Migne Reading Room

PG 41 · cols. 329–340 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus II (Anacephalaeosis et Haereses XXI–XXXIII)

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus II (Anacephalaeosis et Haereses XXI–XXXIII)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:329Read from the page
ξολογία, καὶ οὐ πολλοὶ θεοί. Ποῦ δὲ πληροῦται κατὰ σὲ, ὦ Νικόλαε, τὸ ὑπὸ τοῦ Σωτῆρος εἰρημένον; ὅτι Εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καὶ εἰσὶν εὐνοῦχοι, οἳ ἐκ γεννητοῖς ἐγεννήθησαν· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Εἰ τοίνυν εὐνοῦχοί εἰσι διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, πῶς σὺ σεαυτὸν πεπλάνηκας, καὶ τούς σοι πειθομένους διὰ λαγνείας καὶ αἰσχροποιίας τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν ἀδικίᾳ κατέχων καὶ διδάσκων; Ποῦ δὲ παρὰ σοὶ πεπλήρωται τὸ, Περὶ τῶν παρθένων δὲ ἐπιταγὴν Κυρίου οὐκ ἔχω· γνώμην δὲ δίδωμι, ὡς ἠλεημένος τὸ καλὸν οὕτως εἶναι· καὶ πάλιν· Ἡ παρθένος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ, ἵνα ᾖ ἁγία ἐν σώματι καὶ ἐν πνεύματι; Καὶ πόσα ἐστὶ περὶ ἁγνείας καὶ ἐγκρατείας καὶ παρθενίας λέγειν! Παρὰ σοῦ γὰρ ὁ πᾶς βόρβορος τῆς ἀκαθαρσίας ἀναισχύντως ὁρίζεται. Ἀλλὰ διὰ τῶν δύο ἢ τριῶν τούτων ῥητῶν τῆς καταγελάστου αἱρέσεως, πρὸς ἀνατροπὴν τοῖς ἐντυγχάνουσιν ὁ σκοπὸς ἐνταῦθά μοι παρακείσθω.
ology, and not many gods. And where according to you, O Nicolaus, is that fulfilled which was spoken by the Saviour: that There are eunuchs, who were made eunuchs by men; and there are eunuchs, who were born from things begotten; and there are eunuchs, who made themselves eunuchs for the sake of the kingdom of heaven? If therefore there are eunuchs for the sake of the kingdom of heaven, how have you deceived yourself, and those who obey you, holding fast and teaching the truth of God in unrighteousness through lasciviousness and shameful conduct? And where with you has that been fulfilled: Now concerning virgins I have no commandment of the Lord; yet I give my judgement, as one that has obtained mercy, that it is good to be thus; and again: The virgin cares for the things of the Lord, how she may please the Lord, that she may be holy in body and in spirit? And how much is there to say concerning chastity and continence and virginity! For by you the whole mire of uncleanness is shamelessly ordained. Yet through these two or three sayings concerning this ridiculous heresy, let the aim for its refutation be set forth here by me for the readers.
Ζʹ. Προϊὼν δὲ καθεξῆς τὴν τούτῳ συνεζευγμένην αἵρεσιν, ὥσπερ χορτομανήσασαν ὕλην ἢ δάσος ἀκανθῶν πανταχόθεν συνηνωμένην, ἢ κατεξηραμμένην ἐν ἀγρῷ πληθὺν ξύλων τε καὶ φρυγάνων εἰς κατάκαυσιν ἑτοιμαζομένην ὑποδείξω, διὰ τὸ τῇ αὐτῇ αἱρέσει τοῦ ἐλεεινοῦ Νικολάου, ὥσπερ δι' ἐγκεντρισμοῦ ἢ ψώρας ἀγρίας, ἢ λέπρας ἐξ ἑτέρων σωμάτων ἕτερα σώματα παραφθείρεσθαι. Οὕτω ἀπὸ μέρους εἰσὶ συνηνωμένοι οἱ λεγόμενοι ἐξ αὐτοῦ καὶ τῶν πρὸ αὐτοῦ, Σίμωνος δέ φημι, καὶ τῶν ἄλλων λαβόντες τὰς προφάσεις Γνωστικοὶ καλούμενοι, κατάγνωστοι δὲ τὸ πᾶν διὰ τὴν ἐν τοῖς πράγμασι τῆς ἀκαθάρτου ἐργασίας αὐτῶν μοχθηρίαν καὶ αἰσχρουργίαν. Ὡς ἀληθῶς γὰρ καὶ τοῦτον πρὸς ὀλίγον ἐγκρατευσάμενον, εἶτα ἀποστάντα τῆς ἐγκρατείας, δίκην ὕδρωπος τοῦ ἑρπετοῦ καλουμένου ἐξ ὑδάτων εἰς γῆν ἀνελθόντος, καὶ εἰς ὕδωρ αὖθις ἀναστρέψαντος. καλάμῳ τῷ ἐν χειρὶ δοθέντι Χριστοῦ παίσαντες καὶ ὀλέσαντες, ἐπὶ τὰς ἑξῆς αἱρέσεις βαδίσωμεν.
7. Advancing next in order, I shall point out the heresy yoked to this man, like a wood run wild with weeds or a thicket of thorns grown together on every side, or a dried-up heap of timber and brushwood in a field made ready for burning, because through this same heresy of the wretched Nicolaus, as though through grafting or wild mange or leprosy, other bodies are corrupted from other bodies. Thus in part are joined together those so called from him and from those before him—I mean Simon and the others—who took their pretexts from them and are called Gnostics, yet are wholly worthy of condemnation on account of the wickedness and shameful deeds of their unclean practice in actual deeds. Having truly struck and destroyed with the reed given into the hand of Christ this man also, who practised continence for a brief while and thereafter fell away from continence, after the manner of the reptile called the water-snake that comes up out of the waters onto land and turns back again into the water, let us proceed to the heresies that follow.
ΚΑΤΑ ΤΩΝ ΛΕΓΟΜΕΝΩΝ ΓΝΩΣΤΙΚΩΝ
Against the so-called Gnostics
Ἕκτη, ἡ καὶ εἰκοστὴ ἕκτη.
The sixth, which is also the twenty-sixth.
Αʹ. Πάλιν οὗτοι οἱ Γνωστικοὶ διαφόρως ἀπὸ τούτου
1. Again, these Gnostics, variously from this man
Notes, col. 329

On the reading

Printed ἀναστρέψαντος. καλάμῳ, for ἀναστρέψαντος, καλάμῳ.

PG 41:332Read from the page
φυόμενοι ἠπατημένοι ἄνθρωποι, ὥσπερ ἀπὸ πικρίας καρποὶ, ὡς παντί τῳ δῆλόν ἐστι, καὶ φωρατὸν πρὸς δοκιμὴν ἀληθείας, οὐ μόνον εἴποιμι πιστοῖς, ἀλλὰ τάχα καὶ ἀπίστοις, ἐν τῷ κόσμῳ ἐβλάστησαν. Τὸ γὰρ μήτραν καὶ αἰσχρότητα λέγειν, καὶ τὰ ἄλλα, πῶς οὐχὶ καταγέλαστα φανείη πᾶσιν, ἀνθρώποις, Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις; Πολλὴ δὲ συμφορὰ καὶ μεγίστη, ὡς εἰπεῖν, ταλαιπωρία τοὺς ἐν καταγνώσει κλὶ ἐν πλάνῃ ἐπισείεσθαι ἡμῖν τῶν αἱρέσεων ἀρχηγοὺς, καὶ ἐπανίστασθαι, ὥσπερ κνωδάλων πλῆθος, ὀχλήσεις τε καὶ δυσοδμίας, κνισμούς τε καὶ ἐπεντριβὰς ἡμῖν ἐμποιοῦντας διὰ τῆς τοῦ μυθοποιοῦ πλάνης. Οὗτοι δὲ οἱ τούτῳ τῷ Νικολάῳ συνεζευγμένοι, πάλιν ἀπ' αὐτοῦ ὡς ἀπὸ οὐρίου ὠοῦ ὄφεως σκορπίοι ἢ ἐξ ἀσπίδων γεγεννημένοι, τινὰ ἡμῖν παρεισφέρουσι κενοφωνίας ὀνόματα, καὶ βίβλους πλάττουσι, Νωρίαν τινὰ βίβλον καλοῦντες, καὶ ἐξ ὑπονοίας Ἑλληνικῆς δεισιδαιμονίας μεταποιοῦντες τὴν παρ' αὐτοῖς τοῖς Ἕλλησι μυθώδη ῥαψῳδίαν καὶ φαντασίαν, οὕτω τὸ ψεῦδος τῇ ἀληθείᾳ παραπλέκουσι. Ταύτην γάρ φασι τὴν Νωρίαν εἶναι τοῦ Νῶε γυναῖκα. Καλοῦσι δὲ Νωρίαν, ὅπως τὰ Ἑλληνικῶς παρὰ τοῖς Ἕλλησι ῥαψωδηθέντα αὐτοὶ βαρβαρικοῖς ὀνόμασι μεταποιήσαντες, τοῖς ἠπατημένοις παρ' αὐτῶν φαντασίαν ἐργάσωνται, ἵνα δὴ καθ' ἑρμηνείαν ποιήσωσι τὸ τῆς Πύῤῥας ὄνομα, Νωρίαν τοῦτο ὀνομάζοντες. Ἐπειδὴ γὰρ νουρὰ ἐν τῇ Ἑβραΐδι πῦρ οὐ κατὰ τὴν βαθεῖαν γλῶσσαν ἑρμηνεύεται, ἀλλὰ καὶ Συριακῇ διαλέκτῳ· ἠσαύθ γὰρ τὸ πῦρ παρὰ Ἑβραίοις καλεῖται, οὐ κατὰ τὴν βαθεῖαν γλῶσσαν· τούτου χάριν αὐτοῖς συμβέβηκε κατὰ ἄγνοιαν καὶ ἀπειρίαν τῶ ὀνόματι τούτῳ κεχρῆσθαι. Οὔτε γὰρ Πύῤῥα ἡ παρ' Ἕλλησιν, οὔτε Νωρία ἡ παρὰ τούτοις μυθευομένη, ἀλλὰ Βαρθενὼς τῷ Νῶε γέγονε γυνή. Καὶ οἱ Ἕλληνες γάρ φασι τὴν Δευκαλίωνος γυναῖκα Πύῤῥαν καλεῖσθαι. Εἶτα τὴν αἰτίαν ὑποτίθενται οὗτοι οἱ τὰ τοῦ Φιλιστίωνος ἡμῖν
sprouting up as deluded men, like fruits from bitterness, as is plain to everyone and easily detected when tested against the truth—not only, I would say, to the faithful, but perhaps even to unbelievers—have budded forth in the world. For to speak of a womb and shamefulness, and the rest, how should these things not appear ridiculous to all men, both Greeks and barbarians, both wise and foolish? Yet it is a great calamity and the greatest wretchedness, so to speak, that the leaders of heresies, who stand under condemnation and in error, are set upon us and rise up against us like a swarm of vermin, producing annoyances and foul odours, itchings and chafings in us through their myth-making error. And these men who are yoked to this Nicolaus, bred again from him like scorpions from a wind-egg of a serpent or sprung from asps, bring in upon us certain names of empty chatter, and fabricate books, calling a certain book Noria, and out of a notion of Greek superstition remodelling the mythical rhapsody and fantasy current among the Greeks themselves, and thus interweave falsehood with truth. For they say that this Noria was the wife of Noah. And they call her Noria so that, having altered into barbarian names the tales rhapsodized in Greek among the Greeks, they may work a fantasy among those deceived by them, in order by translation to render the name of Pyrrha, naming this Noria. Because nura in Hebrew is translated fire—not according to the deep language, however, but in the Syriac dialect; for fire is called esauth among the Hebrews, not according to the deep language—on this account it has befallen them through ignorance and inexperience to have used this name. For neither Pyrrha among the Greeks, nor Noria fabled among these men, but Barthenos was Noah's wife. For the Greeks too say that Deucalion's wife was called Pyrrha. Next they allege the reason—these men who to us the mimes of Philistion
Notes, col. 332

On the reading

Printed πᾶσιν, ἀνθρώποις, for πᾶσιν ἀνθρώποις.

Printed κλὶ, for καὶ.

Printed ῥαψωδηθέντα, for ῥαψῳδηθέντα.

Printed τῶ ὀνόματι, for τῷ ὀνόματι.

PG 41:333Read from the page
αὖθις προσφερόμενοι, ὅτι, πολλάκις βουλομένη μετὰ τοῦ Νῶε ἐν τῇ κιβωτῷ γενέσθαι, οὐ συνεχωρεῖτο, τοῦ ἄρχοντος, φασὶ, τοῦ τὸν κόσμον κτίσαντος βουλομένου αὐτὴν ἀπολέσαι σὺν τοῖς ἄλλοις ἅπασιν ἐν τῷ κατακλυσμῷ. Αὐτὴν δέ φασιν ἐπικαθιζάνειν ἐν τῇ λάρνακι, καὶ ἐμπιπρᾷν αὐτὴν οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ πολλάκις, καὶ πρῶτον, καὶ δεύτερον, καὶ τρίτον. Ὅθεν δὴ εἰς ἔτη πολλὰ ἐλήλακεν ἡ τῆς αὐτοῦ τοῦ Νῶε λάρνακος κατασκευὴ, διὰ τὸ πολλάκις αὐτὴν ὑπ' αὐτῆς ἐμπεπρῆσθαι. Ἦν γὰρ, φασὶν, ὁ Νῶε πειθόμενος τῷ ἄρχοντι· ἡ δὲ Νωρία ἀπεκάλυψε τὰς ἄνω δυνάμεις καὶ τὴν ἀπὸ τῶν δυνάμεων Βαρβηλὼ τὴν ὑπεναντίαν τῷ ἄρχοντι, ὡς καὶ αἱ ἄλλαι δυνάμεις· καὶ ὑπέφαινεν, ὅτι δὴ τὰ συληθέντα ἀπὸ τῆς ἄνωθεν μητρὸς διὰ τοῦ ἄρχοντος τοῦ τὸν κόσμον πεποιηκότος, καὶ τῶν ἄλλων τῶν σὺν αὐτῷ θεῶν τε καὶ ἀγγέλων καὶ δαιμόνων συλλέγειν ἀπὸ τῆς ἐν τοῖς σώμασι δυνάμεως διὰ τῆς ἀποῤῥοίας ἀῤῥένων τε καὶ θηλειῶν.
bring forward again: that, although she often wished to be with Noah in the ark, she was not permitted, since the archon, they say, who created the world wished to destroy her together with all the rest in the deluge. And they say that she seated herself upon the ark and set it on fire not once, nor twice, but many times, both a first, and a second, and a third time. Hence indeed the construction of Noah's own ark dragged on for many years, because it was burned many times by her. For Noah, they say, was obedient to the archon; whereas Noria revealed the powers above and Barbelo, who is from the powers, the adversary of the archon, even as the other powers also are; and she intimated that one truly collects the things plundered from the Mother on high through the archon who made the world, and the other gods and angels and demons with him, from the power residing in bodies through the emission of males and females.
Βʹ. Καὶ ἁπλῶς περικακῶ τὴν πᾶσαν τούτων τοῦ σκότους πήρωσιν ὑποδεικνύων. Πολὺν γὰρ χρόνον ἀναλώσαιμι ἂν, εἰ ἐνταῦθεν τὴν περὶ τούτων γενομένην σύνταξιν ἐθελήσω λεπτολογῆσαι, τὰ ἄτοπα αὐτῶν τῆς ψευδωνύμου γνώσεως διδάγματα καθ' ἑκάστην ὑφηγούμενος. Ἄλλοι δὲ ἐξ αὐτῶν, διαφόρως πάλιν ἐπεντριβόμενοι, τάς τε ὄψεις αὐτῶν κρούοντες, καὶ περικρουόμενον, Βαρκαββᾶν τινα προφήτην παρεισάγουσιν, ἄξιον τοῦ αὐτῶν ὀνόματος. Καββᾶ γὰρ ἑρμηνεύεται πορνεία κατὰ τὴν Συριακὴν διάλεκτον, φονοκτονία δὲ κατὰ τὴν Ἑβραϊκήν. Καὶ πάλιν ἑρμηνεύεται τετάρτη μοῖρα τοῦ μέτρου. Χλεύης δὲ καὶ γέλωτος τὸ τοιοῦτον, μᾶλλον δὲ σχετλιασμοῦ ἄξιον παρὰ τοῖς τὸ ὄνομα τοῦτο ἐπισταμένοις κατὰ τὰς ἰδίας γλώσσας. Φέρουσι δὲ ἡμῖν ἐκ τούτου τοῦ θαυμασιωτάτου προφήτου διήγησιν αἰσχρὰν, ὅπως φθοριμαίοις σώμασι πλησιάσαι πεισθῶμεν, καὶ τῆς ἄνωθεν ἐλπίδος ἐκπέσωμεν, οὐκ αἰσχυνόμενοι αὐτοῖς τοῖς ῥήμασι τὰ τῆς πορνείας διηγεῖσθαι, πάλιν ἐρωτικὰ τῆς Κύπριδος ποιητεύματα. Ἄλλοι δὲ ἐξ αὐτῶν πάλιν ἐπίπλαστον εἰσάγουσιν ἀγώγιμόν τι ποίημα ᾧ ποιητεύματι ἐπέθεντο ὄνομα, Εὐαγγέλιον τελειώσεως τοῦτο φάσκοντες. Καὶ ἀληθῶς οὐκ Εὐαγγέλιον τοῦτο, ἀλλὰ πένθους τελείωσις. Πᾶσα γὰρ ἡ τοῦ θανάτου τελείωσις ἐν τῇ τοιαύτῃ ὑποσπορᾷ τοῦ διαβόλου ἐμφέρεται. Ἄλλοι δὲ οὐκ αἰσχύνονται λέγοντες Εὐαγγέλιον Εὔας. Εἰς ὄνομα γὰρ αὐτῆς δῆθεν, ὡς εὑρούσης τὸ ὄνομα τῆς γνώσεως ἐξ ἀποκαλύψεως τοῦ λαλήσαντος αὐτῇ ὄφεως, σπορὰν ὑποτίθενται. Καὶ ὥσπερ ἐν ἀστάτῳ γνώμῃ μεθύοντος καὶ παραλαλοῦντος οὐκ ἴσα εἴη τὰ ῥήματα, ἀλλὰ τὰ μὲν γέλωτι πεποιημένα, ἕτερα δὲ κλαυθμοῦ ἔμπλεα· οὕτως ἡ
2. And in short, I am distressed at pointing out the whole blindness of the darkness of these men. For I should spend much time if I wished from this point to examine in detail the treatise composed concerning them, setting forth one by one the absurd teachings of their falsely so-called knowledge. And others among them, again chafing against us in different ways, both striking men's eyes and introducing a certain prophet Barcabbas—one himself struck all round, worthy of their own name. For cabba is translated fornication in the Syriac dialect, and murderous slaughter in the Hebrew; and again it is translated a fourth part of a measure. Such a thing is worthy of derision and laughter, or rather of indignation, among those who know this name in their own tongues. And from this most marvellous prophet they bring us a shameful narrative, so that we may be persuaded to draw near to corruptible bodies and fall away from the hope from on high, not being ashamed to relate in the very words the matters of fornication, once again erotic fabrications of Cypris. And others among them again bring in a fabricated imported poem to which fabrication they have given a name, calling this the Gospel of Perfection. And truly this is no Gospel, rather a perfection of mourning; for the whole perfection of death is contained in such an under-sowing of the devil. And others are not ashamed to speak of a Gospel of Eve; for in her name forsooth, as though she had found the name of knowledge out of a revelation of the serpent that spoke to her, they palm off their sowing. And just as in the unstable mind of a drunken and raving man his words are not consistent, rather some are made for laughter while others are full of weeping, so the
Notes, col. 333

On the reading

Printed περικρουόμενον, for περικρουόμενοι.

PG 41:336Read from the page
τῶν ἀπατεώνων γέγονε κατὰ πάντα τρόπον τῆς κακίας ἡ ὑποσπορά.
under-sowing of wickedness by these impostors has turned out in every way.
Γʹ. Ὁρμῶνται δὲ ἀπὸ μωρῶν μαρτυριῶν καὶ ὀπτασιῶν ἐν ᾧ Εὐαγγελίῳ ἐπαγγέλλονται. Φάσκουσι γὰρ οὕτως, ὅτι Ἔστην ἐπὶ ὄρους ὑψηλοῦ, καὶ εἶδον ἄνθρωπον μακρὸν, καὶ ἄλλον κολοβόν· καὶ ἤκουσα ὡσεὶ φωνὴν βροντῆς, καὶ ἤγγισα τοῦ ἀκοῦσαι, καὶ ἐλάλησε πρὸς μὲ, καὶ εἶπεν· Ἐγὼ σὺ, καὶ σὺ ἐγώ. Καὶ ὅπου ἐὰν ᾖς, ἐγὼ ἐκεῖ εἰμι, καὶ ἐν ἅπασίν εἰμι ἐσπαρμένος. Καὶ ὅθεν ἐὰν θέλῃς συλλέγεις με ἐμὲ δὲ συλλέγων, ἑαυτὸν συλλέγεις. Καὶ ὢ τῆς τοῦ διαβόλου ὑποσπορᾶς! Πόθεν τὸν νοῦν ἐξέτρεψε τῆς ἀνθρωπότητος, καὶ εἰς μωρὰ καὶ ἀσύστατα περιέσπασεν ἀπὸ τοῦ λόγου τῆς ἀληθείας; Οὐκ ἔστι γὰρ σχεδὸν τῷ νοῦν ἔχοντι χρεία ἀπὸ Γραφῆς ἢ ἀπὸ παραδειγμάτων, ἢ ἑτέρου τινὸς πράγματος ποιεῖσθαι τούτων τὴν ἀνατροπήν. Τῷ γὰρ ὀρθῷ λογισμῷ εὔδηλος αὐτῶν καὶ φωρατὴ ἡ τῆς μωρολογίας δραματουργία, καὶ μοιχῶν ἐργασία. Ταῦτά τοι καὶ τὰ τοιαῦτα εἰσηγούμενοι οἱ ἀμφὶ τὴν γνῶσιν συνεζευγμένοι τῇ τοῦ Νικολάου αἱρέσει, τῆς ἀληθείας ἐκπεπτώκασιν, οὐ μόνον τὸν νοῦν τῶν πεισθέντων αὐτοῖς ἐκτρέψαντες, ἀλλὰ καὶ τὰ σώματα καὶ τὰς ψυχὰς δουλώσαντες πορνείᾳ καὶ πολυμιξίᾳ. Αὐτὴν γὰρ τὴν σύναξιν αὐτῶν ἐν αἰσχρότητι πολυμιξίας φύρουσιν, ἔσθοντές τε καὶ παραπτόμενοι, καὶ ἀνθρωπίνων σαρκῶν καὶ ἀκαθαρσιῶν· ὡς οὔτε τολμήσω τὸ πᾶν ἐξειπεῖν, εἰ μή τι ἀναγκασθείην διὰ τὴν ὑπερβολὴν τῆς ἐν ἐμοὶ ἀλγούσης διανοίας περὶ τῶν ματαίως ὑπ' αὐτῶν γινομένων ἐκπληττόμενος, εἰς οἷον ὄγκον καὶ κακῶν βυθὸν ὁ ἐχθρὸς τῶν ἀνθρώπων διάβολος ἄγει τοὺς αὐτῷ πειθομένους· ὥστε μιᾶναι καὶ νοῦν, καὶ καρδίαν, καὶ χεῖρας, καὶ στόματα, καὶ σώματα, καὶ ψυχὰς τούτων τῶν ὑπ' αὐτοῦ ἐν τῇ τοσαύτῃ σκοτώσει παγιδευθέντων. Δέδια δὲ μή πη ἄρα τὸν μέγαν τοῦτον ὅλον ἰὸν ἀποκαλύψαιμι, ὥσπερ βασιλίσκου τινὸς ὄφεως τὸ πρόσωπον, εἰς λύμην μᾶλλον τῶν ἐντυγχανόντων ἤπερ εἰς διόρθωσιν· χραίνει μὲν γὰρ τὰ ὦτα ἀληθῶς ἡ τῆς μεγάλης τόλμης βλάσφημος συναγωγὴ, καὶ τῆς αἰσχρότητος αὕτη συλλογή τε καὶ διήγησις, καὶ ἡ τῆς ἀγυρτώδους αἰσχρουργίας βορβορώδης κακόνοια. Παρά τισι δὲ φύσει Βορβοριανοὶ καλοῦνται· ἕτεροι δὲ Κοδδιανοὺς αὐτοὺς ἐπιφημίζουσι. Κοδδὰ γὰρ λέγεται κατὰ τὴν Συριακὴν διάλεκτον παροψὶς, ἢ τρυβλίον, ἀπὸ τοῦ μὴ δύνασθαί τινας μετ' αὐτῶν ἐσθίειν· κατ' ἰδίαν δὲ τοῖς μεμιαμμένοις δίδοσθαι τὰ βρώματα, καὶ μή τινα δύνασθαι σὺν αὐτοῖς διὰ τὸν μολυσμὸν κἂν ἄρτον συνεσθίειν. Διά τοι τοῦτο ἀφωρισμένους τούτους ἡγούμενοι οἱ συμμέτοικοι Κοδδιανοὺς ἐπωνόμασαν. Οι αὐτοὶ δὲ ἐν Αἰγύπτῳ Στρατιωτικοὶ καλοῦνται καὶ Φιβιωνῖται, ὡς ἄνω μοι ἐν μέρει λέλεκται. Τινὲς δὲ αὐτοὺς Ζακχαίους
3. And they set out from foolish testimonies and visions in the Gospel which they profess. For they speak thus: I stood upon a lofty mountain, and saw a tall man, and another, a maimed one; and I heard as it were a voice of thunder, and drew near to hear, and he spoke to me, and said: I am you, and you are I. And wherever you may be, there am I, and I am scattered in all things. And from wherever you wish you gather me; and in gathering me, you gather yourself. Oh, the under-sowing of the devil! Whence did he turn aside the mind of mankind, and draw it away from the word of truth unto foolish and incoherent things? For a man of sense has scarcely any need to make a refutation of these men from Scripture or from examples, or from any other thing; for to right reason the stage-play of their foolish talk and the work of adulterers are manifest and easily detected. Introducing these and suchlike things, those concerned with this knowledge, yoked as they are to the heresy of Nicolaus, have fallen away from the truth, not only having perverted the mind of those persuaded by them, but also having enslaved both their bodies and their souls to fornication and promiscuous coupling. For they defile their very assembly in the shamefulness of promiscuous coupling, both eating and touching even human flesh and uncleannesses; so that I shall not dare to utter the whole, unless I should in some way be compelled, through the excess of the grief in my mind, being astounded at the things vainly done by them, unto what a mass and abyss of evils the devil, the enemy of mankind, leads those who obey him, so as to defile mind, and heart, and hands, and mouths, and bodies, and souls of these people ensnared by him in such great darkness. Yet I fear lest haply I should uncover this whole great venom, like the face of some basilisk serpent, to the harm rather than to the amendment of the readers; for truly this blasphemous gathering of great audacity, and this collection and narrative of shamefulness, and the filthy-minded malice of their vagabond obscenity, pollute the ears. Among some they are naturally called Borborians; others give them the surname Coddians. For codda in the Syriac dialect means side-dish, or bowl, because no one can eat with them; rather, food is given separately to them in their defilement, and on account of their pollution no one can eat even bread together with them. On this account, therefore, their neighbours, regarding them as set apart, named them Coddians. And the very same people in Egypt are called Stratiotics and Phibionites, as I have stated in part above. And some, as Zacchaeans,
Notes, col. 336

On the reading

Printed Οι, for Οἱ.

PG 41:337Read from the page
καλοῦσιν. ἄλλοι δὲ Βαρβηλίτας. Ὅμως ἐπεὶ οὐδὲ παρελθεῖν δυνήσομαι ὅλα, ἀναγκάζομαι ἐξειπεῖν. Ἐπειδὴ καὶ ὁ ἅγιος Μωϋσῆς ἀπὸ Πνεύματος ἁγίου ἐμφορούμενος γράφει, ὅτι, Ἐάν τις ἴδῃ φόνον, καὶ μὴ ἀναγγείλῃ, ἐπικατάρατος ὁ τοιοῦτος εἴη. Διόπερ οὐ δύναμαι τοῦτον τὸν μέγαν φόνον, καὶ τὴν μεγάλην ταύτην φονώδη ἐργασίαν παρελθεῖν, καὶ οὐχὶ δηλῶν δηλῶσαι. Δηλώσας γὰρ τάχα τοῖς συνετοῖς τὸ πτῶμα τοῦτο, ὥσπερ τὸ φρέαρ τῆς ἀπωλείας, φόβον καὶ φρίξιν ἐμποιήσω, εἰς τὸ μὴ μόνον ἀποδρᾶναι τοὺς συνετοὺς, ἀλλὰ καὶ καταλιθάσαι τὸν ἐν τῷ βαράθρῳ τοῦτον σκολιὸν ὄφιν καὶ βασιλίσκον, εἰς τὸ μηδὲ πλησιάσαι τινὰ τολμᾷν. Καὶ ταῦτα μὲν ἤδη περὶ αὐτῶν εἰρημένα, ὀλίγα τινὰ ὄντα, ἐν μέρει τετάχθω.
call them; others, Barbelites. Nevertheless, since I shall not even be able to pass over everything, I am compelled to speak out. Since the holy Moses also, borne along by the Holy Spirit, writes: If anyone sees a murder, and does not report it, let such a man be accursed. Wherefore I cannot pass over this great murder and this great murderous work, nor fail to make it plain by declaring it. For by declaring this downfall—like the pit of perdition—to the prudent, I shall perhaps instil fear and shuddering, so that the prudent may not only flee away, but also stone to death this crooked serpent and basilisk in the pit, so that no one may even dare to draw near. Let these things, then, already spoken concerning them, being a few matters, be set down in part.
Δʹ. Παρελεύσομαι δὲ εἰς τὸν οἶκον τοῦ βυθοῦ τῆς θανατώδους αὐτῶν διηγήσεως. Διάφορος γὰρ παρ' αὐτοῖς ἡ τῆς ἡδονῆς αὐτῶν κακοδιδασκαλία. Ὅτι πρῶτον μὲν κοινὰς τὰς ἑαυτῶν γυναῖκας ἔχουσι. Καὶ εἴ τις ξένος παραγένοιτο τοῦ αὐτῶν δόγματος, σημεῖόν ἐστι παρ' αὐτοῖς ἀνδρῶν πρὸς γυναῖκας, καὶ γυναικῶν πρὸς ἄνδρας· ἐν τῷ ἐκτείνειν τὴν χεῖρα δῆθεν εἰς ἀσπασμὸν ὑποκάτωθεν τῆς παλάμης, ψηλάφησίν τινα γαργαλισμοῦ ἐμποιεῖν, διὰ τούτου ὑποφαίνοντες, ὡς τῆς αὐτῶν θρησκείας ἐστὶν ὁ παραγενόμενος. Ἐντεῦθεν λοιπὸν ἐπιγνόντες ἀλλήλους τρέπονται εὐθὺς εἰς ἑστίασιν. Δαψιλῆ δὲ τὰ ἐδέσματα κρεωφαγίας καὶ οἰνοποσίας παρατιθέασι, κἂν πένητες εἶεν. Ἐκ τούτου δὲ συμποσιάσαντες, καὶ ὡς ἔπος εἰπεῖν, τὰς φλέβας τοῦ κόρου ἐμπλήσαντες ἑαυτῶν, εἰς οἶστρον τρέπονται. Καὶ ὁ μὲν ἀνὴρ, τῆς γυναικὸς ὑποχωρήσας, φάσκει λέγων τῇ ἑαυτοῦ γυναικὶ, ὅτι Ἀνάστα, λέγων, ποίησον τὴν ἀγάπην μετὰ τοῦ ἀδελφοῦ· οἱ δὲ τάλανες μιγέντες ἀλλήλους. Καὶ ὡς ἐπὶ ἀληθείας αἰσχύνομαι εἰπεῖν τὰ παρὰ τοῖς αὐτοῖς αἰσχρὰ πραττόμενα κατὰ τὸν ἅγιον Ἀπόστολον, Ὅτι τὰ παρ' αὐτοῖς γινόμενα αἰσχρόν ἐστι καὶ λέγειν. Ὅμως οὐκ αἰσχυνθῶ λέγειν, ἃ αὐτοὶ ποιεῖν οὐκ αἰσχύνονται, ἵνα κατὰ πάντα τρόπον φρίξιν ἐργάσωμαι τοῖς ἀκούουσι τὰ παρ' αὐτῶν γενόμενα αἰσχρουργήματα. Μετὰ γὰρ τὸ μιγῆναι πάθει πορνείας, προσεπιτούτοις ἀνατείνοντες τὴν ἑαυτῶν βλασφημίαν εἰς οὐρανὸν, δέχεται μὲν τὸ γύναιον καὶ ὁ ἀνὴρ τὴν ῥύσιν τὴν ἀπὸ τοῦ ἄῤῥενος εἰς ἰδίας αὐτῶν χεῖρας, καὶ ἵστανται εἰς οὐρανὸν ἀνανεύσαντες, ἐπὶ χεῖρας δὲ ἔχοντες τὴν ἀκαθαρσίαν· καὶ εὔχονται δῆθεν οἱ μὲν Στρατιωτικοὶ καλούμενοι καὶ Γνωστικοὶ τῷ πατρὶ, φασὶ, τῶν ὅλων, προσφέροντες αὐτὸ τὸ ἐπὶ ταῖς χερσὶ, καὶ λέγουσιν· Ἀναφέρομέν σοι τοῦτο δῶρον τὸ σῶμα τοῦ Χριστοῦ· καὶ οὕτως αὐτὸ ἐσθίουσι, μεταλαμβάνοντες τὴν ἑαυτῶν ἀκαθαρσίαν· καί φασι· Τοῦτό ἐστι τὸ σῶμα τοῦ Χριστοῦ· καὶ τοῦτό ἐστι τὸ Πάσχα. Διὸ πάσχει τὰ ἡμέτερα σώματα, καὶ ἀναγκάζεται ὁμολογεῖν τὸ πάθος τοῦ Χρι-
4. Now I shall pass on into the house of the abyss of their deadly narrative. For varied among them is the evil teaching of their pleasure. First, they hold their own wives in common. And if any stranger of their own doctrine arrives, there is a sign among them, of men towards women and of women towards men: in stretching out the hand, ostensibly in greeting, to make a certain tickling touch underneath the palm, thereby indicating that the newcomer belongs to their religion. Thenceforth, once they have recognized one another, they turn straightway to feasting. And they set out lavish dishes of meat-eating and wine-drinking, even though they be poor. Next, having banqueted together and, so to speak, filled their veins with satiety, they turn to frenzy. And the husband, withdrawing from his wife, speaks and says to his own wife: Rise up, says he, perform the love-feast with the brother; and the wretches mingle with one another. And in truth I am ashamed to speak of the shameful things done among these very people, according to the holy Apostle: For it is shameful even to speak of the things done by them. Nevertheless I shall not be ashamed to speak of what they themselves are not ashamed to do, so that in every way I may produce shuddering in those who hear the obscenities committed by them. For after mingling in the passion of fornication, stretching forth in addition their own blasphemy unto heaven, the woman and the man receive the emission from the male into their own hands, and stand looking up to heaven while holding the uncleanness upon their hands; and those called Stratiotics and Gnostics pray forsooth to the Father, they say, of all, offering up that very thing which is upon their hands, and they say: We offer unto Thee this gift, the body of Christ; and thus they eat it, partaking of their own uncleanness; and they say: This is the body of Christ; and this is the Passover. Wherefore our bodies suffer, and are compelled to confess the passion of Chri-
Notes, col. 337

On the reading

Printed καλοῦσιν. ἄλλοι, for καλοῦσιν, ἄλλοι.

PG 41:340Read from the page
στοῦ. Ὡσαύτως δὲ καὶ τὸ ἀπὸ τῆς γυναικὸς, ὅταν γένηται αὐτὴν γενέσθαι ἐν ῥύσει τοῦ αἵματος, τὸ καταμήνιον συναχθὲν αὐτῇ αἷμα τῆς ἀκαθαρσίας, ὡσαύτως λαβόντες κοινῇ ἐσθίουσι. Καὶ τοῦτο, φασὶν, ἔστι τὸ αἷμα τοῦ Χριστοῦ.
st. And in like manner also with that from the woman, whenever it happens that she is in an issue of blood: taking in like manner the menstrual blood of uncleanness gathered from her, they eat it in common. And this, they say, is the blood of Christ.
Εʹ. Διὸ καὶ ἐν ἀποκρύφοις ἀναγινώσκοντες, ὅτι Εἶδον δένδρον φέρον δώδεκα καρποὺς τοῦ ἐνιαυτοῦ· καὶ εἶπέ μοι· Τοῦτό ἐστι τὸ ξύλον τῆς ζωῆς, ὃ αὐτοὶ ἀλληγοροῦσιν εἰς τὴν κατὰ μῆνα γινομένην γυναικείαν ῥύσιν. Μισγόμενοι δὲ μετ' ἀλλήλων τεκνοποιίαν ἀπαγορεύουσιν. Οὐ γὰρ εἰς τὸ τεκνοποιῆσαι παρ' αὐτοῖς ἡ φθορὰ ἐσπούδασται, ἀλλ' ἡδονῆς χάριν, τοῦ διαβόλου ἐμπαίζοντος τοῖς τοιούτοις, καὶ καταχλευάζοντος τὸ ἐκ Θεοῦ πλάσμα πεπλανημένον.
5. Wherefore also, reading in apocryphal books: I saw a tree bearing twelve fruits a year, and he said to me: This is the tree of life, they allegorize this into the monthly female flux. And when they mingle with one another, they forbid the begetting of children. For corruption is eagerly pursued among them not for the sake of begetting children, rather for the sake of pleasure, while the devil mocks such people and scoffs at God's deluded handiwork.
Ἀλλὰ τὴν μὲν ἡδονὴν ἐπιτελοῦσιν, εἰς ἑαυτοὺς δὲ ἀπολαμβάνουσι τὰ τῆς ἀκαθαρσίας αὐτῶν σπέρματα, μὴ εἰς τεκνογονίαν καταβαλλόμενοι, ἀλλὰ αὐτοὶ τὰ τῆς αἰσχρότητος ἐσθίοντες. Ἐὰν δὲ καὶ προληφθῇ τις αὐτῶν ἐγκατασπεῖραι τὴν καταβολὴν τῆς κατὰ φύσιν αὐτῶν ἀποῤῥοίας, καὶ ἐγκυμονήσῃ ἡ γυνὴ, τί δεινότερον τολμῶσιν οἱ τοιοῦτοι, ἄκουε. Κατασπάσαντες γὰρ τὸ ἔμβρυον καιρῷ οἵῳ δ' ἂν ἐπιχειρήσωσι, λαμβάνουσιν ἐκτρωθὲν τοῦτο τὸ βρέφος, ἐν ὅλμῳ τινὶ κόπτουσιν ὑπέρῳ, καὶ ἐγκαταμίξαντες μέλι καὶ πέπερι, καὶ ἄλλα τινὰ ἀρώματα, καὶ μύρα, πρὸς τὸ μὴ ναυτιᾷν αὐτοὺς, οὕτως συναχθέντες πάντες οἱ [τῆς] τῶν χοίρων τούτων καὶ κυνῶν θιασῶται, μεταλαμβάνουσιν ἕκαστος τῷ δακτύλῳ ἀπὸ τοῦ κατακοπέντος παιδίου. Καὶ οὕτως τὴν ἀνθρωποβορίαν ἀπεργασάμενοι, εὔχονται λοιπὸν τῷ Θεῷ, ὅτι Οὐκ ἐνεπαίχθημεν, φασὶν, ἀπὸ τοῦ ἄρχοντος τῆς ἐπιθυμίας, ἀλλὰ συνελέξαμεν τὸ παράπτωμα τοῦ ἀδελφοῦ. Καὶ δῆθεν τοῦτο τὸ τέλειον Πάσχα ἡγοῦνται· ἄλλα δὲ ὅσα δεινὰ αὐτοῖς τετόλμηται. Ὅταν γὰρ πάλιν ἐμμανεῖς ἐν ἑαυτοῖς γένωνται, φύραντες ἑαυτῶν τὰς χεῖρας τῆς ἑαυτῶν αἰσχρότητος τῇ ἀποῤῥοίᾳ, ἐγείρονται, καὶ τὰς ἑαυτῶν μεμολυσμένας χεῖρας ἔχοντες, εὔχονται γυμνοὶ ὅλῳ τῷ σώματι, ὡς διὰ τῆς τοιαύτης ἐργασίας εὑρίσκειν πρὸς Θεὸν τὴν παῤῥησίαν. Τὰ σώματα δὲ αὐτῶν νύκτωρ τε καὶ μεθ' ἡμέραν τημελοῦσι γυναικάρια καὶ ἀνθρωπάρια, μυριζόμενοι, λουόμενοι, θοιναζόμενοι, κοίταις τε καὶ μέθαις σχολάζοντες. Καὶ καταρῶνται τὸν νηστεύοντα, λέγοντες· Οὐ δεῖ νηστεύειν. Τοῦ γὰρ ἄρχοντος τούτου τοῦ ποιήσαντος τὸν αἰῶνα ἔστιν ἡ νηστεία. Δεῖ δὲ τρέφεσθαι εἰς τὸ τὰ σώματα εἶναι ἰσχυρὰ, εἰς τὸ δύνασθαι τὸ καρπὸν ἀποδιδόναι κατὰ καιρὸν αὐτοῦ.
Yet they accomplish their pleasure, and receive back into themselves the seeds of their uncleanness, not sowing them for the begetting of children, rather eating the things of their shamefulness themselves. And if indeed one of them should be forestalled so as to implant the sowing of their natural emission, and the woman becomes pregnant, hear what still more dreadful thing such people dare. Drawing down the embryo at whatever time they can manage it, they take this aborted infant and pound it in a mortar with a pestle, and after mixing in honey and pepper and certain other spices and unguents, so that they may not be nauseated, all the devotees of this herd of swine and dogs gather together thus, and each partakes with his finger of the chopped-up little child. And having thus accomplished this cannibalism, they next pray to God, saying: We were not mocked, say they, by the archon of desire, rather we gathered up the transgression of the brother. And this forsooth they deem to be the perfect Passover. And how many other dreadful things are dared by them! For whenever they again grow frenzied among themselves, having befouled their own hands with the emission of their own shamefulness, they rise up and, holding their own polluted hands, pray naked in their whole body, as though through such a practice to find boldness before God. And night and day, wretched women and paltry men alike, they pamper their bodies, anointing themselves with unguents, bathing, feasting, and devoting themselves to beds and drunkenness. And they curse the man who fasts, saying: One must not fast; for fasting belongs to this archon who made this age. Rather, one must take nourishment so that our bodies may be strong, so as to be able to render fruit in its due season.
Ϛʹ. Χρῶνται δὲ καὶ Παλαιᾷ καὶ Καινῇ Διαθήκῃ. Ἀπαγορεύουσι δὲ τὸν λαλήσαντα ἐν τῇ Παλαιᾷ Διαθήκῃ. Καὶ ὅταν μὲν ῥῆμα εὕρωσί τι κατ' αὐτῶν δυνάμενον ἔχειν τὸν νοῦν, φασὶν ὅτι τοῦτο ἀπὸ τοῦ πνεύματος τοῦ κοσμικοῦ λελάληται· ἐὰν δέ τις εἰς ὁμοίωσιν τῆς αὐτῶν ἐπιθυμίας δυνηθείη σχηματίζεσθαι λόγος, οὐχ ὡς ἔστι τὸ ῥῆμα, ἀλλ' ὡς ἔχει ὁ αὐτῶν νοῦς ὁ ἠπατημένος, τοῦτον μετασκευάζοντες εἰς τὴν ἑαυτῶν ἐπιθυμίαν, φάσκουσιν ἐκ τοῦ πνεύματος τῆς ἀληθείας λελαλῆσθαι. Καὶ τοῦτό ἐστι, φασὶν, ὃ εἶπεν ὁ Κύριος περὶ Ἰωάννου· Τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευό-
6. They also use both the Old and the New Testament, yet they reject Him Who spoke in the Old Testament. And whenever they find any saying capable of bearing a sense against them, they say that this was spoken by the cosmic spirit; whereas if any word can be fashioned into a likeness of their own desire—not as the saying actually stands, rather as their deluded mind takes it—remodelling this to suit their own desire, they assert that it was spoken by the spirit of truth. And this, they say, is what the Lord said concerning John: What went you out into the wilderness to behold? A reed shak-
Notes, col. 340

On the reading

Printed τὸ καρπὸν, for τὸν καρπὸν.