Migne Reading Room

PG 40 · cols. 452–461 · Read from the page

Homilies

Homilies

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 40:452Read from the page
θυμοῦ ἐλεγχόμενος, ὑπὸ τῆς ὀργῆς παιδεύεται. Καὶ ὥσπερ ὁ καπνὸς ἐλέγξας τὴν τοῦ ὀφθαλμοῦ ἀσθένειαν, ποιεῖ αὐτὸν τῷ δακρύῳ δριμύττεσθαι, καὶ γίνεται τῷ ὀφθαλμῷ ἡ δριμύτης βάσανος· οὕτως ὅτ' ἂν ἐκκαυθῇ ὁ θυμὸς ὀργῆς τοῦ Θεοῦ, καπνίζει τῷ ἐλέγχῳ, καὶ μαστίζει τῇ ὀργῇ. Θυμὸς δὲ καὶ ὀργὴ Θεοῦ οὐκ ἔστιν πάθη Θεοῦ, ἀλλὰ δικαία κρίσις καὶ ἄμυνα τοῦ Θεοῦ. Θησαυρίζεις γὰρ σεαυτῷ ἐν ἡμέρᾳ ὀργῆς. Οὐχ ὁ Θεός σοι θησαυρίζει, ἀλλ' ἑαυτῷ θησαυρίζεις. Εἰπὲ, ὦ Δαβίδ· παρακελεύῃ Θεῷ; νόμοις δὲ καὶ διατάγμασιν ἀπόφασιν δὲ καταψηφίζεσαι; χαλινοῖς δὲ ὅρους γλώσσης Δημιουργοῦ; Ἀποκρίνεται· Οὐ λέγω διαταττόμενος, ἀλλὰ τοῦ ἐλέους αὐτοῦ ἀπολαῦσαι βουλόμενος. Ἐλέησον, Κύριε, ὅτι ἀσθενής εἰμι. Ὢ τῆς εὐλαβείας! Ὁ βασιλεὺς μαστιζομένου δούλου φωνὰς προβάλλεται. Ἐπειδὴ παρεκάλεσεν μὴ ἐλεγχθῆναι, μηδὲ παιδευθῆναι τῇ ὀργῇ, ἀπαιτούμενος ὡς χρεώστης καὶ ὑπεύθυνος τὴν παρακαταθήκην, καὶ τὸ δάνειον τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ μὴ ἔχων ἀποδοῦναι σῶα τὰ κεφάλαια, παρεκάλει· Ἐλέησόν με, Κύριε ὅτι ἀσθενής εἰμι. Ἀσθένειαν γὰρ νῦν λέγει, οὐ τὴν ἀῤῥωστίαν τοῦ σώματος, ἀλλὰ τὴν ἀνθαίρετον ἀτονίαν τῆς πίστεως. Ὅτι δέ ἐστιν ἀσθένεια πίστεως, λέγει ὁ Ἀπόστολος· Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε. Καὶ ἄλλως, περὶ τοῦ Ἀβραάμ· Καὶ μὴ ἀσθενήσας τῇ πίστει, οὐ κατενόησεν τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον, πρὸς παιδογονίαν ὄψιμον.
wrath is convicted is chastened by anger. And just as smoke, exposing the weakness of the eye, makes it smart with tears, and the smarting becomes a torment to the eye, so whenever the wrath of the anger of God is kindled, it smokes with rebuke and scourges with anger. Yet wrath and anger of God are not passions of God, but the righteous judgement and vengeance of God. For you treasure up for yourself in the day of anger. It is not God Who treasures it up for you, but you treasure it up for yourself. Tell me, O David: do you give orders to God? By laws and decrees do you pass sentence against Him, and do you bridle the bounds of the Creator's tongue? He answers: I do not speak by way of command, but wishing to enjoy His mercy. Have mercy, O Lord, for I am weak. O what reverence! The king utters the cries of a scourged slave. Since he entreated not to be rebuked nor to be chastened in anger, when called to account as a debtor and one liable for the deposit and loan of soul and body, and having no means to pay back the principal intact, he entreated: Have mercy on me, O Lord, for I am weak. For by weakness he now means not bodily sickness, but the voluntary feebleness of faith. And that there is a weakness of faith, the Apostle declares: Receive him who is weak in faith. And elsewhere, concerning Abraham: And not being weakened in faith, he did not consider his own body already dead, with respect to the late begetting of children.
Ἐπεὶ οὖν πυρέξας ὁ Δαβὶδ τῇ ἐπιθυμίᾳ, τῇ πράξει ἐνόσησεν, ὅτι μετὰ τὸν πυρετὸν ἵδρωσεν τὰ δάκρυα· ἱδρὼς γὰρ αὐτῷ πυρέξαντι τὰ δάκρυα γέγονεν· καὶ τῷ ἱδρῶτι τῶν δακρύων τὴν κλίνην, ὡς ἐγκλίνιος ἔβρεξεν· Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· τότε ἀπαιτούμενος τὰς παραθήκας τῆς ψυχῆς καὶ τοῦ σώματος, τὴν ἀσθένειαν τῶν λογισμῶν πρὸς τὸ ἐλεηθῆναι προεβάλλετο, εἰπών· Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι. Ἀσφαλίζου, ὦ φίλε, τὴν παραθήκην καὶ τὸ χρέος τῆς ψυχῆς καὶ τοῦ σώματος. Σπούδασον ἀποδοῦναι ἃ ἔλαβες. Ἢ κρείττονα ἀπόδος ἃ ἔλαβες, ἢ κἂν οἷα ἔλαβες. Χρυσὸν καὶ ἄργυρον, τὴν ψυχὴν καὶ τὸ σῶμα παραθήκην ἔλαβες. Εἰ γὰρ σὺ χρυσίον δανείζων, προσδοκᾷς μετὰ τόκων καὶ πλεονασμῶν λαβεῖν τὰ κεφάλαια· εἰ δὲ ἄνευ τόκων ἐνεχθῇ σοι τὰ κεφάλαια, ἀγανακτεῖς, ὀργίζῃ, δυσχε-
Since, therefore, David, fevered with desire, fell sick through the deed — because after the fever he sweated tears, for tears became sweat to him in his fever, and with the sweat of his tears he drenched his bed like one bedridden: Every night I will wash my bed, with my tears I will drench my couch — then, when called to account for the deposits of soul and body, he put forward the weakness of his thoughts in order to obtain mercy, saying: Have mercy on me, O Lord, for I am weak. Safeguard, O friend, the deposit and the debt of soul and body. Strive to give back what you received. Either restore better things than you received, or at least such as you received. Gold and silver — your soul and body — you received on deposit. For if you, lending gold, expect to receive back the principal with interest and increase, and if the principal is brought back to you without interest you are indignant, angry, and dis-
Notes, col. 452

On the reading

Printed ἀνθαίρετον, for αὐθαίρετον.

PG 40:453Read from the page
ραίνεις· εἰ δὲ καὶ μειωθῇς τὰ κεφάλαια, εἰς δικαστήρια καὶ στρεβλωτήρια ἐμβάλλεις τὸν ὑπεύθυνον· τί ποιήσει ὁ Θεὸς ὁ δανειστὴς τῆς ψυχῆς καὶ τοῦ σώματος; Ἐὰν μὲν αὐτῷ μετὰ τόκων καὶ πλεονασμῶν προσενέγκῃς τὰ δύο τάλαντα, τῆς ψυχῆς καὶ τοῦ σώματος, λέγων· Κύριε, δύο τάλαντά μοι παρέδωκας, τὸ σῶμα καὶ τὴν ψυχήν· ίδε ἄλλα δύο τάλαντα ἐκέρδησα, ἄλλον ἄνθρωπον σώσας ἐκ ψυχῆς καὶ σώματος.
pleased; and if you suffer a diminution even of the principal, you cast the liable debtor into courts of law and places of torture: what will God, the lender of soul and body, do? If on the one hand you bring Him the two talents of soul and body with interest and increase, saying: Lord, Thou didst deliver to me two talents, the body and the soul; behold, I have gained two other talents, having saved another human being in soul and body.
Ἐὰν δὲ αὐτὸ μόνον αὐτῷ προσενέγκῃς τὸ κεφάλαιον, λέγων· Ἴδε ἔχεις τὸ σόν· ἀγανακτεῖ καὶ ὀργίζεται. Εἰ δὲ μήτε αὐτὸ ἐκεῖνο σῶον προσενέγκῃς ὃ ἔλαβες, τότε παραδίδωσίν σε τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷς πᾶν τὸ ὀφειλόμενον. Ἐὰν πεσὼν προσκυνήσῃς μετανοῶν, καὶ λέγων· Κύριε, μακροθύμησον ἐπ' ἐμοὶ, καὶ ἀποδώσω σοι· τότε τὴν ἐξομολόγησίν σου καὶ τὴν μετάνοιαν ὡς καταβολὴν τοῦ κεφαλαίου λογίζεται. Εἰ γὰρ ὁ τῶν μυρίων ταλάντων χρεωφειλέτης τὴν μακροθυμίαν τοῦ Θεοῦ ἐπικαλεσάμενος, τὸ χειρόγραφον ἄκυρον ἐποίησεν· καὶ εἰ ὁ μυρίων ψυχῶν λόγον ἀπαιτούμενος, ὡς ἀρχιερεὺς ἢ διδάσκαλος, τῇ ἱκεσίᾳ τὴν εὐσπλαγχνίαν τοῦ Θεοῦ ἐκέρδησεν, καὶ σπλαγχνισθεὶς ὁ Κύριος αὐτοῦ, ἀφῆκεν αὐτῷ πᾶν τὸ ὀφειλόμενον· πολλῷ μᾶλλον ἕκαστος ἡμῶν ἐκδυσωπήσει τὸν Θεὸν μετανοῶν ἐφ' οἷς ἥμαρτεν, καὶ προσευχόμενος, καὶ ἐξομολογούμενος, καὶ λέγων· Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι. Ἀσθενῶ καὶ ἀτονῶ πρὸς τὴν τοῦ χρέους ἀπόδοσιν· Ἐλέησόν με, Κύριε· καὶ τοῖς βασανισταῖς ἀγγέλοις μὴ παραδῷς με· ἀλλὰ κρύψον τὸν δανειστὴν, καὶ δεῖξον τὸν ἰατρόν· καὶ τῷ σῷ ἐλέῳ ἀνάλαβέ με τὴν ἀσθενήσαντα.
If on the other hand you bring Him the principal alone, saying: Behold, Thou hast what is Thine, He is indignant and angry. And if you do not even bring back intact that very thing which you received, then He delivers you over to the torturers until you pay back all that is owed. If, falling down, you worship in repentance, saying: Lord, have patience with me, and I will pay Thee back, then He reckons your confession and repentance as payment of the principal. For if the debtor of ten thousand talents, having invoked the patience of God, rendered the bond void; and if he from whom an account of ten thousand souls is demanded, as a high priest or teacher, gained by supplication the compassion of God, and his Lord, moved with compassion, forgave him the entire debt: how much more shall each one of us prevail upon God by repenting of the sins he has committed, praying, confessing, and saying: Have mercy on me, O Lord, for I am weak. I am weak and powerless towards the repayment of the debt: Have mercy on me, O Lord, and do not deliver me over to the torturing angels; rather hide the lender, and show forth the physician; and in Thy mercy restore me who have grown weak.
Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. Τὸν διὰ τὴν ἁμαρτίαν παιδεύσαντα καὶ μαστίξαντα αὐτὸν διὰ τὴν μετάνοιαν καὶ ἰατρὸν αὐτῷ γενέσθαι παρεκάλεσεν. Καὶ ὅτι ὁ Θεὸς αὐτὸν ἐπαίδευσεν, μάρτυς αὐτὸς ἐν τῷ ψαλμῷ εἰπών· Παιδεύων ἐπαίδευσέν με ὁ Κύριος, καὶ τῷ θανάτῳ οὐ παρέδωκέν με. Καὶ διὰ τί παιδεύει τὸν ἄνθρωπον διὰ νόσου ὁ Θεός; Διὰ παρακοὴν καὶ ἁμαρτήματα. Οὐδεὶς γὰρ ἐν ἀνθρώποις ἀναμάρτητος· δι' ὃ καὶ οὐδεὶς ἄνοσος. Ὅτι δὲ Θεός ἐστιν ὁ ἑκάστῳ τῶν ἀνθρώπων διὰ παρ-
Heal me, O Lord, for my bones are troubled. Him Who because of sin had chastened and scourged him, he entreated through repentance to become also his physician. And that God had chastened him, he himself is witness in the psalm, saying: Chastening, the Lord has chastened me, and has not delivered me over to death. And why does God chasten a human being through sickness? Because of disobedience and sins. For no one among human beings is sinless; wherefore also no one is free from sickness. And that it is God Who to each human being because of dis-
Notes, col. 453

On the reading

Printed ίδε, for ἴδε.

Printed τὴν, for τὸν.

PG 40:456Read from the page
ακοὴν, ἁμαρτήσαντι ἐπάγων τὰς νόσους, αὐτὸς διὰ Μωϋσέως ἔλεγεν τῷ Ἰραήλ· Ἐὰν ἀκο⟨ῇ⟩ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, καὶ φυλάξῃς τὰς ἐντολὰς αὐτοῦ, πᾶσαν νόσον, ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ. Ἐγὼ γάρ εἰμι Κύριος ὁ ἰώμενός σε. Εἰπὼν δὲ, Ἐὰν ἀκοῇ ἀκούσῃς, οὐ μὴ νόσον ἐπάξω σοι· ἔδειξεν, ὅτι τὰς νόσους ἐπάγει ὁ Θεὸς διὰ παρακοὴν καὶ ἁμαρτήματα. Καὶ γὰρ οἱ Αἰγύπτιοι, ἐπειδὴ τοῦ Θεοῦ παρήκουον, καὶ τὸν Ἰσραὴλ οὐκ ἀπέστελλον, διὰ τοῦτο ἐνόσουν παιδευόμενοι.
obedience brings sicknesses upon him who has sinned, He Himself spoke through Moses to Israel: If hearing you hearken to the voice of the Lord your God, and keep His commandments, every sickness that I brought upon the Egyptians I will not bring upon you; for I am the Lord Who heals you. And by saying, If hearing you hearken, I will by no means bring sickness upon you, He showed that God brings sicknesses because of disobedience and sins. For the Egyptians also, since they disobeyed God and would not send Israel forth, on this account fell sick when chastened.
Καὶ ὁ Δαβὶδ, ἐπειδὴ ἀκούσας, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, παρήκουσεν, διὰ τοῦτο παιδευθεὶς ἠσθένησεν. Προσώζεσαν γὰρ καὶ ἐσάπησαν οἱ μώλωπές μου, φησὶν, ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ἐπεὶ οὖν τὸν παρὰ ἀνθρώπων παιδευθέντα ὁ Θεὸς ἰάσασθαι δύναται· τὸν δὲ παρὰ τοῦ Θεοῦ παιδευθέντα, οὐκ ἄνθρωπος, οὐκ ἄγγελος, ἀλλὰ μόνος ὁ Θεὸς ἰᾶται καὶ θεραπεύει· Ἐὰν γὰρ ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται περὶ αὐτοῦ πρὸς Κύριον· ἐὰν ἄρχων ἀπόφασιν δῷ εἰς θάνατον, ἀνατρέπει βασιλεὺς τὴν ἀπόφασιν· ἐὰν ὁ βασιλεὺς ἀποφήνηται, οὐδεὶς ἀνατρέψαι δύναται· ὁ Δαβὶδ τὸν μαστίξαντα Δεσπότην ἰατρὸν γενέσθαι αὐτῷ παρακαλεῖ. Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. Ὀστᾶ δὲ λέγει, οὐ τὰ τοῦ σώματος, ἀλλὰ τὰς ἰσχυρὰς δυνάμεις τῶν λογισμῶν, αἵτινες ὡς κύματα ἐταράχθησαν, πνεύματι πορνείας κλυδωνιζόμεναι. Ὥσπερ γὰρ ἐν θαλάσσῃ ἀρχὴ καὶ μελέτη τῶν ναυαγίων ὁ τῶν κυμάτων τάραχος· οὕτως ἐν τῇ ψυχῇ ἀρχὴ μοιχείας, καὶ πορνείας, καὶ ἁμαρτίας, ὁ τοῦ λογισμοῦ τῆς διανοίας βορβορώδης τάραχος. Πρῶτον γὰρ ἡ ψυχὴ βορβοροῦται ταῖς αἰσχραῖς ἐπιθυμίαις, καὶ οὕτως ἐμπίπτει εἰς τὸ τῆς πορνείας ναυάγιον. Ἔνθεν ὁρᾷ τὰ ἡδέα τῶν παθῶν, ἐκεῖθεν τὰς ἀπειλὰς τοῦ Θεοῦ. Ἀλλ' ὥσπερ οἱ ναῦται καὶ οἱ κυβερνῆται, ὅτ' ἂν εἴδωσιν ὑπὸ ἐναντίων ἀνέμων ἀρχομένην ταράττεσθαι θάλασσαν, ταχέως καὶ ἀνυπερθέτως ἐπὶ τοὺς λιμένας μεταίρουσιν καὶ τὸν κίνδυνον ἐκφεύγουσιν, ἔξω δὲ ἀπομείναντες κινδυνεύουσιν· οὕτως αὐτὸς τῶν λογισμῶν ὑπὸ τῶν ἀνέμων τῆς φιληδονίας ταραττόμενος, ταχέως ἐπὶ τὸν λιμένα τῆς Ἐκκλησίας δράμε. Ἀκούεις περὶ σωφροσύνης καὶ ἁγνείας ἀπὸ τῶν Γραφῶν καὶ τῶν διδασκάλων, ὅτι Πόρνους καὶ μοιχοὺς κρινεῖ ὁ Θεός· ὅτι τίμιος ὁ γάμος· ὅτι λέγει τοῖς ἀγάμοις καὶ ταῖς χήραις ὁ Ἀπόστολος· Καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ· ὅτι Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι· ὅτι Εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Καὶ πρὸ τῆς πορνείας, τὰ τῆς ἐπιθυμίας τῷ Θεῷ ἐξαγορεύσας εἰπέ· Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι· ἀσθένειαν φύσεως περικείμενος. Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου· τὰ τῆς ψυχῆς ἐνθύμια, εἰς ἀσέλγειαν καὶ ἁμαρτίας με αἰχμαλωτίζοντα· Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι. Ὅτι δὲ περὶ τῶν ὀστέων οὐ λέγει τοῦ σώματος, δηλοῖ τὰ ἑξῆς· ἐπάγει γάρ· Καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα.
And David also, since after hearing, You shall not commit adultery, you shall not murder, he disobeyed, on this account fell sick when chastened. For my bruises have grown foul and festered, he says, from the face of my folly. Since, therefore, God is able to heal one chastened by human beings, whereas one chastened by God neither a human being nor an angel, but God alone heals and cures — For if a man sins against a man, they will pray for him to the Lord; if a ruler passes sentence of death, a king overturns the sentence; if the king pronounces judgement, no one is able to overturn it — David entreats the Master Who scourged him to become his physician: Heal me, O Lord, for my bones are troubled. By bones he means not those of the body, but the strong powers of his thoughts, which were troubled like waves, tossed by the spirit of fornication. For just as at sea the beginning and rehearsal of shipwrecks is the turmoil of the waves, so in the soul the beginning of adultery, fornication, and sin is the mire-filled turmoil of the reasoning of the mind. For first the soul is befouled with shameful desires, and thus plunges into the shipwreck of fornication. On this side it beholds the pleasures of the passions, on that side the threats of God. Yet just as sailors and pilots, whenever they see the sea beginning to be troubled by contrary winds, swiftly and without delay put in to the harbours and escape danger, whereas if they remain outside they are imperilled, so do you yourself, when disturbed in your thoughts by the winds of love of pleasure, run swiftly to the harbour of the Church. There you hear concerning temperance and chastity from the Scriptures and the teachers: that God will judge fornicators and adulterers; that marriage is honourable; that the Apostle says to the unmarried and to widows: It is good for them if they remain even as I; that Virgins shall be brought to the king; that There are eunuchs who have made themselves eunuchs for the sake of the kingdom of heaven. And prior to fornication, confessing the movements of desire to God, say: Have mercy on me, O Lord, for I am weak, encompassed with infirmity of nature. Heal me, O Lord, for my bones are troubled: the thoughts of my soul, which lead me captive into licentiousness and sins; For the thought of a human being shall confess to Thee. And that he is not speaking of the bones of the body, what follows makes plain; for he adds: And my soul is exceedingly troubled.
Notes, col. 456

On the reading

Printed Ἰραήλ, for Ἰσραήλ.

PG 40:457Read from the page
Ἵνα τοίνυν δείξῃ, ὅτι οὐ περὶ τῶν αἰσθητῶν ὀστέων, ἀλλὰ περὶ τῶν ἐνθυμιῶν ἔλεγεν, παραλείπων τὴν σάρκα, ψυχῆς ἐμνημόνευσεν. Καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα. Οὕτως ἐν ἄλλοις ἔλεγεν· Πάντα τὰ ὀστᾶ μου ἐροῦσιν· Κύριε, Κύριε, τίς ὅμοιός σοι; Καὶ οὐ πάντως περὶ τῶν ὀστέων τοῦ σώματος ἔλεγεν. Οὐδὲ γὰρ στόμα καὶ χείλη τὰ ὀστᾶ ἔχουσιν. Καὶ πάλιν· Σὴς ὀστέων, καρδία αἰσθητική. Καὶ οὐ πάντως ὑπὸ σητῶν τὰ ὀστᾶ ἐσθίονται· ἀλλ' ὅτι ὑπὸ λογισμῶν ὀξυτάτων ἐν θλίψεσιν κατεσθίονται αἱ δυνάμεις τῆς ψυχῆς. Ἐπεὶ οὖν εἰς αἴσθησιν ὧν ἥμαρτεν ἦλθεν ὁ Δαβὶδ, καὶ τὰς ἐκ τῆς συνειδήσεως βασάνους ὑπέμεινεν, καὶ ὡς ὑπὸ δημίων αὐστηρῶν τῶν λογισμῶν ἐμαστίζετο· οὐδὲν γὰρ οὕτως ἅπτεται ψυχῆς, ὡς συνείδησις, λάθρα βασανίζουσα τὰς ἐν τῇ ψυχῇ βασάνους· ἰαθῆναι παρακαλεῖ. Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη σφόδρα τὰ ὀστᾶ μου. Ἀλλ' οὐ μόνον ἕως λογισμῶν καὶ ἐνθυμήσεων ἐσκίρτα ὁ τάραχος· ἀλλὰ γὰρ καὶ αὐτὴν τὴν ψυχὴν ταράξας τῇ πράξει ἐβύθισεν. Καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα. — Ἡ ψυχή μου, ἡ ἀποθήκη τῶν μυστηρίων τοῦ Θεοῦ· ἡ ψυχή μου, ἡ τῶν ψαλμῶν πηγή. Ὅπου εἰρήνη ἐθαλαμεύετο, ἐκεῖ ὁ πόλεμος τῆς ἁμαρτίας κατ' ἐμοῦ ὀρχήσατο. Καὶ σὺ, Κύριε, ἕως πότε; Οὐκ ἐβράδυνα πρὸς μετάνοιαν· μὴ βραδύνῃς πρὸς τὴν ἐμὴν πρόνοιαν. Εἶπας· Ἐὰν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ. Ἐπεὶ οὖν ἐκοπίασα ἐν τῷ στεναγμῷ μου· — Ἕως πότε; Καὶ οὐ μόνον στενάζω, ἀλλὰ καὶ κλαίω καὶ δακρύω, καὶ δάκρυσι τὴν κλίνην σπιλολογῶ. Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω. — Ἕως πότε; Τὸ δὲ, Ἕως πότε; οὐκ ἔλεγεν ἀποδυσπετῶν, ἀλλὰ τὸ πέρας τῶν πειρασμῶν, καὶ τὸ τέλος τῶν θλίψεων μαθεῖν ἐκδεχόμενος. Οὐδὲ γὰρ περὶ τοῦ ἀφεθῆναι αὐτῷ τὴν ἁμαρτίαν, τὸ, Ἕως πότε; ἔλεγεν. Ὁ γὰρ ἀκούσας, Καὶ Κύριος ἀφῆκεν τὴν ἁμαρτίαν σου, οὐκ ἂν ἀπιστῶν εἶπεν· Ἕως πότε; Καὶ ὁ εἰρηκὼς, Εἶπα· Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, κὰι σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου, οὐκ ἂν τὸ, Ἕως πότε; περὶ ἀφέσεως ἁμαρτιῶν ἔλεγεν. Ἀλλ' ἐπειδὴ τὴν μὲν τῶν ἁμαρτιῶν ἄφεσιν ἔλαβεν, ἐπὶ πολλοὺς δὲ χρόνους θλίψεσιν καὶ πειρασμοῖς ἐπάλαιεν· καὶ χειρουργηθεὶς τὴν σηπεδόνα τῆς ἁμαρτίας, καυτῆρας πειρασμῶν, καὶ φάρμακα δριμέα θλίψεων ἐπὶ πολὺ ἔλαβεν· περὶ τῆς τῶν δριμυτάτων φαρμάκων ἀφαιρέσεως παρακαλεῖ τὸν ἰατρόν. Καὶ σὺ, Κύριε, ἕως πότε; Ὁ μαθητής σου Νάθαν ταχέως ἐχειρούργησεν, εἰπών· Καὶ Κύριος ἀφεῖλεν τὸ ἁμάρτημά σου. Ἐπεὶ οὖν ἐκεῖνος οὐκ ἐβράδυνεν, καὶ αὐτὸς πρὸς τὰ δριμύτερα τῶν θλίψεων μὴ χρόνιζε. Καὶ σὺ, Κύριε, ἕως πότε; Ἕως πότε ὁ Ἀβεσαλὼμ πολεμεῖ; Ἕως πότε ὁ ἐξ ἐμοῦ κατ' ἐμοῦ; Ἕως
In order, therefore, to show that he was speaking not of perceptible bones, but of inward thoughts, leaving the flesh aside, he made mention of the soul: And my soul is exceedingly troubled. Thus elsewhere he said: All my bones shall say: O Lord, O Lord, who is like unto Thee? Yet he was certainly not speaking of the bones of the body; for bones do not have mouth and lips. And again: A moth of the bones is a sensitive heart. Yet bones are certainly not eaten by moths; rather, in afflictions the powers of the soul are consumed by most piercing thoughts. Since, therefore, David came to a sense of the sins he had committed, endured the torments of conscience, and was scourged by his thoughts as though by stern executioners — for nothing so lays hold of the soul as conscience, secretly racking it with inward torments — he entreats to be healed: Heal me, O Lord, for my bones are exceedingly troubled. Yet not merely as far as reasonings and reflections did the turmoil leap; rather, having shaken the very soul itself by the deed, it plunged it into the depths: And my soul is exceedingly troubled. — My soul, the storehouse of the mysteries of God; my soul, the fountainhead of the psalms! Where peace was sheltered as in a bridal chamber, there the war of sin danced in triumph against me. And Thou, O Lord, how long? I did not delay towards repentance; do not Thou delay towards Thy providence for me. Thou hast said: If turning back you groan, then you shall be saved. Since, then, I have laboured in my groaning — How long? And not only do I groan, but I also weep and shed tears, and stain my bed with tears: Every night I will wash my bed, with my tears I will drench my couch. — How long? Yet that cry, How long? he did not utter out of impatience, but waiting to learn the limit of his trials and the end of his afflictions. Nor indeed was he saying How long? with respect to having his sin forgiven him. For he who had heard, And the Lord has put away your sin, would not have said in unbelief: How long? And he who had declared, I said: I will confess against myself my iniquity to the Lord, and Thou hast forgiven the ungodliness of my heart, would not have said How long? concerning the forgiveness of sins. Rather, since he had indeed received the forgiveness of his sins, yet for a long time wrestled with afflictions and trials — and, having undergone surgery for the gangrene of sin, received for a long while the cauteries of trials and the sharp medicines of afflictions — he entreats the Physician for the removal of the sharpest medicines: And Thou, O Lord, how long? Thy disciple Nathan swiftly performed the surgery, saying: And the Lord has taken away your sin. Since, therefore, he did not delay, do not Thou Yourself linger either with respect to the sharper pangs of my afflictions. And Thou, O Lord, how long? How long does Absalom wage war? How long is he who came forth from me set against me? How
Notes, col. 457

On the reading

Printed κὰι, for καὶ.

PG 40:460Read from the page
πότε ἀπὸ τοῦ Ἀχιτόφελ οὐκ ἐκδικεῖς; Ἕως πότε τὰ ὑπ' ἐμὲ στρατόπεδα μετὰ τοῦ τυράννου κατ' ἐμοῦ ὁπλίζονται; Ἐπίστρεψον, Κύριε, ῥῦσαι τὴν ψυχὴν μου· σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου. Ὥτι αὐτῷ πρέπει δόξα, τιμὴ, κράτος, νῦν καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
long dost Thou not avenge me on Ahithophel? How long do the armies subject to me arm themselves with the tyrant against me? Return, O Lord, deliver my soul; save me for Thy mercy's sake. For unto Him belong glory, honour, and dominion, now and unto the endless ages of ages. Amen.
ΚΑʹ. Εἰς τὸν ζʹ ψαλμόν.
XXI. On the Seventh Psalm.
Χύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με.
O Lord my God, in Thee have I hoped; save me.
Ὥσπερ ὁ τῆς βασιλικῆς εἰκόνος θεατὴς οὐ παρορᾷ τὰ πρόσωπα, οὐδὲ τὰ ἐπιγράμματα, ἀλλὰ καὶ τὴν γραφὴν καὶ τὴν ἐπιγραφὴν βλέμματι ἀσπάζεται· οὕτως ὁ ἐπιγραφὴν ψαλμοῦ ἀναγιχώσκων ζητεῖν ὀφείλει τὴν ἐπιγραφὴν, καὶ τὸν γράψαντα, καὶ τὸν γραφόμενον. Καὶ διὰ τί τὸ ἐπίγραμμα; Ὀφθαλμὸς γὰρ τῆς ἑρμηνείας, ἡ τῆς ἱστορίας ἀπόδειξις. Τίς οὖν ἡ προκειμένη τοῦ ψαλμοῦ ἐπιγραφή; Ψαλμὸς τῷ Δαβὶδ, ὃν ᾖσεν τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. Εἶδές μοι, ἀδελφὲ, στήλην τὴν ἐπιγραφὴν, καὶ ἐγκώμιον τὴν γραφὴν, καὶ γραφέα τὸν Δαβὶδ, καὶ στρατηγὸν γραφέντα τὸν ἀριστέα Χουσί; Καὶ διὰ τί ὁ λόγος αὐτοῦ μέμνηται; Οὗτος τοῦ μακαρίου Δαβὶδ ἀρχιεταῖρος ἐγένετο. Ἀκούσατε γὰρ οἷα καὶ ὅσα φιλία ἐν ἀνάγκῃ δύναται. Φιλία γὰρ ἡ τοῦ Χουσὶ πρὸς τὸν Δαβὶδ τυραννίδα ἔλυσεν· φιλία τύραννον κατέστρεψεν· φιλία τὸν τυραννούμενον φίλον ἐξεδίκησεν· φιλία βασιλείας ἰσχυρωτέρα γέγονεν. Ὃ γὰρ ἡ βασιλεία τῷ Δαβὶδ οὐκ ἐποίησεν, τοῦτο φιλία τοῦ Χουσὶ ἐποίησεν. Ἀρχιεταῖρος δὲ ἐλέγετο κατὰ ἕνα τῶν δύο τρόπων, ἢ ὅτι τῆς ἑταιρίας τῶν στρατηγῶν Δαβὶδ ἦρχεν ὡς ἀρχιστράτηγος, ἢ ὅτι ἄνωθεν αὐτῷ καὶ ἐξαρχῆς ἑταῖρος καὶ φίλος ἐγένετο. Εἰδὼς γὰρ ὁ Δαβὶδ, ὅτι φίλου πιστοῦ οὐδὲν τιμιώτερον, καὶ ὥσπερ οἱ δύο ὀφθαλμοὶ τοῦ ἑνὸς πρὸς τὸ ὁρᾷν τὰ ὑποκείμενα ἀναγκαιότεροι, οὕτως καὶ δύο ψυχαὶ ὁμόπιστοι, δύο λεγόμεναι, καὶ μία φαινόμεναι, πρὸς συμβουλίαν ἀλλήλων βακτηρία γίνονται· διὰ τοῦτο οὐχ ἑαυτῷ μόνῳ τοῦ βουλεύεσθαι ἐπίστευεν, ἀλλὰ καὶ φίλοις τὸ συμβουλεύειν αὐτῷ ἐπέτρεπεν. Οὐ γευσάμενος τῆς φιλίας, καὶ ταύτην ἀποπτύσας, οὐδὲ τὴν ἄδολον ψυχὴν ὡς δολίαν ἀποστρεφόμενος, οὐδὲ ὡς ἀνάργυρος ἀγοραστὴς τὸ ἐν ἀγορᾷ ἱμάτιον ἐνδυσάμενος τὸν φίλον, καὶ εὐθέως ἐκδυσάμενος, οὐδὲ ὡς παλαιὸν χιτῶνα τὸν παλαιὸν φίλον ἀπαμφιασάμενος. Τὸ μὲν γὰρ ἱμάτιον παλαιούμενον διαφθείρεται, ὁ δὲ παλαιὸς φίλος ὅσῳ παλαιοῦται, τοσούτῳ πλέον ὀφείλει εἶναι δοκιμώτερος. Ὡς γὰρ ὁ παλαιὸς
Just as the beholder of a royal portrait does not overlook either the countenances or the inscriptions, but welcomes with his gaze both the painting and the inscription, so he who reads the superscription of a psalm ought to inquire into the superscription, both him who wrote it and him of whom it is written. And why is there the superscription? Because the setting forth of the history is the eye of the interpretation. What, then, is the present superscription of the psalm? A psalm of David, which he sang to the Lord concerning the words of Chusi the son of Jemenei. Have you seen for me, brother, the superscription as a monument, and the writing as an encomium, and David as the writer, and the valiant Chusi inscribed as general? And why does the discourse make mention of him? This man became the chief companion of the blessed David. Hear, indeed, what and how great things friendship can accomplish in necessity. For Chusi's friendship towards David undid tyranny; friendship overthrew a tyrant; friendship avenged a friend oppressed by tyranny; friendship proved stronger than kingship. For what kingship did not accomplish for David, this the friendship of Chusi accomplished. Now he was called chief companion in one of two ways: either because he commanded the company of David's generals as commander-in-chief, or because from of old and from the beginning he had been his companion and friend. For since David knew that nothing is more precious than a faithful friend, and that just as two eyes are more necessary than one for seeing the objects set before them, so also two souls of like fidelity, though called two yet appearing as one, become a staff to one another for counsel: on this account he did not entrust deliberation to himself alone, but also permitted his friends to take counsel with him. He did not taste friendship and spit it out, nor turn away from a guileless soul as though deceitful, nor like a penniless buyer in the marketplace put on a friend like a cloak and straightway strip him off, nor cast off an old friend like an old tunic. For a garment as it grows old perishes, whereas an old friend, the older he grows, ought all the more to be held in higher esteem. For just as old
Notes, col. 460

On the reading

Printed ψυχὴν, for ψυχήν.

Printed Ὥτι, for Ὅτι.

Printed Χύριε, for Κύριε.

Printed ἀναγιχώσκων, for ἀναγινώσκων.

PG 40:461Read from the page
οἶνος οὐ ταχὺ ἀλλοιοῦται, οὔτε τρέπεται, ὁ δὲ νέος οἶνος ἀμφίβολος γείτων· οὕτως ὁ παλαιὸς φίλος ὡς οἶνος προπάλαιος εὐφραίνει τὸν ἔχοντα. Καὶ τούτου μάρτυς ἡ θεία Γραφή· Οἶνος νέος, φίλος νέος· ἐὰν δὲ παλαιωθῇ, μετ' εὐφροσύνης αὐτὸν πίεσαι. Ὥσπερ δὲ ὁ πυρέττων καὶ φρενητιῶν τὸν παλαιὸν οἶνον ὡς πολέμιον ἀποστρέφεται, ὁ δὲ ὑγιαίνων καὶ ἐῤῥωμένος τὴν καρδίαν εὐφραίνεται· καὶ οἶνος γὰρ εὐφραίνει καρδίαν ἀνθρώπου· οὕτως ὁ νοσῶν τὴν φρένα, καὶ τῇ κακίᾳ πυρέττων, τὸν ἀρχαῖον φίλον φεύγει ὡς πολέμιον· ὁ δὲ ὑγιαίνων τὴν συνείδησιν ὡς δευτέρους γονέας καὶ ἀδελφοὺς τοὺς φίλους λογίζεται.
wine does not quickly change or turn sour, whereas new wine is a doubtful neighbour, so an old friend like long-aged wine gladdens him who possesses him. And witness to this is divine Scripture: A new friend is new wine; when it grows old, you shall drink it with gladness. And just as one who is feverish and delirious turns away from old wine as an enemy, whereas he who is healthy and vigorous is gladdened at heart — for wine also gladdens a human heart — so he who is sick in mind and fevered with malice flees an ancient friend as an enemy, while he who is sound in conscience reckons his friends as second parents and brothers.
Ὅθεν τὸν Χουσὶ φίλον καὶ ἀρχιεταῖρον ἄνωθεν καὶ ἐξαρχῆς εἶχεν, τοῦτο λέγων· Εἰ ὁ μέγας Μωϋσῆς ἄνθρωπος τοῦ Θεοῦ καὶ θεὸς Φαραὼ, τὴν ξένον καὶ ἴδιον τὸν Ἰοθὼρ σύμβουλον ἔσχεν· τὸν ξένον, διὰ τὴν θρησκείαν, καὶ ἴδιον, διὰ τὴν συγγένειαν· καὶ οὐχ ὑπερηφάνησεν, οὐδὲ εἶπεν· Ἐγὼ οὐ χρῄζω τῆς τούτου γνώμης· ὁ Θεός μοι ἐλάλησεν, ἐπαιδεύθην πάσῃ σοφίᾳ Αἰγυπτίων, καὶ πῶς τοῦτον γνωμοδότην λήψομαι; Ἀλλ' οὐδὲν τούτων εἶπεν, ἐπείσθη δὲ τῷ καλῶς συμβουλεύοντι, εἰδὼς, ὅτι συμβουλίας ἀκούει σοφός. Καὶ ὥσπερ ἐπὶ τῆς ἀγορᾶς, ἱματίων προκειμένων, ὁ χρυσίον μὴ ἔχων, δοκιμάζει μόνον τὰ ἐνδύματα, καὶ σκυλεῖ ταῦτα, ἐνδυόμενος καὶ ἀποδυόμενος, καὶ ὅλα φορεῖ, καὶ οὐδὲ ἓν παρ' ἑαυτῷ κρατεῖ· οὕτως ὁ λεγόμενος φίλος, μὴ ἔχων χρυσὸν δόκιμον τὴν συνείδησιν, ὡς ἐν ἀγορᾷ τῷ βίῳ πάντας ἐνδύεται καὶ ἀποδύεται, πάντας ἀλλάσσει, καὶ οὐδὲ ἕνα φορεῖ. Ἀλλ' οὐκ ἦσαν τοιοῦτοι φίλοι ὁ Χουσὶ καὶ ὁ Δαβὶδ, οὐδὲ τὸ πικρὸν τοῦ δόλου ποτήριον ἀλλήλοις προέπινον, οὐδὲ τὴν μάχαιραν τοῦ φθόνου καθ' ἑαυτῶν ὤξυναν· αὐτοὶ δὲ ἐν ἑαυτοῖς ἑαυτοὺς κεράσαντες, καὶ τὰς δύο ψυχὰς μίαν τῇ διαθέσει δείξαντες, ὥσπερ τῆς εὐημερίας, οὕτω καὶ τῆς ταλαιπωρίας κοινωνοὶ ἐγίνοντο. Μίαν γὰρ περῶντες τοῦ βίου θάλασσαν, καὶ εἰς τὸ αὐτὸ σκάφος τῆς συνειδήσεως πλέοντες, καὶ τὴν εὐπλοΐαν καὶ τὸν χειμῶνα ὡσαύτως ὑπέμενον.
Wherefore he held Chusi as his friend and chief companion from of old and from the beginning, reasoning thus: If the great Moses, man of God and god unto Pharaoh, had Jethro — both a stranger and a kinsman — as his counsellor, a stranger on account of religion and a kinsman on account of relationship by marriage; and he was not proud, nor did he say: I have no need of this man's opinion; God has spoken to me, I was instructed in all the wisdom of the Egyptians, and how shall I take this man as an adviser? — rather, he said none of these things, but hearkened to him who gave good counsel, knowing that a wise man listens to counsel. And just as in the marketplace, when garments are set out, he who has no gold merely tries on the clothes and handles them, putting them on and taking them off, and wears them all yet keeps not a single one with himself, so a so-called friend, not having a conscience like tested gold, in life as in a marketplace puts everyone on and strips everyone off, exchanges everyone, and wears not one. Yet Chusi and David were not friends of that sort; neither did they pledge to one another the bitter cup of deceit, nor sharpen the sword of envy against themselves; rather, mingling themselves within one another and showing their two souls to be one in disposition, they became partners alike in prosperity and in adversity. For crossing the single sea of life and sailing in the selfsame vessel of conscience, they endured fair voyage and tempest in like manner.
Ψαλμὸς τῷ Δαβὶδ, ὃν ἦσεν τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. Καὶ διὰ τί ᾠδὴν τῷ Κυρίῳ ὁ Δαβὶδ ὑπὲρ τοῦ Χουσὶ ἀνέπεμψεν, δι' ὀλίγων ἴδωμεν. Ὁ υἱὸς αὐτοῦ Ἀβεσαλὼμ κατ' αὐτοῦ ἐτυράννησεν. Φιλήμασι γὰρ καὶ περιπλοκαῖς σαγηνεύων ἕκαστον, τῆς τοῦ πατρὸς φιλίας τοὺς φίλους ἀπέσπασεν, τὸν δόλον ὡς ἰξὸν φέρων, καὶ τὸ φίλημα ἄγκιστρον, καὶ δέλεαρ τὴν κολακείαν, καὶ δίκτυα πλάνης τὰς περιπλοκάς. Ἐπεὶ οὖν πάντας οὕτως ἕνα καθ' ἕνα τοὺς φίλους τοῦ Δαβὶδ ἀπεσύλησεν ὁ Ἀβεσαλὼμ, ὁπλίζει λοιπὸν αὐτοὺς κατὰ τοῦ πατρὸς, συκοφαντίας αὐτῷ καὶ διαβολὰς ῥάπτων. Ἕκαστος γὰρ ὡς υἱῷ τοῦ Δαβὶδ, καὶ ὡς μᾶλλον τὰ κατ' αὐτὸν εἰδότι, ἐπίστευεν συκοφαντοῦντι. Ἐπεὶ οὖν μετὰ πάν-
A psalm of David, which he sang to the Lord concerning the words of Chusi the son of Jemenei. And why David sent up a song to the Lord concerning Chusi, let us see in brief. His son Absalom rose up in tyranny against him. For ensnaring each man in a dragnet with kisses and embraces, he drew the friends away from his father's friendship, bearing deceit as birdlime, the kiss as a hook, flattery as bait, and embraces as nets of delusion. When, therefore, Absalom had thus despoiled David of all his friends one by one, he next armed them against his father, stitching together false accusations and slanders against him. For everyone believed his slanders as coming from David's son, and as one who knew his affairs better. When, therefore, along with all-
Notes, col. 461

On the reading

Printed τὴν, for τὸν.