, having been educated along with it in its manner of life. And this, they say, is the salt and the light of the world. For there was need of psychic and perceptible disciplines. Through which also they say that a world was framed, and that the Saviour came unto this psychic [element], since it is also endowed with free will, so that He might save it. For of the things that He was about to save, they affirm that He took the firstfruits of them: from Achamoth He had the spiritual, from the Demiurge He put on the psychic Christ, and from the dispensation He had placed around Him a body having a psychic substance, yet framed by ineffable art so as to have become invisible, and intangible, and passible. And anything material at all, they say, He did not take; for matter is not receptive of salvation. And the consummation will take place when all the spiritual is formed and perfected by knowledge, that is, the spiritual men, those who possess perfect knowledge concerning God and Achamoth. And they suppose that these are initiated into mysteries. For the psychic men were instructed in psychic things, being confirmed through works and bare faith, and not possessing perfect knowledge. And they say that these are we who are of the Church; wherefore also they declare that good conduct is necessary for us, for otherwise it is impossible to be saved; whereas they themselves lay down the dogma that not through conduct, but because they are spiritual by nature, they will altogether and in every way be saved. For just as it is impossible for the earthy to partake of salvation—for they themselves say that it is not receptive of it—so again those same persons will have it that it is impossible for the spiritual to admit corruption, whatsoever actions they may be involved in. For in the manner in which gold deposited in mud does not lose its beauty, but preserves its own nature, the mud being unable to harm the gold in any way; so also they say of themselves, even if they are engaged in any material actions whatsoever, that they suffer no harm at all, nor lose their spiritual subsistence.