Migne Reading Room

PG 41 · cols. 389–400 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus II (Anacephalaeosis et Haereses XXI–XXXIII)

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus II (Anacephalaeosis et Haereses XXI–XXXIII)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:389Read from the page
αὐτοῖς ὄντες, ἢ καὶ πρὸ αὐτῶν, ἢ σὺν αὐτοῖς, ἢ μετ' αὐτοὺς ὅμως σύγχρονοι· οὐ γὰρ ἀκριβέστερον δύναμαι ἐξειπεῖν, τίνες τίνας διεδέξαντο. Καθὰ γὰρ ἔφην, σύγχρονοι ἦσαν ἀλλήλοις, καὶ ὅμοια κέκτηνται τὰ φρονήματα. Οὗτοι γὰρ ἑαυτοῖς ὄνομα ἐπέθεντο οὐχὶ Χριστοῦ, οὔτε αὐτὸ τὸ ὄνομα τοῦ Ἰησοῦ, ἀλλὰ Ναζωραίων. Καὶ πάντες δὲ Χριστιανοὶ Ναζωραῖοι τότε ὡσαύτως ἐκαλοῦντο. Γέγονε δὲ ἐπ' ὀλίγῳ χρόνῳ καλεῖσθαι αὐτοὺς Ἰεσσαίους, πρὶν ἢ ἐπὶ τῆς Ἀντιοχείας ἀρχὴν λάβωσιν οἱ μαθηταὶ καλεῖσθαι Χριστιανοί. Ἐκαλοῦντο δὲ Ἰεσσαῖοι, διὰ τὸν Ἰεσσαὶ, οἶμαι. Ἐπειδήπερ ὁ Δαβὶδ ἐξ Ἰεσσαὶ, ἐκ δὲ τοῦ Δαβὶδ κατὰ διαδοχὴν σπέρματος ἡ Μαρία, πληρουμένης τῆς θείας Γραφῆς κατὰ τὴν Παλαιὰν Διαθήκην τοῦ Κυρίου λέγοντος πρὸς τὸν Δαβίδ· Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου.
existing at the same time as they, or even before them, or together with them, or after them, yet contemporaneous nonetheless; for I cannot state more precisely which ones succeeded which. For just as I said, they were contemporaneous with one another and have held similar sentiments. For these men imposed upon themselves not the name of Christ, nor the very name of Jesus, rather that of Nazoraeans. And indeed all Christians at that time were likewise called Nazoraeans; and for a brief space of time it came to pass that they were called Jessaeans, before the disciples began at Antioch to be called Christians. Now they were called Jessaeans on account of Jesse, I suppose, inasmuch as David was from Jesse, and Mary was from David by succession of seed, the divine Scripture according to the Old Testament being fulfilled where the Lord says unto David: Of the fruit of your body will I set upon your throne.
Βʹ. Δέδια δὲ καθ' ἑκάστην ὑπόθεσιν λέξεως, ὡς ταύτην τὴν ὑπόμνησιν ποιοῦντι, παρακινούσης με τῆς ἀληθείας τὰς ἐν αὐτῇ τῇ λέξει θεωρίας ὑποφαίνειν, διὰ τὸ μὴ πολὺ πλάτος περιποιήσασθαι τῇ συντάξει τῆς διηγήσεως. Τοῦ γὰρ Κυρίου φήσαντος τῷ Δαβὶδ, Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου, καὶ τὸ, Ὤμοσε Κύριος τῷ Δαβὶδ, καὶ οὐ μεταμεληθήσεται· δῆλον, ὡς ἡ τοῦ Θεοῦ ἀμετάθετός ἐστιν ἐπαγγελία. Καὶ πρῶτον μὲν ὅτι ὅρκος παρὰ Θεῷ τί ἐστιν ἀλλ' ἢ ὅτι· Κατ' ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος; Οὐ γὰρ κατὰ μείζονος ἔχει ὅρκον Θεὸς, ἀλλὰ οὐδὲ ὄμνυσι τὸ Θεῖον. Εἰς παράστασιν δὲ βεβαιώσεως ὁ λόγος ἔχει τὴν δύναμιν. Μεθ' ὅρκου γὰρ ὤμοσε Κύριος τῷ Δαβὶδ, Ἐκ καρποῦ τῆς κοιλίας θήσειν ἐπὶ τὸν θρόνον αὐτοῦ. Μαρτυροῦσι δὲ οἱ ἀπόστολοι, ὅτι ἐκ σπέρματος Δαβὶδ ἔδει τὸν Χριστὸν γεννηθῆναι· ὥσπερ οὖν καὶ ἐγεννήθη ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Παρήσω δὲ τὸ πλῆθος τῶν μαρτυρίων, ἵνα μὴ εἰς πολὺν ὄγκον ἀγάγω τὸν λόγον, ὥς γε προεῖπον. Εἴποι δ' ἄν τις ἴσως· Τοῦ Χριστοῦ γεννηθέντος ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα, τουτέστιν ἀπὸ τῆς ἁγίας παρθένου Μαρίας, τίνι τῷ λόγῳ ἐπὶ τοῦ θρόνου Δαβὶδ οὐ καθέζεται; Ἦλθον γὰρ, φησὶ τὸ Εὐαγγέλιον, χρῖσαι αὐτὸν εἰς βασιλέα· καὶ γνοὺς ἀνεχώρησε, καὶ ἐκρύβη ἐν Ἐφραῒμ πόλει τῆς ἐρήμου. Φθάσαντες δὲ ἡμεῖς ἐπὶ τὸν τόπον τοῦ ῥητοῦ τούτου, καὶ ἐρωτώμενοι περὶ τῆς μαρτυρίας ταύτης καὶ τῆς ὑποθέσεως, ὅτι τίνι τῷ λόγῳ κατὰ τὸ σαρκικὸν οὐ πεπλήρωται ἐπὶ τὸν Σωτῆρα τὸ καθίσαι ἐπὶ τὸν θρόνον Δαβίδ· ἐνομίσθη γὰρ τοῦτό τισι μὴ πεπληρῶσθαι· ὅμως ὡς ἔστιν ἐροῦμεν. Οὐδεμία γὰρ λέξις τῆς ἁγίας τοῦ Θεοῦ Γραφῆς διαπίπτει.
Chapter II. Yet as I compose this treatise, I fear at each subject of a text, when the truth prompts me to indicate the contemplations contained within the wording itself, lest I impart too great a breadth to the structure of my narrative. Now since the Lord declared to David, Of the fruit of your body will I set upon your throne, and that saying, The Lord has sworn unto David, and will not repent of it, it is evident that God's promise is immutable. And first of all, what is an oath with God save this: By Myself have I sworn, says the Lord? For God has no oath by anyone greater, nor indeed does the Deity swear at all; rather, the expression carries force to establish confirmation. With an oath, then, the Lord swore to David that of the fruit of his body He would set upon his throne. And the apostles bear witness that Christ had to be born of the seed of David, just as our Lord Jesus Christ was indeed born. Yet I shall pass over the multitude of testimonies, lest I bring my discourse to excessive bulk, as I have said before. Someone, perhaps, might say: Since Christ was born of the seed of David according to the flesh—that is, from the holy Virgin Mary—for what reason does He not sit upon the throne of David? For they came, says the Gospel, to anoint Him king; and perceiving it, He withdrew and hid Himself in Ephraim, a city of the wilderness. Now having arrived at the place of this text, and being questioned concerning this testimony and theme—namely, for what reason sitting upon the throne of David has not been fulfilled in the Saviour in a carnal manner, for by some this was supposed not to have been fulfilled—nevertheless we shall state the matter as it truly stands; for not a single word of the holy Scripture of God falls to the ground.
PG 41:392Read from the page
Γʹ. Θρόνος γὰρ Δαβὶδ καὶ βασιλικὴ ἕδρα ἐστὶν ἡ ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ ἱερωσύνη, ὅπερ ἀξίωμα βασιλικόν τε καὶ ἀρχιερατικὸν ὁμοῦ ἐπὶ τὸ αὐτὸ συνάψας ὁ Κύριος δεδώρηται τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ, τὸν θρόνον μεταγαγὼν ἐν αὐτῇ τὸν τοῦ Δαβὶδ μὴ διαλείποντα εἰς τὸν αἰῶνα. Ἐκεῖσε γὰρ κατὰ διαδοχὴν διήρκεσε θρόνος Δαβὶδ, ἕως αὐτοῦ τοῦ Χριστοῦ, μὴ διαλειπόντων τῶν ἐξ Ἰούδα ἀρχόντων, ἕως ἦλθεν ᾧ τὰ ἀποκείμενα ἦν. Καὶ αὐτὸς προσδοκία ἐθνῶν, φησίν. Ἔληξαν γὰρ ἐν τῇ τοῦ Χριστοῦ παρουσίᾳ οἱ κατὰ διαδοχὴν ἐξ Ἰούδα ἄρχοντες, ἕως αὐτοῦ τοῦ Χριστοῦ ἡγούμενοι. Διέπεσε γὰρ ἡ τάξις, καὶ ἔστη, ἐξότε αὐτὸς γεννᾶται ἐν Βη-
Chapter III. For the throne of David and the royal seat is the priesthood in the holy Church—which dignity, both royal and high-priestly together, the Lord joined into one and bestowed upon His holy Church, transferring into her the throne of David that never fails forever. For up to that point the throne of David endured by succession until Christ Himself, the rulers from Judah never failing until He came for Whom the things reserved were laid up; and He, says Scripture, is the expectation of the Gentiles. For at the coming of Christ the rulers from Judah by succession ceased, having governed until Christ Himself; for the line lapsed and came to a halt from the time when He was born in Beth-
PG 41:393Read from the page
θλεὲμ τῆς Ἰουδαίας, ἐπὶ Ἀλεξάνδρου τοῦ ἀπὸ γένους ἱερατικοῦ καὶ βασιλικοῦ. Ἀφ' οὗ Ἀλεξάνδρου διέπεσεν οὗτος ὁ κλῆρος ἀπὸ χρόνων αὐτοῦ τε καὶ Σααλίνας, τῆς καὶ Ἀλεξάνδρας καλουμένης, ἐπὶ τοῖς χρόνοις Ἡρώδου τοῦ βασιλέως καὶ Αὐγούστου τῶν Ῥωμαίων αὐτοκράτορος. Ὃς καὶ διάδημα ἐπέθετο ἑαυτῷ ὁ Ἀλέξανδρος οὗτος, εἷς τῶν χριστῶν καὶ ἡγουμένων ὑπάρχων. Συναφθεισῶν γὰρ τῶν δύο φυλῶν τοῦ τε βασιλικοῦ καὶ ἱερατικοῦ, Ἰούδα δέ φημι καὶ Ἀαρὼν, καὶ πάσης τῆς τοῦ Λευΐ, οὕτω βασιλεῖς καὶ ἱερεῖς ἐγίνοντο. Οὐ γὰρ διήμαρτέ τι τῶν ἀπὸ τῆς ἁγίας Γραφῆς αἰνιγμάτων. Τότε δὲ λοιπὸν ἀλλόφυλος βασιλεὺς Ἡρώδης, καὶ οὐκέτι οἱ ἀπὸ τοῦ Δαβὶδ διάδημα ἐπέθεντο· μεταπεσούσης δὲ τῆς βασιλικῆς καθέδρας ἐν Χριστῷ ἐπὶ τὴν Ἐκκλησίαν, ἀπὸ μὲν οἴκου τοῦ σαρκικοῦ Ἰούδα καὶ Ἱερουσαλὴμ τὸ βασιλικὸν μετέστη ἀξίωμα· ἵδρυται δὲ ὁ θρόνος ἐν τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ εἰς τὸν αἰῶνα, ἐκ δύο προφάσεων ἔχων τὸ ἀξίωμα, τοῦ τε βασιλικοῦ καὶ τοῦ ἀρχιερατικοῦ. Καὶ τὸ μὲν βασιλικὸν ἀπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ δύο τρόπους, διά τε τὸ εἶναι αὐτὸν ἐκ σπέρματος Δαβὶδ τοῦ βασιλέως κατὰ σάρκα, καὶ τὸ εἶναι αὐτὸν, ὅπερ ἐστὶ, βασιλέα μείζονα ἀπ' αἰῶνος κατὰ τὴν θεότητα· τὸ δὲ ἱερατικὸν, ὅτι αὐτὸς ἀρχιερεὺς καὶ ἀρχιερέων πρύτανις. Κατασταθέντος εὐθὺς Ἰακὼβ τοῦ ἀδελφοῦ Κυρίου καλουμένου καὶ ἀποστόλου, ἐπισκόπου πρώτου υἱοῦ τοῦ Ἰωσὴφ φύσει ὄντος, ἐν τάξει δὲ ἀδελφοῦ τοῦ Κυρίου κληθέντος διὰ τὴν συναναστροφήν.
lehem of Judaea, in the time of Alexander, who was of priestly and royal race. From this Alexander that lot lapsed, from the times both of him and of Saalina, who is also called Alexandra, down to the times of King Herod and Augustus, Emperor of the Romans. Now this Alexander, being one of the anointed and ruling leaders, also placed a diadem upon himself; for since the two tribes, the royal and the priestly—I mean Judah and Aaron, and the whole tribe of Levi—had been joined together, they thus became both kings and priests, for none of the enigmas from holy Scripture failed of its mark. Thenceforth, however, Herod, a king of foreign race, reigned, and descendants of David no longer put on the diadem; rather, once the royal seat had been transferred in Christ unto the Church, the royal dignity passed away from the carnal house of Judah and Jerusalem, and the throne stands established in the holy Church of God forever, possessing its dignity on two grounds, both the royal and the high-priestly: the royal from our Lord Jesus Christ in two ways, both because He is of the seed of King David according to the flesh, and because He is—what He truly is—a greater King from eternity according to His Godhead; and the priestly, because He Himself is High Priest and Sovereign of high priests—James, who is called the brother of the Lord and apostle, having straightway been appointed first bishop, being a son of Joseph by nature, yet reckoned in the rank of brother of the Lord on account of their upbringing together.
Δʹ. Ἦν γὰρ ὁ Ἰάκωβος οὗτος υἱὸς τοῦ Ἰωσὴφ
Chapter IV. For this James was a son of Joseph
PG 41:396Read from the page
ἐκ γυναικὸς τοῦ Ἰωσήφ, οὐκ ἀπὸ Μαρίας, ὡς καὶ εἰς πολλοὺς τόπους τοῦτο ἡμῖν εἴρηται, καὶ σαφέστερον ἡμῖν πεπραγμάτευται. Ἀλλὰ καὶ εὑρίσκομεν αὐτὸν ἐκ τοῦ Δαβὶδ ὄντα, διὰ τὸν υἱὸν εἶναι τοῦ Ἰωσὴφ Ναζωραῖον γενόμενον. Ἦν γὰρ πρωτότοκος τῷ Ἰωσήφ, καὶ ἡγιασμένος. Ἔτι δὲ καὶ ἱερατεύσαντα αὐτὸν κατὰ τὴν παλαιὰν ἱερωσύνην εὕρομεν. Διὸ καὶ ἠφίετο αὐτῷ ἅπαξ τοῦ ἐνιαυτοῦ εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσιέναι, ὡς τοῖς ἀρχιερεῦσιν ἐκέλευσεν ὁ νόμος, κατὰ τὸ γεγραμμένον. Οὕτω γὰρ ἱστόρησαν πολλοὶ πρὸ ἡμῶν περὶ αὐτοῦ, Εὐσέβιός τε καὶ Κλήμης, καὶ ἄλλοι. Ἀλλὰ καὶ τὸ πέταλον ἐπὶ τῆς κεφαλῆς ἐξῆν αὐτῷ φέρειν, καθὼς οἱ προειρημένοι ἀξιόπιστοι ἄνδρες ἐν τοῖς ὑπ' αὐτῶν ὑπομνηματισμοῖς ἐμαρτύρησαν. Ἱερεὺς τοίνυν, ὡς ἔφην, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲχ, βασιλεύς τε ὁμοῦ κατὰ τὴν τάξιν τὴν ἄνωθεν, ἵνα μεταγάγῃ τὴν ἱερωσύνην ἅμα τῇ νομοθεσίᾳ. Τοῦ δὲ σπέρματος Δαβὶδ διὰ τὴν Μαρίαν καθεζομένου ἐν θρόνῳ εἰς τὸν αἰῶνα, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Ἔδει γὰρ αὐτὸν νῦν μεταγαγεῖν τὴν τάξιν, τοῦ τε βασιλείου. Καὶ γὰρ ἡ βασιλεία αὐτοῦ οὐκ ἔστιν ἀπὸ τῆς γῆς, ὡς ἔλεγεν ἐν τῷ Εὐαγγελίῳ Ποντίῳ Πιλάτῳ· Ἡ βασιλεία μου οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου Τοῦ γὰρ Χριστοῦ τὰ πάντα πληροῦντος δι' αἰνιγμάτων, ἕως τινὸς μέτρου αἱ ὑποθέσεις ἔφθανον. Οὐ γὰρ ἦλθεν, ἵνα προκοπὴν λάβῃ βασιλείας ὁ βασιλεύων ἀεί· ἐχαρίσατο δὲ τοῖς ὑπ' αὐτοῦ καθισταμένοις τὸ βασίλειον, ἵνα μὴ ὀνομασθῇ ἀπὸ τῶν μικρῶν ἐπὶ τὰ μείζονα προκόπτειν. Μένει γὰρ αὐτοῦ ὁ θρόνος, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος, καὶ κάθηται ἐπὶ τὸν θρόνον Δαβίδ· τὸ βασίλειον τοῦ Δαβὶδ μεταστήσας, καὶ χαρισάμενος τοῖς ἑαυτοῦ δούλοις ἅμα τῇ ἀρχιερωσύνῃ, τουτέστι τοῖς ἀρχιερεῦσι τῆς καθολικῆς Ἐκκλησίας. Καὶ πολλὰ ἔστι περὶ τούτου λέγειν. Ἀλλ' ὅμως ἐπειδὴ εἰς τὸν τόπον ἐλήλυθα εἰπεῖν δι' ἣν αἰτίαν Ἰεσσαῖοι ἐκαλοῦντο,
from Joseph's wife, not from Mary, as this has also been stated by us in many places, and has been treated by us more clearly. Moreover, we also find that he was of David, having become a Nazoraean through being the son of Joseph. For he was Joseph's firstborn, and consecrated. Furthermore, we have found that he also served as priest according to the ancient priesthood. Wherefore he was also permitted once a year to enter into the Holy of Holies, as the law commanded the high priests, according to what is written. For thus many before us have recorded concerning him, both Eusebius and Clement, and others. Nay more, he was even permitted to wear the priestly plate upon his head, just as the aforesaid trustworthy men testified in the memoirs composed by them. A priest, therefore, as I said, is our Lord Jesus Christ for ever according to the order of Melchizedek, and King as well according to the order from above, that He might transfer the priesthood together with the legislation. And since the seed of David through Mary sits upon a throne for ever, even of His kingdom there shall be no end. For He had now to transfer the order of the kingship also. For indeed His kingdom is not from the earth, as He said in the Gospel to Pontius Pilate: My kingdom is not of this world. For while Christ fulfilled all things through enigmas, the arrangements reached up to a certain measure. For He who reigns always did not come in order to gain an advancement of kingship; rather, He bestowed the kingship upon those appointed by Him, lest He should be said to advance from lesser things unto greater. For His throne abides, and of His kingdom there shall be no end, and He sits upon the throne of David, having transferred the kingdom of David, and having bestowed it together with the high-priesthood upon His own servants, that is, upon the high priests of the catholic Church. And there is much to say concerning this. Yet since I have come to the place to tell for what reason they were called Jessaeans,
PG 41:397Read from the page
πρὶν τοῦ καλεῖσθαι Χριστιανοὶ οἱ εἰς Χριστὸν πεπιστευκότες, τούτου ἕνεκα ἔφημεν, ὅτι ὁ Ἰεσσαὶ πατὴρ γίνεται τοῦ Δαβίδ. Καὶ ἤτοι τοῦ Ἰεσσαὶ, ἤτοι ἐκ τοῦ ὀνόματος Ἰησοῦ τοῦ Κυρίου ἡμῶν ἐπεκλήθησαν Ἰεσσαῖοι, διὰ τὸ ἐξ Ἰησοῦ ὁρμᾶσθαι μαθηταὶ ὄντες αὐτοῦ, ἢ διὰ τὸ τῆς ἐτυμολογίας τοῦ ὀνόματος τοῦ Κυρίου. Ἰησοῦς γὰρ κατὰ τὴν Ἑβραϊκὴν διάλεκτον θεραπευτὴς καλεῖται, ἤτοι ἰατρὸς καὶ σωτήρ. Ὅμως τούτῳ τῷ ὀνόματι, πρὶν τοῦ Χριστιανοὺς αὐτοὺς καλεῖσθαι, τὴν ἐπωνυμίαν ἐκέκτηντο. Ἀπὸ Ἀντιοχείας δὲ, καθάπερ ἄνω ἐπεμνήσθημεν, ὡς ἔχει ἡ τῆς ἀληθείας ὑπόθεσις, ἤρξαντο οἱ μαθηταὶ καὶ πᾶσα ἡ Ἐκκλησία τοῦ Θεοῦ Χριστιανοὶ καλεῖσθαι.
those who had believed in Christ, before they were called Christians, for this reason we said that Jesse was the father of David. And either from Jesse, or from the name of Jesus our Lord, they were surnamed Jessaeans, because they set out from Jesus as being His disciples, or because of the etymology of the Lord's name. For Jesus in the Hebrew dialect is called healer, that is, physician and saviour. Nevertheless, by this name, before they were called Christians, they had acquired their surname. From Antioch, however, just as we mentioned above, as the true account stands, the disciples and the whole Church of God began to be called Christians.
Εʹ. Εὕροις δ' ἂν, ὦ φιλολόγε, καὶ τούτου τὴν ὑπόθεσιν, ἐντυχὼν τοῖς τοῦ Φίλωνος ὑπομνήμασιν, ἐν τῇ περὶ Ἰεσσαίων αὐτοῦ ἐπιγραφομένῃ βίβλῳ, ὃς τούτων τὴν πολιτείαν καὶ τὰ ἐγκώμια διεξιὼν, καὶ τὰ αὐτῶν μοναστήρια ἐν τῇ κατὰ τὴν Μαρίαν λίμνῃ ἱστορῶν περιοικίδι, οὐ περί τινων ἑτέρων ὁ ἀνὴρ ἱστόρησεν, ἀλλὰ περὶ Χριστιανῶν. Οὗτος γὰρ γενόμενος ἐν τῇ χώρᾳ, Μαρεώτην δὲ τὸν τόπον καλοῦσι, καὶ καταχθεὶς παρ' αὐτοῖς ἐν τοῖς κατὰ τὸν χῶρον τοῦτον μοναστηρίοις ὠφέληται. Ἐν ἡμέραις γὰρ τῶν Πάσχων ἐκεῖ γενόμενος, τάς τε αὐτῶν πολιτείας ἐθεάσατο, καὶ ὥς τινες ἑβδομάδα τὴν ἁγίαν τῶν Πάσχων ὑπερτιθέμενοι διετέλουν, ἄλλοι δὲ διὰ δύο ἐσθίοντες, ἄλλοι δὲ καὶ καθ' ἑσπέραν. Ἦν δὲ τῷ ἀνδρὶ πάντα ταῦτα πεπραγματευμένα εἰς τὴν περὶ πίστεώς τε καὶ πολιτείας τῶν Χριστιανῶν ὑπόθεσιν. Ὡς οὖν τότε ἐκαλοῦντο Ἰεσσαῖοι, ἐπ' ὀλίγῳ χρόνῳ μετὰ τὴν ἀνάληψιν τοῦ Σωτῆρος, καὶ Μάρκου τῇ τῶν Αἰγυπτίων χώρᾳ κηρύξαντος, κατὰ τοὺς χρόνους τινὲς ἐξεληλύθασι πάλιν, τῶν ἀποστόλων δῆθεν ἀκόλουθοι, λέγω δὲ οἱ ἐνταῦθά μοι δηλούμενοι Ναζωραῖοι, ὄντες μὲν κατὰ τὸ γένος Ἰουδαῖοι, καὶ τῷ
5. You would also find, O lover of learning, the account of this too, upon lighting on the memoirs of Philo, in his book entitled Concerning the Jessaeans, who, recounting their way of life and their praises, and describing their monasteries in the district around the Marian lake, recorded this not concerning any others, but concerning Christians. For having come to be in the region—and they call the place Mareotes—and having been hospitably received amongst them in the monasteries throughout that district, this man derived benefit. For having arrived there during the days of the Pasch, he beheld their practices, and how some continued deferring food through the holy week of the Pasch, while others ate every two days, and others again each evening. And all these things were treated by the man with reference to the subject of the faith and way of life of the Christians. When, therefore, they were at that time called Jessaeans, for a short time after the ascension of the Saviour, and after Mark had preached in the land of the Egyptians, during those times certain persons went out again, supposed followers of the apostles—I mean the Nazoraeans set forth by me here—being Jews by race, and to the
PG 41:400Read from the page
νόμῳ δὲ προσανέχοντες, καὶ περιτομὴν κεκτημένοι· ἀλλ' ὥσπερ ἀπὸ σκοποῦ τινες θεασάμενοι πῦρ, καὶ μὴ νοήσαντες δι' ἣν αἰτίαν οἱ τὴν πυρὰν ταύτην ἐξάψαντες, ἢ χρησιμότητα, τοῦτο ποιοῦσιν, ἢ τὰ τῆς ζωῆς ἑαυτῶν ὀψώνια πρὸς ἐδωδὴν διὰ τῆς πυρᾶς κατασκευάζοντες, ἢ ἐπὶ ἀφανισμῷ τινων καυστικῶν ξύλων ἢ φρυγάνων τῶν ὑπὸ πυρὸς εἰωθότων ἀναλίσκεσθαι· οὕτω καὶ αὐτοὶ μιμησάμενοι, πῦρ ἀνάψαντες, ἑαυτοὺς ἐνέπρησαν. Ἀκούσαντες γὰρ μόνον ὄνομα Ἰησοῦ, καὶ θεασάμενοι τὰ θεοσήμεια τὰ διὰ χειρῶν τῶν ἀποστόλων γινόμενα, καὶ αὐτοὶ εἰς Ἰησοῦν πιστεύουσι. Γνόντες δὲ αὐτὸν ἐκ Ναζαρὲτ ἐν γαστρὶ ἐγκυμονηθέντα, καὶ ἐν οἴκῳ Ἰωσὴφ ἀνατραφέντα, καὶ διὰ τοῦτο ἐν τῷ Εὐαγγελίῳ Ἰησοῦν τὸν Ναζωραῖον καλεῖσθαι, ὡς καὶ οἱ ἀπόστολοί φασιν, Ἰησοῦν τὸν Ναζωραῖον ἄνδρα ἀποδεδειγμένον ἔν τε σημείοις καὶ τέρασι, καὶ τὰ ἑξῆς, τοῦτο τὸ ὄνομα ἐπιτιθέασιν αὐτοῖς, τὸ καλεῖσθαι Ναζωραίους, οὐχὶ δὲ Ναζιραίους, τὸ ἑρμηνευόμενον ἡγιασμένους. Τοῦτο γὰρ τοῖς τὸ παλαιὸν πρωτοτόκοις καὶ Θεῷ ἀφιερωθεῖσιν ὑπῆρχε τὸ ἀξίωμα, ὧν εἷς ὑπῆρχεν ὁ Σαμψὼν, καὶ ἄλλοι μετ' αὐτὸν, καὶ πρὸ αὐτοῦ πολλοί. Ἀλλὰ καὶ Ἰωάννης ὁ Βαπτιστὴς τῶν αὐτῶν ἀφηγησαμένων τῷ Θεῷ καὶ αὐτὸς εἷς ὑπῆρχε, καὶ οἶνον καὶ σίκερα οὐκ ἔπινεν. Ὥριστο γὰρ τοῖς τοιούτοις αὕτη ἁρμόδιος τῷ ἀξιώματι ἡ πολιτεία.
adhering to the law, and possessing circumcision; yet just as some persons beholding a fire from a watchtower, and not understanding for what reason or usefulness those who kindled this pyre do so—whether preparing the provisions for their own livelihood unto food by means of the pyre, or for the destruction of certain combustible logs or brushwood that are wont to be consumed by fire—so too they themselves, imitating them, kindled a fire and burned themselves up. For having heard only the name of Jesus, and having beheld the divine signs wrought through the hands of the apostles, they too believe in Jesus. And having come to know that He was conceived in the womb at Nazareth, and brought up in the house of Joseph, and that on this account in the Gospel He is called Jesus the Nazoraean, as the apostles also say, Jesus the Nazoraean, a man attested by signs and wonders, and so forth, they impose this name upon themselves, so as to be called Nazoraeans, and not Nazirites, which is interpreted consecrated ones. For of old this dignity belonged to the firstborn and to those dedicated to God, of whom Samson was one, and others after him, and many before him. Moreover, John the Baptist himself was also one of those same persons who led the way unto God, and he drank neither wine nor strong drink. For unto such persons this way of life had been appointed as befitting their dignity.
ϛʹ. Ἄλλοι δὲ Νασαραίους ἑαυτοὺς ἐκάλεσαν. Ἦν γὰρ ἡ αἵρεσις τῶν Νασαραίων πρὸ Χριστοῦ, καὶ Χριστὸν οὐκ ᾔδει. Ἀλλὰ καὶ πάντες ἄνθρωποι τοὺς Χριστιανοὺς Ναζωραίους ἐκάλουν, ὡς προεῖπον, ὡς λέγουσι κατηγοροῦντες Παύλου τυῦ ἀποστόλου· Τοῦτον τὸν ἄνθρωπον εὕρομεν λοιμὸν, καὶ διαστρέφοντα τὸν λαὸν, πρωτοστάτην τε ὄντα τῆς τῶν Ναζωραίων αἱρέσεως. Ὁ δὲ ἅγιος Ἀπόστολος οὐκ ἀρνεῖται μὲν τὸ ὄνομα, οὐχὶ τὴν τούτων αἵρεσιν ὁμολογῶν, ἀλλὰ τὸ ὄνομα τὸ ἀπὸ τῆς τῶν ἀντιλεγόντων κακονοίας διὰ τὸν Χριστὸν ἐπενεχθὲν αὐτῷ ἀσμένως καταδεχόμενος. Φησὶ γὰρ ἐπὶ τοῦ βήματος· Οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον, ἢ ἐπισύστασίν τινα ὄχλου ποιοῦντα, οὐδὲ ὧν μου κατηγοροῦσιν οὐδὲν πεποίηκα. Ὁμολογῶ δέ σοι τοῦτο, ὅτι κατὰ τὴν ὁδὸν, ἣν αἵρεσιν οὗτοι φάσκουσιν, οὕτω λατρεύω· πιστεύων πᾶσι τοῖς ἐν τῷ νόμῳ, καὶ ἐν τοῖς προφήταις. Καὶ οὐ θαῦμα, ὅτι ὁ Ἀπόστολος ὁμολογεῖ ἑαυτὸν Ναζωραῖον, πάντων καλούντων τοὺς Χριστιανοὺς τότε τούτῳ τῷ ὀνόματι διὰ Ναζαρὲτ τὴν πόλιν, ἄλλης μὴ οὔσης χρήσεως τῷ ὀνόματι πρὸς τὸν καιρὸν, ὥστε τοὺς ἀνθρώπους καλεῖν τοὺς τῷ Χριστῷ πεπιστευκότας. Περὶ οὗ γέγραπται, Ὅτι Ναζωραῖος κληθήσεται. Καὶ γὰρ καὶ νῦν ὁμωνύμως οἱ ἄνθρωποι πάσας τὰς αἱρέσεις, Μανιχαίους τέ φημι καὶ Μαρκιωνιστὰς, Γνωστικούς τε καὶ ἄλλους Χριστιανοὺς τοὺς μὴ ὄντας Χριστια-
6. Others, however, called themselves Nasaraeans. For the heresy of the Nasaraeans existed before Christ, and did not know Christ. Yet all people also called Christians Nazoraeans, as I said before, just as those accusing the apostle Paul say: We have found this man a pestilent fellow, and stirring up sedition among the people, and a ringleader of the heresy of the Nazoraeans. And the holy Apostle does not disown the name—not confessing the heresy of those men, yet gladly welcoming the name brought upon him on account of Christ out of the malice of his adversaries. For he says at the judgement-seat: Neither in the temple did they find me disputing with anyone, or making any tumult of a crowd, nor have I done anything of the charges they bring against me. But this I confess unto you, that according to the Way, which these men call a heresy, so do I worship, believing all things that are in the law and in the prophets. And it is no wonder that the Apostle confesses himself a Nazoraean, since everyone at that time called Christians by this name on account of the city of Nazareth, there being no other usage of the name for the time being whereby people might call those who had believed in Christ; concerning Whom it is written, That He shall be called a Nazoraean. For even now people call all the heresies homonymously—I mean Manichaeans and Marcionites, Gnostics and others who are not Christians—Christia-
Notes, col. 400

On the reading

Printed τυῦ, for τοῦ.