Migne Reading Room

PG 41 · cols. 401–412 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus II (Anacephalaeosis et Haereses XXI–XXXIII)

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus II (Anacephalaeosis et Haereses XXI–XXXIII)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:401Read from the page
νοὺς καλοῦσι· καὶ ὅμως ἑκάστη αἵρεσις, καίπερ ἄλλως λεγομένη, καταδέχεται τοῦτο χαίρουσα, ὅτι διὰ τοῦ ὀνόματος κοσμεῖται. Δοκοῦσι γὰρ ἐπὶ τῷ τοῦ Χριστοῦ σεμνύνεσθαι ὀνόματι, οὐ μὴν τῇ πίστει καὶ τοῖς ἔργοις. Οὕτω καὶ οἱ ἅγιοι τοῦ Χριστοῦ μαθηταὶ τότε μαθητὰς Ἰησοῦ ἑαυτοὺς ἐκάλουν, ὥσπερ οὖν καὶ ἦσαν· ἀκούοντες δὲ παρὰ ἄλλων Ναζωραῖοι, οὐκ ἠναίνοντο, τὸν σκοπὸν θεωροῦντες τῶν τοῦτο αὐτοὺς καλούντων, ὅτι διὰ Χριστὸν αὐτοὺς ἐκάλουν· ἐπειδὴ καὶ αὐτὸς ὁ Κύριος Ἰησοῦς Ναζωραῖος ἐκαλεῖτο, ὥσπερ ἔχει τὰ Εὐαγγέλια, καὶ αἱ Πράξεις τῶν ἀποστόλων· διὰ τὸ ἐν τῇ πόλει Ναζαρὲτ αὐτὸν, κώμῃ δὲ τὰ νῦν οὔσῃ, ἀνατετράφθαι ἐν οἴκῳ Ἰωσήφ, γεννηθέντα κατὰ σάρκα ἐν Βηθλεὲμ ἀπὸ Μαρίας τῆς ἀειπαρθένου τῆς μεμνηστευμένης Ἰωσὴφ τῷ ἐν τῇ αὐτῇ Ναζαρὲτ μετῳκηκότι, μετὰ τὸ ἀπὸ Βηθλεὲμ αὐτὸν μεταναστάντα ἐν τῇ Γαλιλαίᾳ κατοικισθῆναι.
-ns; and yet every heresy, although called otherwise, welcomes this with joy, because it is adorned through the name. For they suppose that they pride themselves on the name of Christ, though certainly not on the faith and the works. Thus too the holy disciples of Christ at that time called themselves disciples of Jesus, just as indeed they were; and when they heard themselves called Nazoraeans by others, they did not spurn it, perceiving the aim of those who called them so, that it was on account of Christ that they called them; since the Lord Jesus Himself was also called a Nazoraean, just as the Gospels and the Acts of the Apostles have it, because He had been brought up in the house of Joseph in the city of Nazareth—now a village—after having been born according to the flesh in Bethlehem from Mary the ever-virgin, who was betrothed to Joseph, who settled in that same Nazareth after removing from Bethlehem and taking up residence in Galilee.
Ζʹ. Οὗτοι δὲ οἱ προειρημένοι αἱρεσιῶται, περὶ ὧν ἐνταῦθα τὴν ἀφήγησιν ποιούμεθα, παρέντες τὸ ὄνομα τοῦ Ἰησοῦ, οὔτε Ἰεσσαίους ἑαυτοὺς κεκλήκασιν, οὔτε τῶν Ἰουδαίων ἔμειναν ἔχοντες τὸ ὄνομα, οὔτε Χριστιανοὺς ἑαυτοὺς ἐπωνόμασαν, ἀλλὰ Ναζωραίους, δῆθεν ἀπὸ τῆς τοῦ τόπου, τῆς Ναζαρὲτ ἐπωνυμίας. Τὰ πάντα δέ εἰσιν Ἰουδαῖοι, καὶ οὐδὲν ἕτερον. Χρῶνται δὲ οὗτοι οὐ μόνον Νέᾳ Διαθήκῃ, ἀλλὰ καὶ Παλαιᾷ, καθάπερ καὶ οἱ Ἰουδαῖοι. Οὐ γὰρ ἀπηγόρευται παρ' αὐτοῖς νομοθεσία καὶ προφῆται καὶ γραφεῖα, τὰ παρὰ Ἰσυδαίοις καλούμενα Βιβλία, ὥσπερ παρὰ τοῖς προειρημένοις· οὐδέ τι ἕτερον οὗτοι φρονοῦσιν, ἀλλὰ κατὰ τὸ κήρυγμα τοῦ νόμου, καὶ ὡς οἱ Ἰουδαῖοι πάντα καλῶς ὁμολογοῦσι, χωρὶς τοῦ εἰς Χριστὸν δῆθεν πεπιστευκέναι. Παρ' αὐτοῖς γὰρ καὶ νεκρῶν ἀνάστασις ὁμολογεῖται, καὶ ἐκ Θεοῦ τὰ πάντα γεγεννῆσθαι. Ἕνα δὲ Θεὸν καταγγέλλουσι, καὶ τὸν τούτου παῖδα Ἰησοῦν Χριστόν. Ἑβραϊκὴν δὲ διάλεκτον ἀκριβῶς εἰσιν ἠσκημένοι. Παρ' αὐτοῖς γὰρ πᾶς ὁ νόμος, καὶ οἱ προφῆται, καὶ τὰ Γραφεῖα λεγόμενα, φημὶ δὲ τὰ Στιχήρη, καὶ αἱ Βασιλεῖαι, καὶ Παραλειπόμενα, καὶ Αἰσθήρ, καὶ τἆλλα πάντα Ἑβραϊκῶς ἀναγινώσκεται, ὥσπερ ἀμέλει καὶ παρὰ Ἰουδαίοις. Ἐν τούτῳ δὲ μόνον πρὸς Ἰουδαίους διαφέρονται καὶ Χριστιανούς· Ἰουδαίοις μὲν μὴ συμφωνοῦντες, διὰ τὸ εἰς Χριστὸν πεπιστευκέναι· Χριστιανοῖς δὲ μὴ ὁμογνωμοῦντες, διὰ τὸ ἔτι νόμῳ πεπεδῆσθαι, περιτομῇ τε καὶ Σαββάτῳ καὶ τοῖς ἄλλοις. Περὶ Χριστοῦ δὲ οὐκ οἶδα εἰπεῖν, εἰ καὶ αὐτοί, τῇ τῶν προειρημένων περὶ Κήρινθον καὶ Μήρινθον μοχθηρίᾳ ἀχθέντες, ψιλὸν ἄνθρωπον νομίζουσιν· ἢ, καθὼς ἡ ἀλήθεια ἔχει, διὰ Πνεύματος ἁγίου γεγεννῆσθαι ἐκ Μαρίας διαβεβαιοῦνται. Ἔστι δὲ αὕτη ἡ αἵρεσις ἡ Ναζωραίων ἐν τῇ Βεροιαίων περὶ τὴν Κοίλην Συρίαν, καὶ ἐν τῇ Δεκαπόλει περὶ τὰ τῆς Πέλλης μέρη, καὶ ἐν τῇ Βασανίτιδι τῇ λεγομένῃ Κωκάβῃ, Χωχάβῃ δὲ Ἑβραϊστὶ λεγομένῃ. Ἐκεῖθεν γὰρ ἡ ἀρχὴ γέγονε μετὰ τὴν ἀπὸ τῶν Ἱεροσολύμων μετάστασιν, πάντων τῶν μαθητῶν
7. Yet these aforesaid sectaries, concerning whom we are making our account here, having passed over the name of Jesus, neither have called themselves Jessaeans, nor remained keeping the name of the Jews, nor surnamed themselves Christians, but Nazoraeans, ostensibly from the surname of the place, Nazareth. Yet in all respects they are Jews, and nothing else. And these people use not only the New Testament, but also the Old, just as the Jews also do. For among them the Legislation and the Prophets and the Writings—what are called the Books among the Jews—are not forbidden, as they are among those mentioned before; nor do these men hold any other opinion, but according to the preaching of the law, and like the Jews, they confess all things well, apart from supposedly having believed in Christ. For among them both the resurrection of the dead is confessed, and that all things have been brought into being from God. And they proclaim one God, and His Child Jesus Christ. And they are thoroughly trained in the Hebrew dialect. For among them the whole Law, and the Prophets, and what are called the Writings—I mean the poetical books, and the Kingdoms, and Chronicles, and Esther, and all the rest—are read in Hebrew, just as of course among the Jews also. Only in this respect do they differ from Jews and Christians: not agreeing with Jews, because of having believed in Christ; and not being of one mind with Christians, because of still being fettered to the law, to circumcision and the Sabbath and the rest. Concerning Christ, however, I cannot say whether they too, led away by the wickedness of the aforesaid followers of Cerinthus and Merinthus, consider Him a mere man, or, as the truth stands, affirm that He was begotten of Mary through the Holy Spirit. And this heresy of the Nazoraeans exists in the city of the Beroeans around Coele-Syria, and in the Decapolis around the parts of Pella, and in Basanitis in the place called Cocabe, and in Hebrew called Chochabe. For from thence its beginning arose after the migration from Jerusalem, when all the disciples
Notes, col. 401

On the reading

Printed Ἰσυδαίοις, for Ἰουδαίοις.

PG 41:404Read from the page
τῶν ἐν Πέλλῃ ᾠκηκότων, Χριστοῦ φήσαντος καταλεῖψαι τὰ Ἱεροσόλυμα, καὶ ἀναχωρῆσαι, ἐπειδὴ ἤμελλε πάσχειν πολιορκίαν. Καὶ ἐκ τῆς τοιαύτης
had dwelt in Pella, Christ having told them to leave Jerusalem and withdraw, since it was about to suffer a siege. And from such an
Ηʹ. Πεπλάνηνται δὲ καὶ οὗτοι, περιτομὴν αὐχοῦντες· καὶ ἔτι οἱ τοιοῦτοι ὑπὸ κατάραν εἰσὶ, μὴ δυνάμενοι τὸν νόμον πληρῶσαι. Πῶς γὰρ δυνήσονται πληροῦν τὰ ἐν τῷ νόμῳ εἰρημένα, ὅτι Τρὶς τοῦ ἔτους ὀφθήσῃ ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου, κατά τε τὰ Ἄζυμα καὶ Σκηνοπηγίαν καὶ τὴν Πεντηκοστὴν, ἐν τῷ τόπῳ Ἱεροσολύμων. Ἀποκλεισθέντος γὰρ τοῦ νόμου, καὶ τῶν ἐν τῷ νόμῳ μὴ δυναμένων πληροῦσθαι, παντὶ τῷ νοῦν ἔχοντι σαφὲς ἂν εἴη, ὅτι Χριστὸς ἦλθε πληρωτὴς τοῦ νόμου, οὐ τὸν νόμον καταλύσων, ἀλλὰ τὸν νόμον πληρώσων, καὶ ἀφελεῖν τὴν κατάραν τὴν κατὰ τῆς παραβάσεως τοῦ νόμου ὁρισθεῖσαν. Μετὰ γὰρ τὸ ἐντείλασθαι τὸν Μωϋσέα πᾶσαν ἐντολὴν, ἦλθεν ἐπὶ τὸ τέρμα τῆς βίβλου, καὶ συνέκλεισε τὸ πᾶν εἰς κατάραν, λέγων· Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς λόγοις τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τούτῳ, τοῦ ποιῆσαι αὐτούς. Ἦλθεν οὖν λύων μὲν τὰ πεπεδημένα δεσμοῖς τοῖς τῆς κατάρας, χαριζόμενος δὲ ἡμῖν ἀντὶ τῶν μικρῶν τῶν μὴ δυναμένων πληροῦσθαι τὰ μείζονα, καὶ οὐ μαχόμενα θάτερον θατέρῳ πρὸς τὴν τοῦ ἔργου πλήρωσιν, ὡς τὰ πρότερα. Οὕτως γὰρ κατὰ πᾶσαν αἵρεσιν φθάνοντες, ἐν τῇ περὶ σαββατισμοῦ, καὶ περιτομῆς, καὶ τῶν ἄλλων πολλάκις ἐπειργασάμεθα, πῶς ὁ Κύριος ἡμῖν τὰ ἐντελέστερα κεχάρισται. Πῶς οὖν οἱ τοιοῦτοι δυνήσονται ἀπολογίαν ἔχειν, μὴ τῷ Πνεύματι τῷ ἁγίῳ ὑπακούσαντες, τῷ διὰ τῶν ἀποστόλων εἰρηκότι τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι, μὴ βάρος ἐπιτίθεσθαι, πλὴν τῶν ἐπάναγκες, ἀπέχεσθαι αἵματος καὶ πνικτοῦ καὶ πορνείας καὶ εἰδωλοθύτου ; Πῶς δὲ οὐκ ἐκπεσοῦνται τῆς τοῦ Θεοῦ χάριτος, λέγοντος Παύλου τοῦ ἁγίου ἀποστόλου, ὅτι Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει· οἵ τινες ἐν νόμῳ καυχᾶσθε, τῆς χάριτος ἐξεπέσατε ;
8. Yet these men also have gone astray, boasting of circumcision; and such persons are still under a curse, not being able to fulfil the law. For how shall they be able to fulfil the things spoken in the law, that Three times a year shalt thou appear before the Lord thy God, at Unleavened Bread and Tabernacles and Pentecost, in the place of Jerusalem? For since the law has been shut off, and the ordinances in the law cannot be fulfilled, to everyone who has understanding it would be clear that Christ came as fulfiller of the law, not to destroy the law, but to fulfil the law, and to take away the curse appointed against the transgression of the law. For after Moses had commanded every commandment, he came to the end of the book, and shut up the whole under a curse, saying: Cursed is everyone who does not abide in all the words written in this book, to do them. He came, therefore, loosing the things fettered by the bonds of the curse, and bestowing upon us, in place of the lesser things that could not be fulfilled, the greater things, which do not conflict one with another towards the fulfilment of the work, like the former ones. For thus, coming to each heresy in turn, on the subject of Sabbath-keeping, and circumcision, and the rest, we have often worked out how the Lord has bestowed upon us the more perfect things. How then shall such men be able to have a defence, when they have not obeyed the Holy Spirit, Who spoke through the apostles to those from the Gentiles who had believed, that no burden be laid upon them save these necessary things: to abstain from blood and what is strangled and fornication and things offered to idols? And how shall they not fall away from the grace of God, when Paul the holy apostle says: If you be circumcised, Christ shall profit you nothing; whosoever of you boast in the law, you have fallen away from grace?
Θʹ. Ἀρκέσει οὖν καὶ ἐν ταύτῃ τῇ αἱρέσει ἡ διὰ τῆς συντομίας παρ' ἡμῶν διάλεξις. Εὐθυέλεγκτοι γὰρ οἱ τοιοῦτοι, καὶ εὐάλωτοι, καὶ Ἰουδαῖοι μᾶλλον, καὶ οὐδὲν ἕτερον. Πάνυ δὲ οὗτοι ἐχθροὶ τοῖς Ἰουδαίοις ὑπάρχουσιν. Οὐ μόνον γὰρ οἱ τῶν Ἰουδαίων παῖδες πρὸς τούτους κέκτηνται μῖσος, ἀλλὰ ἀνιστάμενοι ἔσωθεν, καὶ μέσης ἡμέρας, καὶ περὶ τὴν ἑσπέραν, τρὶς τῆς ἡμέρας, ὅτε εὐχὰς ἐπιτελοῦσιν ἐν ταῖς αὐτῶν συναγωγαῖς, ἐπαρῶνται αὐτοῖς, καὶ ἀναθεματίζουσι φάσκοντες, ὅτι Ἐπικαταράται ὁ Θεὸς τοὺς Ναζωραίους. Καὶ γὰρ τούτοις περισσότερον
9. Our brief discussion, therefore, will suffice in the case of this heresy also. For such men are easily refuted and easily convicted, and are Jews rather, and nothing else. Yet these people are exceedingly hostile to the Jews. For not only do the children of the Jews cherish hatred towards them, but rising up within, and at midday, and towards evening, three times a day, when they offer prayers in their synagogues, they curse them and anathematize them, saying: May God curse the Nazoraeans. For indeed against these men all the more
Notes, col. 404

On the reading

Printed Ἐπικαταράται, for Ἐπικαταρᾶται.

PG 41:405Read from the page
ἐνέχουσι, διὰ τὸ ἀπὸ Ἰουδαίων αὐτοὺς ὄντας, Ἰησοῦν κηρύσσειν εἶναι Χριστὸν, ὅπερ ἐστὶν ἐναντίον πρὸς τοὺς ἔτι Ἰουδαίους, τοὺς Χριστὸν μὴ δεξαμένους. Ἔχουσι δὲ τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον πληρέστατον Ἑβραϊστί. Παρ' αὐτοῖς γὰρ σαφῶς τοῦτο, καθὼς ἐξ ἀρχῆς ἐγράφη Ἑβραϊκοῖς γράμμασιν, ἔτι σώζεται. Οὐκ οἶδα δὲ, εἰ καὶ τὰς γενεαλογίας τὰς ἀπὸ τοῦ Ἀβραὰμ ἄχρι Χριστοῦ περιεῖλον. Ἀλλὰ καὶ ταύτην φωράσαντες, ὡς βληχρὸν καὶ ὀδύνης ἐμποιητικὸν διὰ τοῦ ἰοῦ σφηκίον, καταθλάσαντές τε τοῖς τῆς ἀληθείας λόγοις, ἐπὶ τὰς ἑξῆς ἴωμεν, ὦ ἐπιπόθητοι, παρὰ Θεοῦ αἰτοῦντες τὴν βοήθειαν.
do they bear a grudge, because, though being from the Jews themselves, they proclaim Jesus to be the Christ, which is contrary to those who are still Jews, who have not accepted Christ. And they have the Gospel according to Matthew most complete in Hebrew. For among them this clearly is still preserved just as it was written from the beginning in Hebrew letters. Yet I do not know whether they even removed the genealogies reaching from Abraham down to Christ. However, having detected this heresy too, like a feeble little wasp capable of causing pain through its venom, and having crushed it with the words of truth, let us proceed to the next ones, O beloved, asking help from God.
ΚΑΤΑ ΕΒΙΩΝΑΙΩΝ,
Against the Ebionites,
Δεκάτη, ἡ καὶ τριακοστή.
The tenth, which is also the thirtieth.
Αʹ. Ἐβίων, ἀφ' οὗπερ Ἐβιωναῖοι, καθεξῆς ἀκολουθῶν, καὶ τὰ ὅμοια τούτοις φρονήσας, πολύμορφον τεράστιον, καὶ, ὡς εἰπεῖν, τῆς μυθευομένης πολυκεφάλου Ὕδρας ὀφιώδη μορφὴν ἐν ἑαυτῷ ἀνατυπωσάμενος, πάλιν ἐπανέστη τῷ βίῳ, ἐκ τῆς τούτων μὲν σχολῆς ὑπάρχων, ἕτερα δὲ παρὰ τούτους κηρύττων καὶ ὑφηγούμενος. Ὡς γὰρ εἴ τις συνάξειεν ἑαυτῷ ἐκ διαφόρων λίθων τιμίων κόσμον, καὶ ποικίλης ἐσθῆτος ἔνδυμα, καὶ διαφανῶς ἑαυτὸν κοσμήσει· οὕτω καὶ οὗτος, τὸ ἀνάπαλιν πᾶν ὁτιοῦν δεινὸν καὶ ὀλετήριον καὶ βδελυκτὸν κήρυγμα, ἄμορφόν τε καὶ ἀπίθανον, ἀζηλίας ἔμπλεων παρ' ἑκάστης αἱρέσεως λαβὼν, ἑαυτὸν ἀνετύπωσεν εἰς ἁπάσας. Σαμαρειτῶν μὲν γὰρ ἔχει τὸ βδελυρὸν, Ἰουδαίων δὲ τὸ ὄνομα, Ὀσσαίων δὲ καὶ Ναζωραίων καὶ Νασαραίων τὴν γνώμην, Κηρινθιανῶν τὸ εἶδος, Καρποκρατιανῶν τὴν κακοτροπίαν, καὶ Χριστιανῶν βούλεται ἔχειν τὴν προσηγορίαν. Οὐ γὰρ δήπουθεν τήν τε πρᾶξιν καὶ τὴν γνώμην καὶ τὴν γνῶσιν, καὶ τὴν τῶν Εὐαγγελίων καὶ ἀποστόλων περὶ πίστεως συγκατάθεσιν. Μέσος δὲ, ὡς εἰπεῖν, ἁπάντων τυγχάνων, οὐδὲν πέφυκεν, ἀλλὰ ἐπ' αὐτῷ πληροῦται τὸ γεγραμμένον· Παρ' ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ, μέσον Ἐκκλησίας καὶ συναγωγῆς. Σαμαρείτης μὲν οὖν ὢν διὰ τῆς βδελυρίας, τοὔνομα ἀρνεῖται· Ἰουδαῖον δὲ ἑαυτὸν ὁμολογῶν, Ἰουδαίοις ἀντίκειται, καίτοι συμφωνῶν αὐτοῖς ἐν μέρει, ὡς ὕστερον ἐν ταῖς περὶ τούτου ἀποδείξεσι, καὶ τοῦ κατ' αὐτῶν ἐλέγχου παραστήσομεν, Θεοῦ ἐπιβοηθοῦντος.
1. Ebion, from whom come the Ebionites, following next in order, and holding opinions like theirs—a many-shaped monster, and, so to speak, having fashioned in himself the snaky form of the fabled many-headed Hydra— rose up again against human life, springing indeed from their school, yet preaching and teaching other things beyond them. For just as if someone were to gather for himself an ornament out of various precious stones, and a garment of variegated raiment, and conspicuously adorn himself; so too this man, contrariwise, taking whatever dreadful and destructive and abominable preaching there was— misshapen and unconvincing, full of unenviable folly— from each heresy, fashioned himself after them all. For of the Samaritans he holds the abomination, of the Jews the name, of the Ossaeans and Nazoraeans and Nasaraeans the mindset, of the Cerinthians the form, of the Carpocratians the depravity, and of Christians he wishes to possess the appellation. Certainly not, to be sure, their practice and mindset and knowledge, and the agreement of the Gospels and apostles concerning faith. Being midway, so to speak, between them all, he is nothing at all, rather in him is fulfilled what is written: I was almost in every evil, in the midst of church and synagogue. Being a Samaritan, therefore, on account of his abomination, he rejects the name; while confessing himself a Jew, he opposes Jews, even though agreeing with them in part, as we shall later establish in the proofs concerning this, and in the refutation against them, with God lending aid.
PG 41:408Read from the page
Βʹ. Οὗτος γὰρ ὁ Ἐβίων σύγχρονος μὲν τούτων ὑπῆρχεν, ἀπ' αὐτῶν δὲ σὺν αὐτοῖς ὁρμᾶται. Τὰ πρῶτα δὲ ἐκ παρατριβῆς καὶ σπέρματος ἀνδρὸς, τουτέστι τοῦ Ἰωσήφ, τὸν Χριστὸν γεγεννῆσθαι ἔλεγεν, ὡς καὶ ἤδη ἡμῖν προείρηται, ὅτι Τὰ ἴσα τοῖς ἄλλοις ἐν ἅπασι φρονῶν, ἐν τούτῳ μόνῳ διεφέρετο, ἐν τῷ νόμῳ τοῦ Ἰουδαϊσμοῦ προσανέχειν κατὰ σαββατισμὸν, καὶ κατὰ τὴν περιτομὴν, καὶ κατὰ τὰ ἄλλα πάντα, ὅσαπερ παρὰ Ἰουδαίοις καὶ Σαμαρείταις ἐπιτελεῖται. Ἔτι δὲ πλείω οὗτος παρὰ τοὺς Ἰουδαίους ὁμοίως τοῖς Σαμαρείταις διαπράττεται. Προσέθετο γὰρ τὸ παρατηρεῖσθαι ἅπτεσθαί τινων τῶν ἀλλοεθνῶν· καθ' ἑκάστην δὲ ἡμέραν, εἴ ποτε γυναικὶ συναφθείη, καὶ ἀπ' αὐτῆς ἀναστῇ, βαπτίζεσθαι ἐν τοῖς ὕδασιν, εἴπου δὲ ἂν εὐποροίη ἢ θαλάσσης ἢ ἄλλων ὑδάτων. Ἀλλὰ καὶ εἰ συναντήσειέ τινι ἀνιὼν ἀπὸ τῆς τῶν ὑδάτων καταδύσεως καὶ βαπτισμοῦ, ὡσαύτως πάλιν ἀνατρέχει βαπτίζεσθαι, πολλάκις καὶ σὺν τοῖς ἱματίοις. Τὰ νῦν δὲ ἀπηγόρευται παντάπασι παρ' αὐτοῖς παρθενία τε καὶ ἐγκράτεια, ὡς καὶ παρὰ ταῖς ἄλλαις ὁμοίαις ταύτῃ αἱρέσεσι. Ποτὲ γὰρ παρθενίαν ἐσεμνύνοντο, δῆθεν διὰ τὸν Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου, καὶ τὰ αὐτῶν συγγράμματα πρεσβυτέροις καὶ παρθένοις γράφουσι. Γέγονε δὲ ἡ ἀρχὴ τούτου μετὰ τὴν τῶν Ἱεροσολύμων ἅλωσιν. Ἐπειδὴ γὰρ πάντες οἱ εἰς Χριστὸν πεπιστευκότες τὴν Περαίαν κατ' ἐκεῖνο καιροῦ κατῴκησαν τὸ πλέον ἐν Πέλλῃ τινὶ πόλει καλουμένῃ τῆς Δεκαπόλεως τῆς ἐν τῷ Εὐαγγελίῳ γεγραμμένης, πλησίον τῆς Βαταναίας καὶ Βασανίτιδος χώρας, τὸ τηνικαῦτα ἐκεῖ μεταναστάντων, καὶ ἐκεῖσε διατριβόντων αὐτῶν, γέγονεν ἐκ τούτου πρόφασις τῷ Ἐβίωνι. Καὶ ἄρχεται μὲν τὴν κατοίκησιν ἔχειν ἐν Κωκάβῃ τινὶ κώμῃ ἐπὶ τὰ μέρη τῆς Καρναῖμ, Ἀρνὲμ, καὶ Ἀσταρὼθ, ἐν τῇ Βασανίτιδι χώρᾳ, ὡς ἡ ἐλθοῦσα εἰς ἡμᾶς γνῶσις περιέχει. Ἔνθεν ἄρχεται τῆς κακῆς αὐτοῦ διδασκαλίας, ὅθεν δῆθεν καὶ οἱ Ναζαρηνοὶ οἱ ἄνομοι προδεδήλωνται. Συναφθεὶς γὰρ οὗτος ἐκείνοις, καὶ ἐκεῖνοι τούτῳ, ἑκάτερος ἀπὸ τῆς ἑαυτοῦ μοχθηρίας τῷ ἑτέρῳ μετέδωκε. Καὶ διαφέρονται μὲν ἕτερος πρὸς τὸν ἕτερον κατά τι, ἐν δὲ τῇ κακονοίᾳ ἀλλήλους ἀπεμάξαντο. Ἤδη δέ μοι καὶ ἐν ἄλλοις λόγοις, καὶ κατὰ τὰς ἄλλας αἱρέσεις περὶ τῆς τοποθεσίας Κωκάβων, καὶ τῆς Ἀραβίας διὰ πλάτους εἴρηται.
2. For this Ebion was contemporary with those men, and set out from them along with them. And first of all he asserted that Christ had been begotten from intercourse and the seed of a man, namely Joseph, as has already been stated by us before, that holding the same views as the others in all respects, he differed in this alone, in adhering to the law of Judaism with regard to Sabbath-observance, and circumcision, and all the other things that are observed among Jews and Samaritans. Moreover, this man practises even more things beyond the Jews in the same manner as the Samaritans. For he added the rule of guarding against touching anyone of the Gentiles; and every single day, if ever he had lain with a woman and risen from her, of immersing himself in the waters, wherever he might have an abundance either of the sea or of other waters. Nay more, if he should meet anyone while coming up from the plunge into the waters and immersion, he runs back again in the same way to immerse himself, oftentimes even with his clothes on. Nowadays, however, virginity and continence are altogether forbidden among them, just as among the other heresies similar to this one. For formerly they prided themselves on virginity, ostensibly on account of James the brother of the Lord, and they address their writings to elders and virgins. And his beginning took place after the capture of Jerusalem. For since all who had believed in Christ had for the most part settled in Peraea at that season, in a certain city called Pella of the Decapolis mentioned in the Gospel, near the region of Batanaea and Basanitis, when they had migrated thither at that time and were tarrying there, from this circumstance an occasion arose for Ebion. And at first he begins to have his dwelling in a certain village Cocabe in the parts of Carnaim, Arnem, and Astaroth, in the land of Basanitis, as the report that has come down to us contains. From thence he begins his evil teaching—from whence, to be sure, the lawless Nazarenes have also already been shown to have sprung. For having been joined to them, and they to him, each imparted of his own wickedness to the other. And they differ one from the other in some respect, yet in malice of mind they modelled themselves upon each other. Already in other discourses also, and against the other heresies, the situation of the Cocabeans and of Arabia has been treated by me at length.
Γʹ. Καὶ τὸ μὲν πρῶτον ὁ Ἐβίων, ὡς ἔφην, Χριστὸν ἐκ σπέρματος ἀνδρὸς, τουτέστι τοῦ Ἰωσὴφ,
3. And at first Ebion, as I said, defined Christ as being from the seed of a man, namely Joseph;
PG 41:409Read from the page
ὡρίζετο· ἐκ χρόνου δέ τινος καὶ δεῦρο οἱ αὐτοῦ, ὡς εἰς ἀσύστατον καὶ ἀμήχανον τρέψαντες τὸν ἴδιον νοῦν ἄλλοι ἄλλως παρ' αὐτοῖς Χριστοῦ διηγοῦνται. Τάχα δὲ οἶμαι ἀπὸ τοῦ συναφθῆναι αὐτοῖς Ἠλξαῖον τὸν ψευδοπροφήτην, τὸν παρὰ τοῖς Ἀμψηνοῖς καὶ Ὀσσηνοῖς καὶ Ἐλκεσσαίοις καλουμένοις, ὡς ἐκεῖνος φαντασίαν τινὰ περὶ Χριστοῦ διηγεῖται, καὶ περὶ Πνεύματος ἁγίου. Τινὲς γὰρ ἐξ αὐτῶν καὶ Ἀδὰμ τὸν Χριστὸν εἶναι λέγουσι, τὸν πρῶτον πλασθέντα τε καὶ ἐμφυσηθέντα ἀπὸ τῆς τοῦ Θεοῦ ἐπιπνοίας. Ἄλλοι δὲ ἐν αὐτοῖς λέγουσιν ἄνωθεν μὲν ὄντα, πρὸ πάντων δὲ κτισθέντα πνεῦμα ὄντα, καὶ ὑπὲρ ἀγγέλους ὄντα, πάντων τε κυριεύοντα, καὶ Χριστὸν λέγεσθαι, τὸν ἐκεῖσε δὲ αἰῶνα κεκληρῶσθαι. Ἔρχεσθαι δὲ ἐνταῦθα ὅτε βούλεται, ὡς καὶ ἐν τῷ Ἀδὰμ ἦλθε, καὶ τοῖς πατριάρχαις ἐφαίνετο ἐνδυόμενος τὸ σῶμα· πρὸς Ἀβραάμ τε ἐλθὼν καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, ὁ αὐτὸς ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἦλθε, καὶ αὐτὸ τὸ σῶμα τοῦ Ἀδὰμ ἐνεδύσατο, καὶ ὤφθη ἄνθρωπος, καὶ ἐσταυρώθη, καὶ ἀνέστη, καὶ ἀνῆλθεν. Πάλιν δὲ ὅτε βούλονται λέγουσιν, Οὐχὶ, ἀλλὰ εἰς αὐτὸν ἦλθε τὸ Πνεῦμα, ὅπερ ἐστὶν ὁ Χριστὸς, καὶ ἐνεδύσατο αὐτὸν τὸν Ἰησοῦν καλούμενον. Καὶ πολλὴ παρ' αὐτοῖς σκότωσις, ἄλλοθι ἄλλως καὶ ἄλλως αὐτὸν ὑποτιθεμένοις. Καὶ δέχονται μὲν καὶ αὐτοὶ τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον· τούτῳ γὰρ καὶ αὐτοὶ, ὡς καὶ οἱ κατὰ Κήρινθον χρῶνται μόνῳ· καλοῦσι δὲ αὐτὸ κατὰ Ἑβραίους, ὡς τὰ ἀληθῆ ἐστιν εἰπεῖν, ὅτι Ματθαῖος μόνος Ἑβραϊστὶ καὶ Ἑβραϊκοῖς γράμμασιν ἐν τῇ Καινῇ Διαθήκῃ ἐποιήσατο τὴν τοῦ Εὐαγγελίου ἔκθεσίν τε καὶ κήρυγμα. Ἤδη δέ που καί τινες πάλιν ἔφασαν, καὶ ἀπὸ τῆς Ἑλληνικῆς διαλέκτου καὶ τὸ κατὰ Ἰωάννην μεταληφθὲν Ἑβραΐδα ἐμφέρεσθαι ἐν τοῖς τῶν Ἰουδαίων γαζοφυλακίοις, φημὶ δὲ τοῖς ἐν Τιβεριάδι, καὶ ἐναποκεῖσθαι ἐν ἀποκρύφοις, ὥς τινες τῶν ἀπὸ Ἰουδαίων πεπιστευκότων ὑφηγήσαντο ἡμῖν κατὰ λεπτότητα. Οὐ μὴν ἀλλὰ καὶ τῶν Πράξεων τῶν ἀποστόλων τὴν βίβλον ὡσαύτως ἀπὸ Ἑλλάδος γλώσσης εἰς Ἑβραΐδα μεταβληθεῖσαν λόγος ἔχει, καὶ ἐκεῖσε κεῖσθαι ἐν τοῖς γαζοφυλακίοις, ὡς καὶ ἀπὸ τούτου τοὺς ἀναγνόντας Ἰουδαίους τοὺς ἡμῖν ὑφηγησαμένους εἰς Χριστὸν πεπιστευκέναι.
whereas from a certain time until now his followers, having turned their own mind towards what is incoherent and impossible, give differing accounts of Christ among themselves. And perhaps, I suppose, after Elxai the false prophet had joined himself to them—he who is among the so-called Ampseni and Osseni and Elcessaeans—they recount a certain fancy concerning Christ, just as that man does, and concerning the Holy Spirit. For some of them even say that Christ is Adam, who was first fashioned and breathed into by the inspiration of God. Others among them say that He is from above, and was created before all things, being a spirit, and being above the angels, and ruling over all things, and that He is called Christ, and has been allotted the age yonder. And that He comes hither whenever He wishes, just as He also came in Adam, and appeared to the patriarchs putting on the body; and having come to Abraham and Isaac and Jacob, the very same came in the last days, and put on the very body of Adam, and appeared to men, and was crucified, and rose again, and ascended. And again, whenever they wish, they say: Nay, rather the Spirit—which is the Christ—came into him, and put on him who is called Jesus. And great is the darkness among them, since in one place and another they suppose Him to be now one thing, now another. And they too accept the Gospel according to Matthew; for they too, like the followers of Cerinthus, use this one alone; and they call it According to the Hebrews, as one may truthfully say, because Matthew alone in the New Testament made the exposition and preaching of the Gospel in Hebrew and in Hebrew letters. Moreover, certain persons have already also stated that the Gospel according to John also, translated from the Greek dialect into Hebrew, circulates in the treasuries of the Jews—I mean those at Tiberias—and is stored away there in secret places, as certain believers from among the Jews recounted to us in detail. Nay more, report has it that the book of the Acts of the Apostles likewise, translated from the Greek tongue into Hebrew, also lies there in the treasuries, so that from this too the Jews who read it, those who recounted this to us, believed in Christ.
Δʹ. Ἦν δέ τις αὐτῶν Ἰώσηπος, οὐχ ὁ συγγραφεὺς, καὶ ἱστοριογράφος, καὶ παλαιὸς ἐκεῖνος, ἀλλ' ὁ ἀπὸ Τιβεριάδος, ὁ ἐν χρόνοις τοῦ μακαρίτου Κωνσταντίνου τοῦ βασιλεύσαντος, τοῦ γέροντος· ὃς καὶ παρ' αὐτοῦ τοῦ βασιλέως ἀξιώματος κομήτων ἔτυχε, καὶ ἐξουσίαν εἴληφεν ἐν τῇ αὐτῇ Τιβεριάδι Ἐκκλησίαν Χριστῷ ἱδρῦσαι, καὶ ἐν Διοκαισαρείᾳ, καὶ ἐν Καπερναοὺμ, καὶ ταῖς ἄλλαις· ὃς καὶ πολλὰ πέπονθεν ὑπ' αὐτῶν τῶν Ἰουδαίων, πρὶν ἢ τῷ Βασιλεῖ ἐμφανισθῆναι. Οὗτος γὰρ ὁ Ἰώσηπος τῶν παρ' αὐτοῖς ἀξιωματικῶν ἀνδρῶν ἐναρίθμιος ἦν. Εἰσὶ δὲ οὗτοι μετὰ τὸν πατριάρχην ἀπόστολοι καλούμενοι·
4. Now there was a certain Josephus among them—not that ancient author and historian, but the one from Tiberias, who lived in the times of the blessed Emperor Constantine the Elder; who also obtained from the Emperor himself the rank of Count, and received authority to found a church for Christ in Tiberias itself, and in Diocaesarea, and in Capernaum, and the other towns; who also suffered many things at the hands of the Jews themselves before appearing before the Emperor. For this Josephus was numbered among the men of high rank among them. And these men next after the patriarch are called apostles;
PG 41:412Read from the page
προσεδρεύουσι δὲ τῷ πατριάρχῃ, καὶ σὺν αὐτῷ πολλάκις καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ συνεχῶς διάγουσι, διὰ τὸ συμβουλεύειν καὶ ἀναφέρειν αὐτῷ τὰ κατὰ τὸν νόμον. Ὁ δὲ πατριάρχης κατ' ἐκεῖνο καιροῦ Ἐλλὴλ τοὔνομα ἦν (νομίζω γὰρ, ὅτι οὕτως τὸ ὄνομα αὐτοῦ Ἰώσηπος ἔλεγεν, εἰ μὴ ἀπὸ τοῦ χρόνου σφάλλομαι). Ἐκ γένους δὲ Γαμαλιὴλ ἐτύγχανε, τοῦ παρ' αὐτοῖς γενομένου πατριάρχου. Ἔστι δὲ διανοηθῆναι, ὡς καὶ ἄλλοι οὕτως ὑπέθεντο, τοῦτον εἶναι γένος ἐκείνου τοῦ πρώτου Γαμαλιὴλ, τοῦ ἐπὶ τοῦ Σωτῆρος τοῦ κατὰ Θεὸν συμβουλεύσαντος ἀποσχέσθαι τῆς κατὰ τῶν ἀποστόλων ἐπιβουλῆς. Τελευτῶν δὲ ὁ Ἐλλὴλ ἠξίωσε τὸν κατ' ἐκεῖνο καιροῦ ἐπίσκοπον πλησιόχωρον τῆς Τιβερίων ὄντα, καὶ ἐκομίσατο παρ' αὐτοῦ τὸ ἅγιον λουτρὸν ἐπὶ τῇ ἐξόδῳ διὰ προφάσεως τῆς ἰατρικῆς ὑποθέσεως. Μεταστειλάμενος γὰρ αὐτὸν διὰ τοῦ προειρημένου Ἰωσήπου, ὡς ἰατρὸν ὄντα, καὶ ποιήσας πάντας ἔξω γενέσθαι, παρεκάλεσε τὸν ἐπίσκοπον, λέγων· Δώρησαί μοι τὴν ἐν Χριστῷ σφραγῖδα. Ὁ δὲ, μετακαλεσάμενος τοὺς ἐξυπηρετουμένους, προσέταξεν ὕδωρ ἑτοιμασθῆναι, ὡς τῆς νόσου ἕνεκα βοήθημά τι προσφέρειν μέλλων δι' ὑδάτων νοσοῦντι βαρέως τῷ πατριάρχῃ. Οἱ δὲ ἐποίησαν τὰ ἐπιτεταγμένα. Οὐ γὰρ ἐγνώκεισαν. Αἰδοῦς δὲ χάριν προφασισάμενος, τοὺς πάντας ἔξω ποιήσας ὁ πατριάρχης τοῦ λουτροῦ καταξιοῦται καὶ μυστηρίων ἁγίων.
and attend upon the patriarch, and often spend their time continually with him both by night and by day, in order to give counsel and refer to him the matters pertaining to the law. Now the patriarch at that season had the name Ellel (for I think that Joseph thus spoke his name, unless I am mistaken owing to the lapse of time). And he happened to be of the lineage of Gamaliel, who had been patriarch among them. And one may suppose, as others also have conjectured thus, that this man was a descendant of that first Gamaliel, who in the time of the Saviour counselled according to God to refrain from the plot against the apostles. Now as Ellel was dying, he requested the bishop of that season, who was a neighbour of Tiberias, and received from him the holy laver at his departure through the pretext of medical treatment. For having sent for him through the aforesaid Joseph, as being a physician, and having caused everyone to go outside, he besought the bishop, saying: Grant me the seal in Christ. And he, having summoned the attendants, ordered water to be prepared, as though intending on account of the illness to administer some remedy by means of water to the gravely ailing patriarch. And they did what was commanded; for they did not know. And making a pretext out of modesty, having put everyone outside, the patriarch is deemed worthy of the laver and of the holy mysteries.
Εʹ. Ὁ δὲ Ἰώσηπος ἐμοὶ αὐτῷ διηλέχθη. Ἐκ στόματος γὰρ αὐτοῦ ἀκήκοα πάντα ταῦτα, καὶ οὐκ ἀπὸ ἄλλου τινὸς, ἐν τῇ γηραλέᾳ αὐτοῦ ἡλικίᾳ, ὡς περίπου ἐτῶν ἑβδομήκοντα γεγονότος αὐτοῦ, ἢ καὶ πλειόνων. Παρ' αὐτῷ γὰρ κατήχθην ἐν Σκυθοπόλει· μεταστὰς γὰρ τῆς Τιβεριάδος, κτίσεις ἐκεῖ ἐν Σκυθοπόλει διαφανεῖς ἐκτήσατο. Ἐν γὰρ τῇ οἰκίᾳ αὐτοῦ μακαρίτης Εὐσέβιος ὁ τῆς Ἰταλίας ἐπίσκοπος Βριγγέλλας πόλεως, ἐξορισθεὶς ὑπὸ Κωνσταντίου, διὰ τὴν πίστιν τῆς ὀρθοδοξίας ἐξενίζετο. Καὶ ἐπὶ τὴν ἐπίσκεψιν τούτου ἐγώ τε καὶ οἱ ἄλλοι ἀδελφοὶ ἐκεῖσε γενόμενοι, καὶ αὐτοὶ παρ' αὐτῷ κατήχθημεν. Συντυχόντες δὲ τῷ Ἰωσήπῳ ἐπὶ τῆς αὐτοῦ οἰκίας, καὶ τὰ κατ' αὐτὸν ἐρωτῶντες, καὶ γνόντες, ὅτι τῶν ἐμφανῶν ὑπῆρχε παρὰ Ἰουδαίοις, ἀνετάζοντες καὶ τὴν κατ' αὐτὸν ὑπόθεσιν, καὶ πῶς τὸν εἰς Χριστιανισμὸν μετ-
5. Now Joseph himself conversed with me in person. For from his own mouth I have heard all these things, and not from anyone else, in his aged years, when he had reached somewhere around seventy years of age, or even more. For I lodged with him in Scythopolis; for having removed from Tiberias, he acquired conspicuous buildings there in Scythopolis. For in his house the blessed Eusebius, the bishop of Italy, of the city of Vercellae, having been exiled by Constantius on account of the faith of orthodoxy, was entertained as a guest. And having come thither to visit him, both I and the other brethren ourselves also lodged with him. And having met with Joseph at his house, and inquiring into his affairs, and learning that he had been among the prominent men among the Jews, and examining also the matter concerning him, and how he made the transition to Christianity