Migne Reading Room

PG 40 · cols. 621–632 · Read from the page

On the nature of man

On the nature of man

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 40:621Read from the page
τι καὶ ἄλλο παρ' αὐτὰ ποιούντων τὸ σῶμα· οὕτω γὰρ ἥνωται, ὡς μὴ οἷόν τε εἶναι διακρῖναι αὐτά· μηδὲ ἰδίᾳ μὲν θεάσασθαι τὴν γῆν, ἰδίᾳ δὲ τὸ ὕδωρ καὶ τὸν ἀέρα καὶ τὸ πῦρ, τῷ ἕν τι καὶ ἄλλο παρὰ ταῦτα ἐκ τῆς συνόδου τῶν τεσσάρων γεγενῆσθαι, ὡς ἐπὶ τῆς τετραφαρμάκου. Καὶ γὰρ ἐκεῖ ἄλλο ἡ τετραφάρμακος παρὰ τὰ ἐξ ὧν σύγκειται, οὐχ ὁμοίως μέντοι. Οὐ γὰρ κατὰ παράθεσιν τὴν τῶν λεπτομερεστάτων, ὡς ἐν τῇ τετραφαρμάκῳ, τὰ στοιχεῖα ποιεῖ τὰ σώματα· ἀλλὰ κατὰ μεταβολὴν καὶ ἑνότητα. Πάλιν δὲ εἰς τὰ στοιχεῖα ἀναλύεται τὰ σώματα φθειρόμενα· καὶ τούτῳ τῷ τρόπῳ διαμένει διηνεκῶς τὰ πάντα, καὶ διαρκεῖ πρὸς τὴν τῶν ὄντων γένεσιν, μήτε πλεονάζοντά ποτε, μήτε μειούμενα· ὅθεν καὶ τὴν ἄλλου γένεσιν, ἄλλου φθορὰν εἶναί φησι, καὶ τὴν ἄλλου φθορὰν, ἄλλου γένεσιν, οὐ μόνον κατὰ τὴν ψυχὴν, ὡς προείρηται, ἀλλὰ καὶ κατὰ τὸ σῶμα.
distinct thing besides them producing the body; for they have been so united that it is impossible to separate them, or to behold earth by itself, and water and air and fire by themselves, because some one thing distinct alongside these has come into being from the coming together of the four, as in the case of the four-drug compound. For there too the four-drug compound is something distinct alongside the ingredients of which it is composed, yet not in the same manner. For it is not by the juxtaposition of the most subtle particles, as in the four-drug compound, that the elements produce bodies, but rather by transformation and unity. And again, when bodies perish, they are resolved into the elements; and in this manner all things abide perpetually and suffice for the generation of beings, neither exceeding at any time nor diminishing; whence one says that the generation of one thing is the corruption of another, and the corruption of one thing the generation of another, not only with respect to the soul, as has been stated before, but also with respect to the body.
Πλάτωνι δὲ δοκεῖ, τα μὲν τρία στοιχεῖα μεταβάλλειν εἰς ἄλληλα, τὴν δὲ γῆν ἀμετάβλητον μένειν. Ἀπεικάζων γὰρ ἑκάστῳ στοιχείῳ τὰ στερεώματα τῶν εὐθυγράμμων σχημάτων· τῇ μὲν γῇ, τὸ κυβικὸν σχῆμα· ἐπειδὴ ἀκινητότατον τῶν λοιπῶν ἐστιν· ὕδατι δὲ, τῶν λοιπῶν τὸ δυσκινητότατον, τὸ εἰκοσάεδρον· τὸ δὲ εὐκινητότατον, τὸ πυραμοειδὲς, τῷ πυρί· τὸ δὲ ὀκτάεδρον, τῷ ἀέρι, ὅπερ ἐστὶν εὐκινητότερον μὲν ὕδατος, δυσκινητότερον δὲ πυρός. Ἐκ τούτων τῶν σχημάτων ποιεῖται τὴν ἀπόδειξιν τοῦ τὰ μὲν τρία εἰς ἄλληλα μεταβάλλειν, τὴν δὲ γῆν τοῦτο μὴ πάσχειν. Τὰ μὲν γὰρ τρία, τήν τε πυραμίδα καὶ τὸ ὀκτάεδρον καὶ τὸ εἰ-
Plato, however, holds that three of the elements change into one another, whereas earth remains immutable. For likening to each element the solid bodies formed of rectilinear figures—to earth the cubic figure, since it is the least mobile of the rest; to water the most difficult to move of the remaining ones, the icosahedron; to fire the most mobile, the pyramid-shaped; and to air the octahedron, which is more mobile than water yet harder to move than fire—from these figures he constructs his proof that the three change into one another, while earth does not undergo this. For the three, namely the pyramid and the octahedron and the i-
Notes, col. 621

On the reading

Printed τα, for τὰ.

PG 40:624Read from the page
κοσάεδρον, ἐκ σκαληνῶν τριγώνων συνίστασθαι· τὸν δὲ κύβον, ἐξ ἰσοπλεύρων τριγώνων. Ὅσα τοίνυν ἐκ τῶν σκαληνῶν συνέστη τριγώνων, ταῦτα δύνασθαι διαλυόμενα καὶ πάλιν συνιόντα εἰς ἄλληλα μεταβάλλειν· μήτε δὲ τὸν κύβον διαλυθέντα εἰς τι τῶν ἄλλων τριῶν σχημάτων δύνασθαι μεταβάλλειν (ἐξ ἰσοπλεύρων γὰρ τριγώνων συνέστηκεν, ἐξ ὧν οὐδὲν τῶν ἄλλων τριῶν συστῆναι δύναται), μήτ' αὖ τι τῶν τριῶν σχημάτων, εἰς κύβον. Ἀνάγκη οὖν, καὶ τὰ εἰδοποιηθέντα σώματα κατὰ τὰ εἴδη ταῦτα οὕτως ἔχειν πρὸς ἄλληλα, ὡς ἐκεῖνα εἶχεν. Οὐ μὴν ἀπαθὴς ἔμεινεν ἡ γῆ, ἀλλὰ διαιρεῖται ὑπὸ τῶν λεπτομερεστέρων σωμάτων ἀναστοιχειουμένη μὲν, οὐ μὴν καὶ μεταβαλλομένη εἰς τὰ διαιροῦντα αὐτήν. Πάλιν γὰρ συνιοῦσα εἰς ἑαυτὴν ἀποκαθίσταται, ὅπερ φαίνεται ἐν τῷ ὕδατι. Ἐὰν γὰρ εἰς ὕδωρ γῆν ὀλίγην βαλὼν ταράξῃς, διαλύεται εἰς ὕδωρ ἡ γῆ· ἐὰν δὲ παύσῃ ταράττων, στάσιν λαβόντος τοῦ ὕδατος, ὑφιζάνει· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ πάσης τῆς γῆς δεῖ νοεῖν· οὐκ ἔστι δὲ τοῦτο μεταβολὴ, ἀλλὰ διάκρισις τῶν μεμιγμένων.
cosahedron, are composed of scalene triangles, whereas the cube is composed of equilateral triangles. Whatever figures, accordingly, were composed of scalene triangles are able, when dissolved and coming together again, to change into one another; whereas neither can the cube, when dissolved, change into any of the other three figures (for it has been composed of equilateral triangles, out of which none of the other three can be formed), nor in turn can any of the three figures change into a cube. It is necessary, therefore, that the bodies given form according to these shapes also stand in the same relation to one another as those shapes did. Yet earth did not remain impassible, but is divided by subtler bodies, being resolved into its elements indeed, yet without also being transformed into the things that divide it. For coming together again, it is restored to itself, as may be seen in water: for if you cast a little earth into water and stir it, the earth is dissolved in the water; whereas if you cease stirring, once the water comes to rest, it settles to the bottom. In the same way one must conceive of the whole earth as well; and this is not transformation, but separation of things that have been mixed.
Λέγει δὲ ὁ Πλάτων καὶ ὑπὸ τῆς ὀξύτητος τοῦ πυρὸς λύεσθαι τὴν γῆν· ἡ δὲ λυθεῖσα φέρεται ἐν αὐτῷ ἢ ἐν ἀέρος ὄγκῳ, δηλονότι, ὅταν ὁ ἀὴρ αὐτὴν διαλύσῃ, ἢ ἐν ὕδατι, ὅταν ὑφ' ὕδατος λυθῇ. Λέγει δὲ κατ' ἄλλον τρόπον διαιρῶν, ἕκαστον τῶν στοιχείων τρεῖς ποιότητας ἔχειν· τὸ μὲν πῦρ, ὀξύτητα, μανότητα, κίνησιν· τὸ δὲ ἕτερον ἄκρον τῶν στοιχείων, τουτέστι τὴν γῆν, τὰς ἐναντίας
And Plato says that earth is also dissolved by the sharpness of fire; and once dissolved, it drifts about in it, or in a mass of air—plainly when air dissolves it—or in water, when it is dissolved by water. And dividing in another manner, he says that each of the elements possesses three qualities: fire possesses sharpness, rarity, and motion; whereas the other extreme of the elements, that is, earth, possesses the contrary
Notes, col. 624

On the reading

Printed εἰς τι, for εἴς τι.

PG 40:625Read from the page
ταύταις ποιότητας, ἀμβλύτητα, πυκνότητα, στάσιν· ὡς εἶναι κατὰ ταύτας τὰς ποιότητας ἐναντία τὸ πῦρ καὶ τὴν γῆν, ὅπερ οὐκ ἦν κατὰ τὰς ἄλλας τὰς ἐν συζυγίᾳ ποιότητας· εἰλῆφθαι δὲ ἀφ' ἑκατέρων τῶν ἄκρων ποιότητας, καὶ οὕτω τὰ μέσα στοιχεῖα γεγενῆσθαι· λαμβάνονται γὰρ τοῦ μὲν πυρὸς δύο ποιότητες, ἡ μανότης καὶ ἡ κίνησις· μία δὲ τῆς γῆς, ἡ ἀμβλύτης, καὶ συνίσταται ὁ ἀὴρ εἰδοποιοὺς ἔχων τρεῖς μόνας ποιότητας, ἀμβλύτητα, μανότητα, κίνησιν. Πάλιν δύο λαμβάνονται ποιότητες τῆς γῆς, ἀμβλύτης καὶ πυκνότης· τοῦ δὲ πυρὸς, μία μόνη, ἡ κίνησις· καὶ γίνεται τὸ ὕδωρ εἰδοποιούμενον καὶ αὐτὸ ἀμβλύτητι, πυκνότητι, κινήσει. Ἔστιν οὖν ὡς ὀξύτης πρὸς ἀμβλύτητα, οὕτω πῦρ πρὸς ἀέρα· ὡς δὲ μανότης πρὸς πυκνότητα, οὕτως ἀὴρ πρὸς ὕδωρ· ὡς δὲ κίνησις πρὸς στάσιν, οὕτως ὕδωρ πρὸς γῆν. Ὡς ἄρα πῦρ πρὸς ἀέρα, οὕτως ἀὴρ πρὸς ὕδωρ· καὶ ὡς ἀὴρ πρὸς ὕδωρ, οὕτως ὕδωρ πρὸς γῆν. Πέφυκε γὰρ τὰ μὲν ἐπίπεδα ὑπὸ μιᾶς μεσότητος συνέχεσθαι, τουτέστιν, ἀναλογίας· τὰ δὲ στερεὰ, ὑπὸ δύο μεσοτήτων. Κατ' ἄλλον δὲ τρόπον λέγουσι ποιότητας ἔχειν τὰ στοιχεῖα· τὴν μὲν γὰρ γῆν καὶ τὸ ὕδωρ, βαρύτητα ἔχειν, καθ' ἣν κάτω φύσει φέρονται· τὸν δὲ ἀέρα καὶ τὸ πῦρ, κουφότητα, καθ' ἣν ἄνω φύσει φέρονται. Λέγουσι δὲ οἱ Στωϊκοὶ, τῶν στοιχείων τὰ μὲν εἶναι δραστικὰ, τὰ δὲ παθητικά· δραστικα μεν, ἀέρα καὶ πῦρ· παθητικὰ δὲ, γῆν καὶ ὕδωρ.
qualities to these—bluntness, density, and rest—so that in respect of these qualities fire and earth are contrary, which was not the case in respect of the other paired qualities; and that qualities have been taken from each of the two extremes, and thus the intermediate elements have come into being. For two qualities of fire are taken, rarity and motion, and one of earth, bluntness, and air is constituted having three specific qualities alone: bluntness, rarity, and motion. Again, two qualities of earth are taken, bluntness and density, and of fire one alone, motion; and water comes into being, itself likewise given specific form by bluntness, density, and motion. As sharpness is to bluntness, therefore, so is fire to air; and as rarity is to density, so is air to water; and as motion is to rest, so is water to earth. Accordingly, as fire is to air, so is air to water; and as air is to water, so is water to earth. For plane figures are by nature held together by a single mean, that is, proportion, whereas solid figures are held together by two means. In another way, too, thinkers say that the elements possess qualities: that earth and water possess heaviness, whereby they are borne downwards by nature, while air and fire possess lightness, whereby they are borne upwards by nature. And the Stoics say that some of the elements are active and others passive: air and fire active, and earth and water passive.
Ἀριστοτέλης δὲ καὶ πέμπτον εἰσάγει σῶμα, τὸ αἰθέριον καὶ κυκλοφορικὸν, μὴ βουλόμενος τὸν οὐρανὸν ἐκ τῶν τεσσάρων στοιχείων γεγενῆσθαι· κυκλοφορικὸν δὲ λέγει τὸ πέμπτον σῶμα, ὅτι ἐν κύκλῳ περὶ τὴν γῆν φέρεται· τοῦ Πλάτωνος διαῤῥήδην φάσκοντος, ἐκ πυρὸς καὶ γῆς αὐτὸν συν-
Aristotle, moreover, introduces a fifth body as well, the ethereal and circularly revolving one, being unwilling that the heaven should have come into being out of the four elements; and he calls the fifth body circularly revolving because it is borne round the earth in a circle, whereas Plato expressly declares that out of fire and earth it is com-
Notes, col. 625

On the reading

Printed δραστικα, for δραστικὰ.

Printed μεν, for μὲν.

PG 40:628Read from the page
εστάναι. Λέγει δὲ οὕτως· « Σωματοειδὲς καὶ ὁρατὸν, ἁπτόν τε δεῖ τὸ γενόμενον εἶναι, χωρὶς δὲ πυρὸς οὐδὲν ἄν ποτε ὁρατὸν γένοιτο· οὐδὲ ἁπτὸν ἄνευ τινὸς στερεοῦ· στερεὸν δὲ, οὐκ ἄνευ γῆς· ὅθεν ἐκ πυρὸς καὶ γῆς τὸ τοῦ παντὸς συνεστάναι σῶμα ὁ Θεὸς ἀρχόμενος ἐποίει. Δύο δὲ μόνα καλῶς συνίστασθαι τρίτου χωρὶς, οὐ δυνατόν· δεσμὸν γὰρ ἐν μέσῳ δεῖ ἀμφοῖν συναγωγὸν γίνεσθαι· δεσμῶν δὲ κάλλιστος, ὃς ἂν ἑαυτόν τε καὶ τὰ ξυνδούμενα ἓν ποιῇ ὅτι μάλιστα. » Τοῦτο δὲ πέφυκεν ἀναλογία κάλλιστα ἀποτελεῖν· δεσμὸν λέγων, τὰ μέσα δύο στοιχεῖα ἐξ ἀναλογίας εἰλημμένα τῆς προῤῥηθείσης. Οἱ δὲ τὰ τῶν Ἑβραίων πρεσβεύοντες διαφέρονται περὶ τοῦ οὐρανοῦ καὶ τῆς γῆς. Οἱ μὲν γὰρ ἄλλοι σχεδὸν πάντες, ἐξ οὐδεμιᾶς προϋποκειμένης ὕλης φάσκουσι γεγενῆσθαι τὸν οὐρανὸν καὶ την γῆν, ἐπειδὴ Μωϋσῆς φησιν· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· Ἀπολινάριος δὲ ἐκ τῆς ἀβύσσου πεποιηκέναι τὸν Θεὸν τὸν οὐρανὸν καὶ τὴν γῆν βούλεται· τῆς γὰρ ἀβύσσου Μωϋσῆς οὐκ ἐμνημόνευσεν ἐν τῇ γενέσει τοῦ κόσμου, ὡς γενομένης· ἐν δὲ τῷ Ἰὼβ εἴρηται· Ὁ ποιήσας τὴν ἄβυσσον. Ἐκ ταύτης οὖν, ὡς ἐξ ὕλης, βούλεται τὰ ἄλλα πάντα γεγενῆσθαι· οὐ μὴν ἀγένητον, ἀλλὰ γενητὴν αὐτὴν εἶναι, πρὸ πάντων τῶν σωματικῶν προκαταβεβλημένην ὑπὸ τοῦ Δημιουργοῦ πρὸς
posed. And he speaks thus: "That which has come into being must be bodily and visible and tangible; yet apart from fire nothing could ever become visible, nor tangible apart from something solid, nor solid apart from earth; whence God, in beginning to frame the body of the universe, made it out of fire and earth. Yet for two things alone to be nobly joined together apart from a third is impossible; for there must arise in the midst a bond uniting them both; and the fairest of bonds is that which makes both itself and the things bound together one to the greatest degree." And proportion is by nature fitted to accomplish this most nobly—calling "bond" the two intermediate elements taken according to the aforesaid proportion. Those who uphold the doctrines of the Hebrews, however, differ concerning the heaven and the earth. For almost all the others declare that the heaven and the earth came into being out of no pre-existing matter, since Moses says: In the beginning God made the heaven and the earth; whereas Apollinarius maintains that God made the heaven and the earth out of the abyss; for Moses made no mention of the abyss in the creation of the world as coming into being, while in Job it is said: Who made the abyss. Out of this, therefore, as out of matter, he maintains that all other things came into being—yet not that it is unbegotten, but begotten, laid down beforehand before all corporeal things by the Creator towards
Notes, col. 628

On the reading

Printed την, for τὴν.

PG 40:629Read from the page
τὴν τῶν ἄλλων ὑπόστασιν· δηλοῖ δὲ καὶ τοὔνομα τῆς ἀβύσσου, τὸ τῆς ὕλης ἄπειρον. Ἀλλὰ τοῦτο μὲν, ὅπως ἂν ἔχοι, οὐδὲν διαφέρει. Καὶ οὕτω γὰρ πάντων ὁ Θεὸς Θεὸς καὶ δημιουργὸς δείκνυται, καὶ ἐξ οὐκ ὄντων πεποιηκὼς τὰ πάντα. Πρὸς δὲ τοὺς ἓν μόνον λέγοντας εἶναι στοιχεῖον, ἢ τὸ πῦρ, ἢ τὸν ἀέρα, ἢ τὸ ὕδωρ, ἀρκέσει τὰ παρὰ Ἱπποκράτους εἰρημένα· « Εἰ ἓν ἦν ὁ ἄνθρωπος, οὐδέποτε ἂν ἤλγεεν· οὐδὲ γὰρ ἂν ἦν, ὑφ' οὗ ἀλγήσειεν, ἓν ὤν· εἰ δὲ καὶ ἤλγεεν, ἓν ἂν ἦν τὸ ἰώμενον. Δεῖ γὰρ τὸ μέλλον ἀλγεῖν, ἐν μεταβολῇ γενέσθαι μετ' αἰσθήσεως· εἰ δὲ ἓν μόνον ἦν τὸ στοιχεῖον, οὐκ ἦν, εἰς ὃ μεταβληθείη· μὴ τρεπόμενον δὲ, ἀλλὰ μένον ἐφ' ἑαυτοῦ, οὐκ ἂν ἤλγησεν, εἰ καὶ αἰσθητὸν ἦν· ἀνάγκη δὲ καὶ τὸ πάσχον, ὑπό τινος πάσχειν· εἰ δὲ μόνον ἓν ἦν τὸ στοιχεῖον, οὐκ ἦν ἂν ἑτέρα ποιότης παρὰ τὴν τοῦ ἑνὸς στοιχείου, ὑφ' ἧς ἔπαθεν ἂν τὸ ζῶον. Εἰ δὲ μήτε μεταβληθῆναι, μήτε παθεῖν ἠδύνατο, πῶς ἂν ἤλγησε; » Δείξας οὖν τοῦτο ἀδύνατον, κατὰ συγχώρησιν ἐπάγει· « Εἰ δὲ καὶ ἤλγεεν, ἓν ἂν ἦν τὸ ἰώμενον· νῦν δὲ οὐκ ἔστιν ἓν τὸ ἰώμενον, ἀλλὰ πολλά· οὐκ ἄρα ἓν ἦν ὁ ἄνθρωπος. »
the subsistence of the rest; and the very name of the abyss, too, signifies the boundlessness of matter. Yet however this might stand, it makes no difference at all. For even thus God is shown to be the God and Creator of all things, and to have made all things out of nothing. Against those, on the other hand, who assert that there is one element alone—whether fire, or air, or water—what has been stated by Hippocrates will suffice: "If man were one thing, he would never feel pain; for being one, there would be nothing whereby he might feel pain; and even if he did feel pain, that which heals would also be one. For what is going to feel pain must come to be in change accompanied by sensation; whereas if the element were one alone, there would be nothing into which it might be changed; and without undergoing alteration, but abiding in itself, it would not have felt pain, even if it were sentient. Moreover, what suffers must also suffer at the hands of something; whereas if the element were one alone, there would be no other quality besides that of the single element whereby the living creature might suffer. And if it could neither be changed nor suffer, how could it have felt pain?" Having shown this to be impossible, accordingly, he subjoins by way of concession: "And even if he did feel pain, that which heals would be one; yet as it is, that which heals is not one, but many; therefore man was not one thing."
Ἀλλὰ καὶ, ἐξ ὧν αὐτοὶ πειρῶνται τὸ ἴδιον ἕκαστος κατασκευάζειν δόγμα, ἐκ τούτων μάλιστα δείκνυται τέσσαρα ὄντα τὰ στοιχεῖα. Καὶ γὰρ Θαλῆς τὸ ὕδωρ μόνον λέγων εἶναι στοιχεῖον, πειρᾶται δεικνύειν τἄλλα τρία ὑπὸ τούτου γινόμενα. Τὴν μὲν γὰρ ὑποστάθμην αὐτοῦ γῆν γίνεσθαι· τὸ δὲ λεπτομερέστερον, ἀέρα· τοῦ δὲ ἀέρος τὸ λεπτομερέστερον,
Moreover, from the very arguments whereby they themselves each endeavour to establish their own doctrine, from these above all the elements are shown to be four. For Thales, asserting that water alone is an element, endeavours to show that the other three come into being from it: that its sediment becomes earth, while its more rarefied part becomes air, and the more rarefied part of air,
PG 40:632Read from the page
πῦρ. Ἀναξιμενης δὲ ἀέρα μόνον λέγων, καὶ αὐτὸς ὁμοίως πειρᾶται δεικνύναι, τὰ ἄλλα στοιχεῖα ἐκ τοῦ ἀέρος ἀποτελούμενα· Ἡράκλειτος δὲ καὶ Ἵππασος ὁ Μεταποντῖνος, τὸ πῦρ λέγοντες, ταῖς αὐταῖς ταύταις ἀποδείξεσι κέχρηνται. Ἐξ ὧν τοίνυν καὶ οὗτοί φασι, τὸ πῦρ εἶναι τῶν ἄλλων στοιγείων γεννητικὸν, καὶ τῶν ἄλλων ὁ μὲν τὸ ὕδωρ, ὁ δὲ τὸν ἀέρα, ἐκ τούτων δείκνυται, ὅτι πάντα τὰ στοιχεῖα εἰς ἄλληλα μεταβάλλεται· πάντων δὲ εἰς ἄλληλα τρεπομένων, ἀνάγκη, τὰ πάντα στοιχεῖα εἶναι. Ὅπερ γὰρ ἂν λάβῃς τῶν τεσσάρων, εὑρεθήσεται καὶ τοῦτο ὑφ' ἑτέρου γινόμενον. Τὸ δὲ σῶμα τῆς ψυχῆς ὄργανον ὑπάρχον, ταῖς ψυχικαῖς δυνάμεσι συνδιαιρεῖται. Ταύταις γὰρ πρόσφορόν τε καὶ ἐπιτήδειον κατεσκεύασται, πρὸς τὸ μηδεμίαν αὐτῆς δύναμιν ὑπὸ τοῦ σώματος ἐμποδίζεσθαι. Ἑκάστῃ γὰρ ψυχικῇ δυνάμει πρὸς τὴν ἐνέργειαν ἴδια μέρη τοῦ σώματος ἀποκεκλήρωται, ὡς προϊὼν ὁ λόγος ἀποδείξει. Ἡ μὲν γὰρ ψυχὴ τάξιν ἐπέχει τεχνίτου· τὸ δὲ σῶμα, ὀργάνου· ὕλη δέ ἐστι, περὶ ἃ ἡ πρᾶξις· τὸ δὲ ἀποτέλεσμα, ἡ πρᾶξις αὐτή. (Οἷον, ὡς ὕλη μὲν ὑπόκειται ἡ γυνή· περὶ ταύτην γὰρ ἡ πρᾶξις· ἡ δὲ πρᾶξις, μοιχεία, ἢ πορνεία, ἢ γάμος.) Διαιροῦνται δὲ αἱ ψυχικαὶ δυνάμεις εἴς τε τὸ φανταστικὸν, καὶ διανοητικὸν, καὶ μνημονευτικόν.
fire. Anaximenes, however, affirming air alone, likewise attempts himself to show that the other elements are produced out of air; and Heraclitus and Hippasus of Metapontum, affirming fire, have employed these very same demonstrations. From the grounds, therefore, on which these thinkers too declare fire to be generative of the other elements, while of the rest one declares water and another air, it is demonstrated from these considerations that all the elements are transformed into one another; and since all turn into one another, it is necessary that all of them be elements. For whichever of the four you take, this too will be found coming to be from another. Now the body, being the instrument of the soul, is co-divided along with the faculties of the soul. For it has been framed suitable and serviceable for these, to the end that none of its faculties should be hindered by the body. For to each psychical faculty particular parts of the body have been allotted for its activity, as our discourse will show as it proceeds. For the soul holds the rank of an artisan, and the body that of an instrument; the matter is the things with which the action is concerned, and the result is the action itself. (For instance, the woman underlies as matter, for the action is concerned with her; whereas the action itself is adultery, or fornication, or marriage.) And the psychical faculties are divided into the imaginative, the discursive, and the retentive.
ΚΕΦ. Ϛʹ.
Chapter VI.
Περὶ τοῦ φανταστικοῦ.
Concerning the imaginative faculty.
Φανταστικὸν μὲν οὖν ἐστι δύναμις τῆς ἀλόγου ψυχῆς διὰ τῶν αἰσθητηρίων ἐνεργοῦσα· φανταστὸν
The imaginative faculty, then, is a power of the irrational soul operating through the sense-organs; while the imaginable
Notes, col. 632

On the reading

Printed Ἀναξιμενης, for Ἀναξιμένης.

Printed στοιγείων, for στοιχείων.