Migne Reading Room

PG 40 · cols. 609–620 · Read from the page

On the nature of man

On the nature of man

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 40:609Read from the page
⟨τ⟩ρέφεσθαι προσεχῶς καὶ αὐξάνεσθαι πάντα τὰ τοῦ ζώου μόρια· καὶ τὸ σπέρμα δὲ τὴν γένεσιν ἐξ αἵματος ἔχειν. Ἀλλ' ἐπείπερ ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ οὐκ ἐδόκει καλῶς ἔχειν, τά τε σκληρότατα ὀστέα καὶ τὴν ἁπαλωτάτην σάρκα τε καὶ πιμελὴν γίνεσθαι· ἤρεσεν Ἱπποκράτει πρώτῳ, τὰ σώματα τῶν ζώων ἐκ τῶν τεσσάρων χυμῶν συμπήγνυσθαι προσεχῶς· ἵν' ἐκ μὲν τῶν γεωδεστέρων καὶ παχυμερεστέρων τὰ στερεώτερα γίνωνται, ἐκ δὲ τῶν μαλακωτέρων τὰ μαλακά. Εὑρίσκονται δὲ πολλάκις οἱ τέσσαρες ἐν τῷ αἵματι χυμοὶ, ὡς ἔστιν ἰδεῖν ἐν ταῖς φλεβοτομίαις, ποτὲ μὲν τοῦ ὀῤῥώδους φλέγματος πλεονάζοντος ἐν αὐτῷ, ποτὲ δὲ τῆς μελαίνης ἢ ξανθῆς χολῆς· ὅθεν δοκοῦσί πως [ἐν τούτῳ] ἀλλήλοις συμφωνεῖν οἱ ἄνδρες. Ἔστι δὲ τῶν ἐν τοῖς ζώοις μερῶν, τὰ μὲν ὁμοιομερῆ, τὰ δὲ ἀνομοιομερῆ· [οἷον] ὁμοιομερῆ μὲν, ἐγκέφαλος, μήνιγγες, νεῦρον, μυελὸς, ὀστέον, ὀδοὺς, χόνδρος, ἀδένες, σύνδεσμοι, ὑμένες, ἶνες, τρίχες, ὄνυχες, σάρκες, φλέβες, ἀρτηρίαι, πόροι, πιμελὴ, δέρμα, καὶ τὰ οἱονεὶ στοιχεῖα προσεχῆ τούτων, αἷμα, καθὸ αἷμα καθαρὸν, φλέγμα, χολὴ μέλαινα καὶ ξανθή. Ὁ γὰρ τένων σύνθετός ἐστιν ἔκ τε συνδέσμων καὶ νευρωδῶν ἰνῶν· ἀνομοιομερῆ δὲ, κεφαλὴ, θώραξ, χεῖρες, πόδες, καὶ τὰ ἄλλα μέλη τοῦ ἀνθρώπου. Οὐ γὰρ εἰς κεφαλὴν διαιρεῖται ἡ κεφαλὴ, ὥσπερ τὸ νεῦρον εἰς νεῦρον, καὶ ἡ φλὲψ εἰς
are nourished proximately and increased all the parts of the animal, and seed too derives its generation out of blood. Yet inasmuch as it did not seem right that both the hardest bones and the softest flesh and fat should come into being out of one and the same substance, Hippocrates was the first to hold that the bodies of animals are compacted proximately out of the four humours, so that out of the earthier and denser constituents the firmer parts come into being, and out of the softer constituents the soft parts. Often, however, the four humours are found in the blood, as may be seen in bloodlettings, when sometimes serous phlegm predominates in it, and sometimes black or yellow bile; whence the men seem in some way to agree with one another [in this]. Of the parts in animals, some are homoeomerous and others anomoeomerous: homoeomerous, [for instance,] are brain, meninges, nerve, marrow, bone, tooth, cartilage, glands, ligaments, membranes, fibres, hairs, nails, flesh, veins, arteries, pores, fat, skin, and what are, as it were, the proximate elements of these—blood in so far as it is pure blood, phlegm, and black and yellow bile (for the tendon is compounded both of ligaments and of sinewy fibres); whereas anomoeomerous are the head, chest, hands, feet, and the remaining members of man. For a head is not divided into head, as nerve is divided into nerve, and vein into
PG 40:612Read from the page
φλέβα, καὶ ἡ σὰρξ εἰς σάρκα· πᾶν δὲ ἀνομοιομερὲς ἐξ ὁμοιομερῶν συνέστηκεν, ὡς ἡ κεφαλὴ, ἐκ νεύρων καὶ σαρκῶν καὶ ὀστέων καὶ τῶν τοιούτων· καλοῦσι δὲ ταῦτα καὶ ὀργανικά.
vein, and flesh into flesh; rather, every anomoeomerous part is compounded out of homoeomerous parts, as the head is out of nerves, flesh, bones, and the like; and they also call these organic.
Ὅρος δὲ ὁμοιομερῶν οὗτος· ὧν τὰ μόρια τῳ τε ὅλῳ καὶ ἀλλήλοις ἐστὶν ὅμοια· τὸ δὲ ὅμοιον νῦν ἀντὶ τοῦ ταυτὸν δεῖ λαμβάνειν. Οὐ πᾶν δὲ ζῶον πάντα τὰ μόρια τοῦ σώματος κέκτηται· ἀλλ' ἔστιν ἔνια κολοβά. Τὰ μὲν γάρ ἐστιν ἄποδα, ὡς ἰχθύες καὶ ὄφεις· τὰ δὲ ἀκέφαλα, ὡς καρκίνοι καὶ κάραβοι καὶ τῶν νηκτῶν ἔνια· ἐν γὰρ τῷ στήθει τὰ αἰσθητήρια ἔχουσι, διὰ τὸ μὴ ἔχειν κεφαλήν· τὰ δὲ πνεύμονος ἐστέρηται, ὅσα μὴ ἀναπνεῖ τὸν ἀέρα· τὰ δὲ κύστιν οὐκ ἔχει, ὡς ὄρνιθες καὶ πάντα τὰ μὴ οὐροῦντα· τὰ δὲ ὀστρακόδερμα τῶν πλείστων ἀμοιρεῖ μελῶν· ἐν ὀλίγοις γὰρ αὐτοῖς τὸ εἶναι ζώοις ὑπάρχει· δοκεῖ δέ τινα, καίτοι ἔχοντα, μὴ ἔχειν· ὡς ἔλαφοι δοκοῦσι μὴ ἔχειν τὴν ξανθὴν χολὴν, ἐπειδήπερ ἐν τοῖς ἐντέροις ἔχουσιν αὐτὴν διεσπαρμένην καὶ ἀφανῆ· ὁ δὲ ἄνθρωπος, καὶ πάντα, καὶ τέλεια, καὶ, ὡς οὐκ ἂν ἄλλως ἐνδέχοιτο καλῶς, ἔχει πάντα. Οὕτω δὲ καὶ κατὰ τὴν θέσιν τῶν μορίων πολλὴ ἡ διαφορὰ τοῖς ζώοις. Τὰ μὲν γὰρ ἔχει τοὺς μαστοὺς ἐν τῷ στήθει· τὰ δὲ, ἐν τῇ κοιλίᾳ· τὰ δὲ, ὑπὸ τοὺς μηροὺς· καὶ τὰ μὲν δύο, τὰ δὲ τέσσαρας, τὰ δὲ πλείους. Σχεδὸν γὰρ συνεμέτρησεν ἡ φύσις τῷ τῶν γεννωμένων ἀριθμῷ τὸ πλῆθος τῶν μαστῶν. Εἰ δέ τις ἀκριβῶς ἐκλέγειν ταῦτα βούλοιτο, τὴν Περὶ ζώων ἱστορίαν Ἀριστοτέλους ἀναγινωσκέτω. Οὐ γὰρ τῆς προκειμένης γραφῆς ἀκριβοῦν ἐστι ταῦτα· ἀλλ' οἷον ὑπογραφάς τινας καὶ τύπους ἐκτίθεσθαι. Μετέλθωμεν οὖν ἐπὶ τὸν περὶ τῶν στοιχείων λόγον, ἐξ ἀκολουθίας ἐπιζητούμενον
Now the definition of homoeomerous parts is this: things whose parts are like both the whole and one another—where "like" must now be taken in place of "the same." Not every animal, however, possesses all the parts of the body, for some are maimed. Some are footless, such as fishes and snakes; others are headless, such as crabs and spiny lobsters and certain swimming creatures—for they have their sense-organs in the chest, because they have no head; others are devoid of a lung, namely all that do not breathe air; others have no bladder, such as birds and all creatures that do not pass urine; and testaceans lack most members, for their existence as animals consists in few parts. Some creatures, too, seem not to have certain parts even though they do have them—just as deer seem not to have yellow bile, inasmuch as they have it dispersed and unseen in their intestines; whereas man has both all parts and complete parts, and has them all in such a way that they could not rightly be otherwise. So too with respect to the position of the parts there is great diversity among animals. For some have their breasts on the chest, others on the belly, and others beneath the thighs; and some have two, others four, and others more—for nature has pretty well proportioned the multitude of breasts to the number of offspring born. Should anyone wish to gather these particulars with exactness, let him read Aristotle's History of Animals; for it does not belong to the present treatise to treat these matters in detail, but rather to set forth certain outlines and sketches, as it were. Let us pass on, therefore, to the account concerning the elements, which is next sought in due sequence.
ΚΕΦ. Εʹ
Chapter V.
Περὶ στοιχείων.
On the elements.
Τὸ στοιγεῖον τὸ κοσμικὸν ἐστὶ μέρος ἐλάχιστον
The cosmic element is the smallest part
Notes, col. 612

On the reading

Printed τῳ, for τῷ.

Printed στοιγεῖον, for στοιχεῖον.

PG 40:613Read from the page
τοῦ συγκρίματος τῶν σωμάτων· εισὶ δὲ στοιχεῖα τέσσαρα, γῆ, ὕδωρ, ἀὴρ, πῦρ, συντεταγμένα κατὰ τὴν εἰρημένην τάξιν, ἀπὸ τῶν κάτωθεν ἐπὶ τὰ ἄνω, σώματα καὶ αὐτὰ ὄντα πρῶτά τε καὶ ἁπλᾶ, ὡς πρὸς τὰ ἄλλα σώματα. Καὶ γὰρ πᾶν στοιχεῖον ὁμογενές ἐστι τοῖς, ὧν ἐστι στοιχεῖον. Ἡ μὲν γὰρ ἀρχὴ οὐχ ὁμογενὴς τοῖς ἐξ αὐτῆς· τὸ δὲ στοιχεῖον πάντως ὁμογενές. Ἀλλ' ὅτι μὲν γῆ καὶ ὕδωρ, ἀήρ τε καὶ πῦρ ἐστι τὰ στοιχεῖα, δῆλον. Καὶ γὰρ ἐν τούτοις ἄκραι αἱ ποιότητες δυνάμει καὶ ἐνεργείᾳ φαίνονται· οὐ μὴν τῶν αἰσθητῶν τι τούτων στοιχείων ἄκρατον καὶ ἀνεπίμικτόν ἐστιν ἑτέρου στοιχείου· νενόθευται γὰρ ἠρέμα πως ἅπαντα ταῦτα, καὶ μετείληφεν ἀλλήλων μᾶλλον καὶ ἧττον· ἀλλὰ καὶ ἐν τῇ μίξει κατάδηλός ἐστιν ἡ φύσις αὐτῶν. Ἕκαστον δὲ τῶν στοιχείων κατὰ συζυγίαν δύο ποιότητας ἔχει τὰς εἰδοποιούσας αὐτό. Ἔστι γὰρ ἡ μὲν γῆ ξηρὰ καὶ ψυχρά· τὸ δὲ ὕδωρ, ψυχρὸν καὶ ὑγρόν· ὁ δὲ ἀὴρ, ὑγρὸς καὶ θερμὸς κατὰ τὴν ἑαυτοῦ φύσιν· τὸ δὲ πῦρ, θερμὸν καὶ ξηρόν. Οὐ μὴν αἱ ποιότητες καθ' ἑαυτὰς εἶναι δύνανται στοιχεῖα. Οὐ γὰρ ἐκ ποιοτήτων ἀσωμάτων οἷόν τε συστῆναι σώματα, ἀλλ' οὐδὲ τἆλλα σώματα, μὴ ἄκραν ἔχοντα καὶ κατ' ἐνέργειαν τὴν ποιότητα, δυνατὸν εἶναι στοιχεῖα. Ἦν γὰρ ἂν ἄπειρα τὰ στοιχεῖα, πάντων τῶν ὄντων τὴν κατὰ τὸ μᾶλλον καὶ ἧττον ποιότητα κεκτημένων, καὶ οὐ δυναμένων διακριθῆναι, ποῖα ποίων ἐστὶ στοιχεῖα. Ἀνάγκη τοίνυν εἶναι τὸ στοιχεῖον καὶ σῶμα, καὶ ἁπλοῦν σῶμα, καὶ κατ' ἐνέργειαν ἔχον ἄκρας τὰς ποιότητας, λέγω δὲ, θερμότητα, ψυχρότητα, ὑγρότητα καὶ ξηρότητα. Αὗται γὰρ μόναι τῶν ποιοτήτων ὅλην δι' ὅλου μεταβάλλουσι τὴν οὐσίαν· τῶν δὲ ἄλλων ποιοτήτων οὐδὲ μία τοῦτο δρᾷ. Οὔτε γὰρ τὸ λευκὸν, πλησιάζον σώματι, λευκαίνει αὐτὸ διόλου, ὡς τὸ θερ-
of the compound of bodies; and there are four elements—earth, water, air, and fire—arranged in the aforesaid order from those below upwards, being themselves primary and simple bodies in relation to the rest of bodies. For every element is homogeneous with the things of which it is an element: a principle is not homogeneous with the things derived from it, whereas an element is altogether homogeneous. Now that earth and water, air and fire are the elements is clear, for in these the supreme qualities appear in potency and in actuality; yet none of these perceptible elements is unmixed and unblended with another element, since all of them are gently adulterated in some measure and partake of one another to a greater or lesser degree, though even in mixture their nature is manifest. Moreover, each of the elements possesses, by pairing, two qualities that give it its specific form: earth is dry and cold, water is cold and moist, air is moist and hot according to its own nature, and fire is hot and dry. Yet qualities cannot by themselves be elements; for bodies cannot be constituted out of incorporeal qualities, nor again is it possible for the rest of bodies, which do not possess their quality supremely and in actuality, to be elements. Otherwise the elements would be infinite, since all things possess quality according to the more and the less, and it could not be discerned which things are elements of which. Of necessity, therefore, the element is both a body, and a simple body, and one possessing in actuality the supreme qualities—I mean heat, cold, moisture, and dryness. For these alone among qualities transform the whole substance through and through, whereas not one of the other qualities does this. For neither does whiteness, when brought near a body, whiten it throughout, as he-
Notes, col. 613

On the reading

Printed εισὶ, for εἰσὶ.

PG 40:616Read from the page
μὸν θερμαίνει καὶ τὸ ψυχρὸν ψύχει, οὔτε δὲ τῶν ἄλλων οὐδέν. Ἐναντία δὲ ἀλλήλοις ἐστὶ τὰ στοιχεῖα, τὰ κατὰ τὰς δύο ποιότητας ἐναντία, ὡς τὸ ὕδωρ τῷ πυρὶ, ψυχρὸν ὂν καὶ ὑγρὸν, θερμῷ ὄντι καὶ ξηρῷ· καὶ ἡ γῆ τῷ ἀέρι, ψυχρὰ οὖσα καὶ ξηρὰ, τῷ θερμῷ καὶ ὑγρῷ.
hot heats and the cold cools, nor does anything else among the other things. The elements that are contrary in respect of their two qualities are contrary to one another, just as water, being cold and moist, is to fire, which is hot and dry; and earth, being cold and dry, is to air, which is hot and moist.
Ἐπειδὴ δὲ τὰ ἐναντία συνάπτεσθαι ἀλλήλοις οὐκ ἠδύνατο, μὴ μέσου τινὸς δεσμοῦ τεταγμένου, τοῦ συνδέοντος αὐτὰ, ἔταξεν ὁ Δημιουργὸς ἐν μέσῳ μὲν τῆς γῆς καὶ τοῦ ἀέρος, ἐναντίων ὄντων, τὸ ὕδωρ, δοὺς αὐτῷ δύο ποιότητας, ψυχρότητα καὶ ὑγρότητα, καθ' ἃς ἠδύνατο τοῖς ἄκροις συναπτόμενον συνδεῖν αὐτά. Τῷ μὲν γὰρ ψυχρῷ συνοικειοῦται τῇ γῇ· τῷ δὲ ὑγρῷ συνάπτεται τῷ ἀέρι. Πάλιν μέσον τοῦ ὕδατος καὶ τοῦ πυρὸς, ἐναντίων ὄντων καὶ αὐτῶν, ἔταξε τὸν ἀέρα, τῇ μὲν ὑγρᾷ ποιότητι οἰκειούμενον τῷ ὕδατι, τῇ δὲ θέρμῃ τῷ πυρί· καὶ οὕτω τὰ ἐναντία συνῆψεν ἀλλήλοις διὰ μέσων τινῶν, τῶν συνδεόντων καὶ ἑαυτὰ καὶ τὰ συνδούμενα. Ὁ γὰρ τοιοῦτος δεσμὸς ἄριστός ἐστιν. Ἕκαστον οὖν αὐτῶν κατὰ μὲν τὴν ἑτέραν ποιότητα συνῆψε τῷ πρὸ αὐτοῦ, κατὰ δὲ τὴν ἑτέραν, τῷ μετ' αὐτό· οἷον τὸ ὕδωρ ψυχρόν ἐστι καὶ ὑγρόν· ἀλλὰ κατὰ μὲν τὸ ψυχρὸν τῇ γῇ συνάπτεται, οὔσῃ πρὸ αὐτοῦ κατὰ τὴν ἄνοδον· κατὰ δὲ τὸ ὑγρὸν, τῷ ἀέρι, ὄντι μετ' αὐτό. Ὁμοίως καὶ ὁ ἀὴρ κατὰ μὲν τὸ ὑγρὸν συνάπτεται τῷ ὕδατι, πρὸ αὐτοῦ ὄντι· κατὰ δὲ τὸ θερμὸν, τῷ πυρὶ, ὄντι μετ' αὐτόν. Καὶ τὸ πῦρ δὲ κατὰ μὲν τὴν θερμότητα συνάπτεται τῷ ἀέρι, πρὸ αὐτοῦ ὄντι· κατὰ δὲ τὴν ξηρότητα τῇ γῇ κατ' ἐπίκλασιν καὶ ἐπιστροφὴν τὴν πρὸς τὸ ἄκρον· οὕτω δὲ καὶ ἡ γῆ κατὰ μὲν τὸ ψυχρὸν τῷ ὕδατι, κατὰ δὲ τὸ ξηρὸν τῷ πυρὶ κατ' ἐπίκλασιν. Ἵνα γὰρ μὴ μόνον
And since contraries could not be joined to one another without some intermediate bond stationed between them to bind them together, the Creator placed water in the midst between earth and air, which are contraries, bestowing upon it two qualities, coldness and moisture, whereby it could lay hold of the extremes and bind them together. For by its coldness it is akin to earth, while by its moisture it is joined to air. Again, in the midst between water and fire, which are likewise contraries themselves, He placed air, akin to water by its moist quality and to fire by its heat; and thus He joined the contraries to one another through certain intermediates that bind both themselves and the things bound together. For such a bond is best. Each of them, therefore, He joined according to one quality to that which precedes it, and according to the other to that which follows it; for instance, water is cold and moist, yet according to its coldness it is joined to earth, which precedes it in the ascent, while according to its moisture it is joined to air, which follows it. Likewise air also is joined according to its moisture to water, which precedes it, and according to its heat to fire, which follows it. And fire too is joined according to its heat to air, which precedes it, and according to its dryness to earth, by a bending back and turning round towards the extreme; and thus earth also is joined according to its coldness to water, and according to its dryness to fire, by a bending back. For in order that not only
PG 40:617Read from the page
τὴν πρὸς τὸ ἄνω καὶ τὸ κάτω καθοδόν τε καὶ ἄνοδον τὴν σχέσιν ἔχῃ τὰ στοιχεῖα, ἀλλὰ καὶ τὴν κατὰ κύκλον, ἐπέκαμψέ πως καὶ ἐπέστρεψε τὰ ἄκρα πρὸς ἄλληλα· λέγω δὲ, τὸ πῦρ καὶ τὴν γῆν· καὶ γὰρ τὸ πῦρ ἀποβαλὸν τὴν θερμότητα μόνην, γίνεται γῆ· τοῦτο δὲ δῆλον ἐκ τῶν κεραυνῶν· καταφερόμενον γὰρ τὸ πῦρ καὶ ψυχόμενον ἐκ τῆς ὑπεροπτήσεως ἀπολιθοῦται. Διὸ πᾶς κεραυνὸς μετὰ λίθου καὶ θείου φέρεται· ἔστι δὲ τὸ θεῖον, ὥσπερ πῦρ ἀπεψυγμένον, οὐκ ἔτι θερμὸν κατ' ἐνέργειαν, ἀλλὰ δυνάμει, ξηρὸν δὲ καὶ ἐνεργείᾳ. Μόνα δὲ τὰ στοιχεῖα κατ' ἐνέργειαν ἔχει τὰς ποιότητας· τὰ δὲ ἄλλα πάντα, δυνάμει, ἐὰν μὴ πλησιάσῃ στοιχείῳ. Ἵνα δὲ μηδέποτε ἐπιλείπῃ μήτε τὰ στοιχεῖα, μήτε τὰ ἐξ αὐτῶν συγκρίματα, σοφῶς ὁ Δημιουργὸς ἐτεχνάσατο, ὥστε τὰ στοιχεῖα καὶ εἰς ἄλληλα μεταβάλλεσθαι, καὶ εἰς τὰ συγκρίματα, καὶ πάλιν τὰ συγκρίματα εἰς τὰ στοιχεῖα ἀναλύεσθαι.
the elements may hold relation towards the upward and downward descent and ascent, but also the circular one, He in some way bent back and turned round the extremes towards one another—I mean fire and earth; for indeed fire, upon casting off its heat alone, becomes earth; and this is evident from thunderbolts, for fire, when borne downwards and cooled from over-roasting, is petrified. Wherefore every thunderbolt is borne down accompanied by stone and brimstone; and brimstone is, as it were, cooled fire, no longer hot in actuality, though potentially so, yet dry even in actuality. Now the elements alone possess their qualities in actuality, whereas all other things possess them potentially, unless they draw near to an element. And in order that neither the elements nor the compounds formed out of them might ever fail, the Creator wisely contrived that the elements should both be transformed into one another and pass into compounds, and that the compounds in turn should be resolved into the elements.
Καὶ οὕτως ἐξ ἀλληλογονίας διαρκοῦς συνιστάμενα σώζεται διαπαντός. Γῆ μὲν γὰρ πηλωθεῖσα γίνεται ὕδωρ· ὕδωρ δὲ πυκνωθὲν καὶ πηλωθὲν γίνεται γῆ· θερμανθὲν δὲ καὶ ἐξατμισθὲν γίνεται ἀήρ· ἀὴρ δὲ συναχθεὶς μὲν καὶ πυκνωθεὶς γίνεται ὕδωρ· ξηρανθεὶς δὲ, εἰς πῦρ μεταβάλλεται· οὕτω δὲ καὶ τὸ
And thus, subsisting through unceasing mutual generation, they are preserved perpetually. For earth, when turned into mud, becomes water; and water, when condensed and turned into mud, becomes earth; and when heated and vaporized, it becomes air; and air, when gathered together and condensed, becomes water, while when dried out, it is transformed into fire; and thus also
Notes, col. 617

On the reading

Printed καθοδόν, for κάθοδόν.

PG 40:620Read from the page
πῦρ, σβεσθὲν μὲν καὶ ἀποβαλὸν τὴν ξηρότητα, ἐξαεροῦται. Ἔστι γὰρ ἀὴρ, σβέσις πυρὸς καὶ ἀτμὶς ὕδατος θερμανθέντος. Ἐξ ἀμφοτέρων οὖν δῆλον, ὡς ἐκ θερμότητος ἡ γένεσις αὐτῷ· καὶ γὰρ θερμανθὲν τὸ ὕδωρ, καὶ σβεσθὲν τὸ πῦρ, ἀὴρ γίνεται. Ἔστιν οὖν κατὰ μὲν τὴν οἰκείαν φύσιν θερμός· ψύχεται δὲ τῇ γειτνιάσει τῇ πρὸς τὸ ὕδωρ καὶ τὴν γῆν· ὡς τὰ μὲν κάτω μέρη αὐτοῦ, τὰ πρὸς τῇ γῇ, ψυχρὰ εἶναι· τὰ δὲ ἄνω, καὶ πρὸς τῷ πυρὶ, θερμά. Συμβαίνει δὲ τοῦτο διὰ τὸ μαλακὸν καὶ εὐπαθὲς τοῦ ἀέρος· ταχέως γὰρ ἐξίσταται τῆς οἰκείας φύσεως, καὶ μεταβάλλεται. Ἀριστοτέλης δὲ δύο γένη εἶναι τοῦ ἀέρος φησί· τὸ μὲν ἀτμῶδες, τὸ ἐκ τῆς ἀναθυμιάσεως τοῦ ὕδατος· τὸ δὲ καπνῶδες, τὸ ἐκ τῆς σβέσεως τοῦ πυρός· καὶ τὸ μὲν καπνῶδες, θερμὸν εἶναι· τὸ δὲ ἀτμῶδες, ἔνθα μὲν τίκτεται, θερμὸν καὶ αὐτὸ, προϊὸν δὲ κατὰ μέρος ψύχεσθαι, καὶ προκόπτον ἐξυδατοῦσθαι. Ἵνα δὲ καὶ ἄλλα τινὰ δοκοῦντα εἶναι ἄτοπα ἐκδιαφύγῃ, καὶ πρὸς τούτοις, τὸ τὰ ὑψηλότερα καὶ πολὺ τῆς γῆς ἀφεστῶτα ψυχρότερα φαίνεσθαι, διττὴν ὑπέθετο τὴν φύσιν αὐτοῦ. Πάντα δὲ τὰ σώματα τὴν γένεσιν ἐκ τῆς συνόδου τῶν τεσσάρων τούτων στοιχείων ἔχει, τά τε τῶν φυτῶν καὶ τὰ τῶν ζώων, τῆς φύσεως τὰ καθαρώτατα τῶν στοιχείων εἰς τὴν γένεσιν τούτων τῶν σωμάτων ἑλκούσης.
fire, when quenched and having cast off its dryness, is turned into air. For air is the quenching of fire and the vapour of heated water. From both facts, therefore, it is evident that its generation arises from heat; for indeed water when heated, and fire when quenched, becomes air. According to its own proper nature, then, it is hot; yet it is cooled by its proximity to water and earth, so that its lower parts, those near the earth, are cold, while its upper parts, near fire, are hot. And this comes about on account of the soft and impressionable character of air, for it swiftly departs from its proper nature and is transformed. Aristotle, moreover, says that there are two kinds of air: the one vaporous, arising from the exhalation of water, and the other smoky, arising from the quenching of fire; and that the smoky kind is hot, whereas the vaporous kind, where it is generated, is itself also hot, yet as it advances is cooled little by little, and as it proceeds further is turned into water. And in order to escape certain other consequences that appear absurd, and in addition to these the fact that loftier regions far removed from the earth appear colder, he posited a twofold nature for it. Now all bodies derive their generation from the coming together of these four elements, those of plants and those of animals alike, nature drawing the purest portions of the elements towards the generation of these bodies.
Καλεῖ δὲ ταῦτα τὰ σώματα Ἀριστοτέλης φυσικά· οὐ κατὰ σωρείαν συντιθεμένων αὐτῶν, ἀλλ' ὅλων δι' ὅλου εἰς ἕνωσιν ἀνακιρναμένων, καὶ ἕν
And Aristotle calls these bodies natural—not as being put together by heaping up, but as wholes mingled throughout wholes unto union, and one