ὅσα νοῦς ἀσώματος φαντασιούμενος βλέπει. Ασκοῦσα δὲ δικαιοσύνην καὶ ἀρετὴν, ὡς Θεῷ φίλη, ἐφίεται φιλοσοφίας, καὶ τοῖς ἐκείνης νόμοις καὶ παραγγέλμασι πειθομένη, ἀπάγει μὲν ἑαυτὴν ὅτι πλεῖστον τῶν σαρκικῶν ἐπιθυμημάτων, ἐγγίζει δὲ Θεῷ καὶ ὅση δύναμις οἰκειοῦσθαι τῷ ἀγαθῷ πραγματεύεται. Αὐτῆς δὲ τῆς ἱερᾶς φιλοσοφίας περὶ τὴν λεγομένην ἐγκράτειαν τὸ πλεῖστον καὶ κυριώτερον στρέφεται· ἐνταῦθα γὰρ ὁ νοῦς ἀθόλωτος μένων, καὶ οὐδεμίαν ἐπιμιξίαν τῶν ἀπὸ γαστρὸς ἢ τῶν ἄλλων ῥυπασμάτων δεχόμενος, ἀνεμπόδιστον ἔχει τὴν ἐνέργειαν, καὶ τὴν περὶ τῶν οὐρανίων καὶ συγγενῶν ἑαυτῷ θεωρίαν.
all that the bodiless intellect beholds by mental representation. Practising righteousness and virtue as a friend of God, she longs for philosophy, and obeying its laws and precepts, withdraws herself as far as possible from fleshly desires, draws near to God, and strives with all her might to grow familiar with the Good. Now the greatest and most sovereign part of sacred philosophy itself revolves around what is called continence; for here the intellect, remaining unclouded and admitting no admixture of defilements from the belly or from other sources, keeps unhindered its own activity and the contemplation of things heavenly and akin to itself.
Οὐκοῦν ὅσοι τῆς φιλοσοφίας τρόφιμοι, καὶ τῶν ὑψηλῶν ἐρασται καὶ μαθηταὶ τοῦ λόγου, ἀγαπήσατε τὸν ἐνεστῶτα καιρὸν, καὶ την ἁγίαν Τεσσαρακοστὴν χαίροντες ὑποδέξασθε, ὡς σωφροσύνης διδάσκαλον, καὶ ἀρετῆς μητέρα, καὶ τροφὸν τῶν υἱῶν τοῦ Θεοῦ, καὶ παιδαγωγὸν τῶν ἀτάκτων, καὶ γαλήνην ψυχῶν, καὶ εὐστάθειαν βίου, καὶ εἰρήνην ἔνσπονδον, καὶ ἀτάραχον. Ταύτης γὰρ τὸ αὐστηρὸν καὶ σεμνὸν πάθη κοιμίζει, ὀργὰς καὶ θυμοὺς ἀποσβέννυσι, πάντα κλύδωνα τὸν ἐκ πολυφαγίας ἀναζέοντα καταψύχει καὶ καταστέλλει. Καὶ ὅπερ ἐπὶ τοῦ θέρους, ὅταν ἡλίου τὸ φλογῶδες καταλάμπῃ τῇ γῇ, ὁ βοῤῥᾶς τοὺς θαλπομένους εὐεργετεῖ, πραείαις αὔραις ἀπελαύνων τὸ πνῖγος· τοῦτο καὶ ἡ νηστεία χαρίζεται, τὴν ἐκ τῆς γαστριμαργίας πύρωσιν τῶν σωμάτων ἀποδιώκουσα.
Therefore, all you who are nurslings of philosophy, lovers of lofty things, and disciples of the Word, cherish the present season and joyfully welcome holy Lent as a teacher of temperance, a mother of virtue, a nurse of the sons of God, a tutor of the disorderly, tranquillity of souls, stability of life, and a covenanted and untroubled peace. For her austerity and gravity lull passions to sleep, quench outbursts of wrath and anger, and cool and calm every billow boiling up from gluttony. And what in summertime, when the fiery blaze of the sun shines down upon the earth, the north wind bestows upon those sweltering, driving off the stifling heat with gentle breezes—this too fasting grants, driving away from bodies the inflammation that comes from gluttony.
Τοσαῦτα δὲ ψυχὴν εὐεργετοῦσα, οὐχ ἧττον ὠφελεῖ καὶ τὸ σῶμα. Λεπτύνει γὰρ καὶ τῶν ὑλῶν τὰς παχύτητας, καὶ τὸν ὄγκον ἀποσκευάζει τοῦ σώματος, καὶ τὰς φλέβας τῷ πλήθει ῥηγνυμένας τοῦ αἵματος ἀνίησι, καὶ δίδωσιν ὀλίγον χώρημα τῇ στενότητι, ἵνα μὴ πάθωσι τὸ τῶν σωλήνων πάθος. Καὶ γὰρ ἐκεῖνοι, ὅταν αὐτοῖς πολύ τι καὶ ἄμετρον ὑπὲρ τὴν χώρησιν ἐποχετεύσῃ τὸ ὕδωρ, ἐκρήγνυνται, τὸν ἐκ τῆς βίας εἰσωθούμενον ὄγκον μὴ στέγοντες. Κεφαλὴ δὲ πραεῖαν ἔχει καὶ γαληνιῶσαν κατάστασιν, οὔτε τῶν ἀρτηριῶν παλλομένων, οὔτε τοῦ ἐγκεφάλου διὰ τῆς ἀναδόσεως τῶν ἀτμῶν ζοφουμένου. Στομάχου δὲ ἐλευθερία, ἐγκράτεια. Τότε γὰρ ἀφίεται τῆς ἠναγκασμένης δουλείας, καὶ τοῦ ζέειν ὡς λέβης, κάμνων ταῖς πέψεσιν. Ὀφθαλμοὶ καθαρὸν καὶ ἀνεπισκότητον βλέπουσι, πάσης ἀχλύος ἀφαιρουμένης, ἣν ὁ κόρος καταχεῖν εἴωθε τῶν ὀμμάτων· καὶ τῶν ποδῶν ἑδραία, ἀκλόνητος δὲ τῶν χειρῶν ἡ ἐνέργεια. Ἄσθμα τεταγμένον καὶ μέτριον, παρ' οὐδενὸς τῶν ὀχλούντων πνευμάτων ἔνδοθεν ἐπειγόμενον. Λόγος τοῦ νηστευτοῦ σαφὴς καὶ διηρθρωμένος, νοῦς καθαρὸς, καὶ τότε ἀληθῶς τὸ θεοειδὲς ἔχων, ὅταν ὡς ἐν ἀσωμάτῳ τῇ σαρκὶ ἄλυπον καὶ ἀθορύβητον ἐπιτελεῖ τὴν ἰδίαν ἐνέργειαν. Ὕπνοι ἄλυποι καὶ ἀφαντασίαστοι· καὶ ἵνα τὰ πολλὰ παραδραμὼν εἴπω, νηστεία ἐστὶν εἰρήνη κοινὴ ψυχῆς καὶ σώματος, ἀτάραχος ζωὴ, εὐσταθὴς πολιτεία, βίος Θεὸν εὐφραίνων, καὶ λυπῶν τὸν ἐχθρόν. Ὥσπερ γὰρ ὁ πολέμιος, ὅταν ἴδῃ τὸν ἐναντίον γρή-
Bestowing benefits so great upon the soul, she profits the body no less. For she thins out the grossness of humours, clears away the bulk of the body, relieves the veins bursting with the abundance of blood, and grants a little room to their narrowness, lest they suffer the mishap of water-pipes; for these too, when water is channelled into them in great and immoderate volume beyond their capacity, burst asunder, unable to contain the mass forced inward by violence. The head maintains a gentle and serene condition, neither with arteries throbbing nor with the brain darkened through the rising of vapours. Continence is the freedom of the stomach; for then it is released from forced servitude and from boiling like a cauldron as it labours over digestions. The eyes see clearly and without obscuration, once all mist which surfeit is wont to pour down over the sight is removed; steady is the action of the feet, and unshaken that of the hands. Breathing is orderly and measured, urged on from within by none of the troubling flatulences. The speech of the faster is clear and articulate, his intellect pure, and then truly possessing godlikeness when, as though in a bodiless flesh, it accomplishes its own activity without grief or tumult. His slumbers are painless and free from phantasms; and, passing over most points to speak briefly, fasting is the common peace of soul and body, an untroubled life, a well-ordered conduct, a manner of living that gladdens God and grieves the enemy. For just as a foe, when he sees his adversary watch-