ὥσπερ ἐρυθριῶσα τὰς ὄψεις τῶν ἀῤῥένων· ἕστηκε δὲ ἀκατάπληκτος, οὐδὲν πάσχουσα πρὸς τὸν ἀγῶνα δειλόν· ὡς ἔγωγε τοὺς ἄλλους τέως ἐπῄνουν ζωγράφους, ὅτ' ἂν ἐθεασάμην τῆς γυναικὸς ἐκείνης τῆς Κολχίδος τὸ δρᾶμα, ὅπως μέλλουσα τοῖς τέκνοις ἐπιφέρειν τὸ ξίφος, ἐλέῳ καὶ θυμῷ μερίζει τὸ πρόσωπον, καὶ θάτερος μὲν τῶν ὀφθαλμῶν τὴν ὀργὴν ἐμφανίζει, θάτερος δὲ τὴν μητέρα μηνύει, φειδομένην καὶ φρίττουσαν· νῦν δὲ τὸ θαῦμα, ἀπ' ἐκείνης τῆς ἐννοίας πρὸς ταύτην μετατέθεικα τὴν γραφήν. Καὶ σφόδρα γε ἄγαμαι τοῦ τεχνίτου, ὅτι μᾶλλον ἔμιξεν τῶν χρωμάτων, τὸ ἦθος, αἰδώ τε ὁμοῦ καὶ ἀνδρείαν κεράσας, πάθη κατὰ φύσιν μαχόμενα.
as though blushing before the gaze of the men; yet she stands undaunted, suffering nothing cowardly in the face of the contest. Whereas hitherto I used to praise the other painters whenever I beheld the drama of that Colchian woman—how, being about to bring the sword upon her children, she divides her countenance between pity and wrath, and one of her eyes displays anger, while the other reveals the mother sparing and shuddering—now I have transferred my wonder from that conception to this painting. And exceedingly do I admire the craftsman, because even more than his colours he blended character, mingling modesty together with courage, affections warring against one another by nature.
Προβαινούσης δὲ εἰς τὸ πρόσω τῆς μιμήσεως, δήμιοί τινες ἐν χιτωνίσκοις γυμνοὶ, ἤδη εἴχοντο τοῦ ἔργου· καὶ ὁ μὲν δραξάμενος τῆς κεφαλῆς, καὶ ἀνακλίνας εἰς τὸ κατόπιν, παρεῖχε τῷ ἑτέρῳ εὐτρεπὲς εἰς τιμωρίαν τῆς παρθένου τὸ πρόσωπον· ὁ δὲ παραστὰς ἐξέκοπτε τῶν ὀδόντων. Σφῦρα δὲ καὶ τέρετρον φαίνεται τῆς τιμωρίας τὰ ὄργανα. Δακρύω δὲ τὸ ἐντεῦθεν, καί μοι τὸ πάθος ἐπικόπτει τὸν λόγον. Τὰς γὰρ τοῦ αἵματος σταγόνας οὕτως ἐναργῶς ἐπέχρωσεν ὁ γραφεὺς, ὥστε εἴποις ἂν προχεῖσθαι τῶν χειλέων ἀληθῶς, καὶ θρηνήσας ἀπέλθοις. Δεσμωτήριον μετὰ ταῦτα, καὶ πάλιν ἡ παρθένος σεμνὴ ἐν τοῖς φαιοῖς ἱματίοις κάθηται μόνη, ἐκτείνουσα τὼ χεῖρε πρὸς οὐρανὸν, καὶ καλοῦσα Θεὸν ἐπίκουρον τῶν δεινῶν. Εὐχομένῃ δὲ ταύτῃ φαίνεται ὑπὲρ κεφαλῆς τὸ σημεῖον, ὃ δὴ Χριστιανοῖς προσκυνεῖσθαί τε πέφυκε καὶ ἐπιγράφεσθαι, σύμβολον, οἶμαι, τοῦ πάθους, ὅπερ αὐτὴν ἐξεδέχετο. Εὐθὺς γοῦν καὶ μετ' ὀλίγον, πῦρ ἀλλαχοῦ σφοδρὸν ὁ ζωγράφος ἀνῆψεν, ἐρυθρῷ χρώματι, ἔνθεν καὶ ἔνθεν ἐπιλαμφθέντι, σωματοποιήσας τὴν φλόγα. Ἵστησι δὲ μέσην αὐτὴν, τὰς μὲν χεῖρας πρὸς οὐρανὸν διαπλώσασαν, ἀχθηδόνα δ' οὐδεμίαν ἐπιφέρουσαν τῷ προσώπῳ· ἀλλὰ τοὐναντίον γεγηθυῖαν, ὅτι πρὸς τὴν ἀσώματον καὶ μακαρίαν ἐξεδήμει ζωήν. Μέχρι τούτου καὶ ὁ ζωγράφος ἔστησε τὴν χεῖρα, κἀγὼ τὸν λόγον. Ὥρα δέ σοι καὶ αὐτὴν, εἰ βούλει, τελέσαι τὴν γραφὴν, ἵνα κατίδῃς ἀκριβῶς, εἰ μὴ πολὺ κατόπιν τῆς ἐξηγήσεως ἤλθομεν.
As the representation advances further, certain executioners stripped to short tunics were already setting to the work; and the one, seizing her head and bending it backward, offered the virgin's face ready for punishment to the other; while he, standing beside her, was knocking out her teeth. A hammer and a borer appear as the instruments of punishment. From this point I weep, and emotion cuts short my speech. For the painter laid on the drops of blood so vividly that you would say they were truly streaming from her lips, and you would depart lamenting. After these things, a prison; and again the revered virgin sits alone in her dark garments, stretching out both hands towards heaven and calling upon God as helper in dread perils. And as she prays, there appears above her head the sign which it is customary for Christians both to venerate and to trace, a symbol, I think, of the passion that awaited her. Immediately, at any rate, a little further on, in another part the painter kindled a fierce fire, giving body to the flame with red pigment gleaming on this side and on that. And he sets her in the midst, having spread out her hands towards heaven, bringing no distress onto her countenance, but on the contrary rejoicing because she was departing to the bodiless and blessed life. Up to this point both the painter stayed his hand and I my discourse. Now it is time for you, if you wish, to complete the painting itself, so that you may see accurately whether we have not fallen far short in our exposition.