Migne Reading Room

PG 40 · cols. 332–341 · Read from the page

Homilies

Homilies

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 40:332Read from the page
ἀπολέσαντες· οὐκ ἔχων ὁ Μωϋσῆς τηνικαῦτα ὅπως ὑπὲρ τῶν μαθητῶν ἐξιλεώσηται τὸν Δεσπότην, ὁ παιδαγωγὸς ὁ πολύμοχθος, καταφεύγει πρὸς τὴν μνήμην τῶν πατέρων, καὶ μετ' ἐκείνων τὴν ἱκετηρίαν προβάλλεται· φησὶν δὲ οὕτως· Ἵλεως γενοῦ ἐπὶ τῇ κακίᾳ τοῦ λαοῦ, μνησθεὶς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ τῶν σοῦ οἰκετῶν, οἷς ὤμοσας κατὰ σεαυτοῦ, πληθῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ. Μεγάλη ἡ ὀργὴ, καὶ ὁ θυμὸς ἀπαραίτητος· ἀλλ' ὁ σοφὸς καὶ εὐμήχανος ἱκέτης, τὰ προσωπεῖα περιθέμενος τῶν ἁγίων, καὶ τὰς πολλὰς τῶν γερόντων διὰ τῆς μνήμης τῷ Θεῷ ἀποῤῥίψας .... ἔσβεσεν ὡς φλόγα την τιμωρίαν· πατρικῷ ἐλαίῳ τῶν μανέντων υἱῶν θεραπεύσας τὰ τραύματα.
having lost it; since Moses had no means at that time whereby to propitiate the Master on behalf of his disciples, the much-toiling tutor flees for refuge to the remembrance of the fathers, and together with them puts forward his supplication; and he speaks thus: Be merciful towards the wickedness of the people, remembering Abraham, and Isaac, and Jacob Thy servants, to whom Thou swore by Thyself to multiply their seed as the stars of heaven. Great was the wrath, and inexorable the anger; yet the wise and resourceful suppliant, putting on the masks of the saints and casting before God through remembrance the many [intercessions] of the elders .... quenched the punishment like a flame, healing with paternal oil the wounds of the frenzied sons.
Καταλιπὼν τὴν Μωσαϊκὴν βίβλον, ἐπὶ τὰς βίβλους τῶν Βασιλέων μετάβηθι. Ὄψει γὰρ κἀκεῖ παῖδα φειδοῦς ἀξιούμενον, διότι γέννημα ἦν φιλοθέου πατρός. Σολομὼν δέ ἐστιν οὗτος ὁ πολυθρύλλητος· ὃς ἐπειδὴ προϊόντος τοῦ χρόνου οὐκ ἦν τῶν παθῶν αὐτοκράτωρ, δοῦλος δὲ μᾶλλον, καὶ ἀκρατέστερος σωμεραστὴς διὰ τὴν ἀπροσεξίαν τοῦ βίου, μετέβαλεν καὶ τὴν πατρῴαν εὐσέβειαν, εἴδωλα μορφώσας τὰ τοῦ νόμου προσκόμματα· φησὶ πρὸς αὐτὸν ὁ Θεός· Διαῤῥήσων διαῤῥήξω τὴν βασιλείαν σου, καὶ δώσω αὐτὴν τῷ δούλῳ σου· πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω ταῦτα διὰ Δαβὶδ τὸν πατέρα σου· ἐκ χειρὸς τοῦ υἱοῦ σου λήψομαι αὐτήν. Ταῦτα ἡμᾶς ἡ ἱστορία παιδεύει· διδάσκει δὲ καὶ ᾠδὴ τῶν Ψαλμῶν τὰ ὅμοια· Νεώτερος ἤμην· καὶ γὰρ ἐγήρασα· καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους.
Leaving the Mosaic book, pass over to the books of Kings. For there too you will see a child deemed worthy of sparing mercy because he was the offspring of a God-loving father. And this is the much-famed Solomon; who, when in the course of time he was not master of his passions, but rather their slave, and an intemperate lover of the body through carelessness of life, altered even his ancestral piety, fashioning idols, the stumbling-blocks of the law; God says to him: Rending I will rend your kingdom, and I will give it to your servant; nevertheless in your days I will not do these things, for the sake of David your father; out of the hand of your son I will take it. History instructs us in these things; and the song of the Psalms also teaches the like: I was younger, and indeed I have grown old; and I have not seen a righteous man forsaken, nor his seed seeking bread.
Ἀλλ', ᾗ ἔοικεν, ἐπειδὰν ἅπαξ ψυχὴ τῆς ἀληθείας καταθρασύνηται, καὶ τοῦ καινοτομεῖν ἐκπλήκτως ἀντὶ τοῦ ζῆν ἐν τάξει προβέβληται, οὐδὲν αὐτὴν ἐπιστρέφειν ἱκανὸν εἰς τὴν εὐθεῖαν καὶ τεταγμένην ὁδόν· ἐνδακοῦσα δὲ τὸν χαλινὸν, ὥσπερ τις πῶλος δυσήνιος φέρεται πρὸς τὸ βάραθρον, νικῶσα τὸν ἀναβάτην νοῦν τῇ πρὸς τὴν κακίαν ὁρμῇ· ὥσπερ δὴ καὶ τοὺς Εὐνομιανοὺς τούτους ἔστιν ἰδεῖν. Οὕτως γὰρ φιλοῦσι καλεῖσθαι μᾶλλον, ἢ τοῦ Χριστοῦ ἄνθρωποι, Θεὸν βλασφημοῦντες, τοὺς ἀνθρώπους τοῦ Θεοῦ ἀτιμάζοντες, μᾶλλον δὲ ἐντρεπόμενοι τὰς,τῶν ἁγίων ἀναπαύσεις, ἢ οἱ σωφρονοῦντες τοὺς βωμοὺς, καὶ τοὺς βεβήλους καὶ τοὺς μεμιασμένους τῶν τόπων. Ἐχρῆν δὲ τοὺς τῆς ἀπονοίας ἐκείνους ἀσκητὰς, καὶ τὸ κατὰ πάντων θράσος ἀρετὴν νομίζοντας, τὰς γοῦν τῶν δαιμόνων αἰδεσθῆναι φωνὰς, κραζόντων καὶ βοώντων λαμπρῶς τῶν μαρτύρων τὴν δύναμιν, καὶ ὀνόμασι καλούντων ἕκαστον, ὡς παρεστῶτα, καὶ ἀπελαύνοντα, καὶ φυγαδεύοντα τῶν τυραννουμένων ἀνθρώπων. Εἴτε δὲ τὰ συστήματα τῶν ἀθλητῶν τῆς εὐσεβείας ἐθέλοι τις ἐνεργεῖν κατὰ τῶν ἀκαθάρτων πνευμάτων, εἴτε ἀγγέλους εἰς τιμὴν τῶν ἀναπεπαυμένων παρεδρεύοντας τοῖς ἁγίοις σηκοῖς, οὐδὲν διαφέρει· ὁπότερον γὰρ ἂν λέγηται, δόξα τῶν ὑπὲρ τῆς εἰς Χριστὸν ἀγάπης ἐστὶ παθόντων. Πρόδηλον δὲ φαίνονται καθημέραν αἱ τῶν μαρτύρων εὐεργεσίαι, ἄλλαι τε ἄλλαι
Yet, as it seems, once a soul has grown bold against the truth, and has set before itself mad innovation instead of living in order, nothing is sufficient to turn it back onto the straight and appointed road; but biting the bit, like some unruly colt, it rushes headlong towards the abyss, overcoming the charioteer mind by its impulse towards wickedness—just as indeed one may see with these Eunomians. For thus they love to be called rather than men of Christ, blaspheming God, dishonouring the men of God, and shunning the resting-places of the saints more than sober-minded men shun the altars and the profane and polluted of places. Yet those practitioners of madness, who reckon audacity against all things to be virtue, ought at least to have respected the voices of the demons crying out and proclaiming aloud the power of the martyrs, and calling upon each by name as standing present and driving and banishing them away from the men tyrannized by them. And whether someone should wish that the bands of the athletes of piety work against the unclean spirits, or that angels attending the holy shrines in honour of those at rest do so, it makes no difference; for whichever may be said, it is the glory of those who suffered for the sake of love towards Christ. And manifestly there appear every day the benefactions of the martyrs, one after another
Notes, col. 332

On the reading

Printed την, for τὴν.

Printed τὰς,τῶν, for τὰς τῶν.

PG 40:333Read from the page
καὶ διαφέροντες, αἳ τῶν σατανικῶν ἐνεργημάτων ἐλευθεροῦσι τοὺς παραφόρους. Οἱ γὰρ ὑλακτοῦντες, καὶ τοῖς ἀδιηγήτοις τῆς μανίας ποτὲ κακοῖς ἐνεχόμενοι, νῦν σωφρονοῦντες ὁρῶνται, καὶ τῆς πρεσβείας τῶν ἁγίων τὴν παῤῥησίαν παρ' αὐτῶν βλέπομεν τῶν πραγμάτων μαρτυρουμένην. Καὶ ὥσπερ τῆς τοῦ Σωτῆρος ἡμῶν δυνάμεως ἀναμφίβολα δείγματα ἐν μέσῳ τῶν Ἑβραίων περιενόστουν, οἵ τε τῆς λέπρας ἀποξεσθέντες, καὶ οἱ τὰς ὄψεις ἰαθέντες τυφλοὶ, καὶ εἴ τις παραλυτικὸς τὰς τῶν μελῶν ἁρμονίας δυναμωθεὶς ἀκωλύτως ἐβάδιζεν· οὕτω καὶ νῦν οἱ τὸν σταυρὸν ὑπὲρ τοῦ σταυρωθέντος βαστάσαντες, τῆς παρὰ τοῦ Δεσπότου χάριτος ἐναργεῖς τὰς ἀποδείξεις παρέχονται, ποικίλως καὶ διαφόρως τοὺς πόνους τῶν ὁμοδούλων ἰώμενοι. Καὶ Παῦλος μὲν, καὶ Πέτρος, ὁ μὲν διώξας τὸ τοῦ Πύθωνος δαιμόνιον, ὁ δὲ τὸν χωλὸν ἀναστήσας τῶν τοῦ ναοῦ προπυλαίων, ἐκ πρακτικῶν δυνάμεων Ἑβραίους καὶ Ἕλληνας πρὸς τὴν ὑπακοὴν τοῦ Εὐαγγελίου ἐπέστρεψαν· αἱρετικῶν δὲ πονηρὸν σύνταγμα, τῶν νῦν κακῶς διοχλούντων τὴν ἡμετέραν ζωὴν, οὐδὲ τῇ μεγαλουργίᾳ τῶν θαυμάτων αἰδεῖται τοὺς μάρτυρας· πολυάνδρια δὲ καὶ τάφους τὰς κοσμήσεις αὐτῶν ὀνομάζουσι, καὶ τὰς εἰσόδους αὐτὰς ὡς μιάσματι προστριβομένας μυσάττονται, οὐδὲ ἐκείνου τοῦ θεσπεσίου λογίου τοῦ παρὰ παντὸς ᾀδομένου στόματος μνημονεύοντες, ὅτι· Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Εὐξώμεθα τοίνυν Θεῷ, παρακαλέσωμεν δὲ μάρτυρας, τὸν κοινὸν δυσωπῆσαι Δεσπότην, ἵνα δοθῇ πνεῦμα κατανύξεως τοῖς παρὰ τῆς αἱρετικῆς πλάνης ἐνεργουμένοις, λυθείσης δὲ τῆς διχονοίας, ὥσπερ μεσοτοίχου τινὸς ἢ φραγμοῦ, εἰς ἀδελφικὴν οἱ πάντες συνέλθωμεν ἕνωσιν· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
and varied, which set free the distraught from Satanic workings. For those who once barked and were held fast by the unspeakable evils of madness are now seen in their right mind, and we behold the boldness of the intercession of the saints attested by the facts themselves. And just as unmistakable proofs of our Saviour's power went about in the midst of the Hebrews—both those cleansed of leprosy, and the blind healed in their sight, and any paralytic who, strengthened in the joints of his limbs, walked unhindered—so now too those who bore the cross for the sake of the Crucified One furnish clear demonstrations of the grace from the Master, healing in manifold and diverse ways the sufferings of their fellow servants. And Paul and Peter—the one having driven out the demon of Python, the other having raised up the lame man at the gateways of the temple—converted Hebrews and Greeks through active mighty works to the obedience of the Gospel; whereas the wicked band of heretics who now grievously trouble our life do not even revere the martyrs for the magnificence of their miracles; instead they call their adornments common graves and tombs, and loathe the very entrances as though tainted with defilement, not even remembering that divine oracle sung by every mouth: Precious in the sight of the Lord is the death of His saints. Let us therefore pray to God, and let us entreat the martyrs to implore the common Master, that a spirit of compunction may be granted to those worked upon by heretical error, and that once dissension has been dissolved like some middle wall or fence, we may all come together into brotherly unity; in Christ Jesus our Lord, to Whom belongs glory unto the ages. Amen.
ΙΑʹ. Εἰς μαρτύριον τῆς πανευφήμου μάρτυρος Εὐφημίας ἔκφρασις.
XI. Ekphrasis on the martyrdom of the all-renowned martyr Euphemia.
Πρώην μὲν, ὦ ἄνδρες, Δημοσθένην ἔχων ἐν χερσὶ τὸν δεινὸν, καὶ Δημοσθένους ἐκεῖνα, ἔνθα δὴ τὸν Αἰσχίνην πικροῖς βάλλει τοῖς ἐνθυμήμασιν· ἐγχρονίσας δὲ τῷ λόγῳ, καὶ πυκνωθεὶς τὴν διάνοιαν, ἀνέσεως ἐδεόμην καὶ περιπάτου, ὥστε μοι λυθῆναι μικρὸν τῆς ψυχῆς τὸ πονούμενον. Προελθὼν δὲ τοῦ δωματίου, καὶ ὀλίγα τοῖς γνωρίμοις συμβαδίσας ἐπ' ἀγο-
The other day, O men, holding in my hands the formidable Demosthenes, and that speech of Demosthenes wherein he assails Aeschines with bitter arguments; having lingered long over the discourse, and grown overburdened in mind, I stood in need of relaxation and a walk, so that the weariness of my soul might be somewhat relieved for me. Stepping out of my chamber, and having walked a little with my acquaintances in the market-
PG 40:336Read from the page
ρᾶς, ἐκεῖθεν εἰς τὸ τοῦ Θεοῦ τέμνος ἀφικόμην εὐξόμενος ἐν σχολῇ. Ὡς δὲ καὶ τούτου τυχὼν, ἕνα δὴ τῶν ὑποστέγων δρόμων ἐβάδιζον, εἶδον ἐκεῖ γραφήν τινα, καί με κατάκρας εἷλεν ἡ θέα. Εὐφράνορος ἂν εἶπες εἶναι τὸ φιλοτέχνημα, ἤ τινος ἐκείνων τῶν παλαιῶν, οἳ τὴν γραφικὴν ἦραν εἰς μέγα, ἐμψύχους ὀλίγου δέοντος ἐργασάμενοι πίνακας. Δεῦρο δ', εἰ βούλει (καὶ γὰρ σχολὴ νῦν διηγήματος), φράσω σοι τὴν γραφήν. Οὐδὲ γὰρ φαυλότερα πάντως τῶν ζωγράφων [παῖδες] οἱ μουσῶν παῖδες ἔχομεν φάρμακα.
place, I came from there to the precinct of God to pray at leisure. And having accomplished this as well, as I was walking along one of the roofed colonnades, I saw a certain painting there, and the sight captivated me utterly. You would have said the work of art was by Euphranor, or by one of those ancients who raised the art of painting to greatness, fashioning panels that all but breathed with life. Come here, then, if you will (for there is leisure now for a narrative), and I shall describe the painting to you. For surely we children of the Muses [children] have pigments in no way inferior to those of the painters.
Γυνή τις ἱερὰ, παρθένος ἀκήρατος, Θεῷ τὴν σωφροσύνην καθιερώσασα· Εὐφημίαν καλοῦσιν αὐτήν. Τυράννου δέ ποτε τοὺς εὐσεβοῦντας ἐλαύνοντος, μάλα προθύμως τὸν ἐπὶ θανάτῳ εἵλετο κίνδυνον. Οἱ δὲ δὴ πολῖται καὶ κοινωνοὶ τῆς θρησκείας, ὑπὲρ ἧς ἐτελεύτησεν, ὡς ἀνδρείαν ὁμοῦ καὶ ἱερὰν τὴν παρθένον θαυμάσαντες, πλησίον τοῦ ἱεροῦ τὴν θήκην δειμάμενοι, καταθέμενοί τε τὴν λάρνακα, τιμὰς τελοῦσιν αὐτῇ, τὴν ἐτήσιον ἑορτὴν, καινὴν καὶ πάνδημον ποιοῦντες πανήγυριν. Οἱ μὲν οὖν τῶν τοῦ Θεοῦ μυστηρίων ἱεροφάνται καὶ λόγῳ τιμῶσι τὴν μνήμην ἀεὶ, καὶ ὅπως ἐξετέλεσε τὸν τῆς καρτερίας ἀγῶνα, ἐπιμελῶς τοὺς συνιόντας λαοὺς ἐκδιδάσκουσιν. Ὁ δὲ δὴ ζωγράφος εὐσεβῶν καὶ αὐτὸς, διὰ τῆς τέχνης κατὰ δύναμιν, πᾶσαν τὴν ἱστορίαν ἐν σινδόνι χαράξας, αὐτοῦ που περὶ τὴν θήκην ἱερὸν ἀνέθηκε θέαμα. Ἔχει δὲ ὧδε τὸ φιλοτέχνημα·
A certain sacred woman, an undefiled virgin, consecrated her chastity to God; they call her Euphemia. When a tyrant was once persecuting the pious, she most eagerly chose the peril unto death. Her fellow citizens and sharers in the religion for whose sake she died, marvelling at the virgin as at once courageous and holy, built a shrine near the temple and laid down her coffin, and pay honours to her, making her annual feast an ever-fresh assembly of the whole people. Now the hierophants of the mysteries of God ever honour her memory in speech as well, and diligently instruct the gathering peoples in how she accomplished the contest of endurance. And the painter, being pious himself too, having delineated the whole story upon linen cloth through his art to the best of his ability, dedicated a sacred spectacle somewhere right there around the shrine. And the work of art runs thus:
Ὑψηλὸς ἐπὶ θρόνου καθίδρυται δικαστὴς, πικρὸν καὶ δυσμενὲς βλέπων εἰς τὴν παρθένον (ὀργίζεται γὰρ, ὅτ' ἂν ἐθέλῃ, κἀν ταῖς ἀψύχοις ὕλαις ἡ τέχνη). Δορυφόροι δὲ τῆς ἀρχῆς καὶ στρατιῶται πολλοί· οἱ μὲν, τῶν ὑπομνημάτων ὑπογραφείσας δέλτους φέροντες καὶ γραφίδας· ων θάτερος ἀναρτήσας ἀπὸ τοῦ κηροῦ τὴν χεῖρα, βλέπει πρὸς τὴν κρινομένην σφοδρῶς, ὅλον ἐκκλίνας τὸ πρόσωπον, ὥσπερ κελευόμενος αὐτῇ γεγωνότερον λαλεῖν, ἵνα μὴ κάμνων περὶ τὴν ἀκοὴν, ἐσφαλμένα γράφῃ καὶ ἐπιλήψιμα. Ἕστηκε δὲ ἡ παρθένος ἐν φαιῷ χιτῶνι, καὶ ἱματίῳ τὴν φιλοσοφίαν σημαίνουσα· ὡς μὲν ἔδοξε τῷ γραφεῖ, καὶ τὴν ὄψιν ἀστεία· ὡς δὲ ἐμοὶ δοκεῖ, τὴν ψυχὴν κεκαλλωπισμένη ταῖς ἀρεταῖς. Ἄγουσι δὲ αὐτὴν πρὸς τὸν ἄρχοντα δύο στρατιῶται, ὁ μὲν ἕλκων ἐπὶ τὸ πρόσω, ὁ δὲ κατόπιν ἐπείγων. Κεκραμένον τῆς παρθένου τὸ ἦθος αἰδοῖ καὶ στεῤῥότητι. Νεύει μὲν γὰρ εἰς γῆν,
High upon a throne sits the judge, looking bitterly and fiercely at the virgin (for art too grows angry whenever it wishes, even in lifeless materials). Many bodyguards of the magistrate and soldiers are present; some carrying tablets and styluses of the secretaries of the records, one of whom, lifting his hand from the wax, gazes intently at the woman on trial, inclining his whole face, as though bidding her speak more loudly, lest, labouring in his hearing, he write things faulty and open to censure. And the virgin stands in a dark tunic, and by her mantle signifying philosophy—comely in countenance too, as it seemed to the painter, and as it seems to me, adorned in soul with virtues. Two soldiers lead her to the ruler, the one pulling her forward, the other urging her on from behind. The demeanour of the virgin is blended of modesty and steadfastness. For she bows towards the ground,
Notes, col. 336

On the reading

Printed τέμνος, for τέμενος.

Printed ὑπογραφείσας, for ὑπογραφεῖς τὰς.

Printed ων, for ὧν.

PG 40:337Read from the page
ὥσπερ ἐρυθριῶσα τὰς ὄψεις τῶν ἀῤῥένων· ἕστηκε δὲ ἀκατάπληκτος, οὐδὲν πάσχουσα πρὸς τὸν ἀγῶνα δειλόν· ὡς ἔγωγε τοὺς ἄλλους τέως ἐπῄνουν ζωγράφους, ὅτ' ἂν ἐθεασάμην τῆς γυναικὸς ἐκείνης τῆς Κολχίδος τὸ δρᾶμα, ὅπως μέλλουσα τοῖς τέκνοις ἐπιφέρειν τὸ ξίφος, ἐλέῳ καὶ θυμῷ μερίζει τὸ πρόσωπον, καὶ θάτερος μὲν τῶν ὀφθαλμῶν τὴν ὀργὴν ἐμφανίζει, θάτερος δὲ τὴν μητέρα μηνύει, φειδομένην καὶ φρίττουσαν· νῦν δὲ τὸ θαῦμα, ἀπ' ἐκείνης τῆς ἐννοίας πρὸς ταύτην μετατέθεικα τὴν γραφήν. Καὶ σφόδρα γε ἄγαμαι τοῦ τεχνίτου, ὅτι μᾶλλον ἔμιξεν τῶν χρωμάτων, τὸ ἦθος, αἰδώ τε ὁμοῦ καὶ ἀνδρείαν κεράσας, πάθη κατὰ φύσιν μαχόμενα.
as though blushing before the gaze of the men; yet she stands undaunted, suffering nothing cowardly in the face of the contest. Whereas hitherto I used to praise the other painters whenever I beheld the drama of that Colchian woman—how, being about to bring the sword upon her children, she divides her countenance between pity and wrath, and one of her eyes displays anger, while the other reveals the mother sparing and shuddering—now I have transferred my wonder from that conception to this painting. And exceedingly do I admire the craftsman, because even more than his colours he blended character, mingling modesty together with courage, affections warring against one another by nature.
Προβαινούσης δὲ εἰς τὸ πρόσω τῆς μιμήσεως, δήμιοί τινες ἐν χιτωνίσκοις γυμνοὶ, ἤδη εἴχοντο τοῦ ἔργου· καὶ ὁ μὲν δραξάμενος τῆς κεφαλῆς, καὶ ἀνακλίνας εἰς τὸ κατόπιν, παρεῖχε τῷ ἑτέρῳ εὐτρεπὲς εἰς τιμωρίαν τῆς παρθένου τὸ πρόσωπον· ὁ δὲ παραστὰς ἐξέκοπτε τῶν ὀδόντων. Σφῦρα δὲ καὶ τέρετρον φαίνεται τῆς τιμωρίας τὰ ὄργανα. Δακρύω δὲ τὸ ἐντεῦθεν, καί μοι τὸ πάθος ἐπικόπτει τὸν λόγον. Τὰς γὰρ τοῦ αἵματος σταγόνας οὕτως ἐναργῶς ἐπέχρωσεν ὁ γραφεὺς, ὥστε εἴποις ἂν προχεῖσθαι τῶν χειλέων ἀληθῶς, καὶ θρηνήσας ἀπέλθοις. Δεσμωτήριον μετὰ ταῦτα, καὶ πάλιν ἡ παρθένος σεμνὴ ἐν τοῖς φαιοῖς ἱματίοις κάθηται μόνη, ἐκτείνουσα τὼ χεῖρε πρὸς οὐρανὸν, καὶ καλοῦσα Θεὸν ἐπίκουρον τῶν δεινῶν. Εὐχομένῃ δὲ ταύτῃ φαίνεται ὑπὲρ κεφαλῆς τὸ σημεῖον, ὃ δὴ Χριστιανοῖς προσκυνεῖσθαί τε πέφυκε καὶ ἐπιγράφεσθαι, σύμβολον, οἶμαι, τοῦ πάθους, ὅπερ αὐτὴν ἐξεδέχετο. Εὐθὺς γοῦν καὶ μετ' ὀλίγον, πῦρ ἀλλαχοῦ σφοδρὸν ὁ ζωγράφος ἀνῆψεν, ἐρυθρῷ χρώματι, ἔνθεν καὶ ἔνθεν ἐπιλαμφθέντι, σωματοποιήσας τὴν φλόγα. Ἵστησι δὲ μέσην αὐτὴν, τὰς μὲν χεῖρας πρὸς οὐρανὸν διαπλώσασαν, ἀχθηδόνα δ' οὐδεμίαν ἐπιφέρουσαν τῷ προσώπῳ· ἀλλὰ τοὐναντίον γεγηθυῖαν, ὅτι πρὸς τὴν ἀσώματον καὶ μακαρίαν ἐξεδήμει ζωήν. Μέχρι τούτου καὶ ὁ ζωγράφος ἔστησε τὴν χεῖρα, κἀγὼ τὸν λόγον. Ὥρα δέ σοι καὶ αὐτὴν, εἰ βούλει, τελέσαι τὴν γραφὴν, ἵνα κατίδῃς ἀκριβῶς, εἰ μὴ πολὺ κατόπιν τῆς ἐξηγήσεως ἤλθομεν.
As the representation advances further, certain executioners stripped to short tunics were already setting to the work; and the one, seizing her head and bending it backward, offered the virgin's face ready for punishment to the other; while he, standing beside her, was knocking out her teeth. A hammer and a borer appear as the instruments of punishment. From this point I weep, and emotion cuts short my speech. For the painter laid on the drops of blood so vividly that you would say they were truly streaming from her lips, and you would depart lamenting. After these things, a prison; and again the revered virgin sits alone in her dark garments, stretching out both hands towards heaven and calling upon God as helper in dread perils. And as she prays, there appears above her head the sign which it is customary for Christians both to venerate and to trace, a symbol, I think, of the passion that awaited her. Immediately, at any rate, a little further on, in another part the painter kindled a fierce fire, giving body to the flame with red pigment gleaming on this side and on that. And he sets her in the midst, having spread out her hands towards heaven, bringing no distress onto her countenance, but on the contrary rejoicing because she was departing to the bodiless and blessed life. Up to this point both the painter stayed his hand and I my discourse. Now it is time for you, if you wish, to complete the painting itself, so that you may see accurately whether we have not fallen far short in our exposition.
ΙΒʹ. Ἐγκώμιον εἰς τὸν ἅγιον πρωτομάρτυρα Στέφανον.
XII. Encomium on the holy protomartyr Stephen.
Ὡς ἱερὸς ἀληθῶς καὶ καλὸς τῶν εὐφραινόντων ἡμᾶς πραγμάτων ὁ κύκλος! Ἑορτὴ γὰρ τὴν διαδέχε-
How truly sacred and noble is the cycle of the things that gladden us! For feast succeeds-
PG 40:340Read from the page
ται ἑορτὴν, καὶ πανήγυρις καταλαμβάνει πανήγυριν· καλούμεθα δὲ ἀπὸ εὐχῆς εἰς εὐχὴν, καὶ τοῦ Κυρίου τὰ Θεοφάνεια καταλαμβάνει ἡ τοῦ δούλου τιμή. Κἄν τε δὲ πρὸς τὴν γέννησίν τις ἀπείδῃ τοῦ χθὲς τεχθέντος διὰ σαρκὸς, καὶ ἀεὶ ὄντος κατὰ τὴν θεότητα· κἄν τε πρὸς τὸ ἐκείνου μαρτύριον, ὅπερ σήμερον ὁ γενναῖος ὑπέστη θεράπων· πολλὰ μὲν εὑρήσει καὶ ποικίλα τὰ πράγματα, ἕνα δὲ σκοπὸν, ἵνα ἡμεῖς διδαχθῶμεν τὴν εὐσέβειαν. Χθὲς μὲν ουν ἐμάθομεν διὰ τῆς ἐγκυκλίου καὶ συνήθους ἑορτῆς, ὅτι ἐγεννήθη ὁ τοῦ κόσμου Σωτὴρ, καὶ ὁ ἄσαρκος τὴν ἠμφιάσατο σάρκα, καὶ ὁ ἀσώματος ἐνεδύσατο σῶμα· εἶτα ὅτι καὶ ὑπὲρ ἡμῶν κατεδέξατο πάθη, καὶ ὑψώθη ἐπὶ τοῦ ξύλου, οὐχ ὑπὲρ ἄλλου τινὸς, ἢ ὑπὲρ ἡμετέρας προνοίας. Σήμερον δὲ βλέπομεν τὸν γενναῖον ἀγωνιστὴν ὑπὲρ ἐκείνου καταλιθούμενον, ἵνα αἵματι ἀποτίσῃ τὴν ὑπὲρ αἵματος χάριν.
feast, and festival overtakes festival; we are summoned from prayer to prayer, and the honour of the servant overtakes the Theophany of the Lord. Whether one looks to the birth of Him Who was born yesterday according to the flesh and ever exists according to the Godhead, or to the martyrdom of him which the noble attendant underwent today, he will find the events many and varied, yet having one aim: that we may be taught piety. Yesterday, then, we learned through the recurring and customary feast that the Saviour of the world was born, and the Fleshless One clothed Himself in flesh, and the Bodiless One put on a body; and next that for our sake He also accepted sufferings, and was lifted up upon the wood, for the sake of nothing else than provident care for us. Today we behold the noble combatant stoned on His behalf, so that by blood he might repay thanks for blood.
Στέφανος οὖν, ὁ τῆς πανηγύρεως ταύτης συναγωγεὺς, ὁ καλέσας ἡμᾶς ἐπὶ τὴν ὁρωμένην εὐφροσύνην, ὁ δημαγωγήσας ὡς μίαν τὴν πόλιν, ἀνὴρ ἀπαρχὴ τῶν μαρτύρων, διδάσκαλος τῶν ὑπὲρ Χριστοῦ πόνων, κρηπὶς τῆς καλῆς ὁμολογίας. Πρὸ γὰρ Στεφάνου οὐδεὶς ὑπὲρ τοῦ Εὐαγγελίου ἐξέχεεν αἷμα. Ἀλλ' ὥσπερ Κάϊν ἐκεῖνος ὁ ἀδελφοκτόνος (καθώς με διδάσκει ἡ τοῦ Μωϋσέως ἱστορία) τὴν ἀδελφοκτονίαν εἰργάσατο (ἀναλαβὼν γὰρ ἀντὶ τῆς φυσικῆς φιλίας ἔριδα, πρῶτος φόνῳ τὴν γῆν ἐκαίνισεν)· οὕτως καὶ Στέφανος ὁ τρισμακάριος πρῶτος τῷ οἰκείῳ αἵματι τὴν γῆν διὰ τῶν εὐσεβῶν ἀγωνισμάτων ἡγίασεν, ἀνὴρ τοῖς χρόνοις τῶν ἀποστόλων δεύτερος, τοῖς δὲ ἀνδραγαθήμασι πρῶτος. Καί μοι μὴ ἀγανακτήσῃς, Πέτρε· μὴ ἀχθεσθῇς, Ἰάκωβε· μὴ δυσχεράνῃς, Ἰωάννη, εἰ μὴ μόνον συγκρίνω τῇ ὑμετέρᾳ φιλοσοφίᾳ τὸν ἄνδρα, ἀλλ' εἴ τι καὶ πλέον αὐτῷ νέμειν ἐθέλω· μᾶλλον γάνυσθε, καὶ ἡδέως· ἄφθονοι γάρ ἐστε πατέρες, καὶ τοῖς κατορθώμασι τῶν υἱῶν ἐπαγάλλεσθε, καὶ ἡδέως νικᾶσθε παρὰ τῶν παίδων εἰς ἀρετήν. Εἰ γάρ τι καλὸν καὶ μέγα παρὰ τοῦ Στεφάνου, τοῦτο πάντως ὑμέτερον, παιδευτῶν ἐκείνου, καὶ μυσταγωγῶν. Ἡ γὰρ τῶν ἀθλητῶν εὐδοκίμησις δόξα γίνεται τοῦ παιδοτρίβου. Διὸ, μικρὸν ὑμᾶς παραιτησάμενος, ἐρῶ μετὰ παῤῥησίας ἅ μοι δίδωσιν ἡ ὑπόθεσις εἰς συνηγορίαν τοῦ κατὰ Χριστὸν ἀριστέως.
Stephen, then, is the convener of this festival, who has summoned us to the gladness we behold, who has gathered the city together as one, a man who is the first-fruits of the martyrs, teacher of toils on behalf of Christ, foundation of the noble confession. For before Stephen no one shed blood on behalf of the Gospel. Yet just as that Cain the fratricide (as the history of Moses teaches me) wrought fratricide (for taking up strife in place of natural affection, he was the first to handsel the earth with murder); so too thrice-blessed Stephen was the first to sanctify the earth with his own blood through pious contests—a man second to the apostles in time, yet first in heroic deeds. And be not indignant with me, Peter; be not vexed, James; be not displeased, John, if I not only compare the man with your philosophy, but even wish to accord something more to him; rather rejoice, and gladly; for you are ungrudging fathers, and exult in the achievements of your sons, and are gladly surpassed by your children in virtue. For if there is anything noble and great from Stephen, this is altogether yours, as his instructors and initiators into the mysteries. For the renown of the athletes becomes the glory of the trainer. Wherefore, begging your pardon a little, I shall speak with boldness what my theme affords me in advocacy of the champion in Christ.
Πρεσβύτερος εἶ τῶν μαθητῶν, ἅγιε Πέτρε, καὶ πρὸ πάντων τὸν Ἰησοῦν Χριστὸν κατήγγειλας. Ἔτι δὲ σοῦ τὸν λόγον τὸν εὐαγγελικὸν κηρύττοντος, καὶ πόλιν ἐκ πόλεως μετιόντος, καὶ χώραν ἐκ χώρας ἀμεί-
You are the elder of the disciples, holy Peter, and before all others you proclaimed Jesus Christ. Yet while you were still preaching the evangelical word, and passing from city to city, and traversing land after-
Notes, col. 340

On the reading

Printed ουν, for οὖν.

PG 40:341Read from the page
βοντος, καὶ πονοῦντος τὸ κήρυγμα, οὗτος εἰσελθὼν εἰς τὸ στάδιον, καὶ ἁρπάσας τῶν ἀγωνισμάτων τὸν στέφανον, μετελθὼν εἰς τὸν οὐρανὸν ἐδοξάσθη· ἔτι σοῦ περὶ γῆν στρεφομένου· καὶ τὸ μεῖζον, αὐτοῦ τοῦ Πατρὸς καὶ Υἱοῦ καλοῦντος αὐτὸν διὰ τῆς θαυμαστῆς ὀπτασίας. Οὕτως μὲν καὶ ὁ Πέτρος· καὶ ἀρκεῖ τὰ εἰρημένα. Τολμηρὸν γὰρ ἐπιπλεῖστον περὶ πρωτείων ἁμιλλᾶσθαι πατράσιν. Ἴδωμεν δὲ καὶ τὰ σὰ, Ἰάκωβε ἀδελφὲ τοῦ Ἰωάννου. Εὐαγγελιστὴς εἶ τοῦ Χριστοῦ, θήραμα δεύτερον μετὰ Πέτρον. Καὶ τίς οὐκ ἂν ἀγασθείη σου τῆς πίστεως ; Μόνον γὰρ ἐκλήθης, καὶ μηδὲν μελλήσας ὑπήκουσας. Κατέλιπες μετὰ τῆς πορθμίδος καὶ τὸν πατέρα τὸν Ζεβεδαῖον· ἠκολούθησας δὲ καὶ τῷ Χριστῷ ὡς γνήσιος μαθητής. Ἔπαθες ὑπὲρ τῆς εὐσεβείας προθύμως, ὁμολογῶ· μαχαίρᾳ γάρ σε Ἡρώδης ὁ τύραννος διεχρήσατο· ἀλλὰ μετὰ Στέφανον πολλοῖς ὕστερον χρόνοις. Καὶ τί τοὺς καθέκαστον ὀνομάζω, ὁπότε κατὰ πάντων ὁμοῦ τῶν ἁγίων, τὸ τοῦ μαρτυρίου βραβεῖον ἀνείλετο, πρῶτος τὸν διάβολον παραταξάμενος, καὶ πρῶτος νικήσας, μιμησάμενος τὸν Δαβὶδ, εἰ καὶ δι' ἀντιστρόφου τοῦ πράγματος ; Λίθοις ὁ Δαβὶδ τὸν Γολιὰθ ἐνίκησε, λίθοις καὶ Στέφανος τὸν διάβολον· ἀλλ' ὁ μὲν, οἷς ἔβαλεν· ὁ δὲ, οἷς ἐβλήθη. Ἡμεῖς δὲ, ὁ Χριστοῦ λαὸς, ὡς ἡ στρατιὰ τότε τοῦ Ἰσραὴλ, κράζωμεν καὶ εὐφημοῦμεν τὰ ἐπινίκια, ὡς παρόντα βλέποντες, ὡς ἑστῶτα θαυμάζοντες.
land, and labouring at the proclamation, this man entered the stadium, and seizing the crown of the contests, departed into heaven and was glorified while you were still going about upon earth—and what is greater, the Father Himself and the Son calling him through that wondrous vision. Thus stands the case with Peter; and what has been said suffices. For it is overly bold to contend at length with fathers concerning primacy. Let us look also at your deeds, James, brother of John. You are an evangelist of Christ, the second catch after Peter. And who would not marvel at your faith? For you were merely called, and without any delay you obeyed. Together with the skiff you left behind also your father Zebedee; and you followed Christ as a genuine disciple. You suffered eagerly on behalf of piety, I acknowledge; for Herod the tyrant slew you with the sword; yet many years later after Stephen. And why do I name them one by one, when over against all the saints together he carried off the prize of martyrdom, being the first to array himself against the devil and the first to conquer, imitating David, albeit by the reverse of the action? With stones David conquered Goliath, and with stones Stephen conquered the devil; yet the one by those he hurled, the other by those wherewith he was pelted. Let us, then, the people of Christ, like the army of Israel at that time, cry aloud and acclaim the songs of victory, beholding him as present, admiring him as standing before us.
Καλὸς μὲν γὰρ ἅπας ὁ τῆς εὐσεβείας ὑπερμαχῶν, κἂν δεύτερος, κἂν τρίτος τοῖς προαθλήσασιν ἐπιγένηται· οὐ μὴν τοιούτου θαύματος ἄξιος, οὗπερ ὁ πρῶτος. Ὁ μὲν δεύτερος, ζήλῳ τοῦ προλαβόντος ἐναχθεὶς πρὸς τὴν μίμησιν, οὕτως εἶτα ἑλκύσθη πρὸς σπουδὴν· ὁ δὲ μηδενὶ καθηγεμόνι χρησάμενος, εὑρετὴς δὲ γεγονὼς τοῦ καλοῦ, εἰκότως τὴν τοῦ πρωτείου δέχεται ψῆφον. Μεγάλη οὖν ἡ τοῦ ἀνδρὸς προθυμία· διὸ μεγάλη καὶ ἡ τιμή· ἀθάνατος δὲ ἡ μνήμη, ἣν οὔτε λήθη ἐκάλυψεν, οὔτε χρόνος ἠμαύρωσεν· ἀλλὰ γενεὰ ἐκ γενεᾶς διαδεχομένη τὰ διηγήματα. Ταύτην ἀπαραβάτως τὴν ἑορτὴν ἐπιτελοῦμεν ἱερεῖς, λαοὶ, παῖδες, ἄνδρες, γυναῖκες. Σκοπητέον δὲ καὶ τὴν ἱστορίαν αὐτὴν, ἵνα ἐν χρῷ τῶν πραγμάτων γενόμενοι, μᾶλλον δὲ τὸν ἄνδρα θαυμάσωμεν.
For noble indeed is everyone who champions piety, even if he comes second or third after those who contended before him; yet he is not worthy of such wonder as is the first. For the second, urged on to imitation by emulation of his predecessor, was thus drawn next to zeal; whereas he who made use of no guide, and became the inventor of the noble deed, reasonably receives the vote of primacy. Great, then, was the man's eagerness; wherefore great also is his honour; and immortal is his memory, which neither forgetfulness has veiled nor time dimmed, generation after generation receiving the accounts in succession. Inviolably do we celebrate this feast—priests, peoples, children, men, women. Yet we must also examine the history itself, so that coming close to the events, we may marvel all the more at the man.
Πρῶτος ἦν τῶν κατὰ Χριστὸν διακόνων ὁ Στέφανος, ἡγιασμένος τῇ χάριτι, σκεῦος πεπληρωμένον τοῦ Πνεύματος, καθ' ἡμέραν βεβαιῶν τοὺς οἰκείους, καὶ τοὺς πλανωμένους πρὸς τὴν εὐθεῖαν ὑποστρέφων ὁδόν. Ἐπειδὴ δὲ σφοδρότερον εἴχετο τῆς διδασκαλίας, μᾶλλον παρὰ τοὺς λοιποὺς ἀποστόλους, τοὺς ἐχθροὺς ἐλύπει· καὶ πρὸ ἐκείνων, τὸν πρῶτον δυσμενῆ τὸν διάβολον. Πυρώδεις γὰρ ἐκεῖνος τοὺς ὀφθαλμοὺς ἐφίστησι, καὶ ἄγριον βλέποντας, τοῖς μᾶλλον τῇ εὐ-
Stephen was the first of the deacons in Christ, sanctified by grace, a vessel filled with the Spirit, daily strengthening those of the household and turning back those gone astray onto the straight road. And since he cleaved more vehemently to his teaching, more than the rest of the apostles, he vexed his enemies; and before them, the foremost foe, the devil. For that one fixes fiery eyes, glaring savagely, upon those who cleave more closely to pi-
Notes, col. 341

On the reading

Printed σπουδὴν, for σπουδήν.