Migne Reading Room

PG 41 · cols. 197–208 · Read from the page

Panarium sive Arcula Adversus Octoginta Haereses: Liber I, Tomus I (Haereses I–XX)

Panarium sive Arcula Adversus Octoginta Haereses: Liber I, Tomus I (Haereses I–XX)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:197Read from the page
τὸν ἴδιον αὐτοῦ πατέρα Ἰσαὰκ καὶ μητέρα Ῥεβέκκαν, γίνεταί τις αὐτῷ ὀπτασία ἐκ Θεοῦ παρὰ τὰς τοῦ Ἰορδάνου διεκβολάς· Ἰαβὼκ δὲ τὸν χειμάῤῥουν καλοῦσιν, ἔνθα που ἐθεάσατο παρεμβολὰς ἀγγέλων. Καὶ ἰδοὺ, φησὶν, ἄνθρωπος ἀφ' ἑσπέρας, καὶ συνεπάλαιεν αὐτῷ ἄχρι τῆς ἕω, ὃν ἄγγελον ἐπεσημήνατο ἡ Γραφή· ὃς κατ' εὐλογίαν δίδωσι τῷ Ἰακὼβ ἀξιώματος ὄνομα τῷ Ἰσραήλ. Διαναστὰς δὲ ἐκεῖθεν ὁ Ἰακὼβ, ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου Εἶδος Θεοῦ· ἐπειδὴ ὁ πρὸς αὐτὸν διὰ τῆς εὐλογίας φήσας, ὅτι Οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ' ἢ Ἰσραὴλ κληθήσεται, διέστειλε λέγων· Ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ. Ἀπὸ τούτου τοῦ χρόνου Ἰσραηλῖται καλοῦνται.
his own father Isaac and his mother Rebekah, a certain vision from God came to him beside the fords of the Jordan—they call the torrent Jabbok—somewhere there where he beheld camps of angels. And behold, it says, a man from evening, and he wrestled with him until daybreak, whom Scripture indicated to be an angel; who by way of blessing gave to Jacob the name of dignity, Israel. Rising up from there, Jacob named the name of the place Form of God; since He Who said to him through the blessing, Thy name shall no longer be called Jacob, save that it shall be called Israel, distinguished it by saying, Because thou hast prevailed with God, thou shalt also be mighty with men. From this time onwards they are called Israelites.
Θʹ. Καὶ ὁ Ἰσραὴλ μετὰ τὴν τοῦ Ἰωσὴφ εἰς Αἴγυπτον κάθοδον κάτεισι καὶ αὐτὸς σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, υἱῶν τε καὶ ἐκγόνων, γυναικῶν τε τῶν προειρημένων, καὶ ἄλλων, ἐν ἑβδομήκοντα ψυχῶν τὸν ἀριθμόν. Διατρίβει δὲ τὸ γένος τοῦ Ἰσραὴλ ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ γενεὰς πέντε. Ἰακὼβ γὰρ γεννᾷ τὸν Λευῖ καὶ τὸν Ἰούδαν, καὶ τοὺς ἄλλους δέκα πατριάρχας. Λευῖς δὲ γεννᾷ τὸν Καάθ. Ἰούδας δὲ γεννᾷ τὸν Φαρές. Καὰθ γεννᾷ τὸν Ἀμβράμ. Ἀμβρὰμ γεννᾷ τὸν Μωϋσέα. Φαρὲς γεννᾷ τὸν Ἐσρώμ. Ἐσρὼμ γεννᾷ τὸν Ἀράμ. Ἀρὰμ γεννᾷ τὸν Ἀμιναδάβ· Ἀμιναδὰβ τὸν Ναασσὼν ἐν χρόνοις Μωϋσέως· καὶ Ναασσὼν πέμπτῃ γενεᾷ κατὰ τὸν Λευῖ. Ἔξεισιν Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου διὰ τῆς Ἐρυθρᾶς θαλάσσης ἐν θεοσημείοις, καὶ στρατοπεδεύει ἐν τῇ ἐρήμῳ Σινᾶ. Καὶ χρησμῶν δοθέντων ἐκ Θεοῦ τῷ θεράποντι αὐτοῦ Μωϋσεῖ ἀριθμήσασθαι ἀπὸ εἴκοσιν ἐτῶν, καὶ ἕως πεντήκοντα ἄνδρας δυναμένους σπάσασθαι ῥομφαίαν, καὶ λαμβάνειν ὅπλα πολεμικὰ, εἰς ἑξηκονταδύο μυριάδας καὶ ὀκτακισχιλίους πεντακοσίους εὗρεν. Ἦν δὲ κατ' ἐκεῖνο καιροῦ Ἴναχος παρ'
Chapter IX. And after Joseph's descent into Egypt, Israel himself also went down with all his household, both sons and grandsons, and the wives of the aforesaid, and others, to the number of seventy souls. And the race of Israel dwelt in the land of the Egyptians for five generations. For Jacob begot Levi and Judah, and the other ten patriarchs. Levi begot Kohath. Judah begot Perez. Kohath begot Amram. Amram begot Moses. Perez begot Hezron. Hezron begot Ram. Ram begot Amminadab; Amminadab Nahshon in the times of Moses; and Nahshon in the fifth generation according to Levi. Israel went forth out of the land of Egypt through the Red Sea amid divine signs, and encamped in the wilderness of Sinai. And when oracles were given from God to His servant Moses to number from twenty years old and up to fifty the men able to draw a broadsword and bear weapons of war, he found them to come to sixty-two myriads and eight thousand five hundred. And about that season Inachus was among
PG 41:200Read from the page
Ἕλλησι γνωριζόμενος, οὗ θυγάτηρ Ἰὼ, ἡ καὶ Ἀτθὶς καλουμένη, δι' ἣν καὶ ἡ Ἀττική· ἐξ ἧς καὶ ὁ Βόσπορος, οὗ ἐπώνυμος πόλις Βόσπορος ἐν τῷ Εὐξείνῳ πόντῳ καλουμένη. Καλοῦσι δὲ αὐτὴν Αἰγύπτιοι Ἶσιν, ἣν καὶ ὡς θεὰν προσκυνοῦσιν. Ὁμώνυμος δὲ τούτῳ καὶ ποταμός ἐστιν Ἴναχος οὕτω καλούμενος. Ἐκεῖθεν δὲ ἀρχὴν ἔσχε τὰ παρ' Ἕλλησι μυστήριά τε καὶ τελεταὶ, πρότερον παρ' Αἰγυπτίοις καὶ παρὰ Φρυξὶ καὶ Φοίνιξι καὶ Βαβυλωνίοις κακῶς ἐπινενοημένα, μετενεχθέντα τε εἰς Ἕλληνας ἀπὸ τῆς τῶν Αἰγυπτίων χώρας ὑπὸ Κάδμου, καὶ αὐτοῦ τοῦ Ἰνάχου, Ἄπιδος πρότερον κληθέντος, καὶ οἰκοδομήσαντος τὴν Μέμφιν· ἀλλὰ καὶ παρ' Ὀρφέως, καὶ ἄλλων τινῶν τὴν ἀρχὴν λαβόντα, καὶ εἰς αἱρέσεις συσταθέντα ὕστερον ἐν Ἐπικούρῳ καὶ Ζήνωνι τῷ Στωϊκῷ, καὶ Πυθαγόρᾳ, καὶ Πλάτωνι, ἐξ οὗπερ ἤρξαντο χρόνου κρατυνθῆναι ἕως τῶν Μακεδονικῶν χρόνων, καὶ Ξέρξου τοῦ βασιλέως τῶν Περσῶν, μετὰ τὴν ἅλωσιν τῶν Ἱεροσολύμων τὸ πρῶτον, καὶ Ναβουχοδονόσωρ αἰχμαλωσίας, καὶ Δαρείου, καὶ τῶν κατ' Ἀλέξανδρον τὸν Μακεδόνα χρόνων. Πλάτων γὰρ κατ' ἐκεῖνον τὸν καιρὸν ἐγνωρίζετο, καὶ οἱ πρὸ αὐτοῦ, Πυθαγόρας τε καὶ Ἐπίκουρος ὁ μετέπειτα. Ὅθεν δὴ, ὡς προεῖπον, τὴν πρόφασιν εἴληφε, καὶ εἰς κατάστασιν ἦλθε τὰ παρ' Ἕλλησι συγγράμματα,
known to the Greeks, whose daughter was Io, also called Atthis, on account of whom Attica too gets its name; from whom also came Bosporus, after whom the city called Bosporus in the Euxine Sea is named. And the Egyptians call her Isis, whom they also worship as a goddess. Of the same name with him there is also a river, thus called Inachus. From that source the mysteries and initiation rites among the Greeks took their beginning, having earlier been wickedly devised among the Egyptians, and among the Phrygians, Phoenicians, and Babylonians, and transferred to the Greeks from the land of the Egyptians by Cadmus, and by Inachus himself, who was formerly called Apis and built Memphis; yet also taking their start from Orpheus and certain others, and later consolidated into sects in Epicurus, and Zeno the Stoic, and Pythagoras, and Plato, from which time they began to grow strong down to the Macedonian times, and Xerxes the king of the Persians, after the capture of Jerusalem for the first time and the captivity under Nebuchadnezzar, and the times of Darius and those under Alexander of Macedon. For Plato was becoming known at that season, as well as those before him, Pythagoras, and Epicurus afterwards. Whence indeed, as I said before, the writings among the Greeks took their occasion and came into an established state,
PG 41:201Read from the page
καὶ αἱ μετὰ τοῦτον τὸν χρόνον βοώμεναι αἱρέσεις τῶν φιλοσόφων πρὸς ἀλλήλας τῇ μὲν πλάνῃ συνᾴδουσαι, καὶ ὁμόστιχον γνῶσιν συναφαίνουσαι εἰδωλολατρείας τε καὶ ἀσεβείας καὶ ἀθεΐας· τῇ δὲ αὐτῇ πλάνῃ εἰς ἑαυτὰς συγκλώμεναι διαφέρονται ἑτέρα πρὸς τὴν ἑτέραν.
and the celebrated sects of the philosophers after this time, agreeing with one another in error, and weaving together a uniform doctrine of idolatry, ungodliness, and atheism, yet within that very error clashing against themselves, differ one from another.
ΣΤΩΙΚΟΙ,
Stoics,
Τρίτη ἀπὸ Ἑλληνισμοῦ, πέμπτη δὲ τῇ ἀκολουθίᾳ.
Third from Hellenism, and fifth in the sequence.
Αʹ. Καὶ Στωϊκοὶ μὲν φρονοῦσι περὶ θεότητος τοῦτο, φάσκοντες εἶναι νοῦν τὸν Θεὸν, ἢ παντὸς τοῦ ὁρωμένου κύτους, οὐρανοῦ τέ φημι καὶ γῆς καὶ τῶν ἄλλων ὡς ἐν σώματι ψυχή. Μερίζουσι δὲ οἱ αὐτοὶ τὴν μίαν θεότητα εἰς πολλὰς μερικὰς οὐσίας, εἰς ἥλιον καὶ σελήνην καὶ ἄστρα, εἰς ψυχὴν καὶ ἀέρα καὶ τὰ ἄλλα, μεταγγισμούς τε ψυχῶν, καὶ μετενσωματώσεις ἀπὸ σώματος εἰς σῶμα καθαιρομένας σωμάτων, ἠδ' αὖ πάλιν εἰσδυούσας, καὶ ἀνάπαλιν γεννωμένας. Διὰ πολλῆς αὐτῶν πλάνης ταύτην τὴν ἀσέβειαν παρυφαίνουσι. Μέρος δὲ Θεοῦ καὶ ἀθάνατον τὴν ψυχὴν ἡγοῦνται. Ἔσχον δὲ Ζήνωνα ἀρχηγὸν τῆς Στοᾶς, περὶ οὗ πολὺς θρυλλεῖται λόγος. Οἱ μὲν γὰρ αὐτὸν ἔφασαν Κλεάνθου τινὸς τοῦ ἀπὸ Τύρου ὁρμωμένου· ἄλλοι δὲ φάσκουσιν αὐτὸν Κιτιέα τῆς Κύπρου νησιώτην· ἐν Ῥώμῃ δὲ βεβιωκέναι χρόνον, ὕστερον δὲ ἐν Ἀθήναις προστησάμενον τουτὶ τὸ δόγμα ἐν τῇ Στοᾷ οὕτω καλουμένῃ. Τινὲς δὲ φασὶ δύο Ζήνωνας εἶναι, τόν τε Ἐλεάτην καὶ τὸν προειρημένον. Ὅμως οἱ ἀμφότεροι οὕτως ἐδογμάτισαν, εἰ καὶ δύο εἶεν. Φάσκει οὖν καὶ οὗτος τὴν ὕλην σύγχρονον καλεῖν τῷ Θεῷ ἴσα ταῖς ἄλλαις αἱρέσεσιν, εἱμαρμένην τε εἶναι καὶ γένεσιν, ἐξ ἧς τὰ πάντα διοικεῖται καὶ πάσχει. Πρὸς ἃ τοίνυν ἰσχύει ἡ σύντομος ἡμῶν αὕτη σύνταξις πρὸς τὴν τούτου φαυλότητα ἀλεξητήριον φάρμακον διεξιέναι, καὶ οὐχὶ μᾶλλον εἰς ὄγκον πολὺν ἐλάσσω τῆς πραγματείας τὸ ἐχέγγυον· ἀκροθιγῶς δὲ, ἵνα μὴ ἐν παραδρομῇ γένωμαι, πρὸς τοῦτον ἐρῶ.
Chapter I. Now the Stoics hold this opinion concerning deity, alleging that God is mind, or is as a soul in a body to the entire visible expanse—I mean heaven and earth and the rest. And these same men divide the one deity into many particular substances—into sun, moon, and stars, into soul and air and the rest—and weave in beside this, through their great error, this ungodliness: transfusions of souls, and transmigrations from body to body as they are stripped of bodies, and entering in once again, and being born anew. And they consider the soul a part of God and immortal. They had Zeno as founder of the Stoa, concerning whom much talk is bruited abroad. For some declared him to be the son of a certain Cleanthes who hailed from Tyre; whereas others allege that he was a Citian, an islander from Cyprus, and that he lived for a time in Rome, and afterwards at Athens set himself at the head of this teaching in what is thus called the Stoa. Some say that there were two Zenos, the Eleatic and the aforesaid. Nevertheless, both taught thus, even if there were two. Accordingly this man too alleges that he calls matter contemporary with God, equally with the other sects, and that there exist fate and nativity, whereby all things are governed and affected. Therefore, so far as this brief treatise of ours avails to set forth an antidote against his baseness, and not rather drive the pledge of our work to great bulk, touching lightly upon it lest I pass him by cursorily, I shall speak in reply to him.
Βʹ. Πόθεν εἴληφας, ὦ οὗτος, τὴν τῆς διδασκαλίας ὑφήγησιν; ἢ ποῖον Πνεῦμα ἅγιον οὐρανόθεν λελάληκέ σοι περὶ τῆς σαυτοῦ πλάνης; δύο μὲν γὰρ ἐπὶ τὸ αὐτὸ σύγχρονα, ὕλην καὶ Θεὸν, βεβιασμένως λέγεις. Πεσεῖται γάρ σου ὁ λόγος, καὶ ἀσύστατος ἔσται.
Chapter II. Whence, sir, did you get the guidance of your teaching? Or what Holy Spirit from heaven has spoken to you concerning your own error? For by main force you assert two things to be contemporary together, matter and God. For your argument will fall, and will prove incoherent.
Notes, col. 201

On the reading

Printed συναφαίνουσαι, for συνυφαίνουσαι.

PG 41:204Read from the page
Ὁμολογεῖς μὲν γάρ τινα εἶναι δημιουργὸν, ὃν καὶ παντοκράτορα φής· τοῦτον δὲ μερίζεις εἰς πολυθεῖαν. Τίνος δ' ἂν εἴη δημιουργὸς, ἢ σύγχρονος εἴη ἡ ὕλη; Ἔσται γὰρ καθ' ἑαυτὴν ἑαυτῆς δεσπόζουσα, ἡ μὴ ἀπὸ αἰτίου τινὸς λαβοῦσα τὴν ἀρχὴν, καὶ οὐχ ὑποτασσομένη. Εἰ δὲ ὁ δημιουργὸς παρὰ ταύτης λαμβάνει προβολὴν ταύτην εὑράμενος, ἀδράνειά τις ἂν εἴη καὶ ἔρανος δι' ἀπορίαν τῷ προσπορισαμένῳ οὐκ ἀπὸ τῶν ἰδίων, ἀλλ' ἐξ ὑποκειμένων ἀλλοτρίων, ὅπως τὸ ἴδιον ὑποστήσεται δημιούργημα. Καὶ περὶ τοῦ τῶν ψυχῶν μεταγγισμοῦ πολλή τις ἡ φαυλότης τῆς παραπεποιημένης σου διανοίας, ἐθελόσοφε, καὶ γνῶσιν ἀνθρώποις ἐπαγγελλόμενε ! Εἰ γὰρ μέρος Θεοῦ ὑπάρχει καὶ ἀθάνατος, σώματα δὲ οἰκτρὰ οὐ μόνον εἴποιμι θηρῶν τε καὶ ἑρπετῶν καὶ κνωδάλων δυσγενῶν τῇ πλάσει αὐτῆς συνάπτεις, τῇ ἀπὸ Θεοῦ κατὰ σὲ τὴν οὐσίαν κεκτημένῃ· καὶ τί ἂν γένοιτο τούτου μοχθηρότερον;
For on the one hand you confess that there is a certain Demiurge, whom you also call Almighty; yet on the other hand you parcel Him out into polytheism. And of what would He be Demiurge, or how would matter be contemporary with Him? For that which took its origin from no cause, and is not subject to Him, will of itself be mistress over itself. Whereas if the Demiurge receives His material projection from it, having lighted upon it, there would be a certain helplessness and begging out of want on the part of One procuring resources not from His own, but from alien underlying materials, so as to establish His own handiwork. And concerning the transfusion of souls, how great is the baseness of your counterfeited mind, you would-be sage who promise knowledge to mankind! For if it is a part of God and immortal, yet you join to its fashioning—to that which according to you possesses its substance from God—wretched bodies not only, I might say, of wild beasts, but also of reptiles and base-born vermin: what could be more perverse than this?
Γʹ. Εἱμαρμένην δὲ παρεισάγεις, ὡς ἐξ αὐτῆς γίνεσθαι τὰ τῷ ἀνθρώπῳ συμβαίνοντα καὶ ἄλλοις. Ἐξ ἑνὸς δὲ ῥητοῦ δι' ἐπιτομῆς τοῦ λόγου, ἀνατραπήσεται ἡ σὴ μυθοποιία. Εἰ γὰρ εἱμαρμένης τὸ σοφίζεσθαι, τὸ συνετίζεσθαι, τὸ λογικὸν γεννᾶσθαι καὶ ἄλογον, καὶ τὰ ἄλλα πάντα, παυσάσθωσαν νόμοι· ἐπικρατεῖ γὰρ ἡ εἱμαρμένη μοιχῶν τε καὶ ἄλλων. Δίκην δὲ μᾶλλον τίσουσιν οἱ ἀνάγκην ἐπιτιθέντες ἀστέρες ἤπερ ὁ ἀναγκαζόμενος δρᾶσαι τὸ ἐπιχείρημα. Ἀλλὰ καὶ ἄλλως ἔτι περὶ τούτων ἐρῶ. Ἀργείτωσαν αἱ διατριβαὶ, παυσάσθωσαν σοφισταί τε καὶ ῥήτορες καὶ γραμματικοὶ, ἰατροί τε καὶ ἄλλαι ἐπιστῆμαι, βαναύσων τε τεχνῶν ἀμυθήτων πλῆθος. Καὶ μηκέτι μηδεὶς παιδευέτω, εἴπερ ἐξ εἱμαρμένης τυγχάνει τῶν ἐπιστημῶν, καὶ μὴ ἐκ γραμμάτων μαθήσεως ὁ πορισμὸς τῇ ἀνθρωπείᾳ φύσει. Εἰ γὰρ εἱμαρμένη τὸν πεπαιδευμένον καὶ λογιώτατον παρεσκεύασε, μὴ μανθανέτω τις παρὰ τοῦ διδάσκοντος· ἀλλὰ τῇ φύσει λαμβανέτωσαν τὴν εἴδησιν αἱ τοὺς μίτους κλώθουσαι Μοῖραι, κατὰ τὸ φθέγμα τῆς κομπώδους σου διὰ λόγων πλάνης.
Chapter III. Moreover you bring in fate besides, as though from it come to pass the things that befall man and other creatures. Yet from a single saying, by a brief summary of the argument, your myth-making will be overturned. For if becoming wise, becoming intelligent, being born rational or irrational, and all the rest belong to fate, let laws cease; for fate prevails over adulterers and others. Rather will the stars that impose necessity pay the penalty than he who is compelled to commit the deed. Yet in still another way too I shall speak concerning these matters. Let the schools stand idle; let sophists, rhetoricians, and grammarians cease, physicians too and the other sciences, and the countless multitude of mechanical arts. And let no one any longer give instruction, if indeed the acquisition of sciences accrues to human nature out of fate, and not out of the learning of letters. For if fate has fashioned the educated and most eloquent man, let no one learn from him who teaches; rather let the Fates who spin the threads receive knowledge by nature, according to the utterance of your boastful error in words.
ΠΛΑΤΩΝΙΚΟΙ,
Platonists,
Τετάρτη αἵρεσις ἀπὸ Ἑλληνισμοῦ, ἕκτη δὲ τῇ ἀκολουθίᾳ.
Fourth heresy from Hellenism, and sixth in the sequence.
Ἀλλὰ ταῦτα πρὸς Ζήνωνα καὶ τοὺς Στωϊκούς μοι λελέχθω. Πλάτων δὲ ἅμα καὶ αὐτὸς κατὰ τῶν αὐτῶν φερόμενος, τῇ μετενσωματώσει καὶ μεταγγισμῷ τῶν ψυχῶν, καὶ πολυθεῖαις καὶ ταῖς ἄλλαις εἰδωλολατρείαις καὶ δεισιδαιμονίαις, οὐ τῇ ὕλῃ πάντη ἴσως κατὰ Ζήνωνα καὶ τοὺς Στωϊκοὺς ἐφρόνησεν. Οἶδε γὰρ αὐτὸς Θεὸν, τὰ δὲ γενόμενα πάντα ἐκ τοῦ ὄντος Θεοῦ
Yet let these remarks suffice me in reply to Zeno and the Stoics. Plato, however, while at the same time himself also carried along in the same courses—in the transmigration and transfusion of souls, and in polytheisms and the other idolatries and superstitions—did not hold altogether the same view regarding matter as Zeno and the Stoics. For he himself acknowledges God, and says that all things that have come into being are from the existent God
Notes, col. 204

On the reading

Printed πολυθεῖαις, for πολυθεΐαις.

PG 41:205Read from the page
γεγενῆσθαι (τινὰς δυνάμεις)· εἶναι δὲ πρῶτον αἴτιον, καὶ δεύτερον, καὶ τρίτον. Καὶ τὸ μὲν πρῶτον αἴτιον Θεὸν, τὸ δὲ δεύτερον αἴτιον ἐκ Θεοῦ γεγενῆσθαί τινας δυνάμεις, δι' αὐτοῦ δὲ καὶ τῶν δυνάμεων γεγενῆσθαι τὴν ὕλην. Φάσκει γὰρ οὕτως· « Οὐρανὸς ἅμα χρόνῳ γεγένηται· ὁμοῦ γὰρ καὶ λυθήσεται· » τὰ πρότερα ἑαυτοῦ τὰ περὶ ὕλης ἀνασκευάσας. Εἶπε γάρ ποτε καὶ σύγχρονον εἶναι τῷ Θεῷ τὴν ὕλην.
(that is, certain powers) came into being; and that there is a first cause, and a second, and a third: the first cause being God, the second cause that certain powers came into being from God, and that through Him and the powers matter came into being. For he alleges thus: "Heaven came into being simultaneously with time; for together with it too it shall be dissolved"—overturning his own earlier statements concerning matter; for at one time he also said that matter is contemporary with God.
ΠΥΘΑΓΟΡΕΙΟΙ,
Pythagoreans,
Πέμπτη αἵρεσις ἀπὸ Ἑλληνισμοῦ, ἑβδόμη δὲ τῇ ἀκολουθίᾳ.
Fifth heresy from Hellenism, and seventh in the sequence.
Πρὸ δὲ τούτου Πυθαγόρας καὶ οἱ Περιπατητικοὶ, ἐπαγγελλόμενοι χαρακτηρίζειν ἕνα Θεὸν, φιλοσοφίαις δὲ ἄλλαις καὶ τοῖς φιλοσοφουμένοις προσανέχουσι. Τὰ ἴσα μὲν τούτοις πάλιν τὰ τῆς ἀθεμίτου γνώμης καὶ ἀσεβεστάτης, τῶν ψυχῶν ἀπαθανατισμούς τε καὶ μετενσωματώσεις, καὶ σωμάτων φθορὰς, αὐτός τε καὶ οἱ σὺν αὐτῷ ἀγορεύουσιν. Οὗτος δὲ τέλειος ἐν τῇ Μηδίᾳ τὸν βίον καταστρέφει. Σῶμα δὲ λέγει εἶναι τὸν Θεὸν, τουτέστιν οὐρανόν. Ὀφθαλμοὺς δὲ αὐτοῦ καὶ τὰ ἄλλα ὥσπερ ἐν ἀνθρώπῳ, ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα, καὶ τὰ κατ' οὐρανὸν στοιχεῖα.
Yet before him Pythagoras and the Peripatetics, while professing to delineate one God, devote themselves to other philosophies and philosophical speculations. Again both he himself and those with him proclaim things equal to these in unlawful and most ungodly opinion: immortalizations and transmigrations of souls, and corruptions of bodies. And in his maturity he ended his life in Media. He says that God is a body, that is, heaven, and that His eyes and other members, just as in a man, are the sun and moon and the other stars, and the elements in heaven.
ΕΠΙΚΟΥΡΕΙΟΙ,
Epicureans,
Ἕκτη αἵρεσις ἀπὸ τοῦ Ἑλληνισμοῦ, ὀγδόη δὲ τῇ ἀκολουθίᾳ.
Sixth heresy from Hellenism, and eighth in the sequence.
Αʹ. Ἐπίκουρος δὲ καθεξῆς ἀπρονοησίαν τῷ κόσμῳ εἰσηγήσατο. Ἐξ ἀτόμων δὲ συνεστάναι τὰ πάντα, ἠδ' αὖ πάλιν εἰς ἄτομα χωρεῖν. Καὶ ἐξ αὐτοματισμοῦ εἶναι τὰ ὅλα, καὶ τὸν κόσμον ὑφεστάναι ἀει γεννώσης τῆς φύσεως, ἠδ' αὖ πάλιν δαπανωμένης, καὶ ἐξ αὐτῆς πάλιν δαπανωμένης, καὶ ἐξ αὐτῆς πάλιν ἐπιγινομένης, μηδέποτε δὲ ληγούσης ἀφ' ἑαυτῆς φυομένης, καὶ εις ἑαυτὴν συντριβομένης. Εἶναι δὲ ἐξ ὑπαρχῆς ὠοῦ δίκην τὸ σύμπαν, τὸ δὲ πνεῦμα δρακοντοειδῶς περὶ τὸ ὠὸν, ὡς στέφανον, ἢ ὡς ζώνην περισφίγγειν τότε τὴν φύσιν. Θελῆσαν δὲ βιασμῷ τινι καιρῷ περισσοτέρως σφίγξαι τὴν πᾶσαν ὕλην, εἴτ' οὖν φύσιν τῶν πάντων, οὕτω διχάσαι μὲν τὰ ὄντα εἰς τὰ δύο ἡμισφαίρια, καὶ λοιπὸν ἐκ τούτου τὰ ἄτομα διακεκρίσθαι. Τὰ μὲν γὰρ κοῦφα καὶ λεπτότερα τῆς φύσεως πάσης ἐπιπολάσαι ἄνω, τουτέστι φῶς καὶ αἰθέρα καὶ τὸ λεπτότατον τοῦ πνεύματος· τὰ δὲ βαρύτατα καὶ σκυβαλώδη κάτω νενευκέναι, τουτέστι γῆν, ὅπερ ἐστὶ τὸ ξηρὸν, καὶ ἡ ὑγρὰ τῶν ὑδάτων οὐσία. Τὰ δὲ ὅλα ἀφ' ἑαυτῶν κινεῖσθαι, καὶ δι' ἑαυτῶν ἐν τῇ περιδινήσει τοῦ πόλου καὶ τῶν
Chapter I. Epicurus next in order introduced providence-lessness into the world, teaching that all things consist of atoms and resolve once again into atoms, and that the universe exists by spontaneity, with nature ever generating and once again being spent, and out of itself again being spent, and out of itself again growing anew, and never ceasing to spring forth of itself and be crushed back into itself. From the outset, he says, the universe was like an egg, and the spirit, serpent-fashion around the egg, like a crown or like a girdle, bound nature fast at that time. Having willed at a certain season by a violent compression to bind fast all matter, or rather the nature of all things, more tightly, it thus cleft existing things into the two hemispheres, and thereafter as a result of this the atoms were separated out. For the light and finer parts of the whole of nature floated to the top—that is, light and ether and the finest part of the spirit—whereas the heaviest and refuse-like parts sank downwards—that is, earth, which is the dry element, and the moist substance of the waters; and all things move of themselves and through themselves in the whirling rotation of the pole and of the
Notes, col. 205

On the reading

Printed ἀει, for ἀεὶ.

Printed εις, for εἰς.

PG 41:208Read from the page
ἄστρων ὡς ἀπὸ τοῦ δρακοντοειδοῦς ἔτι τὰ πάντα ἐλαύνεσθαι πνεύματος. Καὶ ἀπὸ μέρους μὲν περὶ τούτων ἔφημεν.
stars, as though all things were still driven onward by the serpent-like spirit. And we have spoken in part concerning these matters.
Βʹ. Τῷ δὲ αὐτῷ τρόπῳ τὰς τέσσαρας ταύτας αἱρέσεις ἀνατρεπτέον διὰ τὴν συντομίαν τῆς ἀναγνώσεως. Ἐντεῦθεν καὶ ἀνωτέρω λοιπὸν, ὡς ἔφην, ποιηταὶ, ἱστοριογράφοι, λογογράφοι, ἀστρονόμοι τε καὶ οἱ τὰ ἄλλα τῆς πλάνης εἰσηγησάμενοι, οἱ παρασκευάσαντες τὸν νοῦν ἐπὶ μυρίας κακὰς αἰτίας καὶ ἀναγωγὰς, ἐσκότωσαν καὶ ἐθόλωσαν τὴν τῆς ἀνθρωπότητος ὑπόληψιν. Καὶ γέγονεν αὕτη πρώτη πλάνη, ἐπίνοια εἰδώλων, καὶ κακοδαιμονία διδασκαλίας. Ἦν δὲ τὰ πάντα μεμερισμένα, Ἑλληνισμός τε καὶ Ἰουδαϊσμός· Ἰουδαϊσμὸς οὔπω πρότερον καλούμενος, ἀλλὰ διὰ τοῦ Ἰσραὴλ τὸ ἐπώνυμον τῆς θεοσεβοῦς θρησκείας ἐπικεκλημένος, ἕως ὅτε διαδοχαὶ γεγέννηνται. Ὁ γὰρ Ναασσὼν ὁ ἐν τῇ ἐρήμῳ γεγονὼς φύλαρχος τῆς φυλῆς Ἰούδα γεννᾷ τὸν Σαλμών· Σαλμὼν γεννᾷ τὸν Βοός· Βοὸς γεννᾷ τὸν Ὠβήδ· Ὠβὴδ γεννᾷ τὸν Ἰεσσαὶ ἐπὶ τῶν θεοσεβῶν Ἰσραηλιτῶν καλουμένων· Ἰεσσαὶ γεννᾷ τὸν Δαβὶδ τὸν βασιλέα, ὃς πρῶτος ἐβασίλευσεν ἐκ φυλῆς Ἰούδα. Ἐξ οὗ λόιπὸν οἱ κατὰ διαδοχὴν βασιλεῖς, ἐκ τοῦ σπέρματος αὐτοῦ, υἱὸς διαδεχόμενος πατέρα, καθεξῆς συνεστήκασιν. Ἦν δὲ πρὸ αὐτοῦ τοῦ Δαβὶδ ὁ φύσει πρῶτος βασιλεύσας ἐν Ἰσραὴλ Σαοὺλ υἱὸς Κεὶς ἐκ φυλῆς Βενιαμίν· καὶ οὐκέτι αὐτὸν διεδέξατο υἱός· ἀλλὰ μετέστη τὸ βασίλειον διὰ Δαβὶδ πρώτου εἰς τὴν φυλὴν Ἰούδα. Πρῶτος γὰρ αὐτῷ τῷ Ἰακὼβ παῖς γίνεται Ῥουβὶμ, δεύτερος Συμεὼν, τρίτος Λευῖς, τέταρτος Ἰούδας, ἐξ οὗ καλοῦνται Ἰουδαῖοι, διὰ τὴν φυλὴν Ἰούδα τοῦ ἐκ τοῦ γένους τῶν θεοσεβῶν, οἱ εἰς τὸ ὄνομα τοῦτο μεταπεσόντες. Ἐκαλοῦντο γοῦν πρώην Ἰσραηλῖται, οἱ καὶ Ἰουδαῖοι.
Chapter II. In the same way these four heresies must be overturned for the sake of brevity in reading. Thenceforth and earlier too, as I said, poets, historians, chroniclers, astronomers, and those who introduced the other elements of error, having prepared the mind for ten thousand evil causes and interpretations, darkened and muddied mankind's conception. And this became the first error: the invention of idols and evil-spiritedness of teaching. Now all things were divided between Hellenism and Judaism—Judaism not yet formerly so called, but surnamed after Israel with the title of the godly religion, until the successions came into being. For Nahshon, who became tribal leader of the tribe of Judah in the wilderness, begot Salmon; Salmon begot Boaz; Boaz begot Obed; Obed begot Jesse in the time of those who were called godly Israelites; Jesse begot David the king, who was the first to reign from the tribe of Judah. From him thenceforth the kings in succession, out of his seed, son succeeding father, stood established in order. Before David himself, however, the first by birth to reign in Israel was Saul the son of Kish from the tribe of Benjamin; and no son succeeded him any further, but the kingdom passed over through David first to the tribe of Judah. For the first son born to Jacob himself was Reuben, the second Simeon, the third Levi, the fourth Judah, from whom those who passed over to this name are called Jews, on account of the tribe of Judah who was of the race of the godly. Formerly, at any rate, those who are also Jews were called Israelites.
Γʹ. Ἕως τούτου τοῦ χρόνου συνήφθησαν αἱ τέσσαρες γενεαὶ τῆς γῆς τῶν τεσσάρων τμημάτων. Τούτων διαιρεθέντων κατὰ τοὺς χρόνους ἕως τοῦ καιροῦ τούτου τοῦ ἐνταῦθά μοι δεδηλωμένου καὶ ἐπέκεινα· τουτέστιν ἀπὸ Ἀδὰμ ἕως τοῦ Νῶε βαρβαρισμός· ἀπὸ τοῦ Νῶε ἕως τοῦ πύργου καὶ Σεροὺχ, μετὰ δύο γενεὰς τοῦ πύργου ἡ Σκυθικὴ δεισιδαιμονία, καὶ μετέπειτα ἀπὸ τοῦ πύργου καὶ Σεροὺχ καὶ Ἀρὰμ ἕως τοῦ Ἀβραὰμ ὁ Ἑλληνισμός. Ἀπὸ τούτου καὶ τῶν μετέπειτα θεοσέβεια συναπτομένη τῷ αὐτῷ Ἀβραὰμ, ἀπὸ τοῦ κατὰ διαδοχὴν σπέρματος αὐτοῦ, τουτέστι τοῦ Ἰούδα, ἀφ' οὗπερ Ἰουδαϊσμός· ὡς ἔτι μαρτυρεῖ μοι ὁ πνευματοφόρος καὶ ἅγιος τοῦ Θεοῦ ἀπόστολος Παῦλος, ὧδέ πως λέγων, ὅτι Ἐν Χριστῷ Ἰησοῦ οὐ βάρβαρος, οὐ Σκύθης, οὐχ Ἕλλην, οὐκ Ἰουδαῖος, ἀλλὰ καινὴ κτίσις. Ἐπειδὴ ἐξ ὑπαρχῆς ὅτε ἔκτιστο ἡ κτίσις, καινὴ οὖσα, οὐδέν τι διαφορώτερον ἔσχεν ὄνομα. Συνῳδὰ δὲ τούτοις πάλιν ἐν ἑτέρῳ τόπῳ λέγει οὕτως· Ὀφειλέτης εἰμὶ Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις·
Chapter III. Down to this time the four generations of the earth of the four divisions were joined together. When these are divided according to the times down to this season here set forth by me and beyond, that is: from Adam down to Noah, Barbarism; from Noah down to the tower and Serug, two generations after the tower, Scythian superstition; and thereafter from the tower and Serug and Aram down to Abraham, Hellenism. From him and those who came afterwards, godliness joined to the same Abraham, from his seed in succession—that is, from Judah, after whom comes Judaism—as the Spirit-bearing and holy Apostle of God, Paul, still bears me witness, speaking somewhat thus: In Christ Jesus there is neither barbarian, nor Scythian, nor Greek, nor Jew, but a new creation; since from the outset when the creation had been created, being new, it had no more distinctive name. And in harmony with these words he says again in another place thus: I am debtor both to Greeks and to barbarians, both to the wise and to the foolish;
Notes, col. 208

On the reading

Printed λόιπὸν, for λοιπὸν.