πάντων τῶν ἐχθρῶν αὐτοῦ. — Σῶσόν με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με. — Σῶσόν με, ἄρτι διωκόμενον· ῥῦσαί με, μηκέτι ὑπ' αὐτῶν πολεμούμενον. Καὶ σὺ, ὦ προσφιλέστατε, λέγε ἀεὶ τῷ Θεῷ προσευχόμενος· Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με· ἵνα σε ἐκ πάντων τῶν διωκόντων ῥύσηται. Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με. Καὶ τίνες οἱ διώκοντες; Αἰσθητῶς μὲν αἱρετικοὶ καὶ πάντες οἱ πονηροὶ καὶ βάσκανοι ἄνθρωποι· νοητῶς δὲ διώκουσιν ἡ πορνεία καὶ ἡ μοιχεία, καὶ ἡ ἁμαρτία, καὶ ἡ ἀσέβεια. Εἰ μὴ ἐδίωκεν ἡ μοιχεία, καὶ ὁ Θεὸς τὸν διωκόμενον ἐκ ταύτης ἐρύετο, οὐκ ἂν ὁ Παροιμιαστὴς ἔλεγεν· Εἰπὸν τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι, ἵνα σε ῥύσηται ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς· ῥύεται γάρ τις τὸν διωκόμενον. Εἰ μὴ ἐδίωκεν ἡ ἀδικία, οὐκ ἂν ὁ Προφήτης ἔλεγεν· Ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με. Εἰ μὴ ἐδίωκεν ὁ φόνος, οὐκ ἂν εἶπεν· Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου. Σῶσόν με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με. Εἰ μὴ ἐδίωκεν ἡ ἁμαρτία, οὐκ ἂν ἡ Γραφὴ ὡς μήτηρ ἐνουθέτησε· Τέκνον, ὡς ἀπὸ προσώπου ὄφεως φύγε ἀπὸ τῆς ἁμαρτίας. Εἰ μὴ ἐδίωκον αἱ ἀνομίαι, καὶ κατελάμβανον τὸν ἀργῶς πρὸς ἀρετὰς τρέχοντα, οὐκ ἂν ὁ Δαβὶδ ἔλεγεν, ὅτι Κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν. Θέλεις καλῶς φεύγων μὴ καταληφθῆναι ὑπὸ τῶν κακῶν; Λέγει σοι ἡ Γραφή· Μὴ ποίει κακὰ, καὶ οὐ μή σε καταλάβῃ κακά. Ἐπειδὴ γάρ ἐστιν πνεῦμα πορνείας, καὶ πνεῦμα μοιχείας· πνεῦμα πορνείας, περὶ οὗ Ὠσηὲ λέγει· Πνεύματι πορνείας ἐπλανήθησαν· πνεῦμα μοιχείας· Καὶ ἐμοίχευσεν τὸν λίθον καὶ τὸ ξύλον, διὰ τὰ ἐν αὐτοῖς ὀρχούμενα πνεύματα· καὶ πνεῦμα φιλαργυρίας, τὸ λέγον· Ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι· ἕκαστων τῶν πονηρῶν πνευμάτων ἀεὶ ἐπιτηροῦσιν τὴν ἑκάστου ὁδόν· καὶ ὁποίαν εἰς ὁδὸν ἁμαρτίας νεύσεις, τὸ πνεῦμα τῆς ἁμαρτίας ἐκεῖνό σε διώκει καὶ συντρέχει τῷ ἁμαρτάνοντι. Ὁ Ἰούδας ἐπὶ φιλαργυρίαν ὥδευσεν, καὶ ὁ διάβολος αὐτῷ διὰ φιλαργυρίας τὴν προδοσίαν ἐνέβαλεν· Τοῦ διαβόλου ἤδη ἐμβεβηκότος εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου, ἵνα αὐτὸν παραδῷ. Ὡς γὰρ ἐὰν περὶ φιλοσοφίαν ἀσχοληθῇς, ὁ φιλόσοφος συμπράττει σοι, καὶ ἐὰν περὶ ποιητικὴν ὁ ποιητὴς, καὶ ἐὰν περὶ τεκτονικὴν ὁ τέκτων· οὕτως ἐὰν περὶ πορνείαν νεύσῃς, τὸ πνεῦμα τῆς πορνείας συντρέχει σοι· ἐὰν περὶ ζηλοτυπίαν, τὸ πνεῦμα τῆς ζηλοτυπίας ἀνάπτει σε. Ἐὰν, φησὶν, γένηται γυνὴ ζηλοτυπουμένη, καὶ ἔλθῃ τῷ ἀνδρὶ αὐτῆς πνεῦμα ζηλώσεως. Ἐὰν δὲ περὶ φιλοσοφίαν οὐράνιον ἀνανεύσῃς, τὸ πνεῦμα τῆς σοφίας σοι ἐπαναπαύεται· ἐὰν περὶ σύνεσιν, τὸ πνεῦμα τῆς συνέσεως. Καὶ ἐπαναπαύσεται, φησὶν, ἐπ' αὐτὸν
all his enemies. — Save me from all them that persecute me, and deliver me. — Save me, who am even now persecuted; deliver me, who am not yet overcome in war by them. And do you too, O most beloved, say always as you pray to God: O Lord my God, in Thee have I hoped, save me; that He may deliver you from all that persecute you. O Lord my God, in Thee have I hoped, save me. And who are they that persecute? Perceptibly to the senses, heretics and all wicked and envious men; intelligibly to the mind, fornication and adultery, and sin, and impiety persecute. If adultery did not persecute, and if God did not deliver him who is persecuted out of it, the writer of Proverbs would not have said: Say that wisdom is your sister, that she may deliver you from a strange and wicked woman; for one delivers him who is persecuted. If iniquity did not persecute, the Prophet would not have said: Deliver me from an unjust man. If murder did not persecute, he would not have said: Deliver me from bloodguiltiness, O God, the God of my salvation. Save me from all them that persecute me, and deliver me. If sin did not persecute, Scripture would not have admonished like a mother: My child, flee from sin as from the face of a serpent. If iniquities did not persecute, and overtake him who runs slothfully towards virtues, David would not have said: Mine iniquities have overtaken me, and I was not able to see. Do you wish, by fleeing well, not to be overtaken by evils? Scripture says to you: Do no evils, and evils shall in no wise overtake you. For since there is a spirit of fornication, and a spirit of adultery—a spirit of fornication, concerning which Hosea says: By a spirit of fornication they were led astray; a spirit of adultery: And she committed adultery with the stone and the wood, on account of the spirits dancing in them; and a spirit of avarice, which says: All these things will I give you, if you fall down and worship me—each of the wicked spirits continually watches over the way of each man; and towards whatever way of sin you incline, that spirit of sin persecutes you and runs alongside the sinner. Judas walked towards avarice, and through avarice the devil cast betrayal into him: When the devil had already entered into the heart of Judas Simon's son, Iscariot, to betray Him. For just as, if you busy yourself about philosophy, the philosopher co-operates with you, and if about poetry, the poet, and if about carpentry, the carpenter; so if you incline towards fornication, the spirit of fornication runs alongside you; if towards jealousy, the spirit of jealousy inflames you. If, it says, a woman comes under jealousy, and a spirit of jealousy comes upon her husband. Whereas if you lift your gaze towards heavenly philosophy, the spirit of wisdom rests upon you; if towards understanding, the spirit of understanding. And there shall rest upon him, it says,