Migne Reading Room

PG 40 · cols. 440–449 · Read from the page

Homilies

Homilies

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 40:440Read from the page
ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς ἀνθρώπων, ὁ προφήτης ἔφη τοῦ Χριστοῦ. Κατήνεγκαν ψόγον πονηρὸν τῷ Ἰωσὴφ οἱ ἀδελφοί· καὶ Ἰουδαῖοι ψέγοντες τὸν Κύριον ἔλεγον· Ἡμεῖς ἐκ πορνείας οὐκ ἐγεννήθημεν· ἀντὶ τοῦ, ὡς σὺ ὁ τῆς ἀνυμφεύτου κόρης υἱός. Ὁ Ἰωσὴφ ἀπεστάλη πρὸς τοὺς ἀδελφοὺς ὡς ἰατρὸς ἐπισκεπτόμενος, καὶ ηὑρέθη ὡς ἐχθρὸς ἐπιβουλευόμενος· καὶ ὁ Χριστὸς ἀπεστάλη ὡς ποιμὴν σπλαγχνιζόμενος, καὶ ὤφθη ὡς λῃστὴς σταυρούμενος.
fair in beauty beyond the sons of men, the prophet said of Christ. His brothers brought an evil reproach against Joseph; and the Jews, reproaching the Lord, said: We were not born of fornication — meaning, as Thou art, the Son of the unwedded maiden. Joseph was sent to his brothers like a physician visiting them, and was found plotted against like an enemy; and Christ was sent like a Shepherd moved with compassion, and was seen crucified like a robber.
Ὁ Ἰωσὴφ ἐπράθη εἴκοσι χρυσῶν, καὶ ὁ Χριστὸς τριάκοντα ἀργυρίων. Τὸν Ἰωσὴφ ὁ εἷς τῶν δώδεκα ἀδελφῶν τοῖς Ἰσμαηλίταις ἐπώλησεν, ὁ εἰπών· Δεῦτε ἀποδώμεθα αὐτὸν τοῖς Ἰσμαηλίταις· καὶ τὸν Χριστὸν εἷς τῶν δώδεκα μαθητῶν τοῖς Ἰσραηλίταις πέπρακεν. Ἐκεῖ Ἰούδας συνεφώνει, καὶ ὧδε Ἰούδας ἐπώλει. Ὁ Ἰωσὴφ ἐν τῷ λάκκῳ, καὶ ὁ Χριστὸς ἐν τῷ τάφῳ. Τὸν Ἰωσὴφ εἰς δεσμωτήριον ἔβαλεν ἡ τῆς Αἰγυπτίας συκοφαντία· καὶ τὴν Χριστὸν δέσμιον τῷ Πιλάτῳ παρέδωκεν ἡ τῆς συναγωγῆς ψευδομαρτυρία. Ἐκεῖνος δύο εὐνούχοις, τῷ ἀρχιοινοχόῳ καὶ τῷ ἀρχισιτοποιῷ παρέστη· καὶ ὁ Χριστὸς δύο λῃσταῖς συνεσταυρώθη, τῷ ἐκ δεξιῶν, καὶ τῷ ἐξ εὐωνύμων. Ὁ Ἰωσὴφ τῶν δύο εὐνούχων τὸν ἕνα εἰς τὰ βασίλεια παρέπεμψεν· καὶ ὁ Χριστὸς τῶν δύο λῃστῶν τὸν ἕνα εἰς τὴν βασιλείαν εἰσήγαγεν. Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ὁ Ἰωσὴφ ὑπὸ τῆς Αἰγυπτίας κρατούμενος ἀφῆκεν αὐτῇ τὰ ἱμάτια, καὶ ἐξῆλθεν· ὁ Χριστὸς ὑπὸ τοῦ θανάτου κρατούμενος ἐξῆλθεν, καὶ τὰ ὀθόνια ἃ ἐφόρει, ἐν τῷ τάφῳ ἀφῆκεν. Εἶχεν ἡ Αἰγυπτία τὰ ἱμάτια, καὶ τὸν Ἰωσὴφ οὐ κατέσχεν· εἶχεν ὁ τάφος ὀθόνια, καὶ τὸν Κύριον οὐκ ἐκράτησεν, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ.
Joseph was sold for twenty pieces of gold, and Christ for thirty pieces of silver. One of the twelve brothers sold Joseph to the Ishmaelites — he who said: Come, let us sell him to the Ishmaelites; and one of the twelve disciples sold Christ to the Israelites. There Judah consented, and here Judas sold. Joseph was in the pit, and Christ in the tomb. The slander of the Egyptian woman cast Joseph into prison; and the false witness of the synagogue delivered up Christ in bonds to Pilate. That man stood beside two eunuchs, the chief cupbearer and the chief baker; and Christ was crucified together with two robbers, the one on the right hand and the one on the left. Joseph sent one of the two eunuchs forward to the royal palace; and Christ brought one of the two robbers into the kingdom: Today thou shalt be with Me in paradise. Joseph, seized by the Egyptian woman, left his garments with her and went out; Christ, seized by death, went out, and left in the tomb the linen cloths which He wore. The Egyptian woman held the garments, and did not hold fast Joseph; the tomb held linen cloths, and did not hold fast the Lord, inasmuch as it was not possible that He should be held fast by it.
Διὸ παρακαλῶ, ὅσοι τοῦ Ἰωσὴφ ἀκροαται, γενώμεθα τῆς σωφροσύνης αὐτοῦ μιμηταί. Ἰωσὴφ ὑπὸ ἀδελφῶν ἐπράθη, καὶ ὑπὸ Θεοῦ ἠλευθερώθη· καὶ σὺ, ὦ νεοφώτιστε, ἦσθά ποτε τῇ ἁμαρτίᾳ πραθεὶς, καὶ χάριτι Χριστοῦ ἠλευθερώθης, τῇ ἐλευθερίᾳ ᾗ ὁ Χρι-
Wherefore I exhort that, as many of us as are hearers of Joseph, we become imitators of his temperance. Joseph was sold by brothers, and was set free by God; and you, O newly illumined one, were once sold unto sin, and by the grace of Christ were set free with the freedom wherewith Chri-
Notes, col. 440

On the reading

Printed τὴν Χριστὸν, for τὸν Χριστὸν.

Printed ἀκροαται, for ἀκροαταὶ.

PG 40:441Read from the page
στὸς ἡμᾶς ἠλευθέρωσεν. Ἰωσὴφ ἐν τῇ ἐρήμῳ ἦν πλανώμενος, καὶ ὑπὸ Θεοῦ εἰς βασιλέα ὁδηγούμενος· ἀλλ' ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσὴφ, καί σε πλανώμενον εὗρεν ὡς πρόβατον, καὶ ὡς ποιμὴν ἐβάστασεν, καὶ εἰς τὰ ἄνω βασίλεια δῶρόν σε τῷ Πατρὶ προσήνεγκεν. Μίμησαι τὸν σώφρονα. Μαγείρῳ ὁ Ἰωσὴφ ἐπιπράσκετο, καὶ ὡς καπνὸν τὴν Αἰγυπτίαν ἀπεστρέφετο. Ὁ σώφρων ὑπὸ τοῦ καπνοῦ τὴν κόρην ἐδριμύσσετο, καὶ ἡ πόρνη ὑπὸ τοῦ πάθους τὸν νοῦν ἐκαπνίζετο. Χιτῶνα ἐκράτησεν, ἀλλὰ σωφροσύνην οὐκ ἐσύλησεν· τοῖς ἱματίοις ἐπάλαιεν, καὶ τὸν ἀθλητὴν οὐκ ἐσύλησεν· λυσσῶσα τὰ ἱμάτια ἔδακεν, ἀλλὰ τὴν νέον λυσσόδηκτον οὐκ ἐποίησεν. Πρόσεχε· Ὅτ' ἂν κύων λυσσήσας περισχίσῃ τινὰ, ἐκεῖνος ταχέως ἀποδύεται, καὶ ῥίπτει τὰ ἐνδύματα, ἵνα μὴ δι' αὐτῶν ὁ ἰὸς ὁδεύων σπέρμα θανάτου τῷ φοροῦντι γενήσεται. Οὕτως ὁ Ἰωσὴφ τῇ Αἰγυπτίᾳ λυσσώσῃ καὶ τῶν ἱματίων ἁψαμένῃ προσέῤῥιψεν τὰ ἱμάτια, καὶ τὸν θανάσιμον ἰὸν τῆς μοιχείας ἔφυγεν. Εἰ δὲ ἐκεῖνον δουλεύοντα ἡ ἰδία δέσποινα τῇ ἁμαρτίᾳ οὐκ ἐδούλωσεν, μηδὲ σὲ δουλώσῃ πόρνη, ὦ νεοφώτιστε, μήτε δούλη σοι τῷ ἐλευθέρῳ παράκοιτος γένηται πόρνη. Παλλακὴ γάρ ἐστιν κατοικίδιος δούλη, καταδουλοῦσα τὸν ἐλεύθερον. Ὢ τῆς ἐναντιότητος! Τὸν Ἰωσὴφ δουλεύοντα ἡ δέσποινα τῇ ἁμαρτίᾳ οὐκ ἐδούλωσεν· καὶ δεσπότης ἐλεύθερος δοῦλος τῆς δούλης διὰ πάθος γίνεται.
st has set us free. Joseph was wandering in the wilderness, and was being guided by God to become a king; yet He Who guided Joseph like a sheep found you also wandering like a sheep, and carried you like a Shepherd, and brought you into the royal courts on high as a gift unto the Father. Imitate the temperate man. Joseph was sold to a cook, and turned away from the Egyptian woman as from smoke. The temperate man was stung in the pupil of his eye by the smoke, and the harlot had her mind kippered by passion. She seized his tunic, yet did not plunder his temperance; she wrestled with his garments, and did not despoil the athlete; raging madly, she bit his garments, yet did not render the young man mad-bitten. Take heed: whenever a dog gone rabid tears at someone's clothes, that man swiftly strips off and flings away his garments, lest the venom travelling through them become a seed of death to the wearer. Thus Joseph flung his garments at the Egyptian woman as she raged madly and laid hold of his clothes, and fled the deadly venom of adultery. Now if his own mistress did not enslave him to sin while he was a slave, neither let a harlot enslave you, O newly illumined one, nor let a harlot bondwoman become bedfellow to you who are free. For a concubine is a household bondwoman who enslaves the free man. O the contradiction! His mistress did not enslave Joseph to sin when he was a slave; and a free master becomes through passion the slave of a bondwoman.
Ἀλλὰ μέλλει τῷ τοιούτῳ ὁ Ἰωσὴφ δικάζεσθαι ἐν ἡμέρᾳ κρίσεως· Ἐγὼ, λέγων, ἐπὶ ξένης πεπραμένος, οὐκ ἐπράθην τῇ ἁμαρτίᾳ. οὐδὲ ξένον ἐμαυτὸν τοῦ Θεοῦ ἐποίησα, καὶ ταῦτα νόμον μὴ λαβὼν, προφήτας μὴ μαθὼν, Εὐαγγέλια μὴ ἀναγνοὺς, ὅμως πρὸ τῶν γραμμάτων ἐκείνων βιβλίον σωφροσύνης ἑαυτὸν τῷ βίῳ ἐκαλλιγράφησα· σὺ δὲ, ὦ νεοφώτιστε, μετὰ νόμον, μετὰ προφήτας, μετὰ Εὐαγγέλια, μετὰ διδασκαλίαν καὶ κατήχησιν, μετὰ τὸ ἀθλητικὸν ἄλειμμα, μετὰ τὸ νυμφικὸν λοῦσμα, μετὰ τὸ πνευματικὸν χρίσμα, μετὰ τὸ λαμπρὸν ἔνδυμα, δοῦλος δούλης γέγονας, τῷ πάθει δουλούμενος. Φύγε τὴν δουλείαν ἁμαρτίας, καὶ λάβε τὴν κληρονομίαν τῆς υἱοθεσίας. Εἰς τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης. Δοῦλον οἱ νόμοι Ῥωμαίων κληρονόμον οὐ παραδέ-
Yet Joseph is about to contend in judgement with such a man in the day of judgement, saying: Though sold in a foreign land, I was not sold unto sin, nor did I make myself a stranger to God; and although I had not received the law, had not learned the prophets, had not read the Gospels, nevertheless before those writings I inscribed myself in my life as a fair-written book of temperance; whereas you, O newly illumined one, after the law, after the prophets, after the Gospels, after instruction and catechesis, after the athletic anointing-oil, after the bridal bath, after the spiritual chrism, after the radiant garment, have become the slave of a bondwoman, enslaved by passion. Flee the slavery of sin, and receive the inheritance of adoption as sons. Unto the end, for her that inherits. The laws of the Romans do not ad-
Notes, col. 441

On the reading

Printed τὴν νέον, for τὸν νέον.

PG 40:444Read from the page
χονται· καὶ τὸν δοῦλον ὄντα τῇ ἁμαρτίᾳ οἱ τοῦ Θεοῦ νόμοι τῆς κληρονομίας ἐκβάλλουσιν. Ἔχεις τὴν θύραν τοῦ νόμου, φύγε τὴν παράθυρον τῆς ἀνομίας. Ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας, ἀλλὰ ἐμβαίνων ἀλλαχόθεν, κλέπτης ἐστὶν καὶ λῃστής· κλέπτης, ὡς λανθάνων ἐν τῷ πορνεύειν· λῃστὴς, ὡς διορύττων ἀλλότριον γάμον. Ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας τοῦ νομίμου γάμου, ποιμήν ἐστι τῶν προβάτων, πατήρ ἐστιν τῶν γνησίων τέκνων· κάτω μὲν κληρονομούμενος, ἄνω δὲ κληρονόμος γινόμενος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
mit a slave as heir; and the laws of God cast out from the inheritance him who is a slave to sin. You have the door of the law; flee the side-door of lawlessness. He who does not enter through the door, but climbs in some other way, is a thief and a robber: a thief, as lurking in secret when committing fornication; a robber, as breaking into another's marriage. Whereas he who enters through the door of lawful marriage is a shepherd of the sheep, is a father of legitimate children — below leaving heirs to inherit from him, and above becoming himself an heir in the kingdom of heaven; which may we all attain, by the grace and loving-kindness of our Lord Jesus Christ, to Whom be the glory and the dominion, now and unto the ages of ages. Amen.
Κʹ. Εἰς τὸν ϛʹ ψαλμὸν ὁμιλία.
XX. Homily on the sixth Psalm.
Στρατιώτου πλημμελήσαντος ἀπολογία τοῦ λυπηθέντος βασιλέως γίνεται θεραπεία, καὶ ἡ τοῦ ἁμαρτήσαντος οἰκέτου πρόσπτωσις, τῷ θυμωθέντι δεσπότῃ παράκλησις. Ἐπεὶ οὖν ἁμαρτήσας ὁ Δαβὶδ, καὶ ὡς στρατιώτης βασιλέα παρώργισεν τὸν Θεὸν, καὶ ὡς δοῦλος δεσπότην θυμωθῆναι ἐποίησεν· διὰ ταῦτα ἀξιῶν καὶ ἱκετεύων, ὡς οἰκέτης δεσπότην τὸν Θεὸν παρεκάλει· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ἐθυμώθης μοι ἁμαρτήσαντι, διαλλάγηθι μετανοήσαντι· ὠργίσθης πλανηθέντι, ἱλάσθητι ἐπιστρέψαντι. Τὸν σὸν ὅρκον, Δέσποτα, πρὸς δυσώπησιν προσφέρω σοι. Εἶπας· Κατ' ἐμαυτοῦ ὤμοσα, ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. Παρακαλῶ, ὃ εἶπας ποίησον. Ἐπεὶ οὖν πλανηθεὶς ἀπέστρεψα, καὶ ἁμαρτήσας μετενόησα, ἀλλ' οὐχ ὡς Κάϊν ἀπηναισχύντησα. Ἐκεῖνος ἐρωτηθεὶς, Ποῦ Ἄβελ ὁ ἀδελφός σου ; εἶπεν· Οὐ γινώσκω. Ἐγὼ εἶπον· Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω. Κύριε, μὴ τῷ θύμῳ σου ἐλέγξῃς με. Ἵνα φιλανθρωπίας τυχὼν καὶ ἄλλοις ὁδὸς μετανοίας γένωμαι· ἵνα διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
The plea of a soldier who has offended becomes the appeasement of the aggrieved king, and the prostration of a household servant who has sinned becomes an entreaty to the angered master. Since, therefore, David by sinning both provoked God to anger as a soldier provokes his king, and made Him wroth as a slave makes his master wroth — on this account, beseeching and supplicating, he entreated God as a household servant entreats his master: O Lord, rebuke me not in Thy wrath, neither chasten me in Thine anger. Thou wast wroth with me when I sinned, be reconciled unto me now that I have repented; Thou wast angry with me when I went astray, be merciful unto me now that I have turned back. Thine own oath, O Master, I bring before Thee in entreaty. Thou didst say: By Myself have I sworn, that I desire not the death of the sinner, so much as that he turn back and live. I beseech Thee, do what Thou hast spoken. For after going astray I turned back, and after sinning I repented, and did not behave shamelessly like Cain. When he was asked, Where is Abel thy brother? he said: I know not. I said: For I know mine iniquity. O Lord, rebuke me not in Thy wrath. So that, having obtained loving-kindness, I may become a way of repentance for others also: that I may teach the lawless Thy ways, and the ungodly shall turn back unto Thee.
Διὰ τί δὲ καὶ Ὑπὲρ τῆς ὀγδόης ἐπεγράφη ὁ ψαλμός; Εἰς τὸ τέλος γὰρ ἐν ὕμνοις ψαλμὸς τῷ Δαβὶδ ὑπὲρ τῆς ὀγδόης. Ὀγδόην οἶδεν ἡ μὲν Παλαιὰ Διαθήκη τὴν περιτομήν· ἡ δὲ Καινὴ τὴν ἐκ νεκρῶν ἀνάστασιν, ἐν ᾗ ὁ θάνατος περιτέμνεται. Ὁ πρὸ τούτου, Ὑπὲρ τῆς κληρονομούσης ἐπεγράφη, Ἐκκλησίας ἢ ψυχῆς. Καὶ περὶ μὲν τῶν κληρονόμων ἔλεγεν· Εὐφρανθήσονται πάντες οἱ ἐλπίζοντες ἐπὶ σοί· εἰς αἰῶνα ἀγαλλιάσονται. Περὶ δὲ τῶν ἀποκληρονόμων· Οὐ παροικήσει σοι πονηρευόμενος. Ὡς ἔμαθεν ὁ Δαβὶδ, ὅτι Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος· αὐτὸς δὲ δόλῳ τὸν Οὐρίαν ἀνεῖλεν, καὶ ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ
And why was the Psalm also entitled For the eighth? Because it runs: Unto the end, in hymns, a Psalm of David, for the eighth. The Old Covenant knew circumcision as the eighth; whereas the New knows the resurrection from the dead, in which death is circumcised. The Psalm before this one was entitled For her that inherits — whether Church or soul. And concerning the heirs it said: All they that hope in Thee shall be glad; they shall exult for ever. Whereas concerning the disinherited: The worker of wickedness shall not dwell beside Thee. When David learned that The Lord abhors a man of blood and deceit — and he himself had slain Uriah by deceit — and that no fornicator or unclean person has an inheritance in the kingdom of Christ and
Notes, col. 444

On the reading

Printed θύμῳ, for θυμῷ.

PG 40:445Read from the page
Θεοῦ, ἵνα μὴ ἀποκληρονόμος διὰ τὸ ἄγος γένηται, τὸν ὑπὲρ τῆς ὀγδόης καὶ τῆς τῶν νεκρῶν ἀναστάσεως ψάλλων παρεκάλει. Ἐπειδὴ μοιχεία με καὶ φόνος τῆς κληρονομίας ἐκβάλλουσιν, Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Μὴ ὀργισθῇς μοι διὰ τὸν Οὐρίαν, μὴ θυμωθῇς μοι διὰ τὴν Βηρσαβεέ. Καὶ διὰ τί ἐν τῇ ὀγδόῃ ἡ περιτομή; Ἐπειδὴ τὰς πρώτας ἑπτὰ ἡμέρας τὸ βρέφος ἐφόρει τὰ σπάργανα, τῇ δὲ ἑβδόμῃ λυόμενον τὴν περιτομὴν ἐλάμβανεν, σημεῖον σφραγῖδος, τῆς Ἀβραὰμ πίστεως· ἵνα καὶ ἡμεῖς κἂν τὴν ἑβδομάδα τοῦ βίου ἐφορέσαμεν, τὰ τῶν κακιῶν σπάργανα, σειραῖς τῶν ἰδίων ἁμαρτημάτων σφιγγόμενοι, εἰς τὸ τέλος τῆς ζωῆς ταῦτα διαῤῥήξωμεν, καὶ ὡς ἐν ὀγδόῃ τῇ ἀναστάσει τὸν θάνατον περιτεμνόμενοι, τὸν ἰσάγγελον βίον ἀσπασώμεθα. Ἐν γὰρ τῇ ἀναστάσει οὐ γαμοῦσιν. Δι' ὃ καὶ περιτομὴ εἰς τά γεννητικὰ ἐδίδοτο. Ἵνα καὶ οἱ Χριστιανοὶ μετὰ ταῦτα μάθωσιν, τὰ τικτόμενα βρέφη μετὰ τῆς μήτρας σπάργανα, καὶ πρὸ αὐτῶν τῶν αἰσθητῶν σπαργάνων, σφραγίζειν αὐτὰ τῷ βαπτίσματι, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ· περὶ ἧς λέγει ὁ Παῦλος· Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ.
of God, lest he become disinherited on account of the pollution, entreated Him while singing the Psalm for the eighth and for the resurrection of the dead: Since adultery and murder cast me out from the inheritance, O Lord, rebuke me not in Thy wrath, neither chasten me in Thine anger. Be not angry with me because of Uriah, be not wroth with me because of Bathsheba. And why was circumcision on the eighth day? Because for the first seven days the infant wore its swaddling-clothes, and being loosed on the seventh received circumcision, a sign of a seal, of the faith of Abraham — so that we too, even if throughout the seven-day week of life we have worn the swaddling-clothes of vices, bound fast by the cords of our own sins, may burst these asunder at the end of life, and, having death circumcised away in the resurrection as on an eighth day, may embrace the life equal to the angels. For in the resurrection they do not marry; wherefore circumcision also was given upon the generative parts — so that Christians too might learn thereafter, with regard to infants brought forth after the swaddling-bands of the womb and even before the sensible swaddling-clothes themselves, to seal them with baptism in the circumcision of Christ; concerning which Paul says: In Whom also you were circumcised with a circumcision not made with hands, having been buried together with Him in baptism in the circumcision of Christ.
Ει οὖν ἡ τοῦ Ἰουδαίου περιτομὴ πρώϊμος καὶ ταχεῖα, καὶ εὐθὺς μετὰ τὰ σπάργανα τῷ βρέφει ἐδίδοτο· πολλῷ μᾶλλον ἡ τοῦ Χριστοῦ περιτομὴ ἡ διὰ τοῦ βαπτίσματος, οφείλει ταχινωτέρα τῷ βρέφει πρὸς ἀσφάλειαν δίδοσθαι· τοῦτο μὲν, ἵνα τὸν Χριστὸν ἐνδυσάμενον ὡς θώρακα, μὴ φοβηθῇ τοὺς πολεμίους δαίμονας· τοῦτο δὲ, ἵνα μὴ προδοθῇ εἰς αἵρεσιν, καὶ αἰχμάλωτον γένηται. Νόει ἃ λέγω. Οἴδατε τὰ γινόμενα. Τοῦτο δὲ, ἵνα κἂν τελευτήσῃ, μὴ ἐξέλθῃ ἀσφράγιστον. Καὶ ὅτι διὰ πατέρα ἢ μητέρα ἑτερόδοξον, τὸ βρέφος ἐβαπτίσθη καὶ οὐκ ἐβαπτίσθη, ἀλλὰ κατεβαπτίσθη εἰς αἵρεσιν· οὔπω τὴν βίον ἔπλευσεν, καὶ ἤδη ἐναυάγησεν. Πρὸ τοῦ αἰσθητοῦ ἱματίου, τὸ βασιλικὸν Χριστοῦ ἱμάτιον τὸ βρέφος ἔνδυσον, ἵνα καυχήσῃ, ὅτι παιδίον σου ὡς βασιλεὺς εἰς πορφύραν
If, then, the circumcision of the Jew was early and swift, and was given to the infant straightway after swaddling-clothes, much more ought the circumcision of Christ, that through baptism, to be given more speedily to the infant for safety: partly so that, having put on Christ like a breastplate, it may not fear the hostile demons; and partly lest it be betrayed into heresy and become a captive. Understand what I say; you know what happens. And partly so that, even if it should die, it may not depart unsealed; and because on account of a heterodox father or mother the infant was baptized and yet not baptized, but sunk down into heresy: it had not yet sailed upon life, and already suffered shipwreck. Before the sensible garment, clothe the infant with the royal garment of Christ, so that you may boast that your little child, like a king, into the purple
Notes, col. 445

On the reading

Printed τά, for τὰ.

Printed Ει, for Εἰ.

Printed οφείλει, for ὀφείλει.

Printed τὴν βίον, for τὸν βίον.

PG 40:448Read from the page
γεγέννηται. Ὁ μὴ περιτεμνόμενος ἐν τῷ νόμῳ ὀκταήμερος, ἐπικατάρατος ἦν· ὁ μὴ βαπτιζόμενος ἐν τῇ χάριτι, τῆς βασιλείας τῶν οὐρανῶν ξένος καὶ ἀλλότριος. Ὁ γὰρ εἰπὼν ἐν τῷ νόμῳ· Ἐπικατάρατος πᾶς ἄρσην ὃς οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ· ὁ αὐτὸς εἶπεν μετὰ ὅρκου ἐν τῇ χάριτι· Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ. — Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης. Εἰς τὸ τέλος, διὰ τί; Ἐπειδὴ εἰς τὴν ἀρχὴν εἶπεν· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με· ὥς τινων λεγόντων, Ἆρα εἰσηκούσθη; ποῦ δυνάμεθα εὑρεῖν, ὅτι προσευξάμενος εἰσηκούσθη; ἀποκρίνεται· Εἰς τὸ τέλος. Ἀνάγνωθι τὸ τέλος τοῦ ψαλμοῦ, καὶ εὑρήσεις λέγοντα· Ἀπόστητε ἀπ' ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσεν Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου, προσέσχεν τῇ δεήσει μου. Πότε; Εἰς τὸ τέλος.
has been born. He who was not circumcised under the law on the eighth day was accursed; he who is not baptized under grace is a stranger and an alien to the kingdom of heaven. For He Who said in the law: Accursed is every male who shall not be circumcised on the eighth day; that soul shall be utterly destroyed from among the people, the very same spoke with an oath under grace: Amen, amen, I say to you, unless someone be born of water and the Spirit, he cannot see the kingdom of God. — Unto the end, for the eighth. Unto the end, wherefore? Because at the beginning he said: O Lord, rebuke me not in Thy wrath; as though some were asking, Was he heard? Where can we find that having prayed he was heard? He answers: Unto the end. Read the end of the psalm, and you will find him saying: Depart from me, all you workers of iniquity, for the Lord has heard the voice of my weeping; He has attended to my supplication. When? Unto the end.
Εὶς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης. Διὰ τί δὲ ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ἀνέστη ὁ Κύριος; Ἐπειδὴ πρώτη ὀγδοὰς ἀνθρώπων, ἐπὶ τοῦ Νῶε, μετὰ τὸν τοῦ παλαιοῦ κόσμου θάνατον, νέον κόσμον εἰς γένος ἀνέστησεν. Ὅτε γὰρ ὁ κόσμος πυρέξας τῇ πορνείᾳ, ἀπέθανεν τῇ ἁμαρτίᾳ, καὶ ἐτάφη ἐν τοῖς τοῦ κατακλυσμοῦ ὕδασιν, τότε ὀγδοὰς ἀνθρώπων ἐν τῇ κιβωτῷ φυλαχθεῖσα, διὰ τῆς τεκνογονίας τὸν κόσμον ἀνέστησεν. Καὶ ὅτι ἡ τεκνογονία ἀνάστασις λέγεται, ἄκουσον τῆς μητρὸς τῆς Εὔας λεγούσης, ὅτε ἔτεκεν τὸν Σήθ· Ἐξανέστησεν γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον, ἀντὶ Ἄβελ ὃν ἀπέκτεινεν Κάϊν. Καὶ ὁ νόμος· Ἐάν τις, φησὶν, ἀποθάνῃ ἄτεκνος, λήψεται ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα, καὶ ἐξαναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ· καὶ ἦν ἡ ἐξανάστασις σβεννυμένου καὶ ἀποθνήσκοντος γένους ἀνανέωσις. Ἐπεὶ οὖν πρώτη ἀνάστασις τοῦ γένους μετὰ τὸν κατακλυσμὸν διὰ ὀγδοάδος ἀνθρώπων ἐγένετο, διὰ τοῦτο καὶ ὁ Κύριος πρῶτος τὴν ἀνάστασιν τῶν νεκρῶν ἐν τῇ ὀγδόῃ ἄρχεται· ὅτε καθάπερ ἐν κιβωτῷ τῷ τάφῳ ὡς ὁ Νῶε ἔμεινεν, καὶ τὸν κατακλυσμὸν τῆς ἀσεβείας ἔπαυσεν, καὶ τὸ βάπτισμα τῆς παλιγγενεσίας ἐπέδωκεν· ἵνα συνταφέντες αὐτοῦ τῷ βαπτισμῷ, κοινωνοὶ τῆς ἀναστάσεως αὐτοῦ γενώμεθα. Ἐπεὶ οὖν ἡ ὀγδόη προεσάλπιζεν ἐν νόμῳ τὴν τῶν νεκρῶν ἀνάστασιν, καὶ τὴν τῶν ἑκάστου ἔργων ἀνταπόδοσιν· διὰ ταῦτα ἁμαρτήσας εἰς τὴν τοῦ Οὐρίου ὁ Δαβὶδ, ὑπὲρ τῆς ὀγδόης καὶ τῆς ἐν ἀνέσει αὐτοῦ ἀναστάσεως παρακαλῶν ἔλεγεν· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ὧδε μετανοῶ καὶ ἐξομολογοῦμαι, Δέσποτα· Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; — Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης ἐν ὕμνοις ψαλμὸς τῷ Δαβίδ. Καὶ καλῶς ὑπὲρ τῆς ὀγδόης προσηύχετο, ὁ ὄγδοος τοῦ Ἰεσσαὶ υἱὸς, καὶ πατὴρ τοῦ ἀναστάντος ἐν τῇ ὀγδόῃ Χριστοῦ. Εἰς τὸ τέλος· καὶ τῆς τούτου
Unto the end, for the eighth. Why did the Lord rise again on the eighth day? Because the first ogdoad of human beings, in the time of Noah, after the death of the ancient world, raised up a new world for our race. For when the world, fevered with fornication, died through sin and was buried in the waters of the deluge, then an ogdoad of human beings preserved in the ark raised up the world through the begetting of children. And that the begetting of children is called a resurrection, hear Mother Eve saying, when she bore Seth: For God has raised up for me another seed in place of Abel, whom Cain slew. And the law: If anyone, it says, should die childless, his brother shall take his wife and raise up seed to his brother; and that raising up was the renewal of an extinguished and dying line. Since, therefore, the first resurrection of our race after the deluge took place through an ogdoad of human beings, on this account the Lord also first initiates the resurrection of the dead on the eighth day: when, just as in an ark, He remained in the tomb like Noah, brought the deluge of impiety to an end, and bestowed the baptism of regeneration, so that, buried together with Him in His baptism, we might become partakers of His resurrection. Since, then, the eighth day sounded forth beforehand in the law the resurrection of the dead and the recompense of each person's deeds, therefore David, having sinned against the wife of Uriah, entreating for the eighth day and for his resurrection in relief, said: O Lord, rebuke me not in Thy wrath, nor chasten me in Thy anger. Here I repent and confess, O Master: For in death there is none who remembers Thee; and in Hades who shall confess to Thee? — Unto the end, for the eighth, in hymns, a psalm of David. And rightly did he pray for the eighth, he who was the eighth son of Jesse and ancestor of Christ Who rose on the eighth day. Unto the end: both of this
Notes, col. 448

On the reading

Printed Εὶς, for Εἰς.

PG 40:449Read from the page
ζωῆς, καὶ τῆς τοῦ κόσμου συστολῆς. Ἀπαρχὴ ὁ Χριστός· ἔπειτα οἱ τοῦ Χριστοῦ, ἐν τῇ παρουσίᾳ αὐτοῦ.
life, and of the contraction of the world. The firstfruits is Christ; afterward those who are Christ's, at His coming.
Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης· καὶ ὑπὲρ αὐτοῦ ἐν δόξῃ ἀναστάσεως, καὶ ὑπὲρ τῆς τῶν ἡμαρτηκότων καὶ μετανοησάντων ἐγέρσεως. Ἐν ὕμνοις. Ἵνα οἱ θρῆνοι τοῖς ἁμαρτήσασιν καὶ μετανοήσασιν εἰς ὕμνους μετέλθωσιν. Ὥσπερ γὰρ αἱ τῶν ἁμαρτωλῶν ἑορταὶ εἰς πένθος, καὶ αἱ ᾠδαὶ εἰς θρῆνον μεταβάλλονται· καθὼς ἔλεγεν ὁ Θεός· Μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ τὰς ὠδὰς ὑμῶν εἰς θρῆνον· οὕτως πάλιν οἱ τῶν μετανοησάντων θρῆνοι εἰς ὕμνους μεταβάλλονται. Εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμὸς τῷ Δαβίδ. Πρᾶξις ἀγαθὴ, καὶ καρπὸς μετανοίας, καὶ τῷ προφήτῃ, καὶ παντὶ τῷ ἱκανῷ τῇ χειρί. Ποιήσατε γὰρ καρποὺς ἀξίους τῆς μετανοίας. Ἵνα ἕκαστος μετανοήσας, καὶ καρποφορήσας Θεῷ καὶ τοῖς πένησιν, λέγῃ· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Εἰπὲ, ὁ Δαβίδ· καὶ ὅλως τὸν ἔλεγχον καὶ παιδείαν παραιτῇ; Ὡς φαίνεται, φεύγεις τὸν μακαρισμόν. Ὅτι γὰρ ὁ ἔλεγχος τοῦ Θεοῦ μακαρισμοῦ πρόξενος, γέγραπται ἐν τῇ βίβλῳ τοῦ Ἰώβ· Μακάριος ἄνθρωπος ὃν ἤλεγξεν ὁ Κύριος ἐπὶ τῆς γῆς. Ὅτι δὲ καὶ τὸ παιδεύεσθαι ὑπὸ Κυρίου μακάριον, αὐτὸς εἶπας· Μακάριος ἄνθρωπος ὃν ἂν παιδεύσῃς, Κύριε. Οὐ τὸν ἔλεγχον φεύγω, ἀλλὰ τὸν μετὰ θυμοῦ ἔλεγχον· οὐδὲ τὸ παιδευθῆναι ἀποστρέφομαι, ἀλλὰ τὸ μετὰ ὀργῆς παιδευθῆναι δέδοικα. Οἶδα, ὅτι Ὃν ἀγαπᾷ Κύριος, παιδεύει. Ἆρον τοῦ ἐλέγχου τὸν θυμὸν, καὶ τῆς παιδείας τὴν ὀργήν· καὶ ἔλεγχε ὡς φίλον, καὶ παίδευε ὡς υἱόν.
Unto the end, for the eighth: both for His resurrection in glory, and for the raising up of those who have sinned and repented. In hymns: so that lamentations may pass over into hymns for those who have sinned and repented. For just as the feasts of sinners are turned into mourning, and their songs into lamentation — even as God said: I will turn your feasts into mourning, and your songs into lamentation — so conversely the lamentations of the penitent are turned into hymns. Unto the end, in hymns, a psalm of David. Good action, and fruit of repentance, both for the prophet and for everyone able of hand. For bring forth fruits worthy of repentance: so that each one, having repented and borne fruit to God and to the poor, may say: O Lord, rebuke me not in Thy wrath, nor chasten me in Thy anger. Tell me, David: do you altogether deprecate rebuke and chastening? As it appears, you flee beatitude. For that the rebuke of God procures beatitude is written in the book of Job: Blessed is the man whom the Lord has rebuked upon the earth. And that being chastened by the Lord is also blessed, you yourself have said: Blessed is the man whomsoever Thou shalt chasten, O Lord. I do not flee rebuke, but rebuke with wrath; nor do I turn away from being chastened, but I dread being chastened with anger. I know that Whom the Lord loves, He chastens. Take away wrath from the rebuke, and anger from the chastening; and rebuke me as a friend, and chasten me as a son.
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ἐὰν ὁ θυμὸς ὡς δικαστὴς ἐλέγξῃ με, εὐθέως ἡ ὀργὴ ὡς δεξιὰ χεὶρ καὶ γείτων τοῦ θυμοῦ παιδεύει με. Ὥσπερ γὰρ ἐν δικαστηρίῳ ὁ ὑπὸ τοῦ δικαστοῦ ἐλεγχόμενος ὑπὴ τῆς τάξεως μαστίζεται· οὕτως ἐν τῇ θείᾳ δίκῃ, ὁ ὑπὸ τοῦ
O Lord, rebuke me not in Thy wrath, nor chasten me in Thy anger. If wrath rebukes me as a judge, straightway anger, as the right hand and neighbour of wrath, chastens me. For just as in a court of justice he who is convicted by the judge is scourged by the attendants, so in divine justice he who by
Notes, col. 449

On the reading

Printed ὠδὰς, for ᾠδὰς.

Printed ὑπὴ, for ὑπὸ.