Migne Reading Room

PG 40 · cols. 344–353 · Read from the page

Homilies

Homilies

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 40:344Read from the page
σεβείᾳ συνισταμένοις. Ἤγειρεν οὖν αὐτῷ σύστημα, τὸ τῶν Ἀλεξανδρέων γένος εἰς πᾶσαν ὀξύῤῥοπον στάσιν. Πάντως δὲ ἀκηκόατε τοὺς ἄνδρας τῆς πόλεως, ὅπως θερμοί τε ὦσι καὶ ζέοντες ἐπὶ πᾶν ὅπερ ἂν προχείρως ὁρμήσωσιν. Ὡς δὲ τὸ πλῆθος ἐθεάσατο τῶν ἐπ' αὐτὸν συῤῥεόντων, ἐν ἀπόρῳ μὲν εἶχε τίθεσθαι τὸ παρόν· ὅμως δὲ τέχνην εὗρεν εὐμήχανον, λόγον ἐμμελῆ καὶ πρᾶον. Οὐδὲν γὰρ φάρμακον τοιοῦτον εἰς θεραπείαν θυμοῦ, καὶ κινήσεως, οἷον παραίνεσις προσηνὴς καὶ εὐάρμοστος. Καὶ εἴπατέ μοι, φησὶ, τὴν αἰτίαν τοῦ μίσους, ἀνθ' ὅτου δὲ τὰς χεῖρας ἐπανατείνεσθε, καὶ πρόδηλοί ἐστε ὡς παράξοντες. Εἰπόντων δὲ, ὅτι Ἐπειδὴ καταλύεις τοὺς πατρῴους νόμους, καὶ ξένων εἶ δογμάτων εἰσηγητής· στὰς εἰς μέσον ὁ μακάριος, ἄτεχνος καὶ αὐτοσχέδιος ῥήτωρ (οὐ γὰρ ἔλεγεν ἅπερ ἐκ τέχνης ἔμαθεν, ἀλλ' ἅπερ ἐνεπνεῖτο ὑπὸ τοῦ Πνεύματος)·
ety. He stirred up against him, therefore, a band—the race of the Alexandrians, quick to rush into every sedition. Assuredly you have heard of the men of that city, how hot and seething they are towards anything upon which they rashly rush. When he beheld the multitude streaming together against him, he was at a loss how to handle the present crisis; nevertheless he found a resourceful art, a melodious and gentle discourse. For there is no medicine like kindly and well-suited exhortation for healing wrath and commotion. And tell me, he says, the cause of your hatred, and wherefore you lift up your hands against me and are manifestly about to go astray in violence. And when they said, Because you overthrow the ancestral laws and are an introducer of strange doctrines; standing in the midst, the blessed man, an artless and extemporaneous orator (for he spoke not things he had learned from rhetorical art, but what he was inspired to utter by the Spirit):
Ἄνδρες, φησὶν, ἀδελφοὶ, καὶ πατέρες, ἀκούσατε. Σοφὸν τὸ προοίμιον, ἀρίστη πρὸς δῆμον θερμαινόμενον ἡ τῆς δημηγορίας ἀρχή. Τὰ γὰρ μειλίχια καὶ προσηνῆ τῶν ῥημάτων, οἷον μέλιτός τινος μετέχοντα, ἢ ἐλαίῳ ἁπαλῷ παραπλήσια, τὴν φλεγμονὴν τῶν θηρίων κατέστελλεν. Ἔπειτα ἄνεισι τῇ μνήμῃ πρὸς τὸν Ἀβραὰμ, ἵνα καὶ παλαιῶν ἀρξάμενος χρόνων, καὶ μακρὸν ἀποτείνων λόγον, ἐν πολλῷ τῷ μέσῳ λάθῃ δαπανήσας τὸν θυμὸν ἐκλυόμενον. Καὶ τὴν πολλὴν ἐκείνην ῥῆσιν ἐξεργασάμενος, δείκνυσιν, ὅτι καὶ Μωϋσῆς προεφήτευσε τὸν Χριστόν· ἵνα διὰ τῆς ἀξιοπιστίας τοῦ νομοθέτου εὐφυῶς, ὥσπερ κλέπτων, παρεισαγάγῃ τὸν τῆς πίστεως λόγον. Πάντα δὲ εἴρηκεν ἐπιστημόνως, ὅσα πρὸς ὠφέλειαν συνετέλει τῶν ἀκουόντων. Ἐπεὶ δὲ τὴν κακίαν εἶδεν ἀνένδοτον, καὶ τὴν γνώμην ἀμάλθακτον· τότε λοιπὸν, παῤῥησίας πλησθεὶς, καὶ ἀπαγορεύσας πρὸς τὴν ἐνθάδε ζωὴν, πᾶσαν δὲ καταλιπὼν τέχνην τὴν κολακεύουσαν, ἀπαρακαλύπτως αὐτοὺς προσηγόρευσε σκληροτραχήλους, τῇ καρδίᾳ ἀπεριτμήτους, τῷ νόμῳ μαχομένους, πολεμοῦντας τῷ Πνεύματι, καί τινα ἄττα. Καὶ ἐντεῦθεν περιέστησα αὐτὸν, ὡς Δεσπότην, κύνες πολλοί· καὶ ταῦροι πίονες, κατὰ τὴν ψαλμῳδίαν, περιέσχον τὸν δίκαιον. Εἱστήκει δὲ μόνος πανταχόθεν τῷ δήμῳ τῶν φονευτῶν κεκυκλωμένος. Οὐδεὶς δὲ ἦν κατ' ἐκείνην τὴν ὥραν ἐγγὺς, οὐ φίλος, οὐκ οἰκεῖος, οὐ συγγενής. Φέρει πως γὰρ παραμυθίαν τοῖς κινδυνεύουσι τὸ βλέπειν ἐκ τοῦ σύνεγγυς παρόντας τινὰς τῶν γνωρίμων.
Men, he says, brethren and fathers, hearken. Wise is the exordium, most excellent the opening of the address towards an inflamed populace. For the soothing and gentle words, partaking as it were of some honey, or resembling soft oil, began to calm the inflammation of the wild beasts. Next he ascends in remembrance to Abraham, so that beginning from ancient times and drawing out a long discourse, in the long interval he might imperceptibly exhaust their subsiding wrath. And having worked out that lengthy speech, he shows that Moses too prophesied Christ, so that through the trustworthiness of the lawgiver he might skilfully, as though stealing in, introduce the word of faith. And he spoke with knowledge all things that contributed to the profit of his hearers. Yet when he saw their malice unyielding, and their mind unsoftened, then at last, filled with boldness and renouncing this life here, abandoning every flattering art, he openly addressed them as stiff-necked, uncircumcised in heart, fighters against the law, warring against the Spirit, and other such things. And thereupon many dogs surrounded him, as they did the Master, and fat bulls, according to the psalmody, encompassed the righteous man. He stood alone, encircled on every side by the mob of murderers. And no one was near at that hour—neither friend, nor member of his household, nor kinsman. For somehow it brings consolation to those in peril to see some of their acquaintances standing close by.
Ὁ δὲ τοῦ μεγάλου ἀγωνίσματος ὑψηλὸς ἀγωνοθέτης, καταμαθὼν, ὡς χρεία τῷ ἀνδρὶ παραστάτου (εἰ γὰρ καὶ σφόδρα γενναῖος ἦν, πάντως ἔπαθε τὰ ἀνθρώπινα), ἀθρόον αὐτῷ φαίνεται· καὶ πρὸς τὸν οὐρανὸν ἀτενίσαντι, δείκνυσι καὶ τὸν Υἱὸν ἑστῶτα ἐκ
Yet the lofty President of the great contest, perceiving that the man had need of a helper beside him (for even though he was exceedingly noble, he surely experienced human feelings), suddenly appears to him; and as he gazes intently towards heaven, He shows also the Son standing at
Notes, col. 344

On the reading

Printed περιέστησα, for περιέστησαν.

PG 40:345Read from the page
δεξιῶν ἐν τῷ τῆς ἀνθρωπήσεως σχήματι. Ὢ τῆς φιλανθρωπίας! ὢ τῆς ἀγαθοσύνης! Ἐπεφάνη τῷ ἀθλητῇ ὑπὲρ οὗ ἠγωνίζετο· καὶ μονονουχὶ ἀφῆκε τοιαύτην φωνὴν πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεός· Μηδὲν ἀγεννὲς πάθῃς, ὦ Στέφανε. Οὐδένα ἔχεις ἀνθρώπων σύμμαχον· οὐδείς σοι παρέστηκε τῶν φίλων ἐν καιρῷ τῶν δεινῶν· ἀλλ' ἐγὼ μετὰ τοῦ Ἀγαπητοῦ ἐποπτεύω τὰ δρώμενα. Ἑτοίμη ἡ ἀνάπαυσις, ἀναπεπταμέναι τοῦ παραδείσου αἱ πύλαι. Μικρὸν καρτερίσας, κατάλιπε βίον τὸν πρόσκαιρον, καὶ σπεῦσον πρὸς ζωὴν τὴν ἀΐδιον, καὶ ἀτέλεστον. Ἔτι τυγχάνων ἐν τῇ σαρκὶ βλέπεις Θεὸν, πρᾶγμα πάσης ἐγκοσμίου φύσεως μεῖζον. Ἐμυσταγωγήθης παρὰ τῶν πρεσβυτέρων ἀποστόλων, ὅτι ὁ Πατὴρ ἔχει Υἱὸν γνήσιον ἀγαπητόν. Ἰδοὺ ἐγὼ μέν σοι ἑαυτὸν ἐμφανίζω, ὡς δύνασαι φέρειν. Παρέστηκε δέ μοι καὶ ὁ Υἱὸς ἐκ δεξιῶν, ἵνα τῇ σχέσει τοῦ τόπου γνῷς τὴν τιμήν. Ἐσκανδάλιζε τότε τοὺς πολλοὺς, εἰ Θεὸς ἐν γῇ σάρκα περιεβάλετο· ἀλλ' ὅρα νῦν αὐτὸν ἐν τῷ ὕψει μετ' ἐμοῦ, οὐράνιον, καὶ ὑπερουράνιον φέροντα τοῦ ἀνθρώπου μορφὴν, εἰς βεβαίωσιν τῆς τελεσθείσης οἰκονομίας. Ὑπὲρ τούτου καταλιθούμενος, μὴ ὀκλάσῃς, μὴ ἀτονήσῃς. Βλέπων δὲ τὸν ἀγωνοθέτην, μὴ φοβηθῇς τὸν ἀγῶνα. Ἄφες τὸ σῶμα, καταφρονῶν ὡς δεσμὸν γήϊνον, ὡς οἶκον σαθρὸν, ὡς σκεῦος κεραμέως εὔφθαρτον. Ἀνάδραμε πρὸς τὴν ἐνθάδε λῆξιν ἐλεύθερος· ἕτοιμος γάρ σοι τῆς ἀνδραγαθίας ὁ στέφανος. Μετάστηθι πρὸς τὸν οὐρανὸν ἐκ τῆς γῆς. Ἄφες τὸ σῶμα τοῖς μιαιφόνοις, ὡς βρῶμα κυσί. Κατάλιπε λυσσῶντα δῆμον, καὶ ἐλθὲ πρὸς χορὸν ἀγγέλων.
the right hand in the form of His humanity. O the loving-kindness towards mankind! O the goodness! He on Whose behalf he was contending appeared to the athlete; and all but uttered such a voice to him did the God of the universe: Suffer nothing ignoble, O Stephen. You have no ally among men; none of your friends stands beside you in the season of dread perils; yet I together with the Beloved watch over what is being done. Ready is your rest, flung wide are the gates of paradise. Having endured a little while, leave behind the temporal life, and hasten towards the life eternal and unending. While still in the flesh you behold God, a thing greater than all cosmic nature. You were initiated by the elder apostles into the mystery that the Father has a genuine, beloved Son. Behold, I manifest Myself to you, so far as you are able to bear. And the Son too stands beside Me at My right hand, so that by the relation of place you may know His honour. At that time it scandalized the many that God clothed Himself in flesh upon earth; yet behold Him now on high with Me, heavenly and above the heavens, bearing the form of man in confirmation of the accomplished dispensation. Being stoned on His behalf, do not sink down, do not lose heart. Looking upon the President of the contest, do not fear the contest. Leave the body, despising it as an earthly bond, as a tottering house, as a potter's easily shattered vessel. Run up free towards the inheritance here; for the crown of your valour is ready for you. Pass over from earth to heaven. Leave your body to the bloodstained murderers, like food to dogs. Leave behind a raving populace, and come to the choir of angels.
Μετὰ ταύτης τῆς γνώμης ὁ Θεὸς ἐπεφάνη τῷ καρτερῷ, ἵνα μή τι πάθῃ δειλὸν, καὶ τὴν πολλὴν ἐκλύσῃ προθυμίαν τῷ μεγέθει τοῦ φόβου. Διὸ οὔτε ἄγγελον αὐτῷ ἔπεμψε βοηθὸν, ὡς τοῖς ἀποστόλοις ἐν τῷ δεσμωτηρίῳ· οὔτε τινὰ δύναμιν λειτουργικὴν, καὶ ὁμόδουλον· ἀλλ' αὐτὸς ἑαυτὸν ἐνεφάνισεν. Ἀπαρχὴ γὰρ ἐγένετο τότε τοῦ μαρτυρίου, καὶ ἔδει τὸ πρῶτον ἔργον τελειωθῆναι· ἵνα οἱ ἑξῆς ἐποικοδομούμενοι μάρτυρες, ἰσχυρὰν λάβωσι τοῦ ζήλου τὴν ὑποβάθραν, καὶ μὴ δειλίας γένωνται μιμηταί· ὅπερ δὴ καὶ ἐπὶ τῶν κοινῶν πολέμων. Εἷς γὰρ στρατιώτης πρόμαχος, ὁ τοῦ ἔργου παρασχὼν τὸ ἐνδόσιμον· νικήσας μὲν καὶ ἀνδρισάμενος, πάντας τοὺς ἰδίους ἀπέῤῥωσε, καὶ τοὺς ὑπεναντίους κατέπληξεν· ἀσθενὲς δέ τι παθὼν, εὐθὺς κατακλᾷ, καὶ δειλίας πληροῖ τὰς τῶν ὁμοφύλων ψυχὰς, καὶ φυγῆς γίνεται σύνθημα. Διὰ ταῦτα μὲν ὁ Θεὸς οὐρανόθεν ἐφάνη.
With this purpose God appeared to the steadfast man, lest he suffer any cowardice and slacken his great eagerness through the magnitude of fear. Wherefore He sent neither an angel to help him, as to the apostles in the prison, nor any ministering and fellow-servant power; rather He manifested Himself. For at that time the first-fruits of martyrdom were taking place, and it was needful that the first work be brought to perfection, so that the martyrs built upon it thereafter might receive a strong foundation of zeal, and not become imitators of cowardice—just as happens also in common wars. For one soldier fighting in the forefront, who gives the signal for the action, if he conquers and plays the man, braces all his own comrades and strikes terror into the adversaries; whereas if he suffers some weakness, straightway he breaks down and fills with cowardice the souls of his fellow countrymen, and becomes a watchword for flight. On account of these things God appeared from heaven.
Ὁ δὲ τῆς μεγάλης ὀπτασίας ἀξιωθεὶς, οἵας οὐκ ἄλλος, οὐ κατέσχε σιωπῇ, ἅπερ ἶδεν· ἀλλ' εὐθὺς ἐξεβόησεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν
And he who was deemed worthy of the great vision, such as no other was, did not keep in silence what he saw; rather straightway he cried aloud: Behold, I see the heavens opened, and the Son of Man at the right hand
Notes, col. 345

On the reading

Printed καρτερίσας, for καρτερήσας.

PG 40:348Read from the page
ἑστῶτα τοῦ Θεοῦ. Ἐνόμισε γὰρ ἅμα του ἐξαγορεῦσαι τὴν ὀπτασίαν, τοὺς ἀπίστους ἑλκῦσαι εἰς συγκατάθεσιν. Οἱ δὲ, τὸ λεχθὲν πλείονος ὀργῆς καὶ μανίας ἀφορμὴν ποιησάμενοι, ἐπιφραξάμενοί τε τὰς ἀκοὰς πρὸς τὸν λόγον, ὡς βλάσφημον, εἴχοντο παραχρῆμα τοῦ φόνου. Ἑλκύσαντες δὲ ἔξω τῆς πόλεως τὸν Χριστοφόρον ἄνθρωπον, βαστάζοντα τὴν ὑπομονὴν, ὡς ὁ Κύριος τὸν σταυρὸν, κακῷ τὸ κακὸν ἰῶνται, καὶ φόνῳ ὑπὲρ τοῦ φόνου ἀπολογοῦνται, καὶ τῷ σταυρῷ τοὺς λίθους συνάπτουσι. Στήσαντες δὲ τὸν τρισμακάριον ἐπί τινος ἰσοπέδου χωρίου, τὸ μακρὸν ἐκεῖνο σῶμα, καὶ ὑψηλὸν τῶν μαρτύρων τρόπαιον· καὶ κύκλῳ περισχόντες αὐτὸν ὁ τῶν αἱμάτων καὶ τῆς ὀργῆς δῆμος, καὶ τὴν καλουμένην ἐν τοῖς πολέμοις μιμησάμενοι ἀγηνίαν, ἔβαλον λίθοις τὸν τοῦ ἀκρογωνιαίου λίθου διάκονον· καὶ πᾶσα χεὶρ Ἑβραϊκὴ τὸν φόνον ἐνήργει· σκοπὸς δὲ ἦν τῶν ἀφιέντων ὁ μάρτυς, ἑστὼς κατὰ μέσον ὡς σημεῖον τοξότου
standing [at the right hand] of God. For he supposed that simultaneously with declaring the vision he would draw the unbelievers to assent. Yet they, making what had been spoken a pretext for greater wrath and madness, and stopping their ears against his discourse as though it were blasphemous, set their hands forthwith to murder. Dragging outside the city the Christ-bearing man, who bore endurance just as the Lord bore the cross, they cure evil with evil, defend themselves for murder by means of murder, and join stones onto the cross. Having stationed the thrice-blessed man upon a certain level piece of ground—that tall frame of his, and lofty trophy of the martyrs—and having surrounded him in a ring, that populace of bloodshed and of wrath, imitating what in wars is termed a battle-charge, pelted with stones the deacon of the Cornerstone; and every Hebrew hand wrought the slaughter, while the martyr stood in the midst as the target of those who hurled, like an archer's mark.
Ὡς δὲ πάντοθεν τὸ σῶμα περιθραυσθὲν, καὶ λελουμένον τῷ αἵματι, ὤκλαζε λοιπὸν πρὸς τὴν ὀλέθριον στάσιν· κατεσείετο δὲ καὶ ἠπείλει τὴν πτῶσιν, ὥσπερ τις ὑψηλὴ πλάτανος, παρὰ πολλῶν κατεργασθεῖσα τεκτόνων· οὐ δὲ τὴν πτῶσιν ἔπαθε κατὰ τοὺς πολλοὺς ἀπρεπῶς. Οὐ γὰρ πρηνὴς ἐξετάθη, οὐδὲ ἐπὶ πλάγιον κατηνέχθη, οὐδὲ εἰς τὸ ὕπτιον ἀνεκλίθη σχῆμα· ἀλλὰ θεὶς τὰ γόνατα ἐν τῷ εὐπρεπεῖ τοῦ εὐχομένου σχήματι, κατέλυσεν, ἐπιταχύνων τῇ ψυχῇ διὰ τῆς προσευχῆς τὸν τῆς σαρκὸς χωρισμὸν, καὶ κράζων πρὸς τὸν ὁρώμενον Κύριον· Κύριε Ἰησοῦ Χριστὲ, δέξαι τὸ πνεῦμά μου. Ἔσπευσε γὰρ ὡς ἐπί τινα μετοικίαν· ὡς ἐξ ἀλλοδαπῆς ἐπὶ πατρίδα· ὡς εἰς πόλιν λαμπρὰν ἀπὸ γῆς ἐρήμου καὶ αὐχμηρᾶς. Προσετίθει δὲ τῇ δεήσει καὶ τὴν ὑπὲρ τῶν λιθαζόντων εὐχήν. Εὐεργέτουν γὰρ ἄκοντες, καὶ λιθάζοντες ἔσωζον, καὶ φονεύοντες ἐζωοποίουν· καὶ τοῦ πηλοῦ χωρίζοντες τῇ βασιλείᾳ παρέπεμπον.
When his body, battered on every side and bathed in blood, was now sinking down from its fatal standing posture, and was shaken and threatening to fall like some tall plane-tree hewn at by many woodcutters, even in his fall he suffered nothing unseemly after the manner of the multitude. For he was neither stretched out face downwards, nor borne down onto his side, nor laid back in a supine posture; rather, bending his knees in the comely attitude of one at prayer, he departed this life, hastening by prayer the separation of his soul from the flesh, and crying aloud towards the Lord Whom he beheld: Lord Jesus Christ, receive my spirit. For he hastened as though to a migration, as from a foreign land to his fatherland, as unto a radiant city out of a desert and parched land. And to his supplication he added also the prayer on behalf of those who stoned him. For unwillingly they were conferring a benefit, and by stoning were saving him, and by slaying were making him alive; and severing him from the clay, they were escorting him to the kingdom.
Θεωρήσωμεν οὖν καὶ τὸ ῥῆμα τῆς προσευχῆς, πρὸς οἷον φέρει σκοπὸν, τὸ, Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Οὐ γὰρ, ὡς οἴονταί τινες, κακῶς λογιζόμενοι, ἀτιμώρητον καὶ ἀνεύθυνον εὔχεται γενέσθαι τῶν ἐχθρῶν τὸ ἁμάρτημα. Τοῦτο γὰρ ἦν φανερῶς τῇ τοῦ Θεοῦ διατυπώσει ἀνθίστασθαι, καὶ τὴν τοῦ δικαίου κρίσιν καὶ νομοθεσίαν ἐπανορθοῦν, τὴν τοῖς ἀνδροφόνοις τὰ πρὸς ἀξίαν ἀποκληρώσασαν. Ἀλλὰ τί φησι ; Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην· τουτέστι· Δὸς φόβον κατανύξεως· ἄγαγε πρὸς μεταμέλειαν τῶν τετολμημένων· μὴ συγχωρήσῃς ἐναποθανεῖν τῇ περιτομῇ· ἕλκυσον διὰ μετανοίας πρὸς τὴν σὴν ἐπίγνωσιν·
Let us therefore examine also the wording of the prayer, unto what aim it tends: Lord, lay not this sin to their charge. For he does not pray, as certain persons wrongly reasoning suppose, that the sin of his enemies should go unpunished and unaccountable. For that would manifestly be to withstand the ordinance of God, and to correct the judgement and legislation of the Just One, which has allotted to murderers their due recompense. What then does he say? Lord, lay not this sin to their charge: that is to say, Grant them a fear of compunction; lead them unto remorse for the deeds they have dared; suffer them not to die in their circumcision; draw them through repentance unto the knowledge of Thee;
Notes, col. 348

On the reading

Printed του, for τοῦ.

PG 40:349Read from the page
ἄναψον ἐν ταῖς καρδίαις τὴν φλόγα τοῦ Πνεύματος. Ἂν γὰρ οὕτως βελτιωθωσι, πρόδηλον δὲ ὡς τότε οὐ στήσῃς τὴν ἁμαρτίαν· ἀλλὰ τὸ λουτρὸν τῆς χάριτος, καὶ τὸ σὸν, καὶ τὸ ἐμὸν αἷμα νιψόμενοι, ἐλεύθεροι τῶν ἐγκλημάτων γενήσονται. Ταῦτα ἐγένετο, καὶ ἐτελέσθη τὸ δρᾶμα. Καὶ στρατιαὶ μὲν τῶν ἀγγέλων εὐφραίνοντο, τὸν ἀγῶνα θαυμάζουσαι, καὶ μετὰ πολλῆς τῆς δορυφορίας τὸν Στέφανον εἰς τὸν ἴδιον ἀνάγουσαι κλῆρον· ὁ δὲ διάβολος ἀπεστράφη κενὸς, ἠπορημένος δεινῶς· ἀλλ' ἵνα τι καὶ σωματικώτερον εἴπω περὶ τοῦ ἐναερίου πνεύματος, λόγον προφητικὸν μιμησάμενος, ὡς πρόσκαυμα χύτρας φέρων τὸ πρόσωπον, καὶ τοὐναντίον ἢ προσεδόκα κατορθώσας, καὶ δι' ὧν ἐνόμιζεν Χριστιανοὺς ἐλαττοῦν, δι' ἐκείνων πληθύνας τὸν τῶν μαρτύρων κατάλογον.
kindle in their hearts the flame of the Spirit. For if they are thus amended, it is manifest that Thou wilt not then lay the sin to their charge; rather, washing away in the laver of grace both Thy blood and mine, they shall become free from their offences. These things came to pass, and the drama was brought to completion. And the hosts of the angels rejoiced, marvelling at the contest and with a great escort leading Stephen up into his own inheritance; whereas the devil turned back empty-handed, terribly at a loss—nay, to speak somewhat more corporeally concerning the spirit of the air, imitating a prophetic saying, wearing his face like the scorching of a pot, having accomplished the very opposite of what he expected, and by the very means whereby he supposed he was diminishing Christians, multiplying the roll of the martyrs.
Τί δὲ καὶ πρὸς Παῦλον τὸν ἱερόν ; εἷς γὰρ ἦν καὶ οὗτος τῶν φονευτῶν, ἀληθὴς Βενιαμὶν λύκος ἅρπαξ. Εἰ γὰρ καὶ αὐτὸς μὴ ἐλίθαζεν, ἀλλ' ἐτήρει τὴν τῶν λιθαζόντων ἐσθῆτα, καὶ ὑπηρέτει δημίῳ δήμου. Πλὴν ὄψομαί σε μετὰ μικρὸν τὸν σφριγῶντα νῦν, καὶ θυμὸν ἄγριον πνέοντα, ὥσπερ τινὰ γραῦν ἀσθενῆ χειραγωγούμενον, ὅταν μέλλεις ἄγεσθαι πρὸς τὸν Ἀνανίαν, τῆς ἀληθείας γευσάμενος. Ἡδὺ δὲ σφόδρα γελάσομαι, ὅταν ἀκούσω σου τὰς ὑπὲρ Εὐαγγελίου θλίψεις ἐξηγησαμένου, καὶ μεταξὺ τῶν ἄλλων κινδύνων λέγοντος· Ἅπαξ ἐλιθάσθην. Χρὴ γάρ σε διὰ λίθων ὑπὲρ τῶν λίθων ἀπολογήσασθαι, καὶ τῇ ταυτέμπαθείᾳ λῦσαι τῆς ἁμαρτίας τὸ ἔγκλημα.
And what shall I say also to the sacred Paul? For he too was one of the murderers, a true Benjamin, a ravening wolf. For even though he himself was not casting stones, yet he kept the garments of those who stoned, and ministered as executioner to the populace. Nevertheless, after a little while I shall behold you—who now swell with vigour and breathe fierce wrath—led by the hand like some feeble old woman, when you are about to be brought to Ananias after having tasted the truth. And right sweetly shall I laugh when I hear you recounting your tribulations on behalf of the Gospel, and saying amid your other perils: Once was I stoned. For it behoves you through stones to make defence for the stones, and by suffering the like passion to undo the guilt of your sin.
Ἀξιον δὲ μηδὲ τὴν ὀπτασίαν καταλιπεῖν τοῦ Στεφάνου ἀνεξέταστον. Ἀεὶ γὰρ ὁ τῶν ὅλων Θεὸς, τοῦ ἑξῆς προμηθούμενος, τῶν μελλόντων ἐπιγίνεσθαι τῶν ἀνθρωπίνων ἁμαρτημάτων προφυλακτικῶς προκατασκευάζει τὴν θεραπείαν· ὃ δὴ ἐνταῦθα πεποίηκεν. Εἰ γὰρ πρὸς τὸ χρήσιμον τοῦ ἀγωνιστοῦ μόνον ἐτελεῖτο τὰ θεοφάνεια, ἤρκει καὶ φωνὴν γενέσθαι ἐξ οὐρανῶν, ὥσπερ καὶ ἐπὶ τοῦ βαπτίσματος πρότερον, ἢ χρόνοις ὕστερον ἐπὶ τῆς μεταμορφώσεως, ἢ καὶ ὡς ἐπὶ Παύλου τούτου, ἡνίκα τὴν ἐπὶ Δαμασκὸν ἐπορεύετο ὁδόν.
Yet it is worthy not to leave the vision of Stephen unexamined either. For the God of the universe, ever taking forethought for what is to follow, prepares beforehand by way of precaution the remedy for the human errors that are about to supervene—which very thing He has done here. For if the divine manifestation had been wrought solely for the benefit of the combatant, it would have sufficed even for a voice to come from heaven, just as earlier at the baptism, or in later times at the transfiguration, or even as in the case of this Paul when he was journeying along the road towards Damascus.
Νυνὶ δὲ, διά τε οὖν ἄλλα, καὶ διὰ τὸ μέλλειν τὸ ἐκ Λιβύης κακὸν τὸν Σαβέλλιον ταῖς Ἐκκλησίαις ἐπιφύεσθαι τοῦ Θεοῦ, καὶ τὴν κακόδοξον τῶν ὑποστάσεων σύγχυσιν εἰς τὸν βίον εἰσάγειν· τούτου χάριν ὁ Θεὸς ὥσπερ προανακόπτων τὸ μέλλον, καὶ τὰς ψυχὰς τῶν εἰς ὕστερον προασφαλιζόμενος, δείκνυσι μὲν ἑαυτὸν τῷ Στεφάνῳ ἐν ἰδίᾳ τινὶ καὶ αὐτοτελεῖ δόξῃ, δείκνυσι δὲ καὶ τὸν Υἱὸν ἐν ἀπηρτισμένῳ προσώπῳ, ἵστησι δὲ αὐτὸν ἐκ δεξιῶν ἑαυτοῦ, ἵνα τῇ διευκρινήσει τῶν προσώπων ἑρμηνεύσῃ τὰς ὑποστάσεις.
As it is, however, both for other reasons and because the evil from Libya, Sabellius, was about to spring up against the Churches of God and introduce into human life the heterodox confusion of the hypostases—for this cause God, checking the future as it were in advance and safeguarding beforehand the souls of those to come hereafter, shows Himself to Stephen in a distinct and self-subsistent glory of His own, shows also the Son in a complete person, and stations Him at His own right hand, so that by the clear distinction of the persons He might expound the hypostases.
Καὶ τυχὸν ἐρεῖ τις· Τὰ μὲν περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ οὕτω σοι πεφιλοσόφηται· ποῦ δὲ τὸ Πνεῦμα τὸ ἅγιον; Εἰ γὰρ τῆς κατὰ τὴν πίστιν ἀσφαλείας ἕνε-
And perchance someone will say: Concerning the Father and the Son you have reasoned thus; yet where is the Holy Spirit? For if for the sake of assurance in the faith
Notes, col. 349

On the reading

Printed βελτιωθωσι, for βελτιωθῶσι.

Printed ταυτέμπαθείᾳ, for ταὐτοπαθείᾳ.

Printed Ἀξιον, for Ἄξιον.

PG 40:352Read from the page
κεν, οὐρανόθεν ὁ Πατὴρ μετὰ τοῦ Υἱοῦ ἐπεφαίνετο, ἐχρῆν συμπαρεῖναι καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα πρακτική τις μυσταγωγία τοῖς ἀνθρώποις ἐτελέσθη διὰ τῆς ὀπτασίας. Εἰπεῖν τοίνυν ἀναγκαῖον πρὸς τὸν ταύτην ἡμῖν ἀνθυποφέροντα τὴν διάνοιαν, ὅτι, Ὦ σοφώτατε, χρὴ τὸν τῶν ἀναγνωσμάτων βασανιστὴν, ὀρθήν τε ὁμοῦ τὴν διάνοιαν ἔχειν καὶ τὸ μνημονικὸν ἐῤῥωμένον, ἵν' οὕτω δυνηθῇ πάντων ὁμοῦ περιδράσσεσθαι τῶν γεγραμμένων. Εἰ γὰρ καὶ ζητεῖς τὴν τοῦ Πνεύματος πάρουσίαν, μικρὸν ἀνωτέρω τῶν λίθων καὶ τῆς μιαιφονίας γενοῦ, καὶ εὑρήσεις πρὸ τῆς ὀπτασίας τὸ Πνεῦμα λαλούμενον, καὶ συμπαρὸν Στεφάνῳ, καὶ προκαταρτίζον τὸν ἀθλητήν. Εὐθέως γὰρ ἐν ἀρχῇ τοῦ διηγήματος, ταύτην ἡμῖν προανεφώνησε τὴν φωνήν· Στέφανος πλήρης χάριτος, καὶ ἀληθείας, καὶ δυνάμεως, ἐποίει σημεῖα καὶ τέρατα μεγάλα ἐν τῷ λαῷ. Ἀνέστησαν δέ τινες ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων, καὶ Κυρηναίων, καὶ Ἀλεξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίας, καὶ Ἀσίας, συζητοῦντες τῷ Στεφάνῳ· καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύματι, ᾧ ἐλάλει. Ἰδοὺ τοίνυν, καὶ τὸ τοῦ Πνεύματος ἡμῖν πρόσωπον εὐκρινῶς ὁ λόγος ὑπέστησεν. Εἰ δὲ τοῦτο πρότερον γέγραπται, τελευταῖον δὲ ὁ Πατὴρ καὶ ὁ Υἱὸς, οὐδὲν ἡ τῆς τάξεως ἀπαλλαγὴ τῇ πίστει λυμαίνεται. Σύνηθες γὰρ τοῦτο ποιεῖν τῇ Γραφῇ· καὶ ποτὲ μὲν ὀνομάζειν τὸν Υἱὸν μόνον· ποτὲ δὲ τὸ Πνεῦμα σὺν τῷ Υἱῷ· καὶ ἄλλοτε δὲ ἄρχεσθαι μὲν ἐκ τοῦ Πατρὸς, καταλήγειν δὲ εἰς τὸ Πνεῦμα· καὶ τὸ ἀνάπαλιν, τῆς ἀρχῆς ἐκ τοῦ Πνεύματος γενομένης, διὰ τοῦ Υἱοῦ τῷ λόγῳ ἐπὶ τὸν Πατέρα ὁδεύειν· καὶ τοῦτο τὸ τῆς συνηθείας ἰδίωμα μάλιστα παρὰ τῷ μεγάλῳ Παύλῳ ἀπαραφυλάκτως συντηρεῖσθαι γινόμενον ἔστιν ἰδεῖν. Πεπλήρωται δὲ παρ' ἡμῖν καὶ τῷ Στεφάνῳ τὸ χρέος· εἰ μὲν πρὸς τὸ μέγεθος βλέπων τις, οὐχ ἱκανῶς· εἰ δὲ πρὸς τοῦ λέγοντος δύναμιν, αὐτάρκως· ὅτι τῷ Θεῷ ἡμῶν ἡ δόξα, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
the Father appeared from heaven together with the Son, it was necessary that the Holy Spirit also be present with Them, so that a practical initiation into the mysteries might be accomplished for mankind through the vision. It is necessary, therefore, to say to him who brings forward this objection against us: O wisest sir, he who scrutinizes the readings must possess both an upright understanding and a vigorous memory together, so that thus he may be able to grasp at once all that has been written. For if indeed you seek the presence of the Spirit, go back a little above the stones and the bloodshed, and before the vision you will find the Spirit spoken of, present with Stephen, and equipping the combatant beforehand. For straightway at the beginning of the narrative it proclaimed to us beforehand this utterance: Stephen, full of grace, and truth, and power, wrought great wonders and signs among the people. Then there arose certain of the synagogue that is called that of the Libertines, and of the Cyrenians, and of the Alexandrians, and of them from Cilicia and Asia, disputing with Stephen; and they were not able to withstand the wisdom and the Spirit by which he spoke. Behold, then, our discourse has clearly set before us the Person of the Spirit as well. And if this has been written first, and last the Father and the Son, the variation of the order in no way harms the faith. For it is customary for Scripture to do this: sometimes to name the Son alone, sometimes the Spirit together with the Son, at another time to begin from the Father and end with the Spirit, and conversely, making a beginning from the Spirit, to journey in discourse through the Son unto the Father; and one may see this characteristic usage observed without reserve above all in the great Paul. Our debt to Stephen also has now been discharged by us—if one looks to the greatness of the theme, inadequately, yet if to the ability of the speaker, sufficiently; for unto our God be the glory, now and ever, and unto the ages of the ages. Amen.
ΙΓʹ. Προτρεπτικὸς περ. μετανοίας.
XIII. Exhortation concerning repentance.
Ἀνὴρ Φαρισαῖος, ὡς ἀρτίως ἠκούσαμεν τοῦ Λουκᾶ λέγοντος, προτρέπει τὸν Κύριον εἰς ἑστίασιν, καὶ ὑπωρόφιον ἄγει, καὶ κοινὴν παρατίθεται τράπεζαν. Ὁ δὲ οὔτε τὴν κλῆσιν ἀπαναίνεται, οὔτε φεύγει τὸν ἄνθρωπον, μήτε μαθητὴν ὄντα, μήτε πιστεύσαντα, τῷ γράμματι δὲ προσδεδεμένον τοῦ νόμου· καὶ οὐδέπω πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας τοὺς ὀφθαλμοὺς ἀνοίξαντα, χαλεπῶς δὲ πρὸς τὰς ἐπαγγελίας ἀμβλυωποῦντα τῶν προφητῶν. Τί οὖν ἡμῖν τοῦτο τὸ κεφάλαιον ἀνέγραψεν ὁ Λουκᾶς ; Πότερον, ἵνα τὴν γνῶσιν ἔχωμεν ὧν ὁ Ἰησοῦς κατειργάσατο πολιτευόμενος ἐν τῷ σώματι, καὶ γνῶσιν ἱστορίας ἐπωφελοῦς παραλάβωμεν ; ἢ νοῦ τινος ἐπωφελοῦς καὶ παιδευτικοῦ γέμει τὰ γράμματα, τὸν ἡμέτερον βίον
A certain Pharisee, as we just now heard Luke saying, invites the Lord to a banquet, brings Him beneath his roof, and sets before Him a common table. And He neither declines the invitation nor shuns the man, although he is neither a disciple nor a believer, but bound fast to the letter of the law, having not yet opened his eyes unto the knowledge of the truth, and being grievously dim-sighted towards the promises of the prophets. Why then did Luke record this chapter for us? Was it so that we might possess knowledge of the things that Jesus wrought while conversing in the body, and receive acquaintance with a profitable history; or are the Scriptures fraught with some profitable and instructive meaning, regulating our life
Notes, col. 352

On the reading

Printed πάρουσίαν, for παρουσίαν.

Printed περ., for περὶ.

PG 40:353Read from the page
πρὸς τὸ ὀρθὸν καὶ ἀδιάστροφον κανονίζοντα ; Οὕτως δὲ ἔχειν ἔγωγε ἡγοῦμαι, καὶ ὑμᾶς προσῆκον πείθεσθαι. Πολλοὶ γάρ εἰσι τῶν ἑαυτοὺς δικαιούντων φίλαυτοι καὶ αὐτάρεσκοι, ἐν ὑπολήψει διὰ κενοῦ φρονήματος ὠγκωμένοι, ἁμαρτωλοὺς καλοῦντες τοὺς ἐγγίζοντας, καὶ πρὶν ἐλθεῖν τὸ ἀληθινὸν κριτήριον, ἑαυτοὺς, ὡς ἄρνας ἀπὸ τῶν ἐρίφων, χωρίζοντες, καὶ πρὸς τὴν θύραν τῆς βασιλείας βλέποντες ὡς ἀναπεπταμένην αὐτοῖς· οὐ στέγης, οὐκ ἐδεσμάτων ἀξιοῦντες τοῖς πολλοῖς κοινωνεῖν· βδελυσσόμενοι δὲ πάντας τοὺς μὴ τὴν ἄκραν, ἀλλὰ τὴν μέσην ἐπὶ τοῦ βίου πορευομένοις ὁδόν.
towards what is upright and unperverted? That it is so, I for my part deem, and it is fitting that you also be persuaded. For there are many of those who justify themselves who are lovers of self and self-pleasers, puffed up in conceit through vain-mindedness, calling those who draw near them sinners, separating themselves like lambs from the kids before the true tribunal has come, and gazing towards the door of the kingdom as though laid wide open for them; not deigning to share roof or food with the multitude, and abhorring all who walk not the highest, but the middle road of life.
Ὁ τοίνυν Λουκᾶς, ὁ πλέον τῶν ψυχῶν ἢ τῶν σωμάτων ἰατρὸς, ἔγραψε τὸ ἐν χερσὶ διήγημα· οὐ λόγον ἁπλῶς, ἀλλὰ φάρμακον τῶν νοσούντων αὐθάδειαν, αὐτὸν ἡμῶν τὸν Θεὸν καὶ Σωτῆρα δεικνὺς, τὸν ἀσυγκρίτως καθαρὸν καὶ μόνον δίκαιον, συγγνωμονικῶς λίαν τοῖς κατεγνωσμένοις συναναστρεφόμενον, καὶ τοῖς οὐδέπω κεκαθαρμένοις συνδιαιτώμενον· οὐχ ἵνα τι προσλάβῃ τῆς ἐκείνων κακίας, ἀλλ' ἵνα μεταδῷ τῆς οἰκείας δικαιοσύνης, κατὰ τὴν ἡλιακὴν ταύτην τὴν φαινομένην ἐνέργειαν (ὅσον ἀπὸ τοῦ κτίσματος παραστῆσαι τοῦ κτίστου τὴν πρόνοιαν). Ἴσμεν μὲν γὰρ, ὅτι καὶ ὁ ἥλιος οὐ τὰς ἡπλωμένας μόνον ἐπιλάμπει χώρας, ἀλλὰ καὶ ὅσαι κοιλότεραι καὶ τῆς ἀντρώδους ἔλαχον θέσεως. Παυσώμεθα τοίνυν, εἴ τινες οὕτως φρονοῦμεν, ὡς ὁ λόγος φησίν· μιμησώμεθα δὲ τοῦ Δεσπότου τὸ ἵλεων, καὶ φιλάνθρωπον, τοῖς ταπεινοῖς διὰ τοῦτο συγκαταβαίνοντες· οὐχ ἵνα αὐτοῖς κειμένοις συνταπεινωθῶμεν, ἀλλ' ἵνα κἀκείνους ὑψώσωμεν· οἷον κολυμβηταί τινες ἔφυδροι τοὺς παγομένους πρὸς τὸν ζωτικὸν ἀέρα τοῦτον ἀνέλκοντες.
Luke, therefore, the physician of souls rather than of bodies, wrote the narrative now in our hands—not merely a story, but a medicine for those sick with arrogance, showing our God and Saviour Himself, Who is incomparably pure and alone righteous, associating most mercifully with the condemned and sharing His table with those not yet cleansed: not that He might take on anything of their wickedness, but that He might impart His own righteousness, after the likeness of this visible operation of the sun (so far as one may set forth from the creature the providence of the Creator). For we know that the sun shines not only upon open plains, but also upon whatsoever regions are hollower and have received a cavernous situation. Let us cease, therefore, if any of us are minded as the discourse describes, and let us imitate the mercy and loving-kindness of the Master, condescending on this account to the lowly: not that we may be cast down together with them where they lie, but that we may raise them up also, like expert divers drawing up those who are drowning towards this life-giving air.
Ἐπειδὴ δὲ πρὸς ἀρίστην νοησιν τὸ εὐαγγελικὸν γράμμα χειραγωγεῖ, φέρε πρὸς τὸν ἐμπεσόντα σκοπὸν ἑαυτοὺς ἀποτείνωμεν. Θαυμάζω σφόδρα τοὺς τὴν ἐμπαθῆ ταύτην καὶ φιλήδονον περικειμένους σάρκα, ἡττωμένους δὲ καθημέραν ὕπνου καὶ γαστρός· οὐ μὴν οὐδὲ τῶν ἄλλων ἐρεθισμῶν ἀπείρως ἔχοντας, τῶν ὅσοι γνώριμοι πᾶσιν ἡμῖν τοῖς τῆς μιᾶς καὶ τῆς αὐτῆς κοινωνοῦσι φύσεως, ὅπως εἰσὶ σκληροι δικασταὶ τῶν ἁμαρτανόντων, καὶ ἑαυτῶν συγγνώμονες· ἀσθενεῖς ἀγωνισταὶ, καὶ ἀπαραίτητοι νομοθέται· ὡς καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀναιρεῖν τὴν ἐλπίδα, καὶ ἀποφράττειν, ὡς νομίζουσι, τὴν ἄφθονον τοῦ ἐλέους πηγὴν, καὶ μετὰ πολλῆς δὲ τῆς αὐθεντίας ἀποκλείειν τοῖς πλανηθεῖσιν τῆς βασιλείας τὴν εἴσοδον. Τοῦτο δὲ οὐδὲν ἄλλο ἢ καὶ νομικὸν ἀπόγνωσιν ἐμποιεῖν ψυχαῖς ἰατρείαν ζητούσαις. Ὁ γὰρ τῆς θεραπείας ἀπελπίσας, δοῦλος γίνεται καθάπαξ τῆς νόσου· καὶ πρό γε πάσης τῆς τῶν ἡμετέρων Γραφῶν ἐπαγγελίας ἀλλότριος· οὐδὲ γὰρ ἐκεῖ τῷ συνετῶς ἐξετάζοντι τοιοῦτον, ὃ μὴ χάρις δωρεῖται, καὶ θεραπεύει συγγνώμη. Καὶ τίς οὕτως ὑπόκωφος καὶ ἀνήκοος τῶν λόγων τοῦ Ἰὼβ, διαῤῥήδην
Since, moreover, the Gospel text leads us by the hand unto an excellent understanding, come, let us direct ourselves intently towards the aim that has presented itself. I marvel exceedingly how those who are clothed in this passible and pleasure-loving flesh, who are worsted daily by sleep and the belly, and who are by no means unacquainted with all the other incitements familiar to every one of us who share one and the same nature, can be harsh judges of sinners while indulgent towards themselves—feeble combatants, yet inexorable lawgivers—so as even to destroy hope in God's loving-kindness, to stop up, as they imagine, the ungrudging fountain of mercy, and with great assumption of authority to shut the entrance of the kingdom against those who have gone astray. Yet this is nothing else than in legalistic fashion to instil despair into souls seeking healing. For he who has despaired of cure becomes once for all a slave of his malady, and above all a stranger to the entire promise of our Scriptures; for neither is there found therein, to one who examines intelligently, anything of such a kind that grace does not forgive it and pardon heal it. And who is so deaf and unheeding to the words of Job, expressly
Notes, col. 353

On the reading

Printed πορευομένοις, for πορευομένους.

Printed παγομένους, for πνιγομένους.

Printed νοησιν, for νόησιν.

Printed σκληροι, for σκληροὶ.