ἀρχαῖς, ἐν ᾗ ἦν πάντα τετράποδα καὶ ἑρπετά. Καὶ εἶπέ μοι· Θῦσον καὶ φάγε. Ἐγὼ δὲ εἶπον· Κύριε, μηδαμῶς· ὅτι οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου. Ἀπεκρίθη δέ μοι ἐκ δευτέρου φωνὴ ἐκ τοῦ οὐρανοῦ· Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. Καὶ ἐξ αὐτῆς ἰδοὺ δύο ἄνδρες εἱστήκεισαν εἰς τὴν οἰκίαν. Καὶ εἶπέ μοι τὸ Πνεῦμα· Πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος. Καὶ λοιπὸν διηγεῖται, ὡς ἐν παραβολῇ ταῦτα, ἃ πρὸς αὐτὴν εἴρηται· καὶ ὡς οὐ τότε ἐδίδαξεν, ἕως ὅτε ὁ Κύριος ἐναργῶς ἔδειξεν αὐτῷ ἃ διὰ τῶν λόγων καὶ τύπων αὐτὸν ἐδίδασκεν. Εὐθὺς γὰρ αὐτοῦ ἀνοίξαντος τὸ στόμα, ὅτε ἦλθεν εἰς Καισάρειαν, ἐπέπεσε τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ Κορνήλιον. Καὶ ἰδὼν Πέτρος εἶπε· Μή τις δύναται κωλῦσαι τὸ ὕδωρ ἀπὸ τούτων τῶν καταξιωθέντων τὸ Πνεῦμα τὸ ἅγιον λαβεῖν, ὡς καὶ ἡμεῖς ἐξ ἀρχῆς; Τὸ πᾶν δὲ ἦν τοῦτο μυστήριον, καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἔργον, ὅπως ὅ τε ἅγιος Πέτρος καὶ πᾶς τις γνώσεται, ὅτι οὐκ ἀπ' ἀνθρώπων ἡ τῶν ἐθνῶν σωτηρία, ἀλλ' ἐκ Θεοῦ. Προὔλαβε γὰρ ὁ Θεὸς δοῦναι τὴν δωρεὰν τοῦ Πνεύματος, καὶ τὴν τοῦ ἀγγέλου ὀπτασίαν, καὶ τὴν ἀποδοχὴν τῆς εὐχῆς, καὶ νηστειῶν, καὶ ἀγαθοποιιῶν· ἵνα ὃ ἐπιστεύθησαν οἱ ἀπόστολοι, μάλιστα ὁ ἅγιος Πέτρος, καὶ οἱ λοιποὶ ἀπόστολοι, μὴ ἀποστερήσωσι τὸν ἐκ Θεοῦ κατὰ ἀλήθειαν κεκλημένον.
corners, wherein were all four-footed beasts and creeping things. And He said unto me: Kill and eat. But I said: Not so, Lord; for nothing common or unclean has ever entered into my mouth. And a voice answered me a second time out of heaven: What God has cleansed, do not call common. And straightway, behold, two men stood at the house. And the Spirit said unto me: Go with them, doubting nothing. And thereafter he recounts these things which were spoken unto her as in a parable, and how he did not teach at that time until the Lord clearly showed him what He was teaching him through words and types. For straightway when he opened his mouth after coming to Caesarea, the Holy Spirit fell upon Cornelius. And seeing this, Peter said: Can anyone forbid the water from these who have been deemed worthy to receive the Holy Spirit, just as we also did from the beginning? Now this whole matter was a mystery and a work of God's loving-kindness towards mankind, so that both holy Peter and everyone might know that the salvation of the Gentiles is not from men, but from God. For God acted beforehand to grant the gift of the Spirit, and the vision of the angel, and the acceptance of prayer, and of fastings, and of good deeds, in order that the apostles—above all holy Peter, and the rest of the apostles—might not deprive of that with which they had been entrusted the man who had in truth been called by God.
Δʹ. Ἀλλὰ ταῦτα μὲν τότε ἐπραγματεύθη, κινηθέντα ὑπὸ τοῦ προειρημένου ψευδαποστόλου Κηρίνθου· ὡς καὶ ἄλλοτε στάσιν αὐτός τε καὶ οἱ μετ' αὐτοῦ εἰργάσαντο ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ, ὁπηνίκα Παῦλος ἀνῆλθε μετὰ Τίτου, ὡς καὶ οὗτος ἔφη, ὅτι Ἄνδρας ἀκροβύστους εἰσήνεγκε μεθ' ἑαυτοῦ, ἤδη περὶ τούτου λέγων, Κεκοίνωκε, φησὶ, τὸν ἅγιον τόπον. Διὸ καὶ Παῦλος λέγει· Ἀλλ' οὐδὲ Τίτος ὁ σὺν ἐμοὶ, Ἕλλην ὢν, ἠναγκάσθη περιτμηθῆναι· διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν, ἣν ἔχομεν ἐν Χριστῷ, οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ. Καὶ τοῖς ἐν ἀκροβυστίᾳ παραγγέλλων ἔλεγεν· Μὴ περιτέμνεσθε· ὅτι, ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Διήρκεσε δὲ ἡ περιτομὴ χρόνῳ ὑπηρετήσασα, ἕως ἡ μείζων περιτομὴ παρεγένετο, τουτέστι τὸ λουτρὸν τῆς παλιγγενεσίας, ὡς παντί τῳ δῆλόν ἐστι, καὶ σαφέστερον δείκνυται ἀπὸ τῶν παρὰ τοῖς ἀποστόλοις εἰρημένων, μάλιστα παρὰ τῷ ἁγίῳ Ἀποστόλῳ. Φάσκει γὰρ οὕτως· Οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ. Παντὶ δὲ τῷ βουλομένῳ κατανοεῖν τὰ παρὰ τοῖς ἀποστόλοις τότε πεπραγματευμένα, θαυμάσαι ἔπεστι, πῶς τὰ παρὰ τῇ αἱρέσει ταύτῃ ἐξ ἐπινοίας πνεύματος πλάνης ἐνεργηθέντα τὸν χαρακτῆρα ὑποδείκνυσι τῶν διὰ τῶν αἱρέσεων τούτων ἐν τοῖς ἀποστόλοις τὴν κίνησιν ἐργασαμένων. Ἀποστάντων γὰρ τούτων, καὶ εἰς ψευδαποστόλους τραπέντων, καὶ ἄλλους ψευδαποστόλους ἀποστειλάντων, ὡς καὶ ἤδη προείρηται, εἰς τὴν Ἀντιόχειαν ἐν ἀρχῇ, καὶ εἰς ἄλλους τόπους, λέγοντας, ὅτι, Ἐὰν μὴ περιτμηθῆτε, καὶ φυλά-
Chapter IV. Now these things were carried on at that time, stirred up by the aforesaid false apostle Cerinthus; just as at another time also both he himself and those with him wrought sedition in Jerusalem itself when Paul went up with Titus, as this man too said: He brought uncircumcised men in with himself—already speaking concerning this man—He has defiled, says he, the holy place. Wherefore Paul also says: Yet not even Titus who was with me, being a Greek, was compelled to be circumcised; and that because of the false brethren privily brought in, who came in privily to spy out our liberty which we have in Christ, to whom we yielded in subjection, no, not for an hour. And charging those in uncircumcision he used to say: Be not circumcised; for if you be circumcised, Christ will profit you nothing. Now circumcision lasted while serving for a season, until the greater circumcision arrived, that is, the laver of regeneration, as is plain to everyone, and is more clearly demonstrated from the things spoken among the apostles, above all in the holy Apostle; for he declares thus: To whom we yielded in subjection, no, not for an hour. And to anyone who wishes to consider the matters transacted among the apostles at that time, one may marvel how the things wrought in this heresy out of the contrivance of a spirit of error exhibit the character of those who through these heresies wrought the commotion among the apostles. For when these men fell away and turned into false apostles, and sent out other false apostles, as has already been stated before, to Antioch in the beginning and to other places, saying, Unless you are circumcised, and keep