ἵνα δείξῃ σοφοὺς μὲν τοὺς Ἰουδαίους, ἀνοήτους δὲ τοὺς Σκύθας. Καὶ φησὶν, Ὀφειλέτης εἰμί. Ἐντεῦθεν τὸ πᾶν γένος τοῦ Ἰσραὴλ Ἰουδαῖοι ἐκαλοῦντο ἀπὸ χρόνου τοῦ Δαβίδ· καὶ διήρκεσεν ἐπωνύμως καλούμενον Ἰσραηλιτῶν τε καὶ Ἰουδαίων ἔχον τὴν ἐπίκλησιν τὸ πᾶν γένος τοῦ Ἰσραὴλ ἀπὸ τῶν χρόνων τοῦ Δαβὶδ καὶ τοῦ υἱοῦ αὐτοῦ Σολομῶντος, καὶ τοῦ υἱοῦ Σολομῶντος, φημὶ δὲ τοῦ Ῥοβοὰμ τοῦ μετὰ τὸν Σολομῶντα βασιλεύσαντος ἐν Ἱερουσαλήμ. Ἵνα δὲ μὴ ἐν παρεξόδῳ γένωμαι, παρερχόμενος τὰ κατὰ τὴν τῶν Ἰουδαίων θρησκείαν, καὶ μὴ ὑποσημαινόμενος τῆς κατ' αὐτοὺς δόξης τὴν ὑπόθεσιν, ὀλίγα ἀπὸ τῶν πολλῶν παραθήσομαι. Πᾶσι γὰρ, ὡς εἰπεῖν, φανερώτατα ὑπάρχει τὰ κατὰ τοὺς Ἰουδαίους. Διὸ οὐ πάνυ κάματον ἀναδέξομαι περὶ ταύτης τῆς ὑποθέσεως κατὰ τὸ λεπτότατον διηγήσασθαι, ἀλλ' ὧν ἦν ἀναγκαῖον ὀλίγα ἀπὸ πολλῶν ἐνταῦθα παραθέσθαι.
in order to show that the Jews are wise, whereas the Scythians are foolish. And he says, I am debtor. Thenceforth the whole race of Israel were called Jews from the time of David; and the whole race of Israel continued to be called by that surname, bearing the designation both of Israelites and of Jews, from the times of David, and of his son Solomon, and of Solomon's son—I mean Rehoboam, who reigned in Jerusalem after Solomon. Yet lest I digress by passing over the matters pertaining to the religion of the Jews without indicating the substance of their belief, I shall set down a few points out of many. For the affairs of the Jews are, so to speak, most evident to all. Wherefore I shall not take great pains to recount this subject in the minutest detail, save to set down here a few things out of many where it was needful.
Δʹ. Ἰουδαῖοι τοίνυν οἱ ἀπὸ τοῦ Ἀβραὰμ κατὰ διαδοχὴν ὑπάρχοντες, καὶ τὴν αὐτοῦ θεοσέβειαν διαδεξάμενοι, περιτομὴν μὲν τοῦ Ἀβραὰμ ἔχουσιν, ἣν κατὰ πρόσταξιν Θεοῦ εἴληφεν ἐννενηκοστὸν ἔννατον ἔτος κατάγων, δι' αἰτίαν ἣν ἄνω προεῖπον, εἰς τὸ τούτου σπέρμα πάροικον γενόμενον ἐν τῇ ἀλλοτρίᾳ μὴ ἀποστραφῆναι τὸ ὄνομα τοῦ Θεοῦ, ἐπὶ σώματος δὲ σφραγῖδα φέρειν ὑπομνήσεως χάριν καὶ ἐλέγχου, εἰς τὸ ἐμμένειν τῇ τοῦ πατρὸς αὐτῶν θεοσεβείᾳ. Ὁ δὲ παῖς τούτου Ἰσαὰκ ὀκταήμερος περιτέμνεται, ὡς τὸ τοῦ Θεοῦ εἶχε θέσπισμα. Καὶ ὡμολόγηται μὲν, ὅτι ἐκ προστάγματος Θεοῦ ἡ περιτομὴ τότε ὑπῆρχε· τύπῳ δὲ ἦν αὕτη διατεταγμένη τότε, ὡς κατὰ ἀκολουθίαν προβαίνοντες ὕστερον περὶ τούτου δείξομεν. Διήρκεσαν τοίνυν περιτεμνόμενοι, καὶ θεοσεβείᾳ προσανέχοντες οἱ αὐτοὶ τοῦ Ἀβραὰμ κατὰ διαδοχὴν παῖδες, ἀπ' αὐτοῦ φημι, καὶ καθεξῆς, Ἰσαὰκ, Ἰακὼβ, καὶ οἱ τούτου παῖδες, ἔν τε τῇ Χανανίτιδι γῇ, Ἰουδαίᾳ καὶ Φιλιστιαίᾳ, οὕτω κληθείσῃ τότε, τὰ νῦν δὲ Παλαιστίνῃ καλουμένῃ· ἀλλὰ καὶ ἐν Αἰγύπτῳ. Ἰακὼβ γὰρ ὁ καὶ Ἰσραὴλ κάτεισιν ἅμα τοῖς ἕνδεκα αὐτοῦ παισὶν εἰς Αἴγυπτον, ἔτος κατάγων ἑκατοστὸν τριακοστὸν τῆς αὐτοῦ ζωῆς. Ἰωσὴφ δὲ ὁ ἕτερος αὐτοῦ υἱὸς ἤδη ἐν Αἰγύπτῳ προϋπῆρχε βασιλεύων, πραθεὶς ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ διὰ φθόνον. Ἡ δὲ τοῦ Θεοῦ οἰκονομία, τὰ ἀγαθὰ συνεργοῦσα τῷ δικαίῳ, εἰς θαυμαστὸν μετήγαγε τὴν κατ' αὐτοῦ Ἰωσὴφ ἐπιβουλήν. Κάτεισι τοίνυν, ὡς προεῖπον, ὁ Ἰακὼβ καὶ οἱ ἀπ' αὐτοῦ υἱοὶ, καὶ γυναῖκες καὶ ἔκγονοι, ἐν ἑβδομήκοντα πέντε ψυχαῖς ἀριθμηθέντες, εἰς Αἴγυπτον, ὡς περιέχει ἡ πρώτη βίβλος τῆς κατὰ Μωϋσέα Πεντατεύχου, σαφῶς δηλοῦσα περὶ τούτων πάντων. Δι-
Chapter IV. The Jews, therefore, who exist in succession from Abraham and have inherited his godliness, possess Abraham's circumcision, which he received by God's command when he was spending his ninety-ninth year, for the reason that I stated above: so that his seed, having become sojourners in a foreign land, might not turn away from the name of God, but bear a seal upon their body for the sake of remembrance and reproof, to abide in the godliness of their father. And his son Isaac was circumcised on the eighth day, as the ordinance of God enjoined. And it is acknowledged that circumcision existed at that time by God's command; yet at that time it was ordained as a type, as we shall show later when we advance in due sequence. Accordingly these same sons of Abraham in succession—from himself, I mean, and in order, Isaac, Jacob, and his sons—continued being circumcised and devoting themselves to godliness, both in the land of Canaan, Judaea, and Philistia, as it was then called, though now called Palestine, and also in Egypt. For Jacob, who is also Israel, went down together with his eleven sons into Egypt, spending the one hundred and thirtieth year of his life. Meanwhile his other son Joseph was already ruling beforehand in Egypt, having been sold by his brothers out of envy. Yet the providence of God, working good things together for the righteous man, turned the plot against Joseph himself to a marvellous outcome. So, as I said before, Jacob and his sons, with their wives and grandsons, numbered at seventy-five souls, went down into Egypt, as the first book of the Pentateuch according to Moses contains, clearly declaring concerning all these matters. And they con-