δὲ καὶ νῦν ἡ φλυαρία τοῦ ἄνωθεν καταβεβηκότος Βασιλείδου, καὶ τὰ ἄνω σαφῶς κατοπτεύσαντος, μᾶλλον δὲ ἄνωθεν πεπτωκότος ἀπὸ τοῦ τῆς ἀληθείας σκοποῦ· ὅτι, εἰ οὗτος ὁ οὐρανὸς ὑπὸ τῶν κατ' αὐτὸν ἀγγέλων γεγένηται, αὐτοὶ δὲ ὑπὸ τῶν ἀνωτέρω, καὶ οἱ ἀνωτέρω ὑπὸ τῶν ἔτι ἀνωτέρω, ἆρ' οὖν ἡ ἄνω δύναμις, ἡ καὶ Ἀβρασὰξ καλουμένη, εὑρεθήσεται ἡ τὰ πάντα πεποιηκυῖα, καὶ ἡ αἰτία τῶν ὄντων πάντων, καὶ οὐδὲν δίχα αὐτῆς τι γεγενῆσθαι εὑρεθήσεται, ὁπότε αὐτὴ τὸ αἴτιον καὶ τὸ πρῶτον ἀρχέτυπον παρ' αὐτῶν καταγγέλλεται, τὸ λεγόμενον παρ' αὐτοῖς τοῦ κόσμου τούτου ὑστέρημα, ὑπό τινος ἑτέρου μὴ γεγενῆσθαι, ἀλλὰ ἀπὸ τῆς πρώτης ἀρχῆς καὶ αἰτίας τῶν μετέπειτα γεγονότων. Ἐρωτητέον δὲ τὸν αὐτόν· Τίνι λόγῳ ἐπὶ τοσαύτην πληθὺν ἡμᾶς φέρεις, ὦ οὗτος, καὶ μὴ μᾶλλον ἐπὶ τὴν ἀρχὴν, τουτέστιν ἐπὶ τὸν ἕνα Θεὸν τὸν παντοκράτορα; ὁπότε ἐξάπαντος ἤτοι οὕτω λέγων, ἢ οὕτω, δεῖ τὸν ἕνα αἴτιον πάντων ὁμολογεῖν Δεσπότην. Ἀλλὰ καὶ περὶ τῆς τοῦ Χριστοῦ ὑποθέσεως ἀπόκριναι, ὦ πλαστουργὲ τῆς μυθοποιοῦ ταύτης πραγματείας. Εἰ Σίμων ἐσταυρώθη ὁ Κυρηναῖος, ἄρα οὐ διὰ Ἰησοῦ ἡ σωτηρία ἡμῶν γεγένηται, ἀλλὰ διὰ Σίμωνος, καὶ οὐκέτι ὁ κόσμος ἐλπίσειε διὰ Ἰησοῦ Χριστοῦ σώζεσθαι τοῦ μὴ παθόντος. Οὔτε γὰρ Σίμων δύναται σώζειν, ἄνθρωπος ὢν ψιλὸς, καὶ οὐδὲν ἕτερον. Ἅμα δὲ καὶ συκοφαντίας καταψηφίζει τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, εἰ ἕτερον ἀντ' αὐτοῦ παραδέδωκεν ὁ ἀγαθὸς Κύριος, βιασάμενος εἰς φόνον. Καὶ ἔσται λοιπὸν ὄναρ, μᾶλλον δὲ κακοηθείας καὶ κυβείας ἔργον τὸ τοιοῦτον, ὅτι ὁ Κύριος, κυβείᾳ τινὶ ἑαυτὸν κρύψας, ἄλλον ἀντ' αὐτοῦ παραδέδωκε· καὶ ἔσται ἡ παρὰ σοῦ μωρολογία συκοφαντοῦσα μὲν τὴν ἀλήθειαν, μὴ δυναμένη δὲ, ἀλλ' ἐλεγχομένη ὑπ' αὐτῆς τῆς ἀληθείας, ἀσυστάτως τὸ ποίημα τοῦτο εἰσηγουμένη.
even now as well shall be the drivel of Basilides, who ostensibly came down from above and clearly surveyed the things above, or rather fell from above away from the mark of truth: because, if this heaven came into being through the angels belonging to it, and they through those higher up, and those higher up through those higher still, will not then the Power on high, which is also called Abrasax, be found to be that which made all things and the cause of all existing things, and will nothing be found to have come into being apart from it, seeing that it itself is proclaimed among them as the cause and the first archetype—so that what is called among them the defect of this world did not come into being through someone else, but from the first principle and cause of the things that came into being afterwards? And one must ask this same man: On what ground do you carry us off to so great a multitude, O fellow, and not rather to the beginning, that is, to the one God Almighty—seeing that in every case, whether speaking thus or thus, one must confess the one Sovereign Lord as the cause of all things? Moreover, answer also concerning the account of Christ, O fabricator of this myth-making treatise. If Simon of Cyrene was crucified, then our salvation has come about not through Jesus, but through Simon, and the world could no longer hope to be saved through Jesus Christ, since He did not suffer. For neither is Simon able to save, being a mere man and nothing else. At the same time, too, he condemns the only-begotten Son of God of calumny, if the good Lord handed over another in His stead, forcing him to murder. And consequently such a thing will be a dream, or rather a work of malice and trickery, that the Lord, hiding Himself by some trickery, handed over another in His stead; and the foolish talk coming from you will be slandering the truth indeed, yet unable to prevail, being refuted instead by the truth itself as incoherently introducing this fiction.
Θʹ. Πάντη γὰρ ἐλέγχει τοῦτον τὸν αἱρεσιάρχην ἡ ἀλήθεια ἐν Παλαιᾷ καὶ Καινῇ Διαθήκῃ. Παντὶ γάρ τοι δῆλον, ὅτι Χριστὸς ἑκὼν ἐπὶ τὸ πάθος ἦλθε, καὶ θελήματι ἰδίῳ καὶ τοῦ ἰδίου Πατρὸς, καὶ εὐδοκίᾳ τοῦ ἁγίου Πνεύματος ἔλαβε τὴν σάρκα, ἐνανθρωπήσας ἐν ἡμῖν, ἐν τελειότητι Θεὸς ὢν, ἀπ' ἀρχῆς ἐκ Πατρὸς γεγεννημένος, ἀνάρχως καὶ ἀχρόνως· ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν ἐν μήτρᾳ παρθένου γενέσθαι καταξιώσας, εἰς ἑαυτόν τε σῶμα ἀναπλασάμενος, καὶ γεννηθεὶς ἐν ἀληθείᾳ, καὶ ἐνανθρωπήσας ἐν βεβαιώσει, ἵνα ἐν αὐτῇ πάθῃ ὑπὲρ ἡμῶν τῇ σαρκὶ, καὶ τὴν ψυχὴν δῷ ὑπὲρ τῶν ἰδίων προβάτων· ὡς ἐλέγχει τούτους λέγων· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται, καὶ ἀποκτανθήσεται, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Τοῖς τε υἱοῖς Ζεβεδαίου φήσας· Δύνασθε πιεῖν τὸ ποτήριον ὃ μέλλω πίνειν· ὡς καὶ ὁ ἀπόστολος λέγει Πέτρος· Θανατωθεὶς σαρκὶ, ζωοποιηθεὶς δὲ πνεύματι. Καὶ πάλιν· Ὅς ἔπαθεν ὑπὲρ ἡμῶν σαρκί· πάλιν δὲ
IX. For in every way the truth refutes this heresiarch in both the Old and the New Testament. Indeed, it is plain to everyone that Christ came willingly to His passion, and by His own will and that of His own Father, and by the good pleasure of the Holy Spirit, took flesh, having become man among us—being God in perfection, begotten from the Father from the beginning, without beginning and timelessly; yet in the last days deigning to come to be in a virgin's womb, and fashioning a body unto Himself, and being begotten in truth, and becoming man in certainty, so that in it He might suffer in the flesh on our behalf and give His soul on behalf of His own sheep—just as He refutes these men when He says: Behold, we are going up to Jerusalem, and the Son of Man shall be handed over, and shall be killed, and on the third day shall rise again. And having spoken to the sons of Zebedee: Are you able to drink the cup which I am about to drink?—just as the apostle Peter also says: Put to death in the flesh, but made alive in the spirit. And again: Who suffered on our behalf in the flesh; and again