Migne Reading Room

PG 40 · cols. 597–608 · Read from the page

On the nature of man

On the nature of man

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 40:597Read from the page
τὴν ἐν τοῖς ὀνείροις ἐνεργεῖν, θεσπίζουσαν τὸ μέλλον, καὶ τοῖς νοητοῖς πλησιάζουσαν. Τὸ αὐτὸ δὲ συμβαίνει καὶ ὅταν καθ' ἑαυτὴν ἐπισκέπτηταί τι τῶν νοητῶν. Καὶ τότε γὰρ, ὡς οἷόν τε, τοῦ σώματος ἑαυτὴν χωρίζει καὶ καθ' ἑαυτὴν γίνεται, ἵν οὕτως ἐπιβάλῃ τοῖς οὖσιν. Ἀσώματος γὰρ οὖσα, δι' ὅλου κεχώρηκεν, ὡς τὰ συνεφθαρμένα, μένουσα ἀδιάφθορος, ὡς τὰ ἀσύγχυτα, καὶ τὸ καθ' ἑαυτὴν ἓν διασώζουσα, καὶ ἐν οἷς ἂν γένηται, τρέπουσα ἐκεῖνα κατὰ τὴν ἑαυτῆς ζωὴν, καὶ μὴ τρεπομένη ὑπ' ἐκείνων.
self acts in dreams, divining the future and drawing near to intelligibles. And the same thing happens also whenever by itself it contemplates any of the intelligibles; for then too, so far as is possible, it separates itself from the body and comes to be by itself, that thus it may grasp the things that truly are. For being incorporeal, it has permeated throughout, like things that have perished together, while remaining incorrupt, like things unconfused, both preserving its own oneness in itself and, in whatever things it comes to be, turning them in accordance with its own life, without being turned by them.
Ὡς γὰρ ὁ ἥλιος τῇ παρουσίᾳ αὐτοῦ τὸν ἀέρα εἰς φῶς μεταβάλλει, ποιῶν αὐτὸν φωτοειδῆ, καὶ ἑνοῦται τῷ ἀέρι τὸ φῶς, ἀσυγχύτως ἅμα καὶ κεχυμένως· τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ, ἑνουμένη τῷ σώματι, μένει παντελῶς ἀσύγχυτος· κατὰ τοῦτο μόνον διαλλάττουσα, ὅτι ὁ μὲν ἥλιος, σῶμα ὢν καὶ τόπῳ περιγραφόμενος, οὐκ ἔστι πανταχοῦ, ἔνθα καὶ τὸ φῶς αὐτοῦ, ὡς οὐδὲ τὸ πῦρ· μένει γὰρ καὶ αὐτὸ ἐν τοῖς ξύλοις ἢ ἐν τῇ θρυαλλίδι δεδεμένον, ὡς ἐν τόπῳ· ἡ δὲ ψυχὴ, ἀσώματος οὖσα καὶ μὴ περιγραφομένη τόπῳ, ὅλη δι' ὅλου
For just as the sun by its presence changes the air into light, making it luminous, and the light is united with the air, at once without confusion and diffusely; in the very same manner the soul also, when united to the body, remains altogether unconfused, differing in this respect alone, that the sun, being a body and circumscribed by place, is not everywhere where its light also is, just as neither is fire, for it too remains bound in wood or in the wick as in a place; whereas the soul, being incorporeal and not circumscribed by place, whole throughout the whole
Notes, col. 597

On the reading

Printed ἵν, for ἵν'.

PG 40:600Read from the page
χωρεῖ καὶ τοῦ φωτὸς ἑαυτῆς, καὶ τοῦ σώματος, καὶ οὐκ ἔστι μέρος φωτιζόμενον ὑπ' αὐτῆς, ἐν ᾧ μὴ ὅλη πάρεστιν. Οὐ γὰρ κρατεῖται ὑπὸ τοῦ σώματος, ἀλλ' αὐτὴ κρατεῖ τὸ σῶμα· οὐδὲ ἐν τῷ σώματί ἐστιν, ὡς ἐν ἀγγείῳ ἢ ἀσκῷ, ἀλλὰ μᾶλλον τὸ σῶμα ἐν αὐτῇ. Μὴ κωλυόμενα γὰρ ὑπὸ τῶν σωμάτων τὰ νοητὰ, ἀλλὰ διὰ παντὸς σώματος χωροῦντα καὶ διαφοιτῶντα καὶ διεξιόντα, οὐχ οἷά τέ ἐστιν ὑπὸ τόπου σωματικοῦ κατέχεσθαι. Νοητὰ γὰρ ὄντα ἐν νοητοῖς καὶ τόποις ἐστὶν, ἢ γὰρ ἐν ἑαυτοῖς, ἢ ἐν τοῖς ὑπερκειμένοις νοητοῖς· ὡς ἡ ψυχὴ ποτὲ μὲν ἐν ἑαυτῇ ἐστιν, ὅταν λογίζηται, ποτὲ δὲ ἐν τῷ νῷ, ὅταν νοῇ. Ἐπὰν οὖν ἐν σώματι λέγηται εἶναι, οὐχ ὡς ἐν τόπῳ τῷ σώματι λέγεται εἶναι, ἀλλ' ὡς ἐν σχέσει, καὶ τῷ παρεῖναι· ὡς λέγεται ὁ Θεὸς ἐν ἡμῖν. Καὶ γὰρ τῇ σχέσει καὶ τῇ πρός τι ῥοπῇ καὶ διαθέσει, δεδέσθαι φαμὲν ὑπὸ τοῦ σώματος τὴν ψυχὴν, ὡς λέγομεν ὑπὸ τῆς ἐρωμένης δεδέσθαι τὸν ἐραστὴν, οὐ σωματικῶς, οὐδὲ τοπικῶς, ἀλλὰ κατὰ σχέσιν. Ἀμέγεθες γάρ [τι] ὂν καὶ ἄογκον καὶ ἀμερὲς [ἡ ψυχὴ πρᾶγμα,] τῆς κατὰ μέρος τοπικῆς περιγραφῆς κρεῖττόν ἐστι. Τὸ γὰρ μὴ ἔχον μέρος, ποίῳ δύναται τόπῳ περιγράφεσθαι; Ὄγκῳ γὰρ τόπος συνυφίσταται. Τόπος γάρ ἐστι πέρας τοῦ περιέχοντος, καθ' ὃ περιέχει τὸ περιεχόμενον. Ει δέ τις λέγοι· Οὐκοῦν καὶ ἐν Ἀλεξανδρείᾳ καὶ ἐν Ῥώμῃ ἐστὶ καὶ πανταχοῦ ἡ ἐμὴ ψυχή· λανθάνει ἑαυτὸν πάλιν τόπον λέγων. Καὶ γὰρ τὸ ἐν Ἀλεξανδρείᾳ καὶ ὅλως τὸ ἐν τῷδε τόπος ἐστίν. Ἐν τόπῳ δὲ ὅλως οὐκ ἔστιν, ἀλλ' ἐν σχέσει. Δέδεικται γὰρ, μὴ δύνασθαι περιληφθῆναι τόπῳ.
pervades both its own light and the body, and there is no part illumined by it in which it is not wholly present. For it is not contained by the body, but itself contains the body; nor is it in the body as in a vessel or a wineskin, but rather the body is in it. For intelligible things, not being hindered by bodies, but passing through, permeating, and traversing every body, are incapable of being confined by corporeal place. For, being intelligible, they are also in intelligible places, either in themselves or in the intelligible realities set above them; just as the soul is sometimes in itself, when it reasons, and sometimes in the intellect, when it exercises intellection. Whenever, therefore, it is said to be in a body, it is not said to be in the body as in a place, but as in a relation and by being present, just as God is said to be in us. For indeed it is by relation, and by inclination and disposition towards something, that we say the soul is bound by the body, just as we say that the lover is bound by the beloved—not corporeally, nor locally, but by relation. For being [something] without magnitude and without bulk and without parts, [the soul as a thing] is superior to particular local circumscription. For by what sort of place can that which has no part be circumscribed? For place subsists together with bulk. For place is the limit of that which surrounds, in so far as it surrounds that which is surrounded. And if someone should say: "Then my soul is both in Alexandria and in Rome and everywhere," he fails to notice that he is speaking once again of place. For indeed "in Alexandria" and, in general, "in this" is place; yet it is not in place at all, but in relation, since it has been shown that it cannot be encompassed by place.
Notes, col. 600

On the reading

Printed Ει, for Εἰ.

PG 40:601Read from the page
Οταν οὖν ἐν σχέσει γένηται τὸ νοητὸν τόπου τινὸς ἢ πράγματος, ἐν τόπῳ ὄντος, καταχρηστικώτερον λέγομεν, ἐκεῖ αὐτὸ εἶναι, διὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐκεῖ, τὸν τόπον ἀντὶ τῆς σχέσεως καὶ τῆς ἐνεργείας λαμβάνοντες. Δέον γὰρ λέγειν, Ἐκεῖ ἐνεργεῖ, λέγομεν· Ἐκεῖ ἐστιν. Ἁρμόσειε δ' ἂν οὗτος ὁ λόγος καθαρώτερον καὶ μάλιστα τῇ πρὸς τὸν ἄνθρωπον ἑνώσει τοῦ Θεοῦ Λόγου, καθ' ἣν ἑνωθεὶς ἔμεινεν ἀσύγχυτος καὶ ἀπερίληπτος, οὐ κατὰ τὸν τῆς ψυχῆς τρόπον. Ἐκείνη μὲν γὰρ, τῶν πεπληθυσμένων οὖσα, δοκεῖ καὶ συμπάσχειν πως δι' οἰκειότητα τῷ σώματι, καὶ κρατεῖν ἔσθ' ὅτε, καὶ κρατεῖσθαι· ὁ δὲ Θεὸς Λόγος, οὐδὲν αὐτὸς ἀπὸ τῆς κοινωνίας τῆς περὶ τὸ σῶμα καὶ τὴν ψυχὴν ἀλλοιούμενος, οὐδὲ μετέχων τῆς ἐκείνων ἀσθενείας, μεταδιδοὺς δὲ αὐτοῖς τῆς ἑαυτοῦ θεότητος, γίνεται σὺν αὐτοῖς ἓν, μένων ἐν ᾧπερ ἦν καὶ πρὸ τῆς ἑνώσεως· καινότερος οὗτος ὁ τρόπος τῆς κράσεως ἢ ἑνώσεως· καὶ κιρνᾶται καὶ μένει παντάπασιν ἄμικτος καὶ ἀσύγχυτος καὶ ἀδιάφθορος καὶ ἀμετάβλητος, οὐ συμπάσχων, ἀλλὰ συμπράττων μόνον, οὐδὲ συμφθειρόμενος καὶ συναλλοιούμενος, ἀλλὰ συναυξάνων μὲν ἐκεῖνα, αὐτὸς δὲ μὴ μειούμενος ὑπ' αὐτῶν, πρὸς τῷ μένειν ἄτρεπτος καὶ ἀσύγχυτος, ἐπειδὴ [καὶ] καθαρῶς πάσης ἀλλοιώσεως ἀμέτοχός ἐστι. Μάρτυς [δὲ] τούτου ἐστὶ Πορφύριος, ὁ κατὰ τοῦ
Whenever, therefore, an intelligible entity comes to be in relation to some place or thing that is in place, we say more loosely that it is there, on account of its activity there, taking the place instead of the relation and the activity. For whereas we ought to say, "It acts there," we say, "It is there." And this account would apply more purely and above all to the union of God the Word with man, whereby, having been united, He remained unconfused and uncircumscribed, not after the manner of the soul. For the soul, belonging to things that are multiplied, seems also in some way to suffer together with the body through affinity, and sometimes to master it and sometimes to be mastered; whereas God the Word, being Himself in no way altered by the communion that concerns the body and the soul, nor sharing in their weakness, but imparting to them His own divinity, becomes one with them while remaining in that very state in which He was even before the union. Novel is this manner of mingling or union: He both mingles and remains altogether unmixed, unconfused, incorruptible, and immutable, not suffering with them, but only acting with them, nor perishing with them and being altered along with them, but increasing them while Himself in no way diminished by them, in addition to remaining unchangeable and unconfused, inasmuch as He is [also] purely exempt from every alteration. [And] a witness to this is Porphyry, who against
Notes, col. 601

On the reading

Printed Οταν, for Ὅταν.

PG 40:604Read from the page
Χριστοῦ κινήσας τὴν ἑαυτοῦ γλῶσσαν. Ἰσχυραὶ δὲ τῶν ἐχθρῶν αἱ ὑπὲρ ἡμῶν μαρτυρίαι, καὶ μηδεμίαν ἀντιλογίαν ἐπιδεχόμεναι. Οὗτος τοίνυν ὁ Πορφύριος ἐν τῷ δευτέρῳ λόγῳ [τῷ Περὶ] τῶν συμμίκτων ζητημάτων γράφει κατὰ λέξιν οὕτως· «Οὐχ ἀπογνωστέον οὖν, ἐνδέχεσθαί τινα οὐσίαν παραληφθῆναι εἰς συμπλήρωσιν ἑτέρας οὐσίας, καὶ εἶναι μέρος οὐσίας, μένουσαν κατὰ τὴν ἑαυτῆς φύσιν, μετὰ τὸ συμπληροῦν ἄλλην οὐσίαν, ἕν τε σὺν ἄλλῳ γενομένην, καὶ τὸ καθ' ἑαυτὴν ἓν διασώζουσαν· καὶ τὸ μεῖζον, αὐτὴν μὲν μὴ τρεπομένην, τρέπουσαν δὲ ἐκεῖνα, ἐν οἷς ἂν γίγνηται, εἰς τὴν ἑαυτῆς ἐνέργειαν τῇ παρουσίᾳ.» Λέγει δὲ ταῦτα περὶ τῆς ἑνώσεως τῆς ψυχῆς καὶ τοῦ σώματος.
Christ set his own tongue in motion. Yet strong are the testimonies of enemies on our behalf, admitting of no contradiction. This Porphyry, then, in the second book [On] Miscellaneous Questions, writes word for word as follows: "One must not, therefore, reject the possibility that a certain substance may be assumed for the completion of another substance, and be part of a substance, while remaining according to its own nature after completing another substance, both becoming one with another and preserving its unity in itself; and, what is greater, while not itself being turned, turning those things in which it comes to be towards its own activity by its presence." And he says these things concerning the union of the soul and the body.
Εἰ δὲ ἐπὶ τῆς ψυχῆς ἀληθὴς ὁ λόγος, διὰ τὸ ἀσώματον, πολλῷ πλέον ἐπὶ τοῦ Θεοῦ Λόγου, τοῦ μᾶλλον ἀσυγκρίτως καὶ κατὰ ἀλήθειαν ὄντος ἀσωμάτου. Ὅπερ ἄντικρυς ἀποφράττει τὰ στόματα τῶν ἐπιχειρούντων κατηγορεῖν τῆς τοῦ Θεοῦ ἑνώσεως πρὸς τὸν ἄνθρωπον. Τοῦτο γὰρ Ἑλλήνων οἱ πολλοὶ γέλωτα ποιοῦνται, φάσκοντες,
Now if this account holds true in the case of the soul on account of its incorporeality, how much more so in the case of God the Word, Who is far more incomparably and in very truth incorporeal! And this stops outright the mouths of those who attempt to inveigh against the union of God with man. For most of the Greeks make a mockery of this, asserting
PG 40:605Read from the page
ἀδύνατον καὶ ἀπίθανον καὶ ἀπρεπὲς εἶναι, συγγενέσθαι θνητῇ φύσει τὸ Θεῖον κατὰ κρᾶσιν καὶ ἕνωσιν· ἀλλ' ἡμεῖς τοῖς εὐδοκίμοις αὐτῶν χρησάμενοι μάρτυσιν, ἀποδυόμεθα τὴν αἰτίαν. Λέγεται δὲ παρά τισι, καὶ μάλιστα παρὰ τοῖς Εὐνομιανοῖς, ἡνῶσθαι τὸν Θεὸν Λόγον τῷ σώματι, οὐ κατ' οὐσίαν, ἀλλὰ κατὰ τὰς ἑκατέρου δυνάμεις. Οὐ γὰρ εἶναι τὰς οὐσίας, τὰς ἑνωθείσας ἢ κραθείσας, ἀλλὰ τὰς δυνάμεις τοῦ σώματος ταῖς δυνάμεσι ταῖς θείαις συγκεκρᾶσθαι· δυνάμεις δὲ τοῦ σώματος, πάντως δήπου τοῦ ὀργανικοῦ, κατὰ Ἀριστοτέλην, λέγουσιν εἶναι τὰς αἰσθήσεις. Ταύταις οὖν αἱ θεῖαι δυνάμεις συγκιρνάμεναι τὴν ἕνωσιν ἀπειργάσαντο, κατ' αὐτούς· οὐδεὶς δὲ ἂν αὐτοῖς, οἶμαι, συγχωρήσειε, τὰς αἰσθήσεις σωματικὰς δυνάμεις ἀποφαινομένοις. Διώρισται γὰρ ἐν τοῖς ἔμπροσθεν σαφῶς, τίνα μὲν ἴδια σώματος, τίνα δὲ ψυχῆς, τίνα δὲ τοῦ συναμφοτέρου· καὶ ἐν τοῖς ἰδίοις τοῦ συναμφοτέρου τὰς δι' ὀργάνων αἰσθήσεις ἐτίθεμεν· αὐτὰ δὲ τὰ ὄργανα τοῦ σώματος ἐλέγομεν εἶναι. Βέλτιον οὖν, ὡς προείρηται, κατὰ τὴν οἰκείαν φύσιν τῶν ἀσωμάτων ἀσυγχύτως τὴν ἕνωσιν γίνεσθαι τῶν οὐσιῶν, μηδὲν παραβλαπτομένης τῆς θειοτέρας ἐκ τῆς ὑποδεεστέρας· ἀλλὰ ταύτης μόνον ὠφελουμένης ἐκ τῆς θειοτέρας· ἐπείπερ ἡ καθαρῶς ἀσώ-
that it is impossible, improbable, and unseemly for the Divine to come into conjunction with mortal nature by mingling and union; yet we, availing ourselves of witnesses held in repute among them, strip away this charge. Moreover, it is said among certain people, and above all among the Eunomians, that God the Word has been united to the body not according to substance, but according to the powers of each. For they say that it is not the substances that have been united or mingled, but that the powers of the body have been mingled together with the divine powers; and the powers of the body—to be sure, of the organic body, according to Aristotle—they say are the senses. The divine powers, therefore, mingling with these, wrought the union, according to them; yet no one, I suppose, would grant this to them when they declare the senses to be bodily powers. For it has been clearly distinguished in what precedes which things belong properly to the body, which to the soul, and which to the composite of both; and among the things proper to the composite of both we placed the senses operating through organs, whereas the organs themselves we said belong to the body. It is better, therefore, as has been stated before, that in accordance with the proper nature of incorporeal realities the union of the substances takes place without confusion, the more divine suffering no harm at all from the inferior, while the latter is only benefited by the more divine; inasmuch as the purely incor-
PG 40:608Read from the page
ματος φύσις, χωρεῖ μὲν ἀκωλύτως διὰ πάντων, δι' αὐτῆς δὲ οὐδέν· ὥστε τῷ μὲν χωρεῖν αὐτὴν διὰ πάντων, ἡνῶσθαι· τῷ δὲ μηδὲν δι' αὐτῆς, μένειν ἄμικτον καὶ ἀσύγχυτον. Οὐχ εὐδοκίᾳ τοίνυν ὁ τρόπος τῆς ἑνώσεως, ὥς τισι τῶν ἐνδόξων ἀνδρῶν δοκεῖ, ἀλλ' ἡ φύσις αἰτία. Τὸ μὲν γὰρ ἀναλαβεῖν σῶμα, κατ' εὐδοκίαν εἴποι τις ἂν εὐλόγως γεγενῆσθαι· τὸ δὲ ἑνούμενον μὴ συγχυθῆναι, κατὰ τὴν οἰκείαν τοῦ Θεοῦ φύσιν, οὐ κατ' εὐδοκίαν γίνεται. Τοὺς γὰρ βαθμοὺς τῶν ψυχῶν καὶ τὰς ἀναβάσεις καὶ καταβάσεις, ἃς Ὠριγένης εἰσάγει, μηδὲν προσηκούσας ταῖς θείαις Γραφαῖς, μηδὲ συνᾳδούσας τοῖς τῶν Χριστιανῶν δόγμασι, παραλειπτέον.
poreal nature pervades all things unhindered, whereas nothing pervades it; so that by pervading all things it is united with them, while because nothing pervades it, it remains unmixed and unconfused. Not by good pleasure, therefore, is the manner of the union, as seems right to certain illustrious men, but nature is the cause. For one might reasonably say that the assumption of a body came to pass by good pleasure; yet that what is united is not confused comes about in accordance with God's own proper nature, not by good pleasure. As for the grades of souls and the ascents and descents that Origen introduces, since they have nothing to do with the divine Scriptures nor harmonize with the doctrines of Christians, they must be set aside.
ΚΕΦ. Δʹ.
Chapter IV.
Περὶ σώματος.
On the body.
Πᾶν σῶμα τῶν τεσσάρων στοιχείων ἐστὶ σύγκριμα, καὶ ἐκ τούτων γέγονε· προσεχῶς δὲ τὰ τῶν ἐναίμων ζώων, ἐκ τῶν τεσσάρων χυμῶν, αἵματος, φλέγματος, ξανθῆς τε χολῆς καὶ μελαίνης· τὰ δὲ τῶν ἀναίμων, ἔκ τε τῶν ἄλλων χυμῶν, καὶ ἐκ τοῦ ἀναλογοῦντος ἐν αὐτοῖς τῷ αἵματι. Προσεχῶς δὲ λέγεται, ὅταν ἀμέσως ἐξ αὐτῶν ἐκείνων τι γίνηται· ὡς εἶναι τῶν μὲν τεσσάρων στοιχείων σύγκριμα τοὺς τέσσαρας χυμούς· τῶν δὲ χυμῶν, τὰ ὁμοιομερῆ, ἅ ἐστι μόρια τοῦ σώματος. Εἰκάζουσι δὲ, τῇ μὲν γῇ, τὴν μέλαιναν χολήν· τῷ δὲ ὕδατι, τὸ φλέγμα· τῷ δὲ ἀέρι, τὸ αἷμα· τῷ δὲ πυρὶ, τὴν ξανθὴν χολήν. Πᾶν δὲ σύγκριμα στοιχείων, ἢ στερεόν ἐστιν, ἢ ὑγρὸν, ἢ πνεῦμα. Ἀριστοτέλης δὲ προσεχῶς ἐξ αἵματος μόνου βούλεται γίνεσθαι τὰ σώματα τῶν ζώων. Ἐκ τούτου γὰρ καὶ
Every body is a compound of the four elements, and has come into being out of them: proximately, the bodies of blooded animals are composed of the four humours—blood, phlegm, yellow bile, and black bile; whereas those of bloodless animals are composed both of the other humours and of that in them which corresponds by analogy to blood. And a thing is said to come into being proximately when something comes into being directly from those very constituents—so that the four humours are a compound of the four elements, while the homoeomerous parts, which are members of the body, are a compound of the humours. Moreover, they liken black bile to earth, phlegm to water, blood to air, and yellow bile to fire. Every compound of elements is either solid, or liquid, or breath. Aristotle, however, holds that the bodies of animals come into being proximately from blood alone. For out of this both