Migne Reading Room

PG 40 · cols. 356–365 · Read from the page

Homilies

Homilies

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 40:356Read from the page
πρὸς πάντας ἐκβοῶντος ὅτι, Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, ἡμέρα οὐδ' ἂν μία ἡ ζωὴ αὐτοῦ ; Τίς δ' ἂν σωφρονῶν τοσοῦτον φρονήσειεν, ὡς ὑποκείμενος εὐθύναις, καὶ ταύτας ἐν δικαστηρίῳ Θεοῦ, περιττὸν οἴεσθαι συγγνώμην, καὶ ἀχρεῖον τὸν ἔλεον ;
crying aloud unto all: No one is clean from defilement, even if his life be but a single day? And who in his right mind would be so high-minded, while himself subject to accountings—and those at the tribunal of God—as to deem pardon superfluous and mercy useless?
Εἰ δὲ καὶ πρὸς τὸ ἀκρότατον δικαιοσύνης καὶ ἀκριβείας ἦσαν ἐληλακότες, πατήσαντες δὲ ἀληθῶς, κατὰ τὸ γεγραμμένον, ἐπάνω ὄφεων καὶ σκορπίων, νικηταὶ δὲ καὶ στεφανῖται κατὰ τῆς ἁμαρτίας ἀνηγορεύθησαν· οὐδ' οὕτως ἐχρῆν πρὸς τὴν οἰκείαν ἀνδρείαν καὶ τῶν ἄλλων ἁπάντων κανονίζειν τὸν βίον· ἀλλὰ τῆς μὲν ἰδίας εὐδοκιμήσεως τῷ δεδωκότι Θεῷ τὴν χάριν ὁμολογεῖν, ὅτι καὶ φύσιν ἡγεμονικῶς ἡνιόχησαν, καὶ πειρασμῶν σατανικῶν οὐκ ἐγένοντο χείρους· τοῖς δὲ ἀσθενήσασιν ὀρέγειν φιλανθρωπίας δεξιὰν, καὶ ἀνεγείρειν ἐκ τοῦ πηλοῦ, καὶ καθαίρειν ἐκ τῶν μολυσμάτων. Διπλοῦν γὰρ ἂν οὕτως τὸν ἔπαινον ἤραντο, τῆς τε ἰδίας ἀνδραγαθίας ὁμοῦ καὶ τῆς φιλαδέλφου καὶ χρηστῆς συμπαθείας τὰ γέρα λαμβάνοντες. Νυνὶ δὲ ἄνθρωποί τε ὄντες τῶν χαμαὶ ἐρχομένων, καὶ ζῶντες βίον οὐ τὸν ἀγγελικὸν ἐγγὺς τῶν ἀσωμάτων, ἀλλὰ τοιοῦτον, οἷον ἄν τις καὶ ὑπ' εὐθύνας ἀγάγοι καὶ σκώψειεν· δικάζουσιν αὐστηρῶς, καὶ μετὰ πολλῆς τῆς αὐθεντίας τὴν κατακρίνουσαν φέρουσι ψῆφον· ὡς ἐμὲ πολλάκις ὑπὸ τοῦ τύφου καὶ τῆς ἀλαζονείας ἀποπνιγόμενον εἰπεῖν ἐπ' αὐτοῖς τὰς εὐαγγελικὰς ῥήσεις, ὅτι τὰς δοκοὺς ἐν τοῖς ἰδίοις ὀφθαλμοῖς μὴ βλέποντες, τῶν ἀλλοτρίων ὄψεων ἀποφυσᾶτε τὰ κάρφη· καὶ τὰ βαρύτατα φορτία τοῖς ἄλλοις δεσμεύοντες, περινοστεῖτε βαρεῖς κριταὶ καὶ ἀσθενεῖς ἀχθοφόροι, τὸ βῆμα τοῦ Χριστοῦ προλαμβάνοντες, καὶ τοῦ κριτοῦ τὴν ἀπόφασιν προαρπάζοντες· δοῦλοι καταφρονηταὶ, καὶ ἀπαραιτητοι τῶν ὁμοδούλων κριταί.
Yet even if they had advanced to the very summit of righteousness and exactness, having truly trodden, as it is written, upon serpents and scorpions, and had been proclaimed victors and crowned champions over sin, not even so ought they to measure the life of all others as well by the rule of their own fortitude; rather, for their own fair renown they ought to acknowledge gratitude unto God Who granted it—inasmuch as they both governed nature with mastery and did not prove inferior to satanic temptations—while stretching forth a right hand of loving-kindness to those who had grown weak, raising them up out of the mire, and cleansing them from their defilements. For thus they would have won twofold praise, receiving the rewards at once of their own manly valour and of brotherly, kindly compassion. As it is, however, though they are human beings of those who walk upon the ground, living a life not angelic or near to the bodiless powers, but such as one might even call to account and deride, they judge austerely and with great assumption of authority cast a condemning vote; so that oftentimes, choked by their conceit and boastfulness, I utter over them the sayings of the Gospel: Not beholding the beams in your own eyes, you blow away the splinters from the eyes of others; and binding the heaviest burdens upon others, you go about as harsh judges and feeble burden-bearers, forestalling the judgement-seat of Christ and snatching beforehand the sentence of the Judge—scornful slaves, and inexorable judges of your fellow slaves.
Εἰ ζηλοῦτε Θεὸν, ὡς κατ' εἰκόνα κτισθεντες, μιμήσασθε ὑμῶν τὸν ἀρχέτυπον· ὦ Χριστιανοὶ, τὸ φιλάνθρωπον ὄνομα, ζηλώσατε τοῦ Χριστοῦ τὴν ἀγάπην· ἀποβλέψατε πρὸς τὸν πλοῦτον τῆς ἐκείνου φιλανθρωπίας. Μέλλων γὰρ ἀνθρώποις ἐπιφαίνεσθαι δι' ἀνθρώπου, προκαθῆκε μὲν τὸν Ἰωάννην, μετανοίας κήρυκα, μεταμελείας εἰσηγητὴν, καὶ πάντας πρὸ Ἰωάννου προφήτας ἐπιστροφῆς διδασκάλους. Εἶτα καὶ αὐτὸς μετ' ὀλίγον ἐπιφανεὶς, οἰκείᾳ φωνῇ βοᾷ αὐτοπροσώπως· Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Τοὺς δὲ τῇ κλήσει πεισθέντας πῶς ὑπεδέξατο; Ἄπονον ἔδωκεν τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, ἀκαριαίαν καὶ σύντομον τὴν τῶν λυπούντων ἀπαλλαγήν· Λόγος ἡγίασεν, Πνεῦμα ἐσφράγισεν· ὁ παλαιὸς ἄνθρωπος ἐνετάφη, ὁ νέος ἐτέχθη, ἀνηβήσας τῇ χάριτι. Τί τὰ ἑξῆς ; Ὁ ἄνθρωπος οἰκεῖος, ἀντ' ἀλλοτρίου, υἱὸς ἀντὶ ξένου, μύστης ἐκ βεβήλου, ἅγιος ἐξ ἀσε-
If you are zealous for God, having been created after His image, imitate your Archetype; O Christians—you who bear that name of loving-kindness—be zealous for the love of Christ; look unto the riches of His loving-kindness towards mankind. For when He was about to appear unto men through a man, He sent John beforehand as herald of repentance and guide to remorse, and all the prophets before John as teachers of conversion. Then, appearing in person a little later, He cries aloud with His own voice: Come unto Me, all you who labour and are heavy laden, and I will give you rest. And how did He welcome those who obeyed the call? Without toil He granted remission of sins, and an instantaneous, swift deliverance from what distressed them: the Word sanctified, the Spirit sealed; the old man was buried, the new was born, renewed in youth by grace. What followed next? Man became a member of the household instead of an alien, a son instead of a stranger, an initiate out of the profane, holy out of the un-
Notes, col. 356

On the reading

Printed ἀπαραιτητοι, for ἀπαραίτητοι.

Printed κτισθεντες, for κτισθέντες.

PG 40:357Read from the page
βοῦς. Ὁ τοίνυν ταῖς οὕτως μεγαλοπρεπέσι καὶ ἀνυπερβλήτοις δωρεαῖς πλουτισθεὶς, ἁμαρτὼν εἰς τὸν φιλότιμον καὶ ἀγαθὸν εὐεργέτην, παρὰ μὲν ὑμῖν τοῖς δυσκόλοις καὶ ἀμαλάκτοις δικασταῖς εὐθὺς μήτε λόγου μεταλαβὼν, πάντως ἂν ἐπὶ τὸν ὄλεθρον ἤχθη, καὶ τῆς ἐνθάδε ζωῆς ἀποκοπεὶς, καὶ τὴν ἐκεῖ κολαζόμενος. Ἐπεὶ δὲ ἄλλος ἐστὶν ὁ τῆς ψήφου Κύριος, ὁ ποιῶν τὸ ἔλεος εἰς χιλιάδας καὶ μυριάδας, καὶ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀναμένων δὲ τὴν ἐπιστροφήν· οὐδὲν οὕτως οἱ τὴν πρώτην χάριν ὑβρίσαντες ἐτιμωρήθησαν· ἀλλὰ πάλιν δεύτερος ἔλεος καὶ ἀκολουθεῖ τῷ προτέρῳ, καὶ ἀμνηστείᾳ συγγνώμη συνάπτεται, καὶ δάκρυον στάξαν ἰσιδυναμεῖ τῷ λουτρῷ, καὶ στεναγμὸς ἐπίμοχθος ἐπανάγει τὴν χάριν πρὸς ὀλίγον ἀναχωρήσασαν. Εἰ ἀπιστεῖς τῷ λόγῳ, Πέτρον ἐρώτησον, ἐν τῇ οἰκίᾳ τοῦ ἀρχιερέως καθήμενον, καὶ λέξει σοι, ὅπως τὸ παράπτωμα τῆς ἀρνήσεως πικρῶς ὀδυράμενος ἐκαθάρθη· καὶ οὐκ ἀνέλυσεν εἰς τὸν Σίμωνα, ἀλλὰ Πέτρος διέμεινεν ὁ ἀπόστολος.
godly. He, then, who had been enriched with gifts so magnificent and unsurpassed, when he sinned against his generous and good Benefactor, before harsh and unyielding judges such as you would straightway, without even being granted a hearing, assuredly have been led away to destruction, both cut off from life here and punished in the life yonder. Yet since Another is Lord of the vote—He Who shows mercy unto thousands and tens of thousands, Who wills not the death of the sinner, but awaits his conversion—those who outraged the first grace were by no means punished in that fashion; rather, a second mercy again follows upon the former, pardon is joined to amnesty, a tear let fall avails equally with the laver, and a toilsome groan brings back the grace that had withdrawn for a little while. If you disbelieve my word, ask Peter as he sits in the house of the high priest, and he will tell you how, having bitterly lamented the transgression of his denial, he was cleansed; and he did not revert into Simon, but remained Peter the apostle.
Ἐγὼ δὲ νομίζω, ὅτι καὶ Ἰούδας ὁ Ἰσκαριώτης, εἰ μὴ ταχέως αὐτὸς ἑαυτοῦ ἐγένετο δήμιος, ἀσύγγνωστον κρίνας τὴν ἁμαρτίαν, προσπεσὼν δὲ τὸν ἔλεον ᾔτησεν, οὐκ ἂν τῶν οἰκτιρμῶν τῶν πάσης ὑπερχεομένων τῆς οἰκουμένης ἠστόχησεν. Τεκμήριον δὲ τοῦ λόγου πάντες Ἑβραῖοι οἱ μετὰ τὸν σταυρὸν πιστεύσαντες, καὶ τῷ λουτρῷ τὰς ψυχὰς ὁμοῦ καὶ τὰς χεῖρας νιψάμενοι. Εἰ δὲ οἱ σταυρώσαντες ἠλεήθησαν, πῶς οὐκ ἂν ὁ προδοὺς τῆς ἀμνηστείας ἀπήλαυσεν ; Ἐδέσμει ποτὲ καὶ Παῦλος Χριστιανοὺς, ἀλλὰ βαστάσας ὕστερον ἁλύσεις ὑπὲρ Χριστοῦ, ἐκ τῆς ταυτοπαθείας ἔλυσε τὰ ἐγκλήματα· ἥμαρτε λιθάζων Στέφανον καὶ συνευδοκῶν τοῖς φονεύουσιν, ἀλλὰ λιθασθεὶς ἐξήλειψε τὸ πλημμέλημα. Ἐτελώνουν ποτὲ Ματθαῖος καὶ Ζακχαῖος, ἀλλὰ τῇ καταφρονήσει τῶν χρημάτων τὴν τελωνείαν πατήσαντες, ὁ μὲν τῇ οἰκίᾳ τὸν Ἰησοῦν ἐδέξατο, καὶ τῇ ψυχῇ πλέον· ὁ δὲ θαυμαστῶν πράξεων εὐαγγελιστὴς καὶ συγγραφεὺς ἀπεδείχθη. Ὁ τελώνης, ὁ μετὰ τοῦ Φαρισαίου ἀναγκαῖον εἰς μνήμην, ἡ γυνὴ ἡ τὴν δραχμὴν ἀπολέσασα καὶ εὑροῦσα.
And I for my part suppose that even Judas Iscariot, had he not hastily become his own executioner through judging his sin unpardonable, but had fallen prostrate and begged for mercy, would not have failed to obtain the compassions that overflow the whole inhabited earth. A proof of my statement is all those Hebrews who believed after the cross, and washed both their souls and their hands together in the laver. And if those who crucified Him obtained mercy, how would he who betrayed Him not have enjoyed amnesty? Paul too once bound Christians, yet by bearing chains afterwards on behalf of Christ he undid his offences through suffering the like; he sinned in stoning Stephen and consenting unto his slayers, yet by being stoned he blotted out his trespass. Matthew and Zacchaeus once collected taxes, yet having trampled tax-collecting underfoot through contempt of wealth, the one received Jesus into his house, and still more into his soul, while the other was shown forth as an evangelist and chronicler of wondrous deeds. Necessary for remembrance also is the publican alongside the Pharisee, and the woman who lost the drachma and found it.
Ἐξ ἀρχῆς δὲ εἰς τέλος εἴ τις τοὺς ἀνθρώπους τοῦ βίου παντὸς ἐν τοῖς καθεξῆς χρόνοις λογίσαιτο, τοὺς πολλοὺς εὑρήσει πρότερον μὲν ἐνσχεθέντας ἁμαρτήμασιν, εἶτα τῇ πρὸς τὸ κρεῖττον ῥοπῇ μεταθεμένους τῆς γνώμης. Θεοῦ γὰρ οἰκεῖον καὶ μόνον ἐξαίρετον πλημμελείας χωρὶς πάντα κατορθοῦν. Ἄνθρωπος δὲ ὑπὸ γένεσιν καὶ φθορὰν ἠγμένος, καὶ τοσούτων ὑπάρχων δεκτικὸς παθῶν, οὔποτ' ἂν ἀκατηγόρητος δειχθείη περικοπείσης συγγνώμης. Ἀπόβλεψον πρὸς τὸν Δαβὶδ τὸν βασιλέα τοῦ Ἰσραὴλ, ὃν κατ' ἐκλογὴν ἐχειροτόνησεν ὁ Θεὸς, ἐπαίνοις δὲ τοῖς τῆς μαρτυρίας ἐκόσμησε, λέγων· Ηὗρον ἄνδρα κατὰ τὴν καρδίαν μου Δαβὶδ τὸν τοῦ Ἰεσσαί.
From beginning to end, if anyone were to reckon up mankind throughout the whole of life in successive ages, he will find that most were at first entangled in sins, and thereafter changed their mind by an inclination towards the better. For it belongs to God alone as His peculiar prerogative to accomplish all things rightly without fault; whereas man, brought under generation and corruption and susceptible to so many passions, could never be shown irreproachable if pardon were cut away. Look unto David the king of Israel, whom God ordained by election and adorned with the praises of His testimony, saying: I have found David the son of Jesse, a man after My heart.
Notes, col. 357

On the reading

Printed ἰσιδυναμεῖ, for ἰσοδυναμεῖ.

PG 40:360Read from the page
Οὗτος μετὰ τὴν λαμπρὰν μαρτυρίαν, οὗτος ἐπειδὴ τῷ πάθει τῆς σωμεραστίας ἑάλω, καὶ περιέπεσεν ἐκείνοις οἷς γινώσκομεν ἅπαντες, ἦλθεν δὲ μετὰ τὸν ἔλεγχον τοῦ προφήτου εἰς ἀναλογισμὸν τοῦ κακοῦ, ἀνάγραπτον ἀφῆκεν τοῖς εἰς ὕστερον ἐσομένοις τῆς μετανοίας τὸν μόχθον· καὶ θεωροῦμεν, ὡς ἐν εἰκόνι, τῷ ψαλτηρίῳ, τὸν μόχθον· νῦν μὲν ἐκτηκόμενον τῇ λύπῃ τὸ σῶμα· αὖθις δὲ τὴν νύκτα καιρὸν θρήνων ποιούμενον, τὴν κοινὴν τῶν πόνων ἀνάπαυσιν· καὶ τῇ κλίνῃ τὸ δάκρυον ἐπιῤῥέοντα ὡς ἐκ πηγῶν τῶν βλεφάρων, καὶ πάλιν ἡμῖν τὸν πεντηκοστὸν ψαλμὸν ἐκπονήσαντα, τύπον τὸν ἱλασκόμενον Θεόν. Οὐ μὲν ὁ θρῆνος αὐτῷ μάτην ἐξεπονήθη· ἀλλ' οἱ βαρεῖς στεναγμοὶ τὸν ἔλεον ἐφειλκύσαντο· ἀπέλαβε δὲ καὶ τῆς βασιλικῆς αὐθεντίας τὴν ἐξουσίαν, καὶ τῆς πρὸς Θεὸν ἱκεσίας τὴν παῤῥησίαν. Ὁμοίως κἀκεῖνος ὁ τῆς Νινευὴ βασιλεύειν λαχὼν, τῷ μὲν πλήθει τῶν ἁμαρτιῶν συνηλαύνετο πρὸς τὸν ὄλεθρον, ὁμοῦ τοῖς ἀρχομένοις λαοῖς, καὶ ὁ τῆς ἁμαρτίας ἔλεγχος ἐγγίζειν μετ' ὀλίγον τὴν προθεσμίαν τῆς τιμωρίας ἐκήρυττεν. Ἐπειδὴ δὲ συνετῶς ἑαυτοὺς κακώσαντες, ἔφυγον τὴν πεῖραν τῆς συμφορᾶς, ἐλυπήθη μὲν ὅτι μὴ ἠλήθευσεν ὁ τῶν κακῶν προφήτης, καὶ πρὸς τὸν ἔλεον τοῦ Θεοῦ χαλεπῶς ἠγροικίσατο. Ὁ δὲ πανταχοῦ καὶ διὰ λόγων καὶ πράξεων γνωρίζων ἡμῖν, ὅσην ἔχει τὴν πρὸς τοὺς ἀνθρώπους εὐμένειαν, φύει μὲν τὴν κολόκυνθαν ὑπὲρ κεφαλῆς, τῷ προφήτῃ σκέπην τῆς λυπούσης ἀκτῖνος, ὑποκαθεύδοντος δὲ τῇ σκιᾷ ἀθρόον ἀποξηράνας αὐτήν. Εἶτα ὡς δυσκόλως εἶχεν ἀφυπνώσας πρὸς τὸ συμβὰν, ὀνειδίζει καὶ μέμφεται. Εἰ μὲν οὕτως ἐμπαθῶς ἐπιστυγνάζοι τῷ μαρανθέντι λαχάνῳ, ὁ δὲ Θεὸς οὐκ ἂν ἐπεκλάσθη τηλικαύτῃ ἐγγὺς ἐλθούσῃ κινδύνου ;
This very man, after that glorious testimony—when he was taken captive by the passion of bodily lust and fell into those deeds which we all know, yet after the reproof of the prophet came to a reckoning with his evil—left recorded in writing for those who should come hereafter the toil of his repentance; and as in an image we behold in the Psalter that toil: now wasting away his body with grief, now again making the night, the common rest from labours, a season of lamentations, pouring forth tears upon his couch as from fountains of his eyelids, and again working out for us the fiftieth Psalm as a pattern that propitiates God. Nor indeed was his lamentation wrought in vain; rather, his heavy groans drew down mercy, and he recovered both the authority of his royal sovereignty and boldness of supplication towards God. Likewise he too to whose lot it fell to reign over Nineveh was being driven along towards destruction by the multitude of his sins together with the peoples under his rule, and the reproof of sin was proclaiming that after a little while the appointed day of punishment drew near. Yet when they prudently afflicted themselves and escaped the experience of the calamity, the prophet of woes grieved that his word had not come true, and behaved with harsh churlishness towards the mercy of God. And He Who everywhere both by words and by deeds makes known to us how great good-will He bears towards mankind, caused the gourd to spring up above the prophet's head as a shelter from the distressing sunbeam, and then, while he slept beneath its shade, suddenly withered it away. Then, when upon waking he was sore displeased at what had happened, He reproaches and rebukes him: If he grew so passionately downcast over a withered plant, would not God be moved with compassion over so great a city that had come near to peril?
Μάθετε οὖν, οἱ σκληροὶ καὶ δυσμείλικτοι, τὴν τοῦ κτίσαντος ἡμᾶς χρηστότητα, καὶ μὴ γίνεσθε τῶν ὁμοδούλων πικροὶ καὶ βαρεῖς δικασταὶ, ἄχρις ἂν ἀφίκηται ὁ τὰ κρυπτὰ τῶν καρδιῶν ἀποκαλύπτων, καὶ κατ' ἐξουσίαν δεσποτικὴν ἑκάστῳ τῆς προσδοκωμένης ζωῆς ἀποκληρῶν τὴν κατάστασιν. Μὴ σκυθρωπὰς ἐκφέρετε τὰς ἀποφάσεις· ἵνα μὴ ταῖς ὁμοίαις ὑποβληθῆτε, καὶ τῶν οἰκείων στομάτων τοῖς λόγοις ὡς ὀδοῦσιν ὀξυτάτοις περιπαρῆτε. Δοκεῖ γάρ μοι καὶ ἡ εὐαγγελικὴ πρόῤῥησις τούτου προφυλακτικὴ τυγχάνειν τοῦ πλημμελήματος, λέγουσα· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Οὐ γὰρ τὴν κρίσιν καὶ τὴν εὐγνωμοσύνην ἐκβάλλει· κρίσιν δὲ ὀνομάζει τὴν τραχυτέραν κατάκρισιν. Ποίησον οὖν, εἰ δοκεῖ, κοῦφον τὸ σταθμίον, εἴ πω βούλει μὴ πρὸς τὴν κατακρίνουσαν πλάστιγγα καὶ τὰς σὰς πράξεις καθελκυσθῆναι, ὅταν ὁ βίος ἡμῶν, ὡς ἐν ζυγῷ, τῇ κρίσει τοῦ Θεοῦ ταλαντεύηται. Σῶμα περικείμενος καὶ διαζῶν ἐν σαρκὶ, μήποτε ἀπελάσῃς τοῦ βίου τὴν ἀπὸ ἰατρικῆς θεραπείαν. Κἂν γὰρ ἐπὶ πλεῖστον ὅσον εὐεξίᾳ τε καὶ ὑγείᾳ συζήσῃς, ἀλλ' οὐχ οὕτως διατελέσεις ἄνοσος, ὡς ἐν χρείᾳ μὴ γενέσθαι τῆς ἐπιμελείας τοῦ θεραπεύοντος. Καὶ ψυχὴν ἔχων κατακλινομένην πρὸς τὰ γήϊνα, ἡνίκα ἂν ἑαυτῆς ἐπιλαθομένη, τῶν προ-
Learn therefore, you who are harsh and implacable, the goodness of Him Who created us, and become not bitter and oppressive judges of your fellow slaves, until He comes Who uncovers the hidden things of hearts, and by sovereign authority allots unto each the state of the life that is awaited. Pronounce not gloomy sentences, lest you be subjected to the like, and be pierced right through by the words of your own mouths as by sharpest teeth. For to me the Gospel warning also seems to be a safeguard against this fault, when it says: Judge not, that you be not judged. For it does not cast out fair discernment and equity, but gives the name of judgement to harsher condemnation. Make light the weight, then, if it seems good to you, if in any wise you wish your own deeds also not to be dragged down towards the condemning scale-pan when our life, as in a balance, is weighed by the judgement of God. Clothed in a body and passing your life in flesh, never banish from life the healing that comes from the medical art. For even though for the longest time you live in vigour and health, yet you will not remain so free from sickness as never to stand in need of the care of the healer. And having a soul prone to recline towards earthly things whenever, forgetting itself, it is filled with the pre-
PG 40:361Read from the page
παθειῶν ἐμπλησθῇ τοῦ σώματος, μὴ ἀναίρει τὴν ἔλεον, ἵνα μὴ ἀμοιρήσῃς συγγνώμης, ὅταν αὐτῆς ἐπιδεὴς καταστῇς. Ἱερεύς τίς ἐστι, καὶ ἡγεμονεύειν ἔλαχεν τοῦ λαοῦ· συμπαθῶν ὁράτω τῶν ὑπηκόων τὰ πτώματα, εἰδὼς, ὅτι κἂν ἡ τάξις τοῦ βίου διαφορὰν ἔχῃ πρὸς τοὺς πολλοὺς, ἀλλὰ τῇ φύσει τῶν ποιμαινομένων οὐδὲν διενήνοχεν· κοινωνῶν δὲ αὐτῆς, ἴσως ποτὲ κοινωνήσει καὶ πλημμελήματος.
passions of the body, do not do away with mercy, lest you lack pardon when you yourself come to stand in need of it. Someone is a priest, and has obtained the lot of leading the people: let him look with compassion upon the falls of those under him, knowing that even if his station in life differs from that of the multitude, yet in nature he differs in no wise from those whom he shepherds; and sharing in that nature, perchance one day he too will share in fault.
Ταῦτα καὶ Μωϋσῆς ἰδὼν (ἄνθρωπος γὰρ ἦν, καὶ τὴν φύσιν ἐγνώριζεν), τὸν μόσχον ὑπὲρ τοῦ ἱερέως ἱερουγεῖσθαι διέταξεν, ἡμαρτηκότος πάντως καὶ καθαρσίων δεομένου, καὶ πλειόνων. Ὅπερ δὲ ἦν τότε ὁ ἔνσαρκος μόσχος, τοῦτο νῦν ἐστιν ἡ ἀσώματος μεταμέλεια, καὶ ἡ ἀναίμακτος δέησις· ἧς ὑψηλολογούμενοι καὶ μεγαλαυχοῦντες, τὴν εὐεργεσίαν μὴ λύσωμεν, εἰδότες, ὅτι καὶ Ἀαρὼν ὁ δοκιμώτατος ἱερεὺς τῷ λαῷ ζητοῦντι θεοὺς συναπήχθη, καὶ μετὰ τῆς ἀδελφῆς τῆς Μαρίας ἑάλω τῷ γογγυσμῷ· καὶ εἰ μὴ ὁ γογγυσθεὶς ἱκέτευσεν, οὐκ ἂν τὴν τιμωρίαν διέφευγεν. Ἄλλος ἐστὶν, οὐχ ἱερεὺς, ἀλλὰ εἷς τῶν πολλῶν, φοβείσθω βαρὺν ἐπιτιθέναι ζυγόν. Εἰ γὰρ ὁ καθαίρειν τὸν λαὸν προβληθεὶς χρήζει καθαρσίων ἐνίοτε, τί ἂν πάθοι ὁ μηδὲ τῆς χειροτονίας ἔχων τὴν δύναμιν ;
Seeing these things, Moses also (for he was a man, and knew human nature) ordained that the calf be sacrificed on behalf of the priest, inasmuch as he too assuredly had sinned and stood in need of purifications, yea, of many. Now what the calf in the flesh was then, incorporeal remorse and bloodless supplication are now; let us not, by speaking loftily and boasting proudly, undo the benefit thereof, knowing that even Aaron, that most approved priest, was carried away together with the people when they sought gods, and along with his sister Miriam was caught in murmuring; and had not he who was murmured against interceded, he would not have escaped punishment. Another man is not a priest, but one of the multitude: let him fear to lay on a heavy yoke. For if he who has been put forward to purify the people sometimes stands in need of purifications himself, what would befall him who does not even possess the power of ordination?
Μιμησώμεθα τὴν ποιμαντικὴν τοῦ Δεσπότου· ἐγκύψωμεν τοῖς Εὐαγγελίοις, καὶ ὥσπερ ἐν ἐσόπτρῳ τὴν ἰδέαν καταμάθωμεν τῆς ἐπιμελείας τε καὶ χρηστότητος. Βλέπω γὰρ ἐκεῖ ἐν παραβολαῖς καὶ τοῖς ἐπεσκιασμένοις τῶν λόγων ἄνδρα ποιμένα ἑκατὸν προβάτων· ὃς ἑνὸς θρέμματος ἀποσχισθέντος τῆς ἀγέλης καὶ πλανωμένου, οὐ τοῖς ἐν τάξει καὶ ἀπλανῶς νεμομένοις παρέμεινεν· ἀλλ' ὁρμήσας ἐπὶ τὴν ζήτησιν, πολλὰς μὲν διώδευσε κοιλότητάς τε καὶ φάραγγας, μεγάλων δὲ καὶ ὑψηλῶν ὑπερηνέχθη σκοπέλων, καὶ ταῖς ἐρημίαις καρτερῶς ἐνεμόχθησε, μέχρις ἂν ηὗρεν. Εὑρὼν δὲ οὐκ ἔπληξεν, οὐ μὴν οὐδὲ ἤλασεν σφοδρῶς ἐπείγων πρὸς τὴν ἀγέλην· ἀλλ' ἐπιθεὶς τῷ αὐχένι καὶ κομίσας μετὰ φειδοῦς, τοῖς συννόμοις ἀπεκατέστησεν, χαίρων ἐπ' ἐκείνῳ πλέον, ἢ τῷ πλήθει τῶν ἄλλων. Νοήσωμεν τοίνυν τὸ πρᾶγμα τὸ τοῖς αἰνίγμασιν ἐγκρυπτόμενον· τὸ γὰρ πρόβατον οὐκ ὄντως πρόβατον· καὶ ὁ ποιμὴν δὲ πάντως ἄλλο τι, οὐ μὴν ὁ τῶν ἀλόγων νομεύς· ἀλλ' ἔστιν ὑποδείγματα ταῦτα τῶν ἱερέων παιδευτικά· ἵνα τῶν ἀνθρώπων μήτε προχείρως ἀπελπίζωμεν, μήτε καταῤῥαθυμῶμεν κινδυνευόντων. Ζητῶμεν δὲ τὸν ἐμπαθῆ, καὶ ἐπανάγωμεν εἰς τάξιν, καὶ χαίρωμεν τοῖς στρέφουσιν, καὶ τῷ πληρώματι τῶν ὀρθῶς βιούντων ἀναμιγνύωμεν.
Let us imitate the pastoral care of the Master; let us stoop down to examine the Gospels, and as in a mirror let us learn thoroughly the pattern of solicitude and goodness. For I behold there, in parables and veiled sayings, a man who is a shepherd of a hundred sheep: when one creature was severed from the flock and wandering astray, he did not abide with those grazing orderly and unerringly, but setting out upon the search, traversed many hollows and ravines, surmounted great and lofty crags, and toiled steadfastly in the wildernesses until he found it. And having found it, he neither struck it nor drove it vehemently in haste towards the flock; rather, laying it upon his neck and carrying it tenderly, he restored it to its fellow grazers, rejoicing over that one more than over the multitude of the others. Let us understand, therefore, the reality hidden beneath the riddles: for the sheep is not truly a sheep, and the shepherd too is assuredly something else, by no means a herdsman of brute beasts; rather, these are instructive examples for priests, that we may neither hastily despair of human beings nor grow remiss when they are in peril. Let us seek out him who is subject to passion, lead him back into order, rejoice over those who turn back, and mingle them with the fullness of those who live uprightly.
Ἐπὶ τοσοῦτον δὲ τὸν ἱερέα προσῆκεν ἀντὶ τῆς ἀποτομίας τὴν φιλανθρωπίαν ἀσκεῖν, ὥστε κἂν ὁ Δεσπότης ἐκκόπτειν κελεύῃ τινὰ, ὡς φυτὸν ἄχρηστον, αὐτὸν ὡς φυτοκόμον αἰτεῖν δεῖ τὴν φειδὼ καὶ ὑπέρθεσιν. Τοῦτον γὰρ ἡμῖν παρίστησι τὸν νοῦν
And to such a degree does it behove the priest to practise loving-kindness instead of severity that, even if the Master bid cut down someone like a useless plant, he himself, like a dresser of trees, ought to beg for sparing and postponement. For this is the meaning set before us by
Notes, col. 361

On the reading

Printed τὴν, for τὸν.

Printed ἱερουγεῖσθαι, for ἱερουργεῖσθαι.

PG 40:364Read from the page
τῆς ἀκάρπου συκῆς ὁ λόγος· ἣν ἐκτέμνειν θέλοντος τοῦ Κυρίου διὰ τὴν ἀκαρπίαν, ὁ γεωργὸς ἱκετεύει, καὶ ἀναβολὴν αἰτεῖ καὶ ὑπέρθεσιν, ἐλπίδας αὐτῷ χρηστὰς ὑποτείνων διὰ τῆς οἰκείας ἐπιμελείας. Μὴ τοίνυν κόπτε προχείρως, ὁ τὴν τομὴν παρὰ τοῦ Κυρίου ἐπαγομένην κωλύσιν ὀφείλων, μηδὲ καταγίνωσκε ταχέως τὴν ἀχρηστείαν· ἀλλ' ἐκπόνει τὴν ἐπιμέλειαν. Σκάπτε τοῖς ἐλέγχοις· θάλπε ὡς κόπρῳ ταῖς παρακλήσεσιν· πότιζε τῇ ἐπιῤῥοίᾳ τῶν μαθημάτων· περίφρασσε τοῖς προφυλακτικοῖς τῶν παραγγελμάτων ὡς χαρακώματι. Σόν ἐστι τὸ παραιτεῖσθαι, τοῦ κριτοῦ τὸ δικάζειν· ἐκεῖνο κληθῆναι σπουδάσωμεν, ὃ λέγεται καὶ ὁ Κύριος· Παράκλητος γὰρ ὀνομάζεται ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων, τὸν Πατέρα ἐξιλεούμενος· ὁμοίως καὶ τὸ Πνεῦμα τῆς ἀληθείας, τὴν ὑπὲρ ἡμῶν σπουδὴν ἔλαβεν ὄνομα. Παράκλητος γὰρ κἀκεῖνο λέγεται· πρεσβεία δὲ καὶ παράκλησις ὑπὲρ τῶν ἡμαρτηκότων πάντως σπουδάζεται, οὐ μὴν τῶν ἀνευθύνων καὶ ἀνεγκλήτων. Ζήλωσον, ὁ ἱερεὺς, τὸ κηδεμονικὸν τοῦ Μωσέως· μίμησαι τὴν ἐκείνου περὶ τοὺς ἀρχομένους διάθεσιν· ὃς παρακαλῶν τὸν Θεὸν, ἵνα μὴ δυσμενῇ τῷ λαῷ πλημμελήσαντι, ἐπειδὴ μικρὸν ᾔσθετο παρελκομένης χάριτος, τοῦτο γοῦν ἱκέτευεν, προαπελθεῖν τοῦ λαοῦ, μὴ θεάσηται τῶν ποιμαινομένων τὸν ὄλεθρον. Οὐδὲν δὲ οἷον αὐτῆς ἀπομνημονεῦσαι τῆς λέξεως· Δέομαι, ἡμάρτηκεν ὁ λαὸς ἁμαρτίαν μεγάλην, καὶ ἐποίησαν ἑαυτοῖς θεοὺς χρυσοῦς. Καὶ νῦν εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· Εἰ δὲ μὴ, ἐξάλειψόν με ἐκ τῆς βίβλου ἧς ἔγραψας. Ὁρᾷς ὅπως τὴν τοῦ πλήθους σωτηρίαν τῆς οἰκείας προτίθησι, καὶ ἐξαλειφθῆναι ζητεῖ, εἰ μὴ κατορθοῖ τῷ κοινῷ τὴν συγγνώμην; Οἱ δὲ νῦν πρὸς τοὺς ἁμαρτάνοντας πικραινόμενοι, προσιόντας ἐλαύνουσιν· ὑποπίπτοντας, παρατρέχουσι· δακρυόντων, οὐκ ἐπικλῶσι τὸ πρόσωπον.
the account of the barren fig tree; which, when the Lord wished to cut it down on account of its barrenness, the vinedresser entreats for, and asks a reprieve and postponement, holding out good hopes to Him through his own care. Do not therefore cut off hastily, you who ought to hinder the cutting brought on by the Lord, nor swiftly condemn its uselessness; rather, labour thoroughly at its care. Dig round it with reproofs; warm it as with dung by exhortations; water it with the inflow of teachings; fence it about with the safeguards of precepts as with a palisade. Yours is the part to intercede, the Judge's to pass judgement; let us be eager to be called by that name by which the Lord also is called: for He is named Advocate on behalf of the race of men, propitiating the Father; likewise also the Spirit of truth received as a name His earnestness on our behalf. For that Spirit too is called Advocate; and intercession and advocacy are by all means pursued on behalf of those who have sinned, certainly not on behalf of the unaccountable and blameless. Emulate, O priest, the solicitous care of Moses; imitate his disposition towards those under his rule: who, entreating God not to be wrathful with the people when they had transgressed, since for a little while he perceived grace being delayed, begged at least for this, to depart before the people, lest he behold the destruction of those whom he shepherded. And nothing is better than to recall the very wording itself: I pray Thee, this people has sinned a great sin, and they have made for themselves gods of gold. And now, if indeed Thou wilt forgive them their sin, forgive it; but if not, blot me out of the book which Thou hast written. Do you see how he sets the salvation of the multitude before his own, and seeks to be blotted out if he does not win pardon for the community? Yet those nowadays who grow embittered towards sinners drive them away when they approach; when they fall prostrate, they pass them by; when they weep, they do not soften their countenance.
Τί οὖν ὁ Λουκᾶς, μᾶλλον δὲ τὸ Πνεῦμα ἅγιον, ἀνέγραψέ μοι τὸν υἱὸν τὸν ἄσωτον· ὃς καθύβρισε μὲν τῇ ἀναχωρήσει πρώτῃ τὸν γεννησάμενον, εἶτα πρὸς τὰς ἡδονὰς καὶ μέθας ἐκβακχευθεὶς, καὶ φιλογύνης γενόμενος, πάντα τὸν πατρικὸν πλοῦτον ἐκένωσεν; Ἐπειδὴ δὲ χρόνοις ὕστερον ἱκανῶς ἐνταλαιπωρήσας τοῖς μόχθοις, ὡς καὶ συβώτης γενέσθαι μισθωτὸς, καὶ τῆς αὐτῆς μετασχεῖν τοῖς χοίροις τροφῆς, ἐπανῆλθε πρὸς τὴν πατρικὴν ἑστίαν σωφρονισθεὶς, οὐκ ἀπεστράφη ὁ πατὴρ, οὐδὲ ἐπέθηκεν αὐτῷ τὰς θύρας ἐπανελθόντι· ἀλλὰ πᾶν τοὐναντίον, προσέδραμεν ἐγγίζοντι, καὶ ἐπεκλίθη τῷ τραχήλῳ, καὶ δάκρυον ἐπέσταξε συμπαθῶς τῷ αὐχένι, ἐποίησεν δὲ πάλιν ἀντὶ ἀθλίου μακαριστὸν, ἐλευθερίῳ ἀμφιέσας ἐσθῆτι, καὶ δακτύλιον τῇ χειρὶ περιθεὶς, καὶ ἑορτὴν ἄγων τὴν ἡμέραν, καὶ εὐτρεπίσας εὐωχίαν λαμπράν. Ταῦτα δὲ πάντα λόγος ἐστὶ παραβολικὸς, ὑπανοίγων ὡς πατρικὴν ἑστίαν τὴν Ἐκκλησίαν, καὶ δεχόμενος φιλοφρόνως, ἵνα μὴ ὦσιν ὁμοδίαιτοι τοῖς χοίροις, τοῖς δαίμοσιν, γένωνται δὲ πάλιν ἐξ ἀλλοτρίων υἱοί· ἵνα
Why then did Luke, or rather the Holy Spirit, record for me the prodigal son, who first insulted his begetter by his departure, and afterwards, driven into revelry towards pleasures and drunkenness and having become a lover of women, emptied out all his ancestral wealth? Yet when at a later time, having suffered hardship enough in toils so as even to become a hired swineherd and to partake of the same food as the swine, he returned chastened to his paternal hearth, his father did not turn away, nor did he shut the doors against him on his return; quite the contrary, he ran to him as he drew near, leaned upon his neck, and compassionately shed a tear upon his throat, and made him once again blessed instead of wretched, clothing him in the robe of a free man, placing a ring around his hand, keeping the day as a feast, and preparing a splendid banquet. Now all these things are a parabolic discourse, throwing open the Church like a paternal hearth and receiving men kindly, lest they share the diet of swine, that is, the demons, and that from strangers they may once again become sons; that
Notes, col. 364

On the reading

Printed κωλύσιν, for κωλύειν.

PG 40:365Read from the page
τῷ βουλήματι τοῦ Θεοῦ συζῶσιν ὡς γνώμῃ πατρὸς, καὶ τοῖς ἁγίοις ἀνδράσιν, ὡς ἀδελφοῖς. Σὺ δὲ μὴ ζήλου τὴν γνώμην τοῦ πρεσβυτέρου, μηδὲ καταγόγγυζε τῆς τοῦ πατρὸς φιλανθρωπίας, ὅτι καὶ τὸν ἄσωτον καὶ ὑβριστὴν εἰσῳκίσατο. Θαύμαζε μᾶλλον τὴν ἀγαθότητα, καὶ μιμοῦ τοῦ Θεοῦ τὴν εὐμένειαν, καὶ τοὺς ἐκ τῆς πλάνης ὑποστρέφοντας ἐναγκαλίζου καὶ περιπτύσσου· οὕτως γὰρ ἔσῃ τυφλῶν ὁδηγὸς, καὶ πλανωμένων διδάσκαλος.
they may live together in accordance with the will of God as with a father's counsel, and with holy men as with brothers. Do not emulate the mindset of the elder son, nor murmur against the father's loving-kindness because he took back into his home even the prodigal and insolent one. Marvel rather at His goodness, imitate the goodwill of God, and embrace and clasp to your bosom those returning from error; for thus you will be a guide of the blind and a teacher of those going astray.
Πρὸς μὲν οὖν τοὺς τραχυτέρους τὴν γνώμην, καὶ τὴν ἀποτομίαν πρὸ τῆς συμπαθείας ἀσκοῦντας, ἱκανῶς ἡμῖν εἴρηται, καὶ οὐδὲν δεῖ μακροτέρων· ἄκουε δὲ λοιπὸν καὶ ὁ τῆς ἐπιστροφῆς δεόμενος, ὅπως σε προσῆκεν ἐπιστυγνάζειν τοῖς ἁμαρτήμασιν, καὶ τὰ παραπτώματα τῆς καρδίας ἀποθρηνεῖν· μᾶλλον δὲ, εἰ δοκεῖ, σκόπησον τὴν ἁμαρτωλὸν γυναῖκα τὴν παρὰ τοῦ Λουκᾶ ἐπὶ τοῦ παρόντος ἀναγνωσθεῖσαν ἡμῖν. Κἀκείνης τὸ ταπεινὸν καὶ εὐσύνετον ζήλωσον, καὶ λάβε κανόνας μετανοίας ἠκριβωμένης. Ἐλθοῦσα γὰρ ἐπὶ τὸν οἶκον τοῦ Φαρισαίου, οὔτε τὸ πλῆθος τῶν ἑστιωμένων ἠρυθρίασεν, οὔτε τὸν καιρὸν τῆς εὐωχίας ὡς ἄκαιρον εἰς ἐξομολόγησιν ἔφευγεν· ἀλλὰ τῇ λύπῃ συνεχομένη, καὶ σφοδρὸν ἔχουσα τῶν πλημμελημάτων τὸ πένθος, οὐδὲ τὸ βραχύτατον ἠφίει τὸν τῶν ἁμαρτιῶν ἰατρόν. Οὐ μὴν οὐδὲ εἰς τὸ πρόσωπον κατ' ὄψιν ἐρχομένη ἱκέτευεν· ἀλλὰ τὸ ἀνάξιον ἑαυτῆς καὶ ἀπαῤῥησίαστον διὰ τοῦ σχήματος ἑρμηνεύουσα, τὴν κατὰ νώτου χώραν καταλαβοῦσα, καὶ οὐδὲ ἑστῶσα ἁπλῶς, ἀλλὰ κατόπιν τῶν ποδῶν λαβομένη, λύσασα δὲ τὰς κόμας, καὶ τοῖς πράγμασι δημοσιεύουσα τὴν πενθοῦσαν ψυχὴν, καὶ τοῖς ποσὶν τοῦ Ἰησοῦ τὸ δάκρυον ἐπιῤῥέουσα, μετὰ πολλῆς τῆς συμπαθείας ᾔτει τὸν ἔλεον· καὶ τοσοῦτον προχεομένη, ὥστε καὶ βρέχειν τοὺς πόδας, καὶ τῇ κόμῃ πάλιν ἐκμάττουσα τὴν ὑγρότητα, πᾶσαν εὐλάβειαν ταπεινὴν ἐπεδείκνυτο. Ἵνα δὲ συνελὼν εἴπω, πάσαις ταῖς αἰσθήσεσι καὶ τοῖς μέλεσι τοῖς ἡμαρτηκόσιν ἡ γυνὴ τὴν μετάνοιαν ἐξεπόνει· ἡ δὲ δημοσία καὶ εἰς τὸ ἐμφανὲς οὕτως ὀδυρομένη τὰς ἁμαρτίας, τίνα κατ' ἰδίαν ἐπὶ σχολῆς ἔπραττεν, ἔξεστιν τεκμηράμενον συνορᾷν. Ἡμῶν δὲ ἡ μὲν ὑπόσχεσις, μετάνοιαν ἐπαγγέλλεται· ἡ δὲ πρᾶξις, οὐδὲν ἐπίπονον δείκνυσιν· ἀλλὰ τὴν αὐτὴν ἔχομεν τοῦ βίου κατάστασιν, ἣν καὶ πρὸ τῆς ἁμαρτίας εἴχομεν. Φαιδρότης γὰρ ὁμοία καὶ ἐσθὴς ἡ αὐτὴ, καὶ τραπέζης ἀπόλαυσις δαψιλὴς, καὶ ὕπνος μακρὸς καὶ λελυμένος εἰς κόρον· ἀσχολίαι δὲ καὶ φροντίδες ἐπάλληλοι, λήθην ἐμποιοῦσαι τῇ ψυχῇ τῆς οἰκείας ἐπιμελείας· μόνον δὲ τὸ ὄνομα τῆς μετανοίας ἐπιγραφόμεθα ἄκαρπόν τε καὶ ἀνενέργητον· τῶν μὲν μυστηρίων ἑαυτοὺς χωρίζοντες καὶ τῆς κοινωνίας τῶν ἀποῤῥήτων ἁγιασμάτων, οὐδεμίαν δὲ σπουδὴν τῆς ἐπιστροφῆς τῆς πρὸς αὐτὰ ποιούμενοι, ἀλλ' ὡς εὐώνου καταφρονοῦντες τῆς ἀπολαύσεως. Ἐννόησον, ἄνθρωπε, πηλίκων ἀξιούμενος ἐχωρίσθης τῆς μετουσίας ἐκείνων. Εἰ βασιλικῆς σὺ τραπέζης μετέχων ἦς, εἶτα προσκρούσας τῆς τιμῆς ἀπεῤῥίφης, πόσων ἂν ἐξωνήσω χρημάτων τὸ πάλιν γενέσθαι φίλος καὶ ὁμο-
To those, then, who are harsher in judgement and practise severity ahead of compassion, enough has been said by us, and there is no need of lengthier words; hear now, for the rest, you also who stand in need of conversion, how it befitted you to mourn gloomily over your sins and to bewail the trespasses of your heart; or rather, if it seems good, consider the sinful woman who has been read aloud to us at the present time from Luke. Emulate her lowliness and good sense, and receive canons of exact repentance. For upon coming to the house of the Pharisee, she neither blushed before the multitude of the guests, nor shunned the season of the banquet as unseasonable for confession; rather, gripped by grief and holding vehement mourning for her offences, not even for the briefest moment did she leave the Physician of sins. Yet neither did she entreat Him by coming face to face into His sight; rather, setting forth through her posture her own unworthiness and lack of boldness, taking up a place behind His back, and not merely standing, but grasping His feet from behind, having loosed her hair, publishing her grieving soul by her deeds, and pouring forth tears upon the feet of Jesus, with great compunction she begged for mercy; and pouring forth so much as even to wet His feet, and wiping off the moisture again with her hair, she displayed all lowly reverence. To speak concisely, with all the senses and members that had sinned the woman laboured out her repentance; and what things she practised in private at leisure, who publicly and in the open thus lamented her sins, one may discern by conjecture. Of us, however, while our promise professes repentance, our conduct shows nothing laborious; rather, we keep the very same state of life that we also held before our sin. For there is like cheerfulness and the very same attire, lavish enjoyment of the table, and long sleep relaxed to satiety; and successive occupations and cares, producing in the soul forgetfulness of its own care; and we inscribe upon ourselves only the name of repentance, fruitless and ineffectual: separating ourselves indeed from the mysteries and from the communion of the ineffable sanctities, yet making no earnest effort to return to them, but despising their enjoyment as something cheap. Reflect, O man, of how great things you were deemed worthy when you were separated from participation in them. If you had been a partaker of a royal table, and then having given offence had been cast out from that honour, with how great a sum of money would you have bought back becoming once again a friend and table-