παθὼν, καὶ τοῖς δούλοις τὸν ζῆλον ἀφείς; Εἶτα μετ' ἐκεῖνον Στέφανος, ὁ φερωνύμως τῆς κατὰ Θεὸν εὐδοξίας ἀγωνιστής· πάντες οἱ ἑξῆς μαθηταὶ καὶ ἀπόστολοι. Καὶ ἐπίσκεψαι, διὰ μιᾶς ὕβρεως ὅσους ἀτιμάζεις· Ἰωάννην τὸν Βαπτιστὴν, Ἰάκωβον τὸν λεγόμενον ἀδελφὸν τοῦ Κυρίου, Πέτρον, Παῦλον, Θωμᾶν (τούτους ὡς προστάτας ὀνομάζω τῶν μαρτύρων)· ἔπειτα τὸ ἄπειρον πλῆθος τῶν ἀποθανόντων ὑπὲρ τῆς ζωῆς. Μὴ μικρόν σοι τούτοις προσκρούειν; μὴ ὀλίγος τῆς ἔχθρας ὁ κίνδυνος; Τούτων ἕκαστος τὸν διάβολον μετὰ τῆς φρατρίας τῶν δαιμόνων ἐνίκησεν, ἀγγέλοις δὲ ἐνεγράφη, καὶ τηρεῖται ὡς εὐδόκιμος ἀθλητὴς τῇ ἀναῤῥήσει τῆς ἀναστάσεως· παραστήσεται δὲ τῇ ἐπιφανείᾳ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, ἀνοίγων ἐν παῤῥησίᾳ τὸ στόμα, ἐπευφραινόμενος τῇ θέᾳ τῶν ἀγγέλων, τῇ δόξῃ τοῦ Θεοῦ μακαρίζων ἑαυτὸν, τῶν μαστίγων, τῶν δεσμῶν, τῶν στρεβλώσεων, τῆς ἐπικερδοῦς τελευτῆς· ὅτι τῆς ἀτελευτήτου ζωῆς αὐτῷ γεγένηται πρόξενος.
suffered and left emulation behind to His servants? Next after Him comes Stephen, true to his name the combatant of godly renown; and in succession all the disciples and apostles. And consider how many you dishonour through a single insult: John the Baptist, James who is called the brother of the Lord, Peter, Paul, Thomas (these I name as leaders of the martyrs); next, the boundless multitude of those who died on behalf of life. Is it a small thing to you to clash with these? Is the peril of their enmity slight? Each one of these conquered the devil along with the clan of demons, and was enrolled among angels, and is kept as an approved athlete for the proclamation of the resurrection; and he shall stand present at the appearing of our God and Saviour, opening his mouth in boldness of speech, rejoicing in the sight of the angels, counting himself blessed in the glory of God on account of the scourges, the bonds, the rackings, the profitable end—because it has proved for him the procurer of endless life.
Ἀλλ' ὅταν τούτων ἀκούσῃς, οἶδα ἃ φρονεῖς, καὶ λέγεις· Δεκτικὸς κἀγὼ τῶν ὁμοίων. Ἂν ζήσω κατ' ἀρετὴν, οὐ χείρων, οὐδ' ἀτιμότερος τῶν νῦν θαυμαζομένων ἔσομαι. Μάλιστα μὲν οὖν, ἀλαζόνος ταῦτα τὰ ῥήματα, δικαιοῦντος ἑαυτὸν κατὰ τὸν μεγάλαυχον Φαρισαῖον, καὶ πάσης ταπεινότητος ξένα. Πρόδηλον δὲ, ὡς ὁ μὴ πρότερον ταπεινωθεὶς, εἰς ὕψος οὐκ ἀναβαίνει· ἀπόφασις γάρ ἐστι Δεσποτική. Ἵνα δέ τίς σοι ἐνεχυρίζῃ, ὅτι γενήσῃ τοιοῦτος, οὐ θέλεις, εἰπέ μοι, αἰδεσθῆναι τοὺς τὴν ὁδόν σοι τῆς εὐσεβείας τέμνοντας, τοὺς ὁδηγοὺς τῶν καλῶν, τοὺς διδασκάλους τῆς ἀρετῆς, τοὺς παιδεύσαντάς σε καρτερίαν καὶ θανάτου καταφρόνησιν; Παρὰ τῶν μαθητῶν τοῦ βίου τούτου εὐγνωμοσύνην διδάχθητι, ὅτι ὅμοιοι γινόμενοι τῶν διδαξάντων, καὶ οὐδὲν τῆς τέχνης ἐλλείποντες, ὅμως τῶν διδασκόντων φιλοῦσι τὰ στήθη, αἰδοῦνται, εὐφημοῦσι, τῶν πρωτείων παραχωροῦσι, θεραπεύουσιν ὡς πατέρας. Πολλὰ καὶ τελευτήσαντες ἅγιοι δύνανται, καὶ ἀπελθόντες τοῦ βίου εὐεργετοῦσιν ἀνθρώπους· καὶ μάρτυς τῶν λεγομένων ὁ Ἐλισσαῖος, πάλαι μὲν ἀπελθὼν τοῦ βίου καὶ κοιμηθεὶς, ἀθάνατον δὲ καὶ ἀχώριστον τὴν τοῦ Θεοῦ χάριν λαβὼν, τῷ χώματι παρεδρεύουσαν καὶ τοῖς ἀψύχοις ὀστέοις. Οἶδας γὰρ, ὁ φιλόπονος τῶν Γραφῶν μαθητὴς, ὅτι νεκρός τις παρὰ τῶν οἰκείων εἰς τὴν ἐκφορὰν κομιζόμενος, λῃστῶν ἀθρόον ἢ πολεμίων καταλαβόντων, οἷα φιλεῖ συμβαίνειν ἐν συνοχῇ καὶ θορύβῳ, ἐπιῤῥιφθεὶς τῷ τάφῳ τοῦ τρισμακαρίου προφήτου, ἀθρόον ἐψυχώθη, καὶ πρὸς τοὺς ζῶντας ἀνέλυσεν. Τί οὖν ἐροῦμεν πρὸς τὸ γενόμενον; Μὴ αἴσθησιν εἶχε τῶν πραττομένων ὁ δίκαιος; μὴ εὐχὴν ἀνέπεμψεν, ὡς ὑπὲρ τοῦ παιδαρίου τῆς Σαμαρίτιδος; Ἀλλ' οὐδὲν τοιοῦτον δίδωσιν ἡμῖν ἐννοεῖν ἡ τῶν πραγμάτων ἀλήθεια. Ἔκειτο γὰρ πρὸ πολλῶν τῶν χρόνων ὁ δίκαιος, ἀναλυθέντος τοῦ σώματος πρὸς τὸν συγγενῆ χοῦν καὶ τὴν ὁμόφυλον κόνιν. Πρόδηλον δὲ καθέστηκεν, ὡς δοξάζων ὁ Θεὸς ἀεὶ καὶ μετὰ τέλος τοὺς ἰδίους ἀνθρώπους,
Yet when you hear these things, I know what you think, and you say: I too am capable of the like things. If I live according to virtue, I shall be neither inferior nor less honoured than those who are now admired. Assuredly, indeed, these are the words of a boaster, justifying himself after the manner of the vainglorious Pharisee, and alien to all humility. Now it is manifest that he who has not first been humbled does not ascend on high; for it is a pronouncement of the Master. And even supposing someone were to guarantee to you that you will become such a man, are you unwilling, tell me, to reverence those who cut open for you the path of piety, the guides to noble deeds, the teachers of virtue, those who trained you in endurance and contempt of death? Learn gratitude from the disciples of this present life: though becoming like those who taught them, and falling short in nothing of their craft, nevertheless they kiss the breasts of their teachers, revere them, speak their praises, yield first place to them, and tend them as fathers. Even after they have died, saints avail much, and having departed from life they confer benefits upon mankind; and a witness to what is said is Elisha, who long before had departed from life and fallen asleep, yet had received the grace of God immortal and inseparable, abiding beside his mound and his lifeless bones. For you know, O diligent student of the Scriptures, that when a certain dead man was being carried out by his kinsfolk for burial, and robbers or enemies suddenly came upon them—as is wont to happen in distress and tumult—upon being cast onto the tomb of the thrice-blessed prophet, he was suddenly quickened to life and returned among the living. What, then, shall we say in response to what took place? Did the righteous man possess perception of what was being done? Did he send up a prayer, as on behalf of the child of the Samaritan woman? Yet the truth of the facts allows us to conceive nothing of the sort. For the righteous man had been lying there for many ages past, his body having been dissolved into its kindred earth and its congenital dust. Rather, it stands manifest that God, ever glorifying His own men even after their end,