Migne Reading Room

PG 41 · cols. 341–352 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus II (Anacephalaeosis et Haereses XXI–XXXIII)

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus II (Anacephalaeosis et Haereses XXI–XXXIII)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:341Read from the page
μενον; Ὅτι οὐκ ἦν, φασὶ, τέλειος ὁ Ἰωάννης. Ἐνεπνέετο γὰρ ὑπὸ πολλῶν πνευμάτων κατὰ κάλαμον τὸν ἐπὶ ἑκάστῳ ἀνέμῳ κινούμενον. Καὶ ὅτε μὲν ἤρχετο τὸ πνεῦμα τοῦ ἄρχοντος, Ἰουδαϊσμὸν ἐκήρυττεν· ὅτε δὲ τὸ Πνεῦμα τὸ ἅγιον, περὶ Χριστοῦ ἐλάλει. Καὶ τοῦτό ἐστι, φασὶν, ὅτι Ὁ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Περὶ ἡμῶν, φασὶν, εἶπεν, ὅτι ὁ ἐν ἡμῖν μικρότερος μείζων αὐτοῦ ὑπάρχει.
en by the wind? Because John, they say, was not perfect. For he was inspired by many spirits, like a reed moved at every wind. And when the spirit of the archon came, he preached Judaism; whereas when the Holy Spirit came, he spoke concerning Christ. And this, they say, is what is meant by: He that is lesser in the kingdom of heaven. Concerning us, they say, He spoke, meaning that the lesser one among us is greater than he.
Ζʹ. Καὶ εὐθὺς ἐπιστομίζονται οἱ τοιοῦτοι ἀπ' αὐτῆς τῆς ἀληθείας. Ἐκ γὰρ τῶν συνεζευγμένων ἑκάστῃ λέξει ἀναφανδὸν ἡ ἀλήθεια δειχθήσεται, καὶ τὸ ἐχέγγυον τῆς φράσεως ἀποδοθήσεται. Εἰ μὲν γὰρ ὁ Ἰωάννης μαλακὰ ἠμφίεστο, καὶ ἐν οἴκοις βασιλέων ὑπῆρχεν, ὀρθὴ ἂν πρὸς αὐτὸν ἡ λέξις, καὶ εὐθεῖα πρὸς ἔλεγχον τοῦ αὐτοῦ ὑπῆρχεν. Εἰ δὲ, Τί ἐξήλθετε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; καὶ οὐχ οὕτως εἶχεν, οὐκέτι τὸ ἔγκλημα ἐπὶ τὸν οὐ μαλακὰ φοροῦντα Ἰωάννην τοῦ λόγου ἐπενεκτέον, ἀλλὰ ἐπὶ τοὺς οὕτως εὑρήσειν τὸν Ἰωάννην νομίσαντας, καὶ ὑπὸ τῶν ἔνδον ἐν οἴκοις βασιλέων πολλάκις κατὰ ὑπόκρισιν κολακευομένους. Ἐνόμιζον γὰρ οὗτοι, ἐξερχόμενοι καὶ παρὰ Ἰωάννου ἐπαίνους εὑρίσκειν, καὶ μακαρισμοὺς ἐπὶ τοῖς ὑπ' αὐτῶν καθ' ἑκάστην ἡμέραν γινομένοις παραπτώμασιν. Ὡς δὲ οὐχ ηὗρον, ἀνατρεπτικῶς παρὰ τοῦ Σωτῆρος πρὸς αὐτοὺς εἴρηται, ὅτι Τί ἐνομίζετε εὑρίσκειν; Συμπεριφερόμενον τοῖς ὑμῶν πάθεσιν ἄνθρωπον, ὡς κατὰ τοὺς μαλακὰ φοροῦντας; Οὐχ οὕτως. Οὐ γάρ ἐστιν Ἰωάννης κάλαμος σαλευόμενος γνώμαις ἀνθρώπων, ὡς δονούμενος κάλαμος ὑπὸ ἑκάστης ἀνθρώπων ὑποκρίσεως καὶ ἀπάτης. Ἐπειδὴ δὲ εἶπεν, Ἐν γεννητοῖς γυναικῶν οὐκ ἔστι μείζων Ἰωάννου, ἵνα μή τινες νομίσωσι καὶ αὐτοῦ τοῦ Σωτῆρος μείζονα εἶναι τὸν Ἰωάννην, ὅτι καὶ αὐτὸς ὁ Σωτὴρ ὑπὸ γυναικὸς ἐγεννήθη, τῆς ἀειπαρθένου Μαρίας, διὰ Πνεύματος ἁγίου, ἀσφαλιζόμενος ἡμᾶς ἔφη, ὅτι Ὁ μικρότερος αὐτοῦ, τουτέστι τῷ χρόνῳ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας, μείζων αὐτοῦ ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἐπειδὴ γὰρ μετὰ ἑξάμηνον ἐγεννήθη ὁ Σωτὴρ τῆς Ἰωάννου γεννήσεως, δηλονότι μείζων αὐτοῦ ὤν. Ἦν γὰρ ἀεὶ, καὶ ἔστι. Τίνι δὲ τοῦτο οὐ δῆλόν ἐστιν; Ἄρα γοῦν ματαίως τὰ πάντα παρ' αὐτοῖς πεποιήτευται, ἀπὸ ἀγαθῶν εἰς φαῦλα μεταβεβλημένα.
7. Yet such men are straightway silenced by the truth itself. For from the words joined to each expression the truth will openly be shown, and the warrant of the phrasing will be rendered. For if John had been clothed in soft garments and had lived in kings' houses, the expression would rightly have applied to him and been direct for his reproof. Whereas if He said, What went you out to see? a man clothed in soft raiment? and it was not so, the charge of the saying must no longer be brought against John, who did not wear soft garments, rather against those who supposed they would find John thus, and who are often hypocritically flattered by those inside kings' houses. For these men supposed, when going out, that from John also they would find praises and blessings over the transgressions committed by them every day. And when they did not find them, it was spoken refutatively to them by the Saviour: What did you suppose you would find? A man accommodating himself to your passions, after the manner of those who wear soft garments? Not so. For John is not a reed shaken by men's opinions, like a reed agitated by every human hypocrisy and deceit. And since He said, Among those born of women there is none greater than John, lest some should suppose that John is greater even than the Saviour Himself—because the Saviour Himself also was born of a woman, the ever-virgin Mary, through the Holy Spirit—safeguarding us He said: He that is lesser than he—that is, in the time of His incarnate coming—is greater than he in the kingdom of heaven; since the Saviour was born six months after John's birth, while manifestly being greater than he, for He always was, and is. And to whom is this not plain? In vain, therefore, has everything been fabricated among them, turned from good things into bad.
Ηʹ. Καὶ τὰ μὲν βιβλία αὐτῶν πολλά· Ἐρωτήσεις γάρ τινας Μαρίας ἐκτίθενται· ἄλλοι δὲ εἰς τὸν προειρημένον Ἰαλδαβαὼθ, εἰς ὄνομα δὲ τοῦ Σὴθ πολλὰ βιβλία ὑποτίθενται. Ἀποκαλύψεις δὲ τοῦ Ἀδὰμ ἄλλας λέγουσιν· εὐαγγέλια δὲ ἕτερα εἰς ὄνομα τῶν μαθη-
8. Now their books are many: for they set forth certain Questions of Mary; and others forge many books with reference to the aforesaid Ialdabaoth, and in the name of Seth. They also speak of other Apocalypses of Adam; and other gospels in the name of the discip-
PG 41:344Read from the page
τῶν συγγράψασθαι τετολμήκασιν· αὐτόν τε τὸν Σωτῆρα ἡμῶν καὶ Κύριον Ἰησοῦν Χριστὸν οὐκ αἰσχύνονται λέγειν, ὅτι αὐτὸς ἀπεκάλυψε τὴν αἰσχρουργίαν ταύτην. Ἐν γὰρ ταῖς Ἐρωτήσεσι Μαρίας καλουμέναις μεγάλαις (εἰσὶ γὰρ καὶ μικραὶ αὐτοῖς πεπλασμέναι) ὑποτίθενται αὐτὸν αὐτῇ ἀποκαλύπτειν, παραλαβόντα αὐτὴν εἰς τὸ ὄρος, καὶ εὐξάμενον, καὶ ἐκβαλόντα ἐκ τῆς πλευρᾶς αὐτοῦ γυναῖκα, καὶ ἀρξάμενον αὐτῇ ἐγκαταμίγνυσθαι· καὶ οὕτως δῆθεν τὴν ἀπόῤῥοιαν αὐτοῦ μεταλαβόντα δεῖξαι, ὅτι δεῖ οὕτως ποιεῖν, ἵνα ζήσωμεν· καὶ ὡς τῆς Μαρίας ταραχθείσης, καὶ πεσούσης χαμαὶ, αὐτὸν πάλιν αὐτὴν ἐγείραντα εἰπεῖν αὐτῇ· Ἵνα τί ἐδίστασας, ὀλιγόπιστε; Καί φασιν, ὅτι καὶ τοῦτό ἐστι τὸ εἰρημένον ἐν τῷ Εὐαγγελίῳ, ὅτι Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐκ ἐπιστεύσατε, τὰ ἐπουράνια πῶς πιστεύσετε; καὶ τὸ, Ὅταν ἴδητε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀνερχόμενον ὅπου ἦν τὸ πρότερον· τουτέστι τὴν ἀπόῤῥοιαν μεταλαμβανομένην, ὅθεν καὶ ἐξῆλθε· καὶ τὸ εἰπεῖν· Ἐὰν μὴ φάγητέ μου τὴν σάρκα, καὶ πίητέ μου τὸ αἷμα. Καὶ τῶν μαθητῶν ταρασσομένων, καὶ λεγόντων, Τίς δύναται τοῦτο ἀκοῦσαι; φασὶν, ὡς περὶ τῆς αἰσχρότητος ἦν ὁ λόγος· διὸ καὶ ἐταράχθησαν, καὶ ἀπῆλθον εἰς τὰ ὀπίσω. Οὔπω γὰρ ἦσαν, φασὶν, ἐν πληρώματι ἐστερεωμένοι. Καὶ τὸ εἰπεῖν τὸν Δαβίδ· Ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ· περὶ τῆς αἰσχρότητος τοῦ ἀνδρὸς, φασὶ, λέγει, Ἐπὶ τὴν ἔξοδον τῶν ὑδάτων. Καὶ, Ὃ τὸν καρπὸν αὐτοῦ δώσει, τὴν τῆς ἡδονῆς ἐπίῤῥοιαν, φασὶ, λέγει· Καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, ὅτι οὐκ ἐῶμεν αὐτὸ χαμαὶ πεσεῖν, ἀλλὰ αὐτοὶ αὐτὸ ἐσθίομεν.
les they have dared to compose; and they are not ashamed to say of our Saviour and Lord Jesus Christ Himself that He Himself revealed this obscenity. For in the so-called Greater Questions of Mary (for there are also Lesser ones fabricated by them) they feign that He revealed it to her, taking her aside onto the mountain, and praying, and bringing forth a woman out of His side, and beginning to mingle with her, and thus forsooth partaking of His emission to show that one must do thus in order that we may live; and that when Mary was troubled and fell to the ground, He raised her up again and said to her: Why did you doubt, O you of little faith? And they say that this too is what is spoken in the Gospel: If I told you earthly things and you did not believe, how will you believe heavenly things? and this: When you see the Son of man ascending where He was before—that is, the emission being partaken of, whence also it came forth; and the saying: Unless you eat My flesh and drink My blood. And when the disciples were troubled and said, Who can hear this? they say that the saying was about this shamefulness, and wherefore they were troubled and went back; for they were not yet, say they, established in the pleroma. And as for David's saying: He shall be like the tree planted beside the outlets of waters, which shall give its fruit in its season—by beside the outlet of the waters, they say, he means concerning the shamefulness of the male. And by which shall give its fruit, they say, he means the influx of pleasure; And its leaf shall not fall off, because we do not let it fall to the ground, rather we ourselves eat it.
Θʹ. Καὶ ἵνα μὴ τὰς μαρτυρίας αὐτῶν ἐν μέσῳ ἄγων βλάψω μᾶλλον ἤπερ ὠφελήσω, τούτου χάριν τὰ πολλὰ ὑπερβήσομαι. Ἐπεὶ ἂν τὰ πάντα παρ' αὐτοῖς κακῶς λεγόμενα ἐνταῦθα παρατιθέμενος διηγόρευον. Τὸ γὰρ εἰπεῖν, φασὶ, τεθεικέναι τὴν Ῥαὰβ κόκκινον ἐν τῇ θυρίδι, οὐκ ἦν, φασὶ, κόκκινον, ἀλλὰ τὰ μόρια τῆς γυναικείας φύσεως· καὶ τὸ κόκκινον αἷμα τῶν καταμηνίων λέγει. Καὶ τὸ εἰπεῖν, Πίνε ὕδατα ἀπὸ σῶν ἀγγείων, περὶ τούτου λέγει. Φασὶ δὲ εἶναι τὴν σάρκα ἀπολλυμένην, καὶ μὴ ἐγειρομένην· εἶναι δὲ ταύτην τοῦ ἄρχοντος. Τὴν δὲ δύναμιν τὴν ἐν τοῖς καταμηνίοις καὶ ἐν ταῖς γοναῖς ψυχὴν εἶναί φασιν, ἣν συλλέγοντες ἐσθίομεν. Καὶ ἅπερ ἡμεῖς ἐσθίομεν κρέα, ἢ λάχανα, ἢ ἄρτον, ἤ τι ἕτερον, χάριν ποιοῦμεν ταῖς κτίσεσι, συλλέγοντες ἀπὸ πάντων τὴν ψυχὴν, καὶ μεταφέροντες μεθ' ἑαυτῶν εἰς τὰ ἐπουράνια. Διόπερ καὶ πάντων μεταλαμβάνουσι κρεῶν λέγοντες, ἵνα ἐλεήσωμεν τὸ γένος ἡμῶν. Φάσκουσι δὲ τὴν αὐτὴν ψυχὴν εἶναι ἔν τε τοῖς
9. And lest by bringing their testimonies out into the open I do harm rather than good, on this account I shall pass over the greater part; otherwise I would have set down and recounted here everything wickedly spoken among them. For when Scripture says, they claim, that Rahab placed scarlet in the window, it was not scarlet, they say, rather the parts of the female nature; and the scarlet means the menstrual blood. And the saying, Drink waters out of your own vessels, speaks concerning this. And they say that the flesh perishes and does not rise again, and that it belongs to the archon; whereas the power in the menses and in seminal emissions, they say, is soul, which we gather and eat. And whatever meats, or herbs, or bread, or anything else we eat, we do a favour to the creatures, gathering the soul from all things and transferring it with ourselves into the heavenly realms. Wherefore also they partake of all meats, saying: That we may have mercy upon our race. And they assert that the selfsame soul is present both in
PG 41:345Read from the page
ζώοις καὶ ἐν κνωδάλοις, καὶ ἰχθύσι, καὶ ὄφεσι, καὶ ἀνθρώποις ἐγκατεσπάρθαι, καὶ ἐν λαχάνοις, καὶ ἐν δένδρεσι, καὶ ἐν γεννήμασι. Καὶ οἱ μὲν αὐτῶν Φιβιωνῖται καλούμενοι ἀναφέρουσι τὰς αἰσχρὰς αὐτῶν θυσίας τῆς πορνείας, τὰς ὑφ' ἡμῶν ἐνταῦθα προειρημένας ὀνόμασι τριακοσίοις ἑξηκονταπέντε, οἷς αὐτοὶ ἔπλασαν ἀρχόντων δῆθεν, ἐμπαίζοντες τοῖς γυναικαρίοις, καὶ λέγοντες· Μίγηθι μετ' ἐμοῦ, ἵνα σε ἀνενέγκω πρὸς τὸν ἄρχοντα. Καθ' ἑκάστην δὲ μίξιν ὀνομάζουσιν ἑνὸς ὄνομά τινος βάρβαρον τῶν παρ' αὐτοῖς πεπλανημένων, καὶ δῆθεν εὔχονται λέγοντες· Προσφέρομέν σοι τῷ δεῖνι, ἵνα προσενέγκῃς τῷ δεῖνι. Τῇ δὲ ἄλλῃ πάλιν μίξει ἄλλῳ ὑποτίθενται ὡσαύτως προσφέρειν, ἵνα καὶ αὐτὸς τῷ ἄλλῳ. Καὶ ἕως ἂν ἔλθῃ, μᾶλλον δὲ κατέλθῃ τριακοσίας ἑξηκονταπέντε πτώσεις τῆς λαγνείας, καθ' ἑκάστην ὄνομά τι ἐπικαλεῖται τὸ τοιοῦτο ἐργαζόμενος. Καὶ ἄρχεται πάλιν κατιέναι διὰ τῶν αὐτῶν, τὰ αὐτὰ αἰσχρὰ ἐπιτελῶν καὶ ἐμπαίζων ταῖς ἠπατημέναις. Ὅταν οὖν εἰς τοσοῦτον ἀριθμοῦ ὄγκον ἐλάσῃ ἑπτακοσίων τριάκοντα πτώσεων, λέγω δὴ μίξεων αἰσχρῶν, καὶ ὀνομάτων τῶν παρ' αὐτοῖς πεπλασμένων, τότε λοιπὸν τολμᾷ ὁ τοιοῦτος, καὶ λέγει· Ἐγώ εἰμι ὁ Χριστός· ἐπειδὴ ἄνωθεν καταβέβηκα διὰ τῶν ὀνομάτων τῶν τξεʹ ἀρχόντων.
living creatures and in beasts, and in fishes, and in serpents, and in human beings to have been sown abroad, and in herbs, and in trees, and in fruits of the earth. And those of them who are called Phibionites offer up their shameful sacrifices of fornication, which have been mentioned here before by us, unto three hundred and sixty-five names which they themselves have fabricated as belonging forsooth to archons, mocking silly women and saying: Consort with me, so that I may bring you up to the archon. And at each union they pronounce some barbarian name of one of those devised in their delusion among them, and pray forsooth, saying: We offer unto you, such a one, so that you may offer unto such a one. And at another union again they suppose that they likewise offer unto another, so that he too may offer unto the other. And until one arrives at, or rather descends through, three hundred and sixty-five lapses of lust, at each one he who practises such a thing invokes some name. And he begins again to go down through the same ones, performing the same shameful acts and mocking the women who have been deceived. When therefore he has driven on to such a bulk of number, seven hundred and thirty lapses—I mean shameful unions and names fabricated among them—then at last such a man presumes and says: I am the Christ, since I have descended from above through the names of the 365 archons.
Ιʹ. Τὰ δὲ τῶν μειζόνων κατ' αὐτοὺς ἀρχόντων ὀνόματα ταῦτα εἶναι λέγουσι, πολλοὺς λέγοντες. Ἐν μὲν τῷ πρώτῳ οὐρανῷ εἶναι τὸν Ἰαὼ ἄρχοντα, καὶ ἐν τῷ δευτέρῳ φασὶν εἶναι τὸν Σακλᾶν ἄρχοντα τῆς πορνείας· ἐν δὲ τῷ τρίτῳ τὸν Σὴθ ἄρχοντα· ἐν δὲ τῷ τετάρτῳ εἶναί φασι τὸν Δάδην· τέταρτον γὰρ ὑποτίθενται οὐρανὸν, καὶ τρίτον· πέμπτον δὲ ἄλλον οὐρανὸν, ἐν ᾧ φασιν εἶναι τὸν Ἐλωαῖον τὸν καὶ Ἀδωναῖον. Ἐν δὲ τῷ ἕκτῳ φασὶν εἶναι οἱ μὲν τὸν Ἰαλδαβαὼθ, οἱ δὲ τὸν Ἠλιλαῖον. Ἄλλον δὲ ἕβδομον οὐρανὸν ὑποτίθενται, ἐν ᾧ λέγουσιν εἶναι τὸν Σαβαώθ. Ἄλλοι δὲ λέγουσιν οὐχὶ, ἀλλ' ὁ Ἰαλδαβαώθ ἐστιν ἐν τῷ ἑβδόμῳ· ἐν δὲ τῷ ὀγδόῳ οὐρανῷ τὴν Βαρβηλὼ καλουμένην, καὶ τὸν Πατέρα τῶν ὅλων, καὶ Κύριον τὸν αὐτὸν αὐτοπάτορα, καὶ Χριστὸν ἄλλον αὐτολόχευτον· καὶ Χριστὸν τοῦτον τὸν κατελθόντα, καὶ δείξαντα τοῖς ἀνθρώποις ταύτην τὴν γνῶσιν, ὃν καὶ Ἰησοῦν φασι· μὴ εἶναι δὲ αὐτὸν ἀπὸ Μαρίας γεγεννημένον, ἀλλὰ διὰ Μαρίας δεδειγμένον· σάρκα δὲ αὐτὸν μὴ εἰληφέναι, ἀλλ' ἢ μόνον δόκησιν εἶναι. Φασὶ δὲ τὸν Σαβαὼθ οἱ μὲν ὄνου μορφὴν ἔχειν, οἱ δὲ χοίρου. Διόπερ ἐνετείλατο, φασὶ, τοῖς Ἰουδαίοις χοῖρον μὴ ἐσθίειν. Εἶναι δὲ αὐτὸν ποιητὴν οὐρανοῦ καὶ γῆς, καὶ τῶν μετ' αὐτὸν οὐρανῶν καὶ ἀγγέλων τῶν ἑαυτοῦ. Τὴν δὲ ψυχήν, ἐν τῷ ἐξέρχεσθαι ἐντεῦθεν, διαβαίνειν διὰ τῶν ἀρχόντων τούτων· μὴ δύνασθαι δὲ διαπερᾶσαι, ει μή τι ἂν τῆς γνώσεως ἐν πληρώματι γένηται, μᾶλλον δὲ ταύτης τῆς καταγνώσεως, καὶ ἐμφορηθεῖσα διαδράσειε τῶν ἀρχόντων καὶ τῶν ἐξουσιῶν τὰς χεῖρας. Εἶναι δὲ δρακοντοειδῆ τὸν ἄρχοντα τὸν κατέχοντα τὸν κόσμον τοῦτον, καὶ καταπίνοντα μὲν τὰς ψυχὰς τὰς μὴ ἐν
X. Moreover, they say that the names of the greater archons according to them are these, naming many. In the first heaven, they say, is the archon Iao, and in the second is Saclas, the archon of fornication; in the third, the archon Seth; and in the fourth, they say, is Dades—for they posit a fourth heaven as well as a third; and another fifth heaven, in which they say is Eloaeus, who is also Adonaeus. And in the sixth, some say is Ialdabaoth, while others say Elilaeus. And they posit another seventh heaven, in which they say is Sabaoth. Others, however, say no, rather Ialdabaoth is in the seventh; and in the eighth heaven are she who is called Barbelo, and the Father of the universe, and the Lord who is Himself self-fathered, and another Christ who is self-begotten; and that this Christ is the one who descended and showed unto human beings this knowledge, whom they also call Jesus; and that he was not born of Mary, but displayed through Mary, and did not take flesh, save in mere appearance. And some say that Sabaoth has the form of an ass, while others say that of a swine; wherefore, they say, he commanded the Jews not to eat swine. And they say that he is the maker of heaven and earth, and of the heavens after him, and of his own angels; and that the soul, upon departing hence, passes through these archons, yet is unable to cross through unless it come to be in the fullness of knowledge—or rather of this condemnation—and, filled therewith, escape the hands of the archons and the authorities; and that dragon-shaped is the archon who holds this world, both swallowing down the souls that are not in
Notes, col. 345

On the reading

Printed ει, for εἰ.

PG 41:348Read from the page
γνώσει ὑπαρχούσας, καὶ διὰ τῆς κέρκου πάλιν ἐπιστρέφοντα εἰς τὸν κόσμον, κἀντεῦθεν εἰς χοίρους καὶ εἰς ἄλλα ζῶα, καὶ πάλιν διὰ τῶν αὐτῶν ἀναφερομένας. Εἰ δέ τις, φασὶν, ἐν τῇ γνώσει γένηται ταύτῃ, καὶ συλλέξει ἑαυτὸν ἐκ τοῦ κόσμου διὰ τῶν ἐμμηνίων καὶ διὰ τῶν ῥύσεων τούτων τῆς ἐπιθυμίας, μηκέτι ἐνταῦθα κατέχεσθαι αὐτὸν, ἀλλὰ ὑπερβαίνειν τοὺς προειρημένους ἄρχοντας. Ἔρχεσθαι δὲ, φασὶ, παρὰ τὸν Σαβαὼθ, καὶ πατεῖν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ἀθυρογλώττως βλασφημοῦντες, καὶ οὕτως ὑπερβαίνειν εἰς τὸ ἄνω μέρος, ὅπου ἡ μήτηρ τῶν ζώντων ἡ Βαρβηρὼ, ἤτοι Βαρβηλώ. Καὶ οὕτω τὴν ψυχὴν σώζεσθαι. Ἔχειν δὲ καὶ τρίχας ὡς γυναικὸς τὸν αὐτὸν λέγουσιν οἱ τάλανες, νομίζοντες τὸ ὄνομα τὸ Σαβαὼθ ἄρχοντά τινα εἶναι· Οὐκ εἰδότες, ὅτι ὅπου λέγει, Τάδε λέγει Κύριος Σαβαὼθ, οὐκ ὄνομά τινος εἶπεν, ἀλλ' ὄνομα δοξολογίας τῆς θεότητος. Σαβαὼθ γὰρ ἑρμηνεύεται ἀπὸ τῆς Ἑβραϊκῆς διαλέκτου Κύριος τῶν δυνάμεων. Ὅπου γὰρ ἐν τῇ Παλαιᾷ Διαθήκῃ τὸ Σαβαὼθ ὄνομά ἐστι γεγραμμένον, δύναμιν ὑποφαίνει. Ὅθεν ὁ Ἀκύλας πανταχοῦ τὸ Ἀδωναΐ Σαβαὼθ ἑρμηνεύει λέγων, Κύριος στρατιῶν. Οὗτοι δὲ, κατὰ πάντα τρόπον ἐμμανέντες, κατὰ τοῦ αὐτῶν δεσπότου τὸν μὴ ὄντα ζητοῦσι, καὶ τὸν ὄντα ἀπολωλέκασι, μᾶλλον δὲ ἑαυτοὺς ἀπώλεσαν.
knowledge, and turning them back again through the tail into the world, and thence into swine and into other living creatures, and that they are borne up again through the same ones. But if anyone, they say, comes to be in this knowledge, and gathers himself out of the world through menstrual fluxes and through these emissions of lust, he is no longer detained here, but passes beyond the aforesaid archons. And he comes, they say, before Sabaoth, and treads upon his head—blaspheming with unbridled tongue—and thus passes beyond into the upper region, where is the mother of the living, Barbero, that is, Barbelo; and thus the soul is saved. Moreover, the wretches say that the same one also has hair like a woman's, supposing the name Sabaoth to be some archon; not knowing that wherever it says, Thus saith the Lord Sabaoth, He did not speak the name of anyone, but a name of doxology belonging to the Godhead. For Sabaoth is interpreted from the Hebrew dialect as Lord of powers. For wherever in the Old Testament the name Sabaoth is written, it signifies power; whence Aquila everywhere translates Adonai Sabaoth by saying, Lord of hosts. But these men, driven mad in every way against their own Master, seek him who is not, and have lost Him Who is—or rather, have destroyed themselves.
ΙΑʹ. Ἄλλα δὲ ὅσα φλυαροῦσιν, ἐν οἷς περικακεῖν ἐστι τὰ τῆς αὐτῶν μανίας λέγειν. Τινὲς δὲ ἐξ αὐτῶν, γυναιξὶ μὴ πλησιάζοντες, ταῖς ἰδίαις χερσὶ αὐτῶν ἑαυτοὺς φθείρουσι, τὴν δὲ αὐτῶν φθορὰν λαμβάνουσιν εἰς τὰς χεῖρας, καὶ οὕτως ἐσθίουσι, χρώμενοι σεσυκοφαντημένῃ μαρτυρίᾳ, τὸ, Αἱ χεῖρες αὗται ἐπήρκεσαν οὐ μόνον ἐμοὶ, ἀλλὰ καὶ τοῖς σὺν ἐμοί· καὶ τὸ πάλιν· Ἐργαζόμενοι ταῖς ἰδίαις χερσὶν, ἵνα δύνησθε καὶ τοῖς μὴ ἔχουσι μεταδοῦναι· ὡς καὶ περὶ τούτων, οἶμαι, ἐκινήθη τὸ ἅγιον Πνεῦμα ἐν τῷ ἀποστόλῳ Ἰούδᾳ, λέγω δὴ ἐν τῇ ὑπ' αὐτοῦ γραφείσῃ καθολικῇ Ἐπιστολῇ (Ἰούδας δέ ἐστιν οὗτος, ὁ ἀδελφὸς Ἰακώβου καὶ Κυρίου λεγόμενος). Ὑπέδειξε γὰρ αὐτοὺς τὸ ἅγιον Πνεῦμα διὰ τῆς φωνῆς τοῦ Ἰούδα κατὰ τὰ κτήνη φθειρομένους καὶ φθείροντας, ὡς λέγει, ὅτι Ὅσα μὲν οὐκ οἶδασιν, ἀγνοοῦντες ἁλίσκονται· ὅσα δὲ οἶδασιν, ὡς τὰ ἄλογα ζῶα φθείρονται. Κυνῶν γὰρ δίκην καὶ χοίρων τὴν ἀπ' αὐτῶν φθορὰν ἐπιτελοῦσιν. Ο⟨ἱ⟩ κύνες γὰρ καὶ οἱ χοῖροι, οὐ μὴν ἀλλὰ καὶ ἄλλ⟨α⟩ ζῶα οὕτως φθείρονται, καὶ τὴν ἀπόῤῥυσιν τὴ⟨ν⟩ ἀπὸ τῶν σωμάτων αὐτῶν ἐσθίουσι. Καὶ γὰρ ἀλ⟨η⟩θῶς ἐνυπνιαζόμενοι σάρκα μιαίνουσι, Κυριότητα δ⟨ὲ⟩ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσι. Μιχαὴλ δὲ ⟨ὁ⟩ ἀρχάγγελος, διαλεγόμενος τῷ διαβόλῳ περὶ το⟨ῦ⟩ Μωϋσέως σώματος, οὐκ ἤνεγκε λόγον βλασφημίας, ἀλλὰ εἶπεν, « Ἐπιτιμήσαι σοι ὁ Κύριος.
XI. And as for all the other things they babble, one might grow sick even to tell the matters of their madness. For certain among them, not approaching women, corrupt themselves with their own hands, and take their corruption into their hands and eat it thus, making use of a maliciously twisted testimony, the saying: These hands ministered not unto me only, but also unto those who were with me; and again the saying: Working with your own hands, so that you may be able to impart also unto those who have not; just as concerning these men also, I suppose, the Holy Spirit was moved in the apostle Jude—I mean in the catholic Epistle written by him (now this Jude is he who is called the brother of James and of the Lord). For the Holy Spirit pointed them out through the voice of Jude as being corrupted and corrupting after the manner of brutes, as he says: Whatsoever things indeed they know not, being ignorant they are caught therein; and whatsoever things they know, as brute beasts they are corrupted. For after the manner of dogs and swine they accomplish the corruption proceeding from themselves; for dogs and swine, and indeed other living creatures also, are thus corrupted and eat the flux from their own bodies. For truly in their dreamings these men defile the flesh, set at naught Lordship, and blaspheme glories. Yet Michael the archangel, when disputing with the devil concerning the body of Moses, did not bring a word of blasphemy, but said: The Lord rebuke you.
PG 41:349Read from the page
Οὗτοι δὲ ὅσα οὐκ οἴδασι, φυσικῶς βλασφημοῦσιν· ὅτι τὰ Ἅγια τῶν ἁγίων τὰ μετὰ ἁγιασμοῦ ἡμῖν παραδοθέντα βλασφημοῦσιν, εἰς αἰσχρότητα αὐτοὶ μεταβαλλόμενοι. Καὶ ταῦτά ἐστιν ἅτινα κατὰ τῶν ἀποστόλων ἐτόλμησαν λέγειν, ὡς καὶ ὁ μακάριος Παῦλός φησιν· Ὥστε τινὰς τολμᾷν ἡμᾶς λέγειν, Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ ἐφ' ἡμᾶς τὰ ἀγαθά. ὧν τὸ κρῖμα ἔνδικόν ἐστι. Πόσας δὲ ἄλλας ἀγάγοιμι μαρτυρίας κατὰ τῶν βλασφήμων! Οὗτοι γὰρ οἱ ταῖς ἰδίαις χερσὶ φθειρόμενοι, οὐ μόνον δὲ, ἀλλὰ καὶ οἱ ταῖς γυναιξὶ πλησιάζοντες, λοιπὸν κόρον μὴ λαβόντες τῆς μετὰ τῶν γυναικῶν πολυμιξίας, εἰς ἀλλήλους ἐκκαίονται, ἄνδρες ἐν ἀνδράσι (κατὰ τὸ γεγραμμένον) τὴν ἀντιμισθίαν τῆς πλάνης ἐν ἑαυτοῖς ἀπολαμβάνοντες. Ἐξώλεις γὰρ οἱ αὐτοὶ γενόμενοι μακαρίζουσιν ἀλλήλους, ὡς τὸ προκριτέον πρᾶγμα ἀναδεξάμενοι. Ἀλλὰ καὶ ἀπατῶντες τὸ αὐτοῖς πειθόμενον γυναικεῖον γένος, τὸ Σεσωρευμένον ἁμαρτήμασι, καὶ ἠγμένον ποικίλαις ἐπιθυμίαις, φάσκουσι ταῖς ἠπατημέναις ὑπ' αὐτῶν, ὅτι Ἡ δεῖνα παρθένος ἡ τοσαῦτα ἔτη ἐφθαρμένη, καὶ φθειρομένη καθ' ἑκάστην ἡμέραν. Κόρον γὰρ οὐκ ἔχει παρ' αὐτοῖς ἡ λαγνεία, ἀλλ' ὅσον τις παρ' αὐτοῖς αἰσχρουργὸς ἄνθρωπος, τοσοῦτον παρ' αὐτοῖς ἐπαινετός. Ἐκείνας δέ φασιν εἶναι παρθένους, τὰς μηδέποτε ἐν κοσμικῇ μίξει γάμου κατὰ φύσιν τῆς συνηθείας γενομένας ἕως καταβολῆς σπέρματος, ἀλλὰ μιγνυμένας μὲν ἀεὶ, καὶ πορνευούσας, πρὸ δὲ τοῦ ἀπαρτισθῆναι τὴν ἡδονὴν ἀφιστώσας τὸν πονηροποιὸν αὐτῶν τῆς κοινωνίας φθορέα, καὶ λαμβανούσας τὴν προειρημένην αἰσχρότητα εἰς ἐδωδὴν, ὡς κατὰ τὸ ὅμοιον τοῦ Σηλὼμ πρὸς τὴν Θάμαρ κακοτροπίαν, ἀλλὰ ἀπὸ παρθενίας τὴν τέχνην ταύτην ἐπανειρημένας, τοῦ φθείρεσθαι μὲν, μὴ ὑποδέχεσθαι δὲ τῆς φθορᾶς τὴν μίξιν καὶ τὴν ἀπόῤῥοιαν. Βλασφημοῦσι δὲ οὐ μόνον τὸν Ἀβραὰμ καὶ τὸν Μωϋσέα, καὶ τὸν Ἠλίαν, καὶ πάντα τὸν χορὸν τῶν προφητῶν, ἀλλὰ καὶ τὸν Θεὸν τὸν ἐκλεξάμενον αὐτούς.
But these men naturally blaspheme whatsoever things they know not; for they blaspheme the Holy of holies that have been delivered unto us with sanctification, turning themselves unto shamelessness. And these are the very things which they dared to say against the apostles, as the blessed Paul also says: So that some dare to say of us, Let us do evil things, that good things may come upon us; whose condemnation is just. And how many other testimonies might I adduce against the blasphemers! For these men—not only those who corrupt themselves with their own hands, but also those who consort with women—taking at last no surfeit of promiscuous intercourse with women, burn in lust towards one another, men with men (according as it is written) receiving in themselves the recompense of their error. For having themselves become utter reprobates, they felicitate one another as having embraced the preferable course. Moreover, deceiving the womankind that obeys them, laden with sins and led away by manifold lusts, they declare unto the women deceived by them: Such-and-such a virgin has been corrupted for so many years, and is corrupted every day. For lust knows no surfeit among them; rather, the more shameless a worker of filth anyone is among them, the more praiseworthy he is among them. And they say that those women are virgins who have never entered into the worldly union of marriage according to the nature of custom as far as the casting of seed, who yet consort continually and commit fornication, but before the pleasure is completed push away the wicked corrupter of their intercourse, and take the aforesaid filth for food, after the likeness of the wickedness of Selom towards Tamar, having taken up this art on the pretext of virginity: to be corrupted indeed, yet not to receive the union and the issue of the corruption. And they blaspheme not only Abraham, and Moses, and Elijah, and the whole choir of the prophets, but also God Who chose them.
ΚΒʹ. Ἄλλα δὲ μυρία παρ' αὐτοῖς πεπλασμένα γραφεῖα τετόλμηται. Γένναν μὲν γὰρ Μαρίας βιβλίον τί φασιν εἶναι, ἐν ᾧ δεινά τε καὶ ὀλέθρια ὑποβάλλοντές τινα ἐκεῖσε λέγουσιν. Ἐκ τούτου γὰρ, φασὶ, τὸν Ζαχαρίαν ἀπεκτάνθαι ἐν τῷ ναῷ, ἐπειδὴ, φασὶ, ὀπτασίαν ἑώρακε, καὶ ἀπὸ τοῦ φόβου θέλων εἰπεῖν τὴν ὀπτασίαν, ἀπεφράγη τὸ στόμα. Εἶδε γὰρ, φασὶν, ἐν τῇ ὥρᾳ τοῦ θυμιάματός τινα, ὡς ἐθυμία, ἄνθρωπον ἑστῶτα ὄνου μορφὴν ἔχοντα· καὶ ἐξελθόντος, φασὶ, καὶ θέλοντος εἰπεῖν, Οὐαὶ ὑμῖν, τίνι προσ-
XII [printed XXII]. Moreover, myriad other fabricated writings have been presumed upon among them. For they say there is a certain book, the Birth of Mary, in which they utter certain dreadful and pernicious things which they foist therein. For on account of this, they say, Zacharias was slain in the temple, because, they say, he had seen a vision, and when out of fear he wished to tell the vision, his mouth was stopped up. For at the hour of incense, they say, as he was offering incense, he saw a certain man standing, having the form of an ass; and when he came out, they say, and wished to say, Woe unto you, whom are you wor-
Notes, col. 349

On the reading

Printed ΚΒʹ., for ΙΒʹ..

PG 41:352Read from the page
κυνεῖτε; ἀπέφραξεν αὐτοῦ τὸ στόμα ὁ ὀφθεὶς αὐτῷ ἔνδον ἐν τῷ ναῷ, ἵνα μὴ δύνηται λαλῆσαι. Ὅτε δὲ ἠνοίγη τὸ στόμα αὐτοῦ, ἵνα λαλήσῃ, τότε ἀπεκάλυψεν αὐτοῖς, καὶ ἀπέκτειναν αὐτόν. Καὶ οὕτως, φασὶν, ἀπέθανε Ζαχαρίας. Διὰ τοῦτο γὰρ ὁ ἱερεὺς ὑπ' αὐτοῦ τοῦ νομοθετήσαντος προσετάγη, φασὶν, ἔχειν κώδωνας, ἵν', ὅταν εἰσέρχηται ἱερατεῦσαι, τὸν κτύπον ἀκούων τῶν κωδώνων, κρύπτηται ὁ προσκυνούμενος, ἵνα μὴ φωραθῇ τὸ ἰνδαλματικὸν τῆς μορφῆς αὐτοῦ πρόσωπον. Ἔστι δὲ τὸ πᾶν τῆς εὐηθείας αὐτῶν ἐπιτήδευμα εὐθυέλεγκτον καὶ χλεύης ἔμπλεων. Εἰ γὰρ ἦν ὅλως ὁρατὸς ὁ ἱερουργούμενος, οὐδὲ κρυβῆναι ἠδύνατο· εἰ δὲ ὅλως κρυβῆναι ἠδύνατο, οὐκέτι ἦν ὁρατός. Καὶ ἑτέρως πάλιν πρὸς αὐτοὺς ῥητέον, ὅτι, ει ὁρατὸς ἦν, σῶμα ἄρα ἦν, καὶ οὐκ ἦν πνεῦμα· εἰ δὲ πνεῦμα ἦν, οὐκέτι ἐν ὁρατοῖς ἐξετάζεται. Πῶς οὖν τὸ οὐκ ἐν ὁρατοῖς ἐξεταζόμενον ἀπὸ τοῦ κτύπου τῶν κωδώνων τῆς ἑαυτοῦ συστολῆς προενοεῖτο; Ἔχον γὰρ τὸ ἀόρατον κατὰ φύσιν, οὐκ ἂν ὠπτάνετο, εἰ μὴ ἤθελεν. Εἰ δὲ καὶ ᾤφθη δὲ, οὐκέτι κατὰ ἀνάγκην ἐφαίνετο, τῆς φύσεως αὐτὸν ἀγούσης εἰς τὸ φαίνεσθαι, ἀλλὰ κατὰ χάριν, οὐ φόβῳ καὶ προλήψει παρὰ προσδοκίαν ἄνευ κτύπου, εἰς τὸ δῆλον καθιστῶντος τὴν αὐτοῦ ὀπτασίαν. Καὶ οὕτως κατὰ πάντα τρόπον διέπεσεν ὁ αὐτῶν ψευδὴς καὶ παραπεποιημένος λόγος. Καὶ πολλά ἐστιν ἄλλα, ἃ λέγουσι ληρώδη· καίτοιγε τοῦ Ζαχαρίου μὴ ἀποκτανθέντος εὐθὺς, ἀλλὰ καὶ ἐπιμείναντος ἡμέρας μετὰ τὴν τοῦ Ἰωάννου γέννησιν, καὶ προφητεύσαντος περὶ τοῦ Ἰωάννου, καὶ περὶ τῆς παρουσίας Κυρίου, καὶ ἐνσάρκου γεννήσεως ἀπὸ τῆς ἁγίας Παρθένου Μαρίας διὰ Πνεύματος ἁγίου, ὡς λέγει· Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ. Προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει, καὶ τὰ ἑξῆς. Πόσα δὲ ἀλλὰ ἔστιν εἰπεῖν περὶ τῆς αὐτῶν ψευδηγορίας καὶ τοῦ αὐτῶν μιασμοῦ!
shipping?—he who had appeared unto him within the temple stopped up his mouth, so that he could not speak. But when his mouth was opened that he might speak, then he revealed it unto them, and they slew him; and thus, they say, Zacharias died. For on this account, they say, the priest was commanded by the lawgiver himself to wear bells, so that whenever he enters in to perform his priestly office, the one who is worshipped, hearing the sound of the bells, may hide himself, lest the phantom-like visage of his form be detected. Yet the whole contrivance of their folly is easily refuted and full of mockery. For if the one ministered unto in sacred rites was visible at all, neither could he have been hidden; and if he could be hidden at all, he was no longer visible. And in another way again it must be said unto them that if he was visible, he was then a body, and was not a spirit; whereas if he was a spirit, he is no longer reckoned among things visible. How then did that which is not reckoned among things visible take forethought for its own withdrawal at the sound of the bells? For possessing invisibility by nature, it would not have been seen unless it wished. And even if he was seen, he appeared not of necessity, as though nature compelled him to appear, but by grace—not out of fear and surprise contrary to expectation without the sound making manifest the vision of himself. And thus in every way their false and counterfeit tale has collapsed. And many are the other foolish things they utter; although in fact Zacharias was not slain straightway, but even remained for days after the birth of John, and prophesied concerning John, and concerning the coming of the Lord and His incarnate birth from the holy Virgin Mary through the Holy Spirit, as he says: And you, child, shall be called prophet of the Most High; for you shall go before the face of the Lord to prepare His ways, to turn the hearts of fathers unto children, and the disobedient in prudence, and so forth. How many other things might one say concerning their falsehood and their defilement!
ΙΓʹ. Οἱ δὲ Λευῖται παρ' αὐτοῖς καλούμενοι, οὐ μίσγονται γυναιξὶν, ἀλλὰ ἀλλήλοις μίσγονται. Καὶ οὗτοί εἰσιν οἱ προκριτέοι παρ' αὐτοῖς δῆθεν καὶ ἐπαινετοί. Καταγελῶσι δὲ λοιπὸν τῶν τὴν πολιτείαν ἀσκούντων, καὶ ἁγνείαν, καὶ παρθενίαν, ὡς εἰς μάτην τὸν κάματον ἀναδεδεγμένων. Προσφέρουσι δὲ εἰς ὄνομα Φιλίππου τοῦ ἁγίου μαθητοῦ εὐαγγέλιον πεπλασμένον, ὅτι φησίν· Ἀπεκάλυψέ μοι ὁ Κύριος, τί τὴν ψυχὴν δεῖ λέγειν ἐν τῷ ἀνιέναι εἰς τὸν οὐρανὸν, καὶ πῶς ἑκάστῃ τῶν ἄνω δυνάμεων ἀποκρίνεσθαι. Ὅτι ἐπέγνων ἐμαυτὴν, φησὶ, καὶ συνέλεξα ἐμαυτὴν πανταχόθεν, καὶ οὐκ ἔσπειρα τέκνα, τῷ ἄρχοντι, ἀλλὰ ἐξεῤῥίζωσα τὰς ῥίζας αὐτοῦ, καὶ συνέλεξα τὰ μέλη τὰ διεσκορπισμένα, καὶ οἶδά σε τίς εἶ. Ἐγὼ γὰρ, φησὶ, τῶν ἄνωθέν εἰμι. Καὶ οὕτως, φησὶν, ἀπολύεται. Ἐὰν δὲ, φησὶν, εὑρεθῇ
XIII. And those among them who are called Levites do not consort with women, but consort with one another; and these forsooth are the preferable and praiseworthy ones among them. And so they deride those who practise the ascetic way of life, and chastity, and virginity, as having taken the toil upon themselves in vain. Moreover, they bring forward in the name of Philip the holy disciple a fabricated gospel, to the effect that it says: The Lord revealed unto me what the soul must say as it ascends into heaven, and how it must answer each of the powers above: I have recognized myself, it says, and have gathered myself from every side, and have not sown children unto the archon, but have uprooted his roots, and have gathered together the scattered members, and I know you, who you are; for I, it says, am of those from above. And thus, it says, she is set free. But if, it says, she be found
Notes, col. 352

On the reading

Printed ει, for εἰ.

Printed ἀλλὰ, for ἄλλα.