Migne Reading Room

PG 41 · cols. 221–232 · Read from the page

Panarium sive Arcula Adversus Octoginta Haereses: Liber I, Tomus I (Haereses I–XX)

Panarium sive Arcula Adversus Octoginta Haereses: Liber I, Tomus I (Haereses I–XX)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:221Read from the page
καὶ Κουδαίους, Σεπφαρουραίους καὶ Ἀναγωγαναίους. Οἵ τινες, ἅμα τοῖς αὐτῶν εἰδώλοις ἀναβάντες, κατῴκουν τὸ τηνικαῦτα τὴν Σαμαρείαν, ταύτην ἐπιλεξάμενοι ἑαυτοῖς τὴν γῆν, διὰ τὸ εἶναι πίονά τε καὶ γονιμωτάτην. Χρόνῳ δὲ οὗτοι ὑπὸ τῶν θηρίων διασπαραττόμενοι, λεόντων δὲ καὶ παρδάλεων, καὶ ἄρκτων, καὶ τῶν ἄλλων πονηρῶν θηρίων, ἀποστέλλουσιν εἰς Βαβυλῶνα, παρακαλοῦντες, καὶ ὑπερβολῇ θαυμάζοντες τὴν τῶν κατοικησάντων τὰ πρὶν ἐγκάθετον διαγωγὴν, πῶς ἠδύναντο ἀποστῆναι τὴν τῶν θηρίων ἁρπαγήν τε καὶ βίαν. Ὁ δὲ βασιλεὺς, μεταστειλάμενος τοὺς πρεσβυτέρους, ᾔρετο τὴν αὐτοῖς γενομένην ἀγωγὴν τῆς ἐν τῇ Ἰουδαίᾳ καθέξεως, πῶς τε διελάνθανον τὴν τῶν θηρίων ἁρπαγὴν, τοσαύτης θηριοβολίας καὶ λύμης κατὰ τὴν γῆν ἐκείνην ὑπαρχούσης. Οἱ δὲ τὴν τοῦ Θεοῦ νομοθεσίαν αὐτῷ ἐδείκνυον, καὶ μετὰ συνέσεως αὐτῷ ἀπεκάλυπτον τῆς εὐλόγου γνώμης τὰ καθεξῆς φήσασθαι. Μὴ δύνασθαι γὰρ ἐκεῖσε ἔθνος καθέζεσθαι, εἰ μή τι ἂν τὸν νόμον τοῦ θεοῦ τοῦ οὐρανοῦ τὸν διὰ Μωϋσέως δοθέντα ἐπιτελέσαιεν. Εἶναι γὰρ τὸν Θεὸν τὸν ὑπερασπίζοντα τῆς γῆς· μὴ βούλεσθαι δὲ παραβάσεις ἐν αὐτῇ παρ' ἐθνῶν ἀλλοφύλων γίνεσθαι εἰδωλολατρείας καὶ τῶν ἄλλων. Ὁ δὲ ἐπιμελόμενος, καὶ πειθόμενος τῇ τῶν ἀναδιδαξάντων ἀληθεστάτῃ ἑρμηνείᾳ, ἀντίγραφον τοῦ νόμου ᾔτησεν. Οἱ δὲ, ἀφθόνως δεδωκότες μετὰ καὶ τοῦ νόμου, Ἔσδραν τινὰ ἱερέα ἀποστέλλουσι παιδευτὴν τοῦ νόμου ἀπὸ Βαβυλῶνος, πρὸς τὸ παιδεῦσαι τοὺς ἐν τῇ Σαμαρείᾳ καθεσθέντας Ἀσσυρίους, τοὺς προδεδηλωμένους Χυθαίους καὶ ἄλλους, τὸν νόμον τὸν Μωϋσέως. Γίνεται δὲ τοῦτο ἐν τῷ τριακοστῷ ἔτει πλείω ἢ ἐλάσσω τῆς τοῦ Ἰσραὴλ καὶ Ἰερουσαλὴμ αἰχμαλωσίας. Ἐπαίδευε τοίνυν Ἔσδρας καὶ οἱ μετ' αὐτοῦ τὸ γένος τὸ ἐν τῇ Σαμαρείᾳ, καὶ ἐκλήθησαν Σαμαρεῖται οἱ τὸν νόμον διὰ τοῦ Ἔσδρα τοῦ ἀπὸ Βαβυλῶνος ἥκοντος διαδεξάμενοι. Διῆλθε δὲ χρόνος ἐτῶν τεσσαράκοντα ἄλλων, καὶ ἡ αἰχμαλωσία ἀνείθη. Καὶ ἀνῆλθεν Ἰσραὴλ ἀπὸ τῆς Βαβυλῶνος.
and Cudaeans, Seppharuraeans, and Anagoganaeans. These men, having gone up together with their idols, inhabited Samaria at that time, having chosen this land for themselves because it was both rich and exceedingly fertile. In course of time, however, being torn in pieces by wild beasts—lions and leopards and bears and the other fierce wild beasts—they send word to Babylon, entreating and marvelling exceedingly at the settled way of life of the former inhabitants, how they had been able to ward off the rapine and violence of the wild beasts. And the king, summoning the elders, inquired into the manner of life they had followed in their occupancy in Judaea, and how they escaped the rapine of the wild beasts when there existed so great an onslaught of beasts and ruin throughout that land. And they pointed out to him the legislation of God, and with understanding disclosed to him the points of their reasonable counsel to be stated in order: for no nation could settle in that place unless they performed the law of the God of heaven given through Moses; for it was God Who defended the land, and He did not will that transgressions of idolatry and the rest should take place in it at the hands of foreign nations. Taking care, therefore, and being persuaded by the most truthful explanation of those who instructed him, he asked for a copy of the law. And they, having ungrudgingly given it along with the law itself, send forth a certain priest Esdras from Babylon as an instructor of the law, in order to instruct the Assyrians settled in Samaria—the aforesaid Cuthaeans and others—in the law of Moses. Now this takes place more or less in the thirtieth year of the captivity of Israel and Jerusalem. Esdras accordingly, along with those with him, instructed the race in Samaria, and those who received the law in succession through Esdras when he came from Babylon were called Samaritans. And a period of forty further years passed by, and the captivity was released; and Israel went up from Babylon.
Θʹ. Ἐπέστη δὲ θαυμάζειν, πῶς συμβέβηκε τὰ τέσσαρα ἔθνη καὶ τέσσαρας αἱρέσεις ἐν αὐτῷ τῷ ἔθνει γενέσθαι· φημὶ δὲ πρῶτον Ἐσσηνῶν, δεύτερον Γορθηνῶν, τρίτον Σεβουαίων, τέταρτον Δοσιθέων. Ἐντεῦθεν ἀρχή μοι γίνεται τῆς τοῦ ἐπαγγέλματος κατὰ αἱρέσεων πραγματείας, καὶ τὸ αἴτιον, ὅπως διασαφήσων ἐν βραχεῖ ἐρῶ. Τί δέ ἐστιν ἄλλο, ἢ ὅτι ἀπὸ τῆς τῶν γλωσσῶν πολυφόρου ἀλλοιοφωνίας φυλαὶ γεγόνασι; Κατὰ δὲ ἑκάστην φυλήν τε καὶ πα-
IX. And it came upon me to marvel how it came to pass that the four nations and four heresies arose within that selfsame nation: I mean first of Essenes, second of Gorthenians, third of Sebuaeans, fourth of Dositheans. From this point begins for me the treatise against heresies that I have promised, and I shall state its cause briefly so as to make it clear. For what else is it than that out of the manifold diversity of speech of the tongues tribes arose? And according to each tribe and pa-
PG 41:224Read from the page
τριαρχίαν ἔθνη διάφορα προέστη. Πᾶν δὲ ἔθνος ἑαυτῷ προσεστήσατο βασιλέα εἰς κεφαλήν. Συμβέβηκε δὲ ἀπὸ τούτου πόλεμον εἶναι καὶ ἔνστασιν, καὶ συμπληγάδας ἐθνῶν ἐν ἔθνεσι συῤῥηγνυμένων, ἑκάστου βιαζομένου τὸ ἴδιον θέλημα προτιμᾶσθαι, εἰς ἑαυτὸν δὲ τὰ τῶν πέλας ἀποφέρεσθαι, διὰ τὴν ἐν τῷ βίῳ ἐν ἡμῖν πᾶσιν ἀκόρεστον πλεονεξίαν. Οὕτω καὶ ἐν τούτῳ τῷ καιρῷ τῷ προδεδηλωμένῳ, μεταπεσούσης τοῦ Ἰσραὴλ τῆς μιᾶς θρησκείας, καὶ τῆς κατὰ τὸν νόμον γραφῆς εἰς ἕτερα γένη, φημὶ δὲ εἰς Ἀσσυρίους, ἐξ ὧν Σαμαρεῖται οἱ ἐγκάθετοι, συμβέβηκε καὶ τὴν γνώμην διχονοηθῆναι· καὶ λοιπὸν ὥρμησεν ἡ πλάνη καὶ ἡ διχόνοια ὑποσπείρειν ἀπὸ τῆς μιᾶς θεοσεβείας εἰς πολλὰς παραπεποιημένας γνώμας, καθὼς ἑκάστῳ ἔδοξε, καὶ ᾠήθη τῷ γράμματι ἐνασκεῖσθαι, καὶ φράζειν ἕκαστος κατὰ τὸ ἴδιον θέλημα.
-triarchate diverse nations stood forth; and every nation set up a king as head for itself. From this it came to pass that there were war and conflict and clashings of nations dashed together among nations, each man forcing his own will to prevail and carrying off for himself the possessions of his neighbours, because of the insatiable covetousness that is in us all in this life. Thus also at this aforesaid time, when the one religion of Israel and the Scripture according to the law passed over to other races—I mean to the Assyrians, from whom came the Samaritan settlers—it came to pass that their mind also was divided in opinion; and thereafter error and discord rushed on to sow secretly, out of the one godliness, many counterfeit opinions, according as it seemed good to each man, and as each supposed himself to be practised in the letter and expounded it according to his own will.
ΣΑΜΑΡΕΙΤΑΙ,
Samaritans,
Ἑβδόμη αἵρεσις ἀπὸ τοῦ Ἑλληνισμοῦ, ἐννάτη δὲ τῇ ἀκολουθίᾳ.
The seventh heresy from Hellenism, and the ninth in sequence.
Αʹ. Σαμαρεῖται μὲν οὖν ἄχρι τῶν αἱρέσεων ἀπὸ Γραφῆς θεϊκῆς ὁρμώμενοι μετὰ τὰς προειρημένας Ἑλληνικὰς αἱρέσεις ἀπ' ἰδίων λογισμῶν ἀνθρώποις ἐμβροντηθείσας ἀπὸ διανοίας. Πᾶν τοίνυν τὸ γένος Σαμαρειτῶν ἐκαλεῖτο. Ἐρμηνεύονται δὲ Σαμαρεῖται φύλακες, διὰ τὸ ἐν τάξει φυλάκων τετάχθαι ἐν τῇ γῇ· ἢ ἀπὸ τοῦ φύλακας αὐτοὺς εἶναι τῆς κατὰ τὸν νόμον Μωϋσέως διατάξεως. Ἐκαλεῖτο δὲ καὶ τὸ ὄρος ἔνθα ἐκαθέσθησαν Σωμόρων· ἅμα δὲ καὶ Σωμὴρ ἀπὸ ἀρχαίου τινὸς Σωμόρων, υἱοῦ Σωμὴρ, οὕτω τοῦ ἀνδρὸς καλουμένου. Ἦν δὲ οὗτος ὁ Σωμὴρ υἱὸς ἑνὸς ἀνδρὸς τῶν ἀπὸ γένους τῶν Φερεζαίων καὶ Γεργεσαίων, οἳ κατῴκουν τὸ τηνικαῦτα τὴν γῆν, ἐκ διαδοχῆς ὄντες παῖδες τοῦ Χαναὰν τοῦ τὴν γῆν ταύτην ἁρπάξαντος, τὴν νῦν Ἰουδαίαν ἢ Σαμαρείαν καλουμένην, οὖσαν τῶν υἱῶν Σὴμ, μὴ οὖσαν αὐτῶν ἰδίαν, διὰ τὸ αὐτὸν τὸν Χαναὰν εἶναι υἱὸν τοῦ Χὰμ πατραδέλφου τοῦ Σήμ. Καὶ συμβέβηκε τὸ ὄνομα ἐκ διαφόρων προφάσεων καλεῖσθαι Σαμαρείτας, ἔκ τε τοῦ Σωμὴρ, ἔκ τε τοῦ Σωμόρων, ἔκ τε τοῦ φυλάττειν τὴν γῆν, ἔκ τε τοῦ φυλάττειν τὰ παιδεύματα τοῦ νόμου.
1. The Samaritans, then, among the heresies, set out from divine Scripture after the aforesaid Greek heresies, which were struck into men out of their own reasonings from their mind. Now the whole race used to be called Samaritans. And Samaritans are interpreted as guardians, because they were stationed in the rank of guardians in the land, or from their being guardians of the ordinance according to the law of Moses. Moreover, the mountain where they settled was also called Somoron, and at the same time Somer, from a certain ancient Somoron, son of Somer, the man being called thus. Now this Somer was the son of a certain man from the race of the Perizzites and Girgashites who inhabited the land at that time, being by descent children of Canaan, who seized this land now called Judaea or Samaria, which belonged to the sons of Shem and was not their own, because Canaan himself was the son of Ham, the paternal brother of Shem. And it came to pass from diverse occasions that they were called by the name Samaritans: both from Somer, and from Somoron, and from guarding the land, and from guarding the instructions of the law.
PG 41:225Read from the page
Βʹ. Διαφέρονται δὲ οὗτοι Ἰουδαίοις κατὰ τοῦτο πρῶτον, ὅτι οὐκ ἐδόθη αὐτοῖς προφητῶν τῶν μετὰ Μωϋσέα γραφὴ, ἢ μόνον ἡ δοθεῖσα Πεντάτευχος διὰ Μωϋσέως τῷ σπέρματι Ἰσραὴλ ἐν τῇ ἐξόδῳ τῆς ἀπ' Αἰγύπτου πορείας· φημὶ δὲ Γένεσις, καὶ Ἔξοδος, καὶ Λευϊτικὸν, καὶ Ἀριθμοὶ, καὶ Δευτερονόμιον. Ἐν δὲ τῇ Ἑβραΐδι διαλέκτῳ οὕτω καλοῦνται, Βηρσὶθ, Ἐλλεσιμὸθ, Δωικᾶρα, Οὐϊδαβὴρ, Ἐλλεδδαεβάριν. Καὶ ἔσπαρται μὲν ἐν ταύταις ταῖς πέντε βίβλοις ἀναστάσεως νεκρῶν τὸ σημεῖον· οὐ μέντοι γε τηλαυγῶς κεκήρυκται, καὶ ἔσπαρται ἐν αὐταῖς περὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, καὶ περὶ τοῦ ἁγίου Πνεύματος, καὶ κατὰ εἰδώλων. Τὸ δὲ τηλαυγέστερον ἐν αὐταῖς μοναρχίας ἔχει τὴν εἰσαγωγήν· ἐν δὲ τῇ μοναρχίᾳ πνευματικῶς ἡ Τριάς ἐστι καταγγελλομένη. Οἱ δὲ δεξάμενοι τὸν νόμον εἰς τὸ μετατεθῆναι τῆς εἰδωλολατρείας, καὶ τὸν ἕνα Θεὸν ἐπιγνῶναι ἐσπουδάσθησαν· οἷς οὐ γέγονεν ἐπιμέλεια τὸ ἀκριβέστερον ἐπιγνῶναι. Σφαλέντες δὲ οἱ τοιοῦτοι, καὶ μὴ τηλαυγῶς τὸ πᾶν μέρος τῆς πίστεώς τε καὶ τῆς ἡμετέρας ζωῆς τὸ ἀκρίβασμα κατειληφότες, ἠγνόησαν μὲν νεκρῶν ἀνάστασιν, καὶ ἀπιστοῦσι· Πνεῦμα δὲ ἅγιον οὐ παραδέχονται· καὶ γὰρ ἠγνόησαν. Καὶ αὕτη ἡ αἵρεσις ἀθετοῦσα μὲν νεκρῶν ἀνάστασιν, ἀπωθουμένη δὲ εἰδωλολατρείαν, ἐν αὐτῇ δὲ εἰδωλολατροῦσα κατ' ἄγνοιαν, διὰ τὸ ἀποκεκρύφθαι τὰ εἴδωλα τῶν τεσσάρων ἐθνῶν ἐν τῷ ὄρει τῷ παρὰ τοῖς Γαριζεὶν σεσυκοφαντημένως καλουμένῳ. Τῷ γὰρ βουλομένῳ ἀκριβῶς περὶ τοῦ ὄρους Γαριζεὶν ἐρευνᾶσθαι ἰστέον, ὅτι πρὸς τῇ Ἰεριχῷ κεῖνται τὰ δύο ὄρη, τό τε τοῦ Γαριζεὶν, καὶ τὸ τοῦ Γεβὰλ, πέραν τοῦ Ἰορδάνου πρὸς τῇ ἀνατολῇ τῆς Ἰεριχῶ, ὡς ἔχει τὸ Δευτερονόμιον, καὶ Ἰησοῦ τοῦ Ναυῆ ἡ βίβλος. Εἰδωλολατροῦσιν οὖν ἀγνοοῦντες, ἐκ τοῦ πανταχόθεν προσέχειν πρὸς τὸ ὄρος ἐν τῷ αὐτοὺς εὔχεσθαι, δῆθεν ὅτι ἡγίασται. Ἀδύνατον γὰρ τὴν Γραφὴν ψεύσασθαι φάσκουσαν· Ἔμειναν ποιοῦντες τὸν νόμον, καὶ προσκυνοῦντες τὰ αὐτῶν εἴδωλα ἕως τῆς σήμερον ἡμέρας, ὡς ἐμφέρεται ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν.
2. Now these men differ from the Jews first in this respect, that no Scripture of the prophets after Moses was given to them, save only the Pentateuch given through Moses to the seed of Israel in the exodus of their journey out of Egypt—I mean Genesis, and Exodus, and Leviticus, and Numbers, and Deuteronomy. And in the Hebrew tongue they are called thus: Beresith, Ellesimoth, Doicara, Ouidaber, Elleddaebarin. And there is indeed scattered in these five books the sign of the resurrection of the dead, yet it has not been proclaimed radiant and clear; and there are scattered passages in them concerning the only-begotten Son of God, and concerning the Holy Spirit, and against idols. More radiantly, however, they contain the introduction of monarchy, and within the monarchy the Trinity is spiritually proclaimed. Now those who received the law in order to be turned away from idolatry were zealous to acknowledge the one God, yet took no care to gain more accurate knowledge. Having erred, therefore, and not having grasped radiantly every part of the faith and the exact rule of our life, such men were ignorant of the resurrection of the dead and disbelieve it; and they do not accept the Holy Spirit, for indeed they were ignorant of Him. And this heresy, while rejecting the resurrection of the dead and thrusting away idolatry, nevertheless commits idolatry within it unwittingly, because the idols of the four nations were hidden away in the mountain falsely called Gerizim among them. For anyone wishing to inquire accurately concerning Mount Gerizim must know that the two mountains, both that of Gerizim and that of Ebal, lie beside Jericho beyond the Jordan towards the east of Jericho, as Deuteronomy and the book of Joshua the son of Nun state. Unwittingly, therefore, they commit idolatry through turning their attention from every quarter towards the mountain while they pray, on the supposition that it has been sanctified. For it is impossible that Scripture should lie when it declares: They remained keeping the law and worshipping their idols down to this day, as is recorded in the Fourth Book of Kingdoms.
Γʹ. Ἐλέγχονται δὲ αὐτοὶ πανταχόθεν περὶ νεκρῶν ἀναστάσεως, πρῶτον ἀπὸ τοῦ Ἄβελ, ὅτι μετὰ τὸ ἀποθανεῖν τὸ αἷμα προσδιαλέγεται τῷ Δεσπότῃ. Αἷμα δὲ οὐ ψυχὴ τυγχάνει, ἀλλ' ἐν αἵματι ἡ ψυχή. Καὶ οὐκ εἶπεν· Ἡ ψυχὴ βοᾷ πρὸς μέ· δεικνὺς, ὅτι ἐστὶν ἐλπὶς ἀναστάσεως τῶν σωμάτων. Ἀλλὰ καὶ Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο. Ἀλλὰ καὶ Σάῤῥα μετὰ τὸ νεκρωθῆναι αὐτῆς
3. Moreover, they are refuted from every quarter concerning the resurrection of the dead: first from Abel, because after his dying his blood converses with the Master. Now blood is not soul, rather the soul is in the blood; and He did not say, His soul cries out unto Me, showing that there is a hope of the resurrection of bodies. Furthermore, Enoch also was translated so as not to see death, and was not found. Furthermore, Sarah also, after the deadening of her
PG 41:228Read from the page
τὴν μήτραν, καὶ τὴν γῆν κατ' ἐθισμὸν ξηρανθῆναι, αὖθις ἀναζωογονουμένη εἰς καταβολὴν σπέρματος, καὶ ἡ πρεσβῦτις κυϊσκοὺσα τέκνον κατ' ἐπαγγελίαν διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως. Οὐ μὴν δὲ ἀλλὰ καὶ Ἰακὼβ, ἐπιμελόμενος τῶν ἰδίων ὀστέων, ὡς οὐ περὶ ἀπολλυμένων ἐνετέλλετο. Οὐ μόνον δὲ, ἀλλὰ καὶ Ἰωσὴφ τῇ αὐτῇ ἀκολουθίᾳ ἐντελλόμενος, τῆς ἀναστάσεως ὑπέφαινε τὸ εἶδος. Οὐ μὴν δὲ ἀλλὰ καὶ ἡ ῥάβδος τοῦ Ἀαρὼν ἡ βλαστήσασα ξηρὰ οὖσα αὖθις καρπὸν ἤνεγκεν εἰς ἐλπίδα ζωῆς, τὰ νεκρὰ σώματα ἡμῶν ἀναστήσεσθαι σημαίνουσα, εἰς ἀνάστασιν δὲ φέρουσα. Καὶ ἡ τοῦ Μωϋσέως δὲ ῥάβδος ὁμοίως ἡ ξυλίνη κατὰ Θεοῦ βούλημα ἐψυχοῦτο, καὶ ὄφις γινομένη ἀνάστασιν ἐδήλου. Ἀλλὰ καὶ Μωϋσῆς εὐλογῶν τοὺς περὶ Ῥουβὶμ, λέγει· Ζήτω Ῥουβὶμ, καὶ μὴ ἀποθανέτω, τὸν ἀπὸ πάλαι τελευτήσαντα, ἵνα ζωὴν δείξῃ εἶναι μετὰ θάνατον, κρίσιν δὲ δευτέρου θανάτου εἰς καταδίκην. Διὸ δύο εὐλογίας αὐτῷ ἐπιτίθησι, τὸ Ζήτω, λέγων, ἐν τῇ ἀναστάσει, καὶ μὴ ἀποθανέτω ἐν κρίσει, οὐ θάνατον τὸν διὰ σώματος ἀπαλλαγῆς λέγων, ἀλλὰ τὸν διὰ καταδίκης. Ἀρκέσει γοῦν τὰ ὀλίγα πρὸς ἀντίθεσιν τούτων Ἔχουσι δὲ καὶ ἄλλα τινὰ ἀνοίας ἔθη παλαιά· οὔρῳ κλυζόμενοι, ἐπὰν ἀπὸ ξένης ἔλθωσι, μεμιασμένοι δῆθεν· ὕδατι σὺν ἱματίοις βαπτιζόμενοι, ἐπὰν ἅψωνται ἑτέρου τῶν ἀλλοεθνῶν. Μιασμὸν γὰρ ἡγοῦνται τὸ τινὸς ἅψασθαι, ἤτοι θίγειν ἄλλου τινὸς ἀνθρώπηυ ἀπ' ἄλλου δόγματος. Πολλὴ γὰρ ἡ τούτων φρενοβλάβεια.
womb, and after her soil had dried up according to custom, was quickened anew unto the conception of seed, and the aged woman conceived a child according to promise because of the hope of the resurrection. Nay more, Jacob also, taking care for his own bones, gave charge concerning them as over things that were not perishing. And not only so, but Joseph also, giving charge in the same sequence, faintly showed forth the form of the resurrection. Nay more, the rod of Aaron also, which budded when dry, bore fruit anew unto the hope of life, signifying that our dead bodies will rise again and pointing unto resurrection. And likewise the wooden rod of Moses also was animated according to the counsel of God, and by becoming a serpent declared the resurrection. Furthermore, Moses also, in blessing those around Reuben, says, Let Reuben live, and let him not die, speaking of one who had died long ago, in order to show that there is life after death, and a judgement of second death unto condemnation. Wherefore he bestows two blessings upon him, saying Let him live in the resurrection, and let him not die in judgement, meaning not the death that comes through departure from the body, but that which comes through condemnation. These few points, accordingly, will suffice by way of refutation of them. Moreover, they also hold certain other ancient customs of folly: rinsing themselves with urine whenever they come back from foreign parts, as though defiled; immersing themselves in water clothes and all whenever they touch another person of alien nations. For they account it defilement to touch someone, or to come into contact with any other man from another sect; for great is the derangement of mind of these men.
Δʹ. Πῶς δὲ εὐθυέλεγκτος ἡ αὐτῶν ἄνοια γίνεται, ἐπίστησον τὸν νοῦν, ὦ θαυμασιώτατε, καὶ εἴσῃ. Νεκρὸν μὲν γὰρ εὐθέως βδελύττονται αὐτοὶ νεκροὶ ὄντες τοῖς ἔργοις. Μαρτυροῦσι γὰρ οὐ μία μαρτυρία, ἀλλὰ πολλαὶ, τῷ μὴ εἶναι τὸν νεκρὸν ἐβδελυγμένον, ἀλλ' ὅτι αἰνιγματωδῶς ὁ νόμος ἔλεγεν. Οὐκέτι γὰρ δύο ἢ τρεῖς μαρτυρίαι εἰς τοῦτο ἡμῖν ἐπιμαρτυροῦσιν, ἀλλὰ μυριάδες ἑξήκοντα δύο τὸν ἀριθμὸν ἐν τῇ ἐρήμῳ, καὶ ἄλλαι τοσαῦται, καὶ ἐπέκεινα, καὶ ἔτι πολὺ πλείους αἱ τῇ σορῷ τοῦ Ἰωσὴφ ἐπιμαρτυροῦσαι τῇ διὰ τεσσαράκοντα ἐτῶν βασταζομένῃ ἐν ὅλῃ τῇ παρεμβολῇ, καὶ μὴ βδελυττομένῃ, μήτε μολυνούσῃ. Ἔλεγε δὲ τάληθῆ ὁ νόμος, ὅτι, Ἐάν τις ἅψηται νεκροῦ, μένει βέβηλος ἕως ἑσπέρας, καὶ λούσεται ὕδατι, καὶ καθαρισθήσεται. Ἦν δὲ τοῦτο αἰνιττόμενος εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ νέκρωσιν, κατὰ τὸ ἔνσαρκον αὐτοῦ πάθος. Ἀπὸ γὰρ τούτου τοῦ ἄρθρου τὴν διάκρισιν τοῦ ὀνόματος ἔστι σημᾶναι. Ὅπου γὰρ ἄρθρον πρόσκειται ἐπὶ ἑνί τινι ὡρισμένῳ καὶ διαφανεστάτῳ, πάντων ἐστὶν ἡ βεβαίωσις διὰ τὸ ἄρθρον· ἄνευ δὲ τοῦ ἄρθρου ἐπὶ ἑνὸς τοῦ τυχόντος ἀορίστως ἐστὶ ληπτέον. Ὡς οἷον εἰπεῖν,
4. Now how easily refuted their folly is, apply your mind, O most admirable sir, and you will know. For straightway they abominate a corpse while being corpses themselves by their works. Yet not one testimony, rather many bear witness that a corpse is not abominated, and that the law spoke enigmatically. For no longer do two or three testimonies bear witness for us to this, rather sixty-two myriads in number in the wilderness, and as many others again, and beyond that, and far more still, bearing witness to the coffin of Joseph as it was carried throughout forty years in the whole camp and was neither abominated nor defiling. Nevertheless, the law spoke the truth when it said, If anyone touches a corpse, he remains unclean until evening, and he shall wash with water, and shall be cleansed. Now in this it was hinting enigmatically at the putting to death of our Lord Jesus Christ according to His passion in the flesh. For from this article one may point out the distinction of the noun: for wherever an article is prefixed in reference to some single definite and most manifest object, the confirmation of all things comes through the article; whereas without the article it is to be taken indefinitely in reference to any chance individual. As, so to speak,
Notes, col. 228

On the reading

Printed κυϊσκοὺσα, for κυΐσκουσα.

Printed τούτων Ἔχουσι, for τούτων. Ἔχουσι.

Printed ἀνθρώπηυ, for ἀνθρώπου.

Printed τάληθῆ, for τἀληθῆ.

PG 41:229Read from the page
ἐὰν εἴπωμεν, βασιλεὺς, ὄνομα μὲν ἐσημάναμεν, ἀλλ' οὐ τηλαυγῶς τὸν ὁριζόμενον ἐδείξαμεν. Βασιλέα γὰρ λέγομεν καὶ Περσῶν, καὶ Μήδων, καὶ Ἐλαμιτῶν. Ἐὰν δὲ μετὰ προσθήκης τοῦ ἄρθρου εἴπωμεν ὁ βασιλεὺς, ἀναμφίβολόν ἐστι τὸ σημαινόμενον. Ὁ γὰρ βασιλεὺς ὁ ζητούμενος, ἢ ὁ λεγόμενος, ἢ ὁ γινωσκόμενος, ἢ ὁ τοῦ τινος βασιλεύων διὰ τοῦ ἄρθρου ὑποδείκνυται. Καὶ ἐὰν εἴπωμεν, θεὸς, ἄνευ τοῦ ἄρθρου, τὸν τυχόντα εἴπαμεν θεὸν τῶν ἐθνῶν, ἢ Θεὸν τὸν ὄντα. Ἐὰν δὲ εἴπωμεν, ὁ Θεὸς, δῆλον, ὡς ἀπὸ τοῦ ὁ ἄρθρου τὸν ὄντα σημαίνομεν, ἀληθῆ τε καὶ γινωσκόμενον· ὡς καὶ ἄνθρωπος, καὶ ὁ ἄνθρωπος. Καὶ εἰ μὲν ἔλεγεν ὁ νόμος· Ἐὰν ἅψησθε νεκροῦ, κατὰ πάντων ἐφέρετο ὁ ψῆφος, καὶ ἁπλῶς παντὸς νεκροῦ ἦν ἡ ἐπικειμένη τοῦ ζητήματος λέξις· ὁπότε δὲ λέγει· Ἐὰν ἅψηταί τις τοῦ νεκροῦ, ἐπὶ ἕνα τινὰ φέρει τὴν ἀγωγὴν, φημὶ δὲ ἐπὶ τὸν Κύριον, ὡς ἄνω μοι δεδήλωται. Ἔλεγε δὲ τοῦτο αἰνιγματωδῶς ὁ νόμος διὰ τοὺς μέλλοντας χεῖρας ἐπιβάλλειν ἐπὶ τὸν Χριστὸν, καὶ σταυρῷ παραδιδόναι· ὅτι χρείαν εἶχον οὗτοι καθαρισμοῦ, ἕως δύνῃ αὐτοῖς ἡ ἡμέρα, καὶ ἀνατείλῃ αὐτοῖς ἄλλο φῶς, διὰ τοῦ βαπτίσματος τοῦ ὕδατος τοῦ λουτροῦ τῆς παλιγγενεσίας· ὡς καὶ ἐπιμαρτυρεῖ μοι ἐνταῦθα Πέτρος λέγων τοῖς Ἰσραηλίταις ἐν Ἱεροσολύμοις, τοῖς λέγουσιν αὐτῷ, Τί ποιήσωμεν; διὰ τὸ εἰρηκέναι αὐτὸν αὐτοῖς, ὅτι Τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε. Καὶ κατανυγεῖσι τὴν καρδίαν εἶπε· Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, καὶ ἀφεθήσονται ὑμῖν αἱ ἁμαρτίαι, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. Οὔ περὶ νεκροῦ τοίνυν λέγει ὁ νόμος. Εἰ δὲ καὶ περὶ νεκροῦ ἄλλου ὁριζομένου λέγει ὁ νόμος, ἄλλως ἐκδίδοται. Λέγει γὰρ, ὅτι, Ἐὰν παρέλθῃ νεκρὸς, κλείσατε τὰς θύρας καὶ τὰς θυρίδας ὑμῶν, ἵνα μὴ μολυνθῇ ὁ οἶκος. Ὡσεὶ ἔλεγε περὶ ἀκοῆς ἁμαρτίας, ὅτι Ἐὰν ἀκούσῃς φωνὴν τῆς ἁμαρτίας, ἢ εἶδος παραπτώματος, κλεῖσον τὸν ὀφθαλμόν σου ἀπὸ ἐπιθυμίας, καὶ τὸ στόμα ἀπὸ κακολογίας, καὶ τὸ οὖς ἀπὸ ἐνηχήσεως πονηρᾶς, ἵνα μὴ νεκρωθῇ ὅλος ὁ οἶκος, τουτέστιν ἡ ψυχὴ καὶ τὸ σῶμα. Διὸ καὶ ὁ προφήτης ἔλεγεν· Ἐὰν ἀναβῇ θάνατος διὰ τῶν θυρίδων· καὶ οὐ πάντως περὶ τῶν θυρίδων τούτων λέγει. Ἢ γὰρ κλείσαντες τὰς θυρίδας, οὐδέποτε ἀποθανεῖν εἴχομεν. Θυρίδες δὲ ἡμῖν ὑπάρχουσι τὰ τοῦ σώματος αἰσθητήρια, βλέμμα, ἀκοὴ, καὶ τὰ ἄλλα, δι' ὧν θάνατος εἰς ἡμᾶς εἰσπορεύεται, εἰ δι' αὐτῶν ἁμαρτήσωμεν. Ἐνεταφίασε γοῦν ὁ Ἰωσὴφ τὸν Ἰσραὴλ, καὶ οὐκ ἐβδελύξατο· καὶ μετὰ θάνατον ἐπιπεσὼν ἐπὶ πρόσωπον κατεφίλησε. Καὶ οὐ γέγραπται, ὅτι ἐλούσατο, ἵνα καθαρισθῇ. Ἐνεταφίασαν οἱ ἄγγελοι, ὡς ἡ εἰς ἡμᾶς ἐλθοῦσα παράδοσις ἔχει, τὸ σῶμα Μωϋσέως τοῦ ἁγίου, καὶ οὐχ ἐλύσαντο· ἀλλ' οὔτε ἐκοινώθησαν οἱ ἄγγελοι ἀπὸ τοῦ ἁγίου σώματος.
if we say "king", we have indicated a noun, yet we have not clearly pointed out the specific individual; for we speak of a king of the Persians, and of the Medes, and of the Elamites. But if we say "the king" with the addition of the article, what is signified is unambiguous; for through the article the king who is being sought, or spoken of, or known, or reigning over someone, is indicated. And if we say "god" without the article, we have spoken of any chance god of the nations, or of God Who truly is. But if we say "the God", it is plain that from the article "the" we signify Him Who is, both true and known—just as also "man" and "the man". And if the law had said, "If you touch a corpse", the verdict would have borne against all, and the wording at issue in the inquiry would have been of every corpse without distinction; whereas when it says, "If anyone touches the corpse", it directs the reference to some single individual, I mean to the Lord, as I have shown above. Now the law spoke this enigmatically on account of those who were about to lay hands upon Christ and deliver Him over to the cross: because these stood in need of purification until the day should go down for them and another light dawn upon them, through the baptism of the water of the laver of regeneration—just as Peter also bears witness for me here when speaking to the Israelites in Jerusalem who said to him, "What shall we do?" because he had said to them, "This Jesus, Whom you crucified." And when they were pierced to the heart, he said: "Repent, and let each one be baptized in the name of Jesus Christ our Lord, and your sins shall be forgiven you, and you shall receive the gift of the Holy Spirit." Not concerning an ordinary corpse, therefore, does the law speak. And even if the law does speak concerning another specific corpse, it is interpreted otherwise. For it says, "If a corpse passes by, shut your doors and your windows, lest the house be defiled"—as though it were speaking concerning the hearing of sin: "If you hear the voice of sin, or see the form of a transgression, shut your eye from lust, and your mouth from evil speaking, and your ear from wicked suggestion, lest the whole house be put to death, that is, the soul and the body." Wherefore the prophet also said: "If death comes up through the windows"—and he is by no means speaking concerning these literal windows; for otherwise, by shutting our windows, we would never have been subject to dying. Rather, our windows are the sense-organs of the body—sight, hearing, and the rest—through which death enters into us if we sin through them. Joseph, accordingly, prepared Israel for burial and did not abhor him, and after his death fell upon his face and kissed him tenderly; and it is not written that he washed himself in order to be purified. The angels prepared for burial, as the tradition that has come down to us holds, the body of the holy Moses, and they did not wash themselves, nor were the angels defiled by the holy body.
Εʹ. Καὶ δέδια πάλιν μὴ εἰς τέλος ἐλάσω τὴν τοῦ
V. And I fear again lest I carry on without end the
Notes, col. 229

On the reading

Printed Οὔ, for Οὐ.

Printed οὐχ ἐλύσαντο, for οὐκ ἐλούσαντο.

PG 41:232Read from the page
ζητήματος ἐπίλυσιν. Ἀφ' ἑνὸς δὲ ἢ δευτέρου λόγου δοθήσεται τῷ σοφῷ σοφισθῆναι ἐν Κυρίῳ, κατὰ τὸν δι' ἐναντίας. Εἰ δὲ καὶ περὶ τοῦ Πνεύματος τοῦ ἁγίου ἔσται μοι ἐν ἐπιτομῇ λέγειν, οὐκ ὀκνήσαιμι ἄν. Διαρῥήδην τοίνυν εὐθὺς ὁ Κύριος λέγει τῷ Μωϋσεῖ· Ἀνάγαγέ μοι εἰς τὸ ὄρος ἑβδομήκοντα πρεσβυτέρους, καὶ λήψομαι ἀπὸ τοῦ ἐπὶ σὲ πνεύματος, καὶ ἐκχεῶ ἐπ' αὐτοὺς, καὶ ἀντιλήψονταί σου. Περὶ δὲ τοῦ Υἱοῦ, ὅπως γνῶμεν, ὁ Πατὴρ λέγει· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν. Τὸ δὲ, ποιήσωμεν, οὐχ ἑνός ἐστι σημαντικόν. Καὶ ἔβρεξε Κύριος ἐπὶ Σόδομα καὶ Γόμορῥα πῦρ καὶ θεῖον παρὰ Κυρίου ἀπ' οὐρανοῦ. Περὶ δὲ προφητῶν, ἐπειδὴ ἔφθη αὐτοῖς δοθῆναι ἡ Πεντάτευχος, οὐκέτι ταῖς ἄλλαις Γραφαῖς ἐστοίχησαν, ἀλλ' ἢ μόνῃ τῇ Πεντατεύχῳ, καὶ οὐ τῇ λοιπῇ ἀκολουθίᾳ. Κἄν τε δὲ αὐτοῖς εἴπῃ τις νυνὶ περὶ τῶν ἄλλων, φημὶ δὲ περὶ Δαβὶδ καὶ Ἠσαΐου, καὶ τῶν καθεξῆς, οὐ παραδέχονται, κατεχόμενοι παραδόσει τῇ προαχθείσῃ τοῖς ἀπὸ τῶν ἰδίων πατέρων. Καὶ ἕως ὧδε ἔστω μοι ἡ περὶ Σαμαρειτῶν ὑφήγησις, ἐν βραχεῖ μὲν τῷ λόγῳ εἰρημένη, δι' ὃν προορῶμαι φόβον, μὴ ἐκτεῖναι εἰς πλάτος τὴν ὑπόσχεσιν τῆς συντάξεως.
resolution of the inquiry. Yet from a first or second argument it will be granted to him who is wise in the Lord to gain wisdom against the adversary. And if it shall fall to me to speak summarily concerning the Holy Spirit also, I would not hesitate. Expressly, then, the Lord straightway says to Moses: "Bring up for Me unto the mountain seventy elders, and I will take of the spirit that is upon you and will pour it out upon them, and they shall bear the burden with you." And concerning the Son, so that we may know, the Father says: "Let Us make man according to Our image and likeness." Now the expression "let Us make" is not indicative of one alone. And: "The Lord rained upon Sodom and Gomorrah fire and brimstone from the Lord out of heaven." As for the prophets, however, since the Pentateuch had previously been given to them, they did not adhere any further to the other Scriptures, save to the Pentateuch alone, and not to the remaining sequence. And even if someone nowadays speaks to them concerning the others—I mean concerning David, and Isaiah, and those in order thereafter—they do not accept them, being held fast by the tradition handed down earlier to them from their own fathers. Let my account concerning the Samaritans, then, reach thus far, stated in brief discourse on account of the fear I foresee lest I stretch out to excessive breadth the promised scope of this treatise.
ΚΑΤΑ ΕΣΣΗΝΩΝ,
Against the Essenes,
Πρώτη αἵρεσις ἀπὸ Σαμαρειτῶν, δεκάτη δὲ τῇ ἀκολουθίᾳ.
The first heresy derived from the Samaritans, and the tenth in sequence.
Εἰς τέσσαρας μὲν αἱρέσεις Σαμαρεῖται ἐτμήθησαν· τὰ ἴσα δὲ φρονοῦντες ἀλλήλοις περιτομῇ τε καὶ Σαββάτῳ, καὶ τῶν ἄλλων τῶν ἐν νόμῳ, ἐν βραχεῖ καὶ ἔν τινι ποσῶς ἕκαστος τῶν τριῶν πρὸς τοὺς πέλας διαφέρεται, πλὴν τῶν Δοσιθέων μόνον. Ἐνέμειναν γὰρ οἱ Ἐσσηνοὶ τῇ πρώτῃ ἀγωγῇ μηδὲν ὑπερβαλλόμενοι. Μετὰ τούτους Γορθηνοὶ διεφώνησαν πρὸς ἀλλήλους διὰ σμικρόν τι· ἐπειδήπερ ἀντιλογία τις μέσον αὐτῶν γεγένηται, φημὶ δὲ μέσον Σεβουαίων καὶ Ἐσσηνῶν καὶ Γορθηνῶν. Ἡ δὲ ἀντιλογία τοῦτον ἔχει τὸν τρόπον. Ὁ νόμος ἐκέλευεν ἐκ πανταχόθεν τοὺς Ἰουδαίους συναθροίζεσθαι εἰς τὰ Ἱεροσόλυμα. Πολλάκις μὲν οὖν κατὰ τρεῖς καιροὺς τοῦ ἔτους, κατά τε τῶν Ἀζύμων, καὶ κατὰ Πεντηκοστὴν, καὶ κατὰ
The Samaritans were divided into four sects; and while agreeing equally with one another in circumcision, the Sabbath, and the other matters prescribed in the law, each of the three differs slightly and in some degree on a certain point from its neighbours, apart from the Dositheans alone. For the Essenes abided by their original observance without going beyond it in anything. After these, the Gorthenians fell into disagreement with one another over some small matter, inasmuch as a certain dispute arose among them—I mean among the Sebuaeans, and Essenes, and Gorthenians. Now the dispute was after this manner. The law commanded the Jews from every quarter to assemble at Jerusalem. Frequently, therefore, at three seasons of the year—at the feast of Unleavened Bread, and at Pentecost, and at