Migne Reading Room

PG 40 · cols. 585–596 · Read from the page

On the nature of man

On the nature of man

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 40:585Read from the page
τελῶς μελλούσης ἔσεσθαι τῆς λογικῆς δυνάμεως. Καὶ γὰρ, οὐδὲν περιττὸν παρὰ τοῦ Θεοῦ γεγενῆσθαι, συμφώνως πᾶσι συνωμολόγηται· εἰ δὲ τοῦτο, περιττῶς ἂν ἡ λογικὴ ψυχὴ τοῖς κτήνεσι καὶ τοῖς θηρίοις ἐγκατεβάλλετο, μηδέποτε δυναμένη τὸ ἑαυτῆς ἔργον ἐπιδείξασθαι· καὶ ἦν ἂν ἔγκλημα τοῦ δόντος ἀνάρμοστον ψυχὴν τῷ σώματι· οὔτε γὰρ τεχνίτου τοῦτο ἔργον, οὔτε τάξιν ἢ ἁρμονίαν εἰδότος· εἰ δέ τις λέγοι, κινεῖσθαι μὲν κατὰ διάθεσιν λογικῶς τὰ ζῶα, τὴν δὲ διάπλασιν αὐτῶν ἀνεπίδεκτον εἶναι τεχνικῆς πράξεως, πιστούμενος τὸν λόγον ἀπὸ τῶν ἀνθρώπων ( περιαιρεθέντων γὰρ μόνων τῶν δακτύλων τῶν χειρῶν, τὰς πλείστας τέχνας παραπόλλυσθαι ), οὐ λύει τὸ ζητούμενον· μένει γὰρ ἔτι τὸ αὐτὸ ἄτοπον, ὡς τοῦ Θεοῦ μὴ πρόσφορον ψυχὴν ἐναρμόσαντος τῷ σώματι, ἀλλὰ περιττὴν καὶ ἀνόνητον καὶ ἀνενέργητον, ἐμποδιζομένην διὰ πάσης τῆς ἡλικίας αὐτῶν εἰς τὰς οἰκείας ἐνεργείας, πρὸς τῷ καὶ τὸν λόγον αὐτοὺς κατασκευάζειν ἐξ ἀδήλων, καὶ οὐχ ὁμολογουμένων. Πόθεν γὰρ, ὅτι κατὰ διάθεσιν λογικῶς κινεῖται τὰ ζῶα; Βέλτιον οὖν, ἡγεῖσθαι πρόσφορον ἑκάστῳ σώματι ψυχὴν ἐνηρμόσθαι, καὶ μηδὲν πλέον ἔχειν κατὰ διάθεσιν τὰ ζῷα τῆς ἐμφαινομένης ἐν τοῖς ἔργοις αὐτῶν φυσικῆς ἁπλότητος.
rational faculty was going to be altogether useless. For indeed, that nothing superfluous has been brought into being by God is harmoniously agreed by all; and if this is so, the rational soul would superfluously have been implanted in cattle and wild beasts, never being able to display its own proper work; and it would be a reproach against Him Who gave an unsuitable soul to the body, for this is neither the work of a craftsman nor of one who knows order or harmony. And if someone should say that animals are moved rationally in disposition, whereas their bodily formation is incapable of artistic action, confirming the argument from human beings (for when the fingers alone of the hands are removed, most of the arts perish), he does not solve the question; for the very same absurdity still remains, as though God had fitted to the body not a suitable soul, but one superfluous and unprofitable and inactive, hindered throughout their entire lifetime with respect to its proper activities, besides the fact that they also construct the argument from uncertain premises, and not from things agreed upon. For whence is it shown that animals are moved rationally in disposition? It is better, therefore, to hold that a soul suitable to each body has been fitted to it, and that animals possess nothing more in disposition than the natural simplicity manifested in their works.
Ἕκαστον γὰρ εἶδος τῶν ἀλόγων κατ' οἰκείαν ὁρμὴν κινεῖται, πρὸς ἣν γέγονεν ἐξ ἀρχῆς χρείαν τε καὶ ἐνέργειαν· καὶ πρὸς ταῦτα καὶ τὴν διάπλασιν ἐπιτηδείαν ἔσχεν. Οὐ μὴν ἀβοήθητα παντάπασιν αὐτὰ καταλέλοιπεν ὁ Δημιουργὸς, ἀλλ' ἑκάστῳ φυσικὴν, οὐ λογικήν, ἐνέβαλε σύνεσιν· τισὶ δὲ καὶ πανουργίας ἐνέθηκεν, ὥσπερ τέχνης εἰκόνα καὶ σκιὰν λογικὴν, δυεῖν τούτων ἕνεκεν,
For each species of irrational creatures is moved according to a proper impulse, towards the need and activity for which it came into being from the beginning; and for these ends it also obtained a suitable bodily formation. Yet the Creator has not left them altogether without help, but implanted in each a natural, not a rational, intelligence; and in some He also placed craftiness, as it were an image of art and a rational shadow, for the sake of these two things,
PG 40:588Read from the page
ὑπὲρ τοῦ καὶ τὰς ἐνεστώσας ἐπιβουλὰς ἐκκλίνειν καὶ τὰς μελλούσας προφυλάττεσθαι, καὶ ἐπὶ τῷ συνάψαι τὴν κτίσιν πᾶσαν ἑαυτῇ, ὡς ἤδη εἴρηται. Ὅτι δὲ οὐ λογικῶς ταῦτα ποιεῖ, δῆλον ἐκ τοῦ κατ' εἶδος ἕκαστον ζῶον ὁμοίως τὰ αὐτὰ ποιεῖν, καὶ μὴ διαλλάττειν αὐτῶν ἐν τῷ πλήθει τὰς ἐνεργείας, ει μὴ κατὰ τὸ μᾶλλον καὶ ἧττον, ἀλλὰ κατὰ μίαν ὁρμὴν ὅλον τὸ εἶδος κινεῖσθαι. Πᾶς γὰρ λαγωὸς ὁμοίως τεχνάζεται, καὶ πᾶς λύκος ὁμοίως πανουργεῖ, καὶ πᾶς πίθηκος ὁμοίως μιμεῖται, ὅπερ οὐκ ἔστιν ἐπ' ἀνθρώπου. Μυρίαι γὰρ ὁδοὶ τῶν ἀνθρωπείων πράξεων. Ἐλεύθερον γάρ τι καὶ αὐτεξούσιον τὸ λογικόν· ὅθεν οὐχ ἓν καὶ ταυτὸν πᾶσιν ἔργον ἀνθρώποις, ὡς ἑκάστῳ εἴδει τῶν ἀλόγων ζώων. Φύσει γὰρ μόνῃ ταῦτα κινεῖται· τὰ δὲ φύσει, ὁμοίως παρὰ πᾶσίν ἐστιν. Αἱ δὲ λογικαὶ πράξεις ἄλλαι παρ' ἄλλοις, καὶ οὐκ ἐξ ἀνάγκης αἱ αὐταὶ παρὰ πᾶσιν. Εἰ δὲ λέγοιεν, ἐπὶ τιμωρίᾳ τὴν ψυχὴν τῶν προημαρτημένων ἐν τῷ ἀνθρωπείῳ βίῳ εἰς τοιαῦτα σώματα καταπέμπεσθαι, ἐκ τῶν ὕστερον ποιοῦνται τὴν ἀπόδειξιν. Διατί γὰρ εἰς τὰ πρῶτα γενόμενα σώματα τῶν ζώων, ἐνεβλήθησαν λογικαὶ ψυχαί; οὐ γὰρ δήπου, ὡς ἐν σώμασιν ἀνθρωπείοις ἁμαρτήσασαι, πρὶν καὶ εἰς σῶμα γενέσθαι ἀνθρώπειον.
both in order to shun present plots and to guard against future ones, and for the purpose of joining together the whole creation with itself, as has already been stated. And that it does not do these things rationally is clear from the fact that according to species every animal alike does the same things, and does not vary their activities in the multitude of individuals, save according to more and less, whereas the entire species is moved according to a single impulse. For every hare alike uses contrivances, and every wolf alike acts craftily, and every ape alike imitates, which is not the case with man. For myriad are the ways of human actions; for what is rational is something free and self-determining, whence there is not one and the same work for all human beings, as there is for each species of irrational animals. For these are moved by nature alone, and things that exist by nature are alike among all; whereas rational actions are different among different persons, and are not of necessity the same among all. And if they should say that the soul is sent down into such bodies in punishment for sins previously committed in human life, they construct their proof from things subsequent. For why were rational souls implanted into the bodies of animals that first came into being? Surely not as having sinned in human bodies before even coming to be in a human body.
Ἔοικε δὲ ταύτῃ τῇ δόξῃ τίθεσθαι καὶ Γαληνὸς, ὁ θαυμάσιος ιατρὸς, καὶ καθ' ἕκαστον εἶδος ζώου, διάφορον εἶναι δοξάζειν καὶ ψυχῆς εἶδος. Λέγει γὰρ εὐθὺς ἐν ἀρχῇ τοῦ πρώτου βιβλίου τῆς Περὶ χρείας μορίων πραγματείας οὕτω· « Καὶ εἰ τοῦτο, πολλὰ τῶν ζώων ἔσται μόρια, τὰ μὲν
And Galen too, the marvellous physician, seems to assent to this opinion, and to hold that corresponding to each species of animal there is also a distinct species of soul. For right at the beginning of the first book of his treatise On the Usefulness of the Parts he speaks thus: "And if this is so, animals will have many parts, some
Notes, col. 588

On the reading

Printed ει, for εἰ.

Printed ιατρὸς, for ἰατρὸς.

PG 40:589Read from the page
μείζω, τὰ δὲ ἐλάττω, τὰ δὲ παντάπασιν εἰς ἕτερον εἶδος ἄτμητα· χρεία δὲ πάντων αὐτῶν ἐστι τῇ ψυχῇ.» Τὸ γὰρ σῶμα ταύτης ὄργανον, καὶ διὰ τοῦτο πολὺ διενήνοχεν ἀλλήλων τὰ μόρια τῶν ζώων, ὅτι καὶ αἱ ψυχαί. Πάλιν δὲ, προκόπτων ἐν τῷ αὐτῷ βιβλίῳ, προστίθησιν ἐπὶ τοῦ πιθήκου καὶ τοῦτο· « Καὶ μὴν, ὦ σοφώτατε κατήγορε, λέξειεν ἂν ἡ φύσις πρὸς σὲ, γελοίῳ τὴν ψυχὴν ζώῳ γελοίαν ἐχρῆν δοθῆναι σώματος κατασκευήν· » οὕτως οἶδε τοῖς διαφόροις κατ' εἶδος σώμασι διαφόρους ἐνούσας ψυχάς. Καὶ ταῦτα μὲν περὶ τούτων. Εἰ δὲ τὴν ψυχὴν ἀπεδείξαμεν μήτε σῶμα οὖσαν, μήτε ἁρμονίαν, μήτε κρᾶσιν, μήτε ἄλλην τινὰ ποιότητα, δῆλον ἐκ τούτων, ὡς οὐσία τίς ἐστιν ἀσώματος ἡ ψυχὴ. Ὅτι μὲν γὰρ ἔστιν, ὡμολόγηται πᾶσιν· εἰ δὲ μήτε σῶμα, μήτε συμβεβηκὸς, δῆλον, ὅτι ἀσώματός ἐστιν οὐσία καὶ οὐδὲν τῶν ἐχόντων ἐν ἄλλῳ τὸ εἶναι. Ταῦτα γὰρ καὶ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς· τῆς δὲ ψυχῆς χωριζομένης, τὸ σῶμα πάντως φθείρεται. Τοῖς αὐτοῖς δὲ χρησάμενον ἔστιν ἀποδεῖξαι τὴν ψυχὴν ἀθάνατον οὖσαν. Εἰ γὰρ μήτε σῶμά ἐστιν (ὅπερ φύσει διαλυτὸν ἀπεδείχθη καὶ φθαρτὸν ), μήτε ποιότης, μήτε ποσότης, μήτε ἄλλο τι τῶν φθειρομένων, δῆλον, ὅτι ἀθάνατός ἐστι. Πολλαὶ μὲν οὖν εἰσι τῆς ἀθανασίας αὐτῆς ἀποδείξεις παρά τε Πλάτωνι καὶ τοῖς ἄλλοις· ἀλλ' ἐκεῖναι μὲν περισκελεῖς καὶ δυσκατανόητοι καὶ μόλις τοῖς ἐντεθραμμένοις ἐκείναις ταῖς ἐπιστήμαις γνώριμοι· ἡμῖν δὲ ἀρκεῖ, πρὸς ἀπόδειξιν τῆς ἀθανασίας αὐτῆς, ἡ τῶν θείων λογίων διδασκαλία, τὸ πιστὸν ἀφ' ἑαυτῆς ἔχουσα, διὰ τὸ θεόπνευστος εἶναι· πρὸς δὲ τοὺς μὴ καταδεχομένους τὰ τῶν Χριστιανῶν γράμματα ἀρκεῖ, τὸ μηδὲν εἶναι την ψυχὴν τῶν φθειρομένων ἀποδεῖξαι. Εἰ γὰρ μηδέν ἐστι τῶν φθειρομένων, ἔστι δὲ ἄφθαρτος, ἔστι καὶ ἀθάνατος. Ὥστε τοῦτο μὲν ἀρκούντως ἔχον παραλειπτέον.
larger, others smaller, and others altogether indivisible into another species; and the soul has need of all of them." For the body is its instrument, and on this account the parts of animals differ greatly from one another, because their souls do also. And again, advancing further in the same book, he adds in the case of the ape this also: "And indeed, O wisest accuser, nature might say to you, to an animal ridiculous in soul it was fitting that a ridiculous constitution of body should be given"; thus he knows that distinct souls indwell bodies that are distinct according to species. And so much concerning these things. Now if we have demonstrated that the soul is neither a body, nor a harmony, nor a temperament, nor any other quality, it is clear from these considerations that the soul is a certain incorporeal substance. For that it exists indeed is agreed by all; and if it is neither a body nor an accident, it is clear that it is an incorporeal substance and none of the things that have their being in another. For these latter both come to be and pass away without the destruction of their substrate; whereas when the soul is separated, the body is altogether destroyed. And using these very same considerations, one may demonstrate that the soul is immortal. For if it is neither a body (which was shown to be dissoluble by nature and corruptible), nor a quality, nor a quantity, nor anything else among things that perish, it is clear that it is immortal. Now there are indeed many proofs of its immortality in Plato and the others; yet those are intricate and hard to grasp, and scarcely familiar even to those reared in those sciences; whereas for us the teaching of the divine oracles suffices for a demonstration of its immortality, possessing credibility of itself through being divinely inspired; while against those who do not accept the writings of the Christians it suffices to demonstrate that the soul is none of the things that perish. For if it is none of the things that perish, and is incorruptible, it is also immortal. Wherefore this point, being sufficiently established, may be passed over.
Notes, col. 589

On the reading

Printed την, for τὴν.

PG 40:592Read from the page
ΚΕΦ. Γʹ.
Chapter III.
Περὶ ἑνώσεως ψυχῆς καὶ σώματος.
On the union of soul and body.
Ζητητέον δὲ, πῶς ψυχῆς καὶ σώματος ἀψύχου γίνεται ἕνωσις. Ἄπορον γὰρ τὸ πρᾶγμα. Εἰ δὲ μὴ μόνον ἐκ τούτων, ἀλλὰ καὶ τοῦ νοῦ συνέστηκεν ὁ ἄνθρωπος, ὡς βούλονταί τινες, ἔτι πλέον ἀπορώτερον· εἰ δὲ καὶ ἄλλο παρὰ ταῦτά ἐστιν ὁ ἄνθρωπος, ὡς εἶπόν τινες, οὐδεμία λύσις τούτων. Πάντα γὰρ τὰ συνιόντα εἰς μιᾶς οὐσίας ὑπόστασιν πάντως ἑνοῦται· πάντα δὲ τὰ ἑνούμενα ἀλλοιοῦται, καὶ οὐ μένει, ἃ πρότερον ἦν, ὡς ἐπὶ τῶν στοιχείων δειχθήσεται· ἑνωθέντα γὰρ ἄλλο τι γέγονε. Πῶς οὖν, ἢ τὸ σῶμα ἡνωμένον τῇ ψυχῇ ἔτι μένει σῶμα, ἢ πάλιν ἡ ψυχὴ, ἀσώματος οὖσα καὶ οὐσιώδης καθ' ἑαυτὴν, [πῶς] ἑνοῦται σώματι καὶ μέρος γίνεται τοῦ ζώου, σώζουσα τὴν ἰδίαν οὐσίαν ἀσύγχυτον καὶ ἀδιάφθορον; Ἀνάγκη γὰρ, ἢ ἡνῶσθαι τὴν ψυχὴν καὶ τὸ σῶμα, καὶ συνηλλοιῶσθαι καὶ συνεφθάρθαι ἀμφότερα, ὡς τὰ στοιχεῖα· ἢ μὴ ἡνῶσθαι μὲν, διὰ τὰς προειρημένας ἀτοπίας, παρακεῖσθαι δὲ, ὡς χορευτὰς ἐν χορῷ, ἢ ψῆφον ψήφῳ· ἢ κεκράσθαι, ὡς οἶνον καὶ ὕδωρ. Ἀλλ' ὅτι μὲν οὐ δύναται παρακεῖσθαι τῷ σώματι ἡ ψυχὴ, ἐν τῷ Περὶ ψυχῆς ἀποδέδεικται. Ἦν γὰρ ἂν μόνον αὐτὸ τὸ μέρος τοῦ σώματος ἔμψυ-
Now we must inquire how the union of soul and inanimate body takes place; for the matter is perplexing. And if man consists not only of these, but also of mind, as some hold, it is still more perplexing; and if man is also something else besides these, as some have said, there is no solution of these difficulties. For all things that come together into the subsistence of a single essence are altogether united; and all things that are united undergo alteration, and do not remain what they were previously, as will be shown in the case of the elements, for when united they have become something else. How then either does the body, when united to the soul, still remain a body, or again how is the soul, being incorporeal and substantial in itself, united to a body and made part of the living creature while preserving its own essence unconfused and incorrupt? For of necessity either the soul and the body have been united, and both have been altered together and have perished together, like the elements; or else they have not indeed been united, on account of the aforesaid absurdities, but lie beside one another, like dancers in a chorus, or pebble beside pebble; or they have been mingled, like wine and water. Yet that the soul cannot lie beside the body has been demonstrated in the section On the Soul; for in that case only that very part of the body would be ani-
PG 40:593Read from the page
χον, τὸ πλησιάζον τῇ ψυχῇ· τὸ δὲ μὴ συνημμένον, ἄψυχον· πρὸς τῷ μὴ δύνασθαι ἓν λέγειν εἶναι τὰ κατὰ παράθεσιν, ὡς ξύλα, φέρε εἰπεῖν, ἢ σίδηρον, ἤ τι τοιοῦτον. Καὶ ἡ κρᾶσις δὲ τοῦ οἴνου καὶ τοῦ ὕδατος ἀμφότερα συνδιαφθείρει. Οὔτε γὰρ ὕδωρ ἐστὶ καθαρὸν τὸ κράμα, οὔτε οἶνος· καίτοι τῆς τοιαύτης κράσεως κατὰ παράθεσιν γινομένης, λανθάνουσαν τὴν αἴσθησιν διὰ τὸ λεπτομερὲς τῶν κεκραμένων· δῆλον δὲ ἐκ τοῦ πάλιν ἀπ' ἀλλήλων δύνασθαι χωρίζεσθαι· σπόγγος γοῦν ἐλαιωθεὶς ἀνιμᾶται καθαρὸν τὸ ὕδωρ, καὶ πάπυρος· αἰσθητῶς δὲ χωρίσαι τὰ ἀκριβῶς ἡνωμένα παντάπασιν ἀδύνατον· εἰ δὲ μήτε ἥνωται, μήτε παράκειται, μήτε κέκραται, τίς ὁ λόγος τοῦ τὸ ζῶον ἓν λέγεσθαι;
mate, namely that which approaches the soul, while the part not conjoined would be inanimate; besides the impossibility of calling things placed in juxtaposition one, such as pieces of wood, for instance, or iron, or anything of the sort. Moreover, the mixture of wine and water corrupts both together; for the blend is neither pure water nor wine, even though such a mixture takes place by juxtaposition, escaping perception on account of the fineness of the parts of the things mingled; and this is clear from the fact that they can be separated from one another again, for at any rate an oiled sponge draws up the pure water, and so does papyrus, whereas to separate perceptibly things that have been strictly united is altogether impossible. Now if they have neither been united, nor lie beside one another, nor have been mingled, what is the reason whereby the living creature is called one?
Πλάτων μὲν οὖν καὶ διὰ ταύτην τὴν ἀπορίαν οὐ βούλεται τὸ ζῶον ἐκ ψυχῆς εἶναι καὶ σώματος· ἀλλὰ ψυχὴν σώματι κεχρημένην, καὶ ὥσπερ ἐνδεδυμένην τὸ σῶμα. Ἔχει δὲ καὶ ουτος ὁ λόγος ἄπορόν τι. Πῶς γὰρ ἓν εἶναι δύναται μετὰ τοῦ ἐνδύματος ἡ ψυχή; οὐ γὰρ ἓν ὁ χιτὼν μετὰ τοῦ ἐνδεδυμένου. Ἀμμώνιος δὲ ὁ διδάσκαλος Πλωτίνου τὸ ζητούμενον τοῦτον τὸν τρόπον ἐπελύετο. Ἔλεγε [γὰρ] τὰ νοητὰ τοιαύτην ἔχειν φύσιν, ὡς καὶ ἑνοῦσθαι τοῖς δυναμένοις αὐτὰ δέξασθαι, καθάπερ τὰ συνεφθαρμένα, καὶ ἑνούμενα μένειν ἀσύγχυτα καὶ ἀδιάφθορα, ὡς τὰ παρακείμενα. Ἐπὶ μὲν γὰρ τῶν σωμάτων ἡ ἕνωσις ἀλλοίωσιν τῶν συνιόντων πάντως ἐργάζεται, ἐπειδήπερ εἰς ἄλλα σώματα μεταβάλλεται, ὡς τὰ στοιχεῖα εἰς τὰ συγκρίματα, καὶ αἱ τροφαὶ εἰς αἷμα, τὸ δὲ αἷμα
Plato, therefore, on account of this perplexity also, will not have it that the living creature consists of soul and body, but rather that it is a soul using a body, and as it were clothed in the body. Yet this account too involves a certain perplexity: for how can the soul be one with its garment? For the tunic is not one with him who is clothed in it. Ammonius, however, the teacher of Plotinus, resolved the question in the following manner. For he said that intelligibles possess such a nature as both to be united with the things capable of receiving them, just like things that have perished together, and when united to remain unconfused and incorrupt, like things lying in juxtaposition. For in the case of bodies, union altogether works an alteration of the things coming together, inasmuch as they are changed into other bodies, as the elements into compounds, and foods into blood, and blood
Notes, col. 593

On the reading

Printed ουτος, for οὗτος.

PG 40:596Read from the page
εἰς σάρκα καὶ τὰ λοιπὰ μόρια τοῦ σώματος· ἐπὶ δὲ τῶν νοητῶν ἕνωσις μὲν γίνεται, ἀλλοίωσις δὲ οὐ παρακολουθεῖ. Οὐ γὰρ πέφυκε τὸ νοητὸν κατ' οὐσίαν ἀλλοιοῦσθαι· ἀλλ' ἢ ἐξίσταται, ἢ εἰς τὸ μὴ ὂν φθείρεται, μεταβολὴν δὲ οὐκ ἐπιδέχεται· ἀλλ' οὔτε εἰς τὸ μὴ ὂν φθείρεται· οὐ γὰρ ἂν ἦν ἀθάνατον. Καὶ ἡ ψυχὴ, ζωὴ οὖσα, εἰ ἐν τῇ κράσει μετεβάλλετο, ἠλλοιώθη ἂν καὶ οὐκ ἔτι ἦν ζωή. Τί δὲ συνεβάλλετο τῷ σώματι, εἰ μὴ παρεῖχεν αὐτῷ τὴν ζωήν; οὐκ ἄρα ἀλλοιοῦται ἡ ψυχὴ ἐν τῇ ἑνώσει. Δεδειγμένου τοίνυν τούτου, ὅτι τὰ νοητὰ ἀναλλοίωτα κατ' οὐσίαν ἐστὶν, ἀναγκαίως παρακολουθεῖ, τὸ καὶ ἑνούμενα αὐτὰ μὴ συνδιαφθείρεσθαι, οἷς ἥνωνται. Καὶ ἥνωται τοίνυν καὶ ἀσυγχύτως ἥνωται τῷ σώματι ἡ ψυχή. Ὅτι μὲν γὰρ ἥνωται, ἡ συμπάθεια δείκνυσι· συμπαθεῖ γὰρ ὅλον ἑαυτῷ τὸ ζῶον, ὡς ἓν ὄν· ὅτι δὲ καὶ ἀσύγχυτος μένει, δῆλον ἐκ τοῦ τὴν ψυχὴν τρόπον τινὰ χωριζομένην τοῦ σώματος ἐν τῷ ὕπνῳ, καὶ ὥσπερ νεκρὸν αὐτὸ κεῖσθαι καταλείπουσαν, μόνον δὲ ἐξατμίζουσαν αὐτῷ τὴν ζωὴν, ἵνα μὴ παντελῶς ἀπόληται, καθ' ἑαυ-
into flesh and the remaining parts of the body; whereas in the case of intelligibles union indeed takes place, yet alteration does not follow. For the intelligible is not by nature constituted to undergo alteration in essence; rather it either withdraws or perishes into non-being, while admitting no change; yet neither does it perish into non-being, for then it would not be immortal. And the soul, being life, if it were changed in the mixture, would be altered and would no longer be life; and what would it contribute to the body if it did not impart life to it? Therefore the soul does not undergo alteration in the union. Now since this has been demonstrated, namely that intelligibles are unalterable in essence, it necessarily follows that even when united they do not perish together with the things to which they have been united. Therefore the soul both has been united and has been united without confusion to the body. For that it has been united, sympathy shows, since the living creature sympathizes as a whole with itself, as being one; and that it also remains unconfused is clear from the fact that the soul, being in a certain manner separated from the body in sleep, and leaving it lying as though dead, while merely exhaling life into it lest it perish altogether, by it-