εἰς ὕστερον συμβαινόντων. Καὶ τούτου μάρτυρες οἱ ἠκρωτηριασμένοι τῶν ἀνθρώπων, οἷς οὐδεὶς ἰατρὸς τὴν τῶν μελῶν στέρησιν ἐπηνώρθωσε. Διόπερ καὶ οἱ μαθηταὶ τὸ πάθος κατελεήσαντες, καὶ βλέποντες ἄνθρωπον τῆς καλλίστης ἡδονῆς τοῦ φωτὸς οὐ γευσάμενον, τὴν αἰτίαν περιεργάζοντες τῆς κακώσεως, ἐπυνθάνοντο παρὰ τοῦ Κυρίου, οὐ λίαν ἐπιστημόνως, εἴπερ ἐξ ἁμαρτίας οἰκείας, ἢ διὰ πλημμελήματα τῶν γονέων, τοιοῦτος εἰς τὸν βίον παρήχθη. Ἑκατέρωθεν δὲ ἡ ἐρώτησις ἔχει τὸ ἐπιλήψιμον· οὔτε γὰρ ἂν ὑπὲρ τῶν πατέρων [οὐδενὸς ὢν ἔνοχος] κατεγνώσθη, ἄλλον ὑπὲρ ἄλλου τοῦ Θεοῦ μὴ κολάζοντος· οὔτε μὴν ἰδίων πλημμελημάτων [ὁ μήπω προελθὼν εἰς τὸν βίον,] ἀπέτισε δίκας, εἴγε οὕτως μὲν τυφλὸς ἐγεννήθη. Οὐδεὶς γὰρ ἁμαρτωλὸς πρὸ γεννήσεως. Ἡ μὲν πτέσις οὐ λίαν δόκιμος· ὅπως δὲ ἡ Ἀλήθεια, ὁ Κύριος ἡμῶν, πρὸς τὴν ἐρώτησιν ἀπεκρίνατο, καταμάθωμεν. Τὸ γὰρ πάθος τοῦτο, φησὶν, ὦ μαθηταὶ, οὐχ ἁμαρτημάτων ἐστὶν ἀντίδοσις, ἀλλ' ἑτοιμασία μελλούσης οἰκονομίας, ὅπως ἂν [ὁ τέως] κοινὸς νομιζόμενος ἄνθρωπος, ἐνεργήσῃ τὰ ὑπὲρ ἄνθρωπον· καὶ ὁ κτίστης τῶν ὅλων, μετὰ τὴν πρώτην ποίησιν, εὕρῃ καὶ νῦν τοῦ δημιουργεῖν ἀφορμάς· ἐκ δὲ τῶν μερικῶν καὶ τὰ καθόλου πιστώσηται· ὁ δὲ σκληρὸς λαὸς καὶ δυσάγωγος πεισθῇ προσκυνεῖν, ῥίψας τοὺς λίθους. Φωτισθήτωσαν τοίνυν ὀφθαλμοὶ μὴ βλέποντες, ἵνα καταλάμψῃ τὰς ψυχὰς τῶν ἀσυνέτων ὁ τῆς δικαιοσύνης ἥλιος. Γενέσθω πρᾶγμα παράδοξον, καὶ κτισθήτωσαν ὄψεις, ἵνα μάθωσιν οἱ στασιάζοντες, ὡς ὁ λεγόμενος υἱὸς τοῦ Ἰωσὴφ, ει ἦν ἀληθῶς τέκτονος υἱὸς, δίφρον μὲν ἐδύνατο διαῤῥαγέντα ἐπανορθοῦν, ἢ τὰ ξύλα συνάγειν τῆς ἁρμονίας ἀποζευχθέντα, ἢ τὴν κλασθεῖσαν ὑπερείδειν δοκὸν, [ἢ λεαίνειν τὸ τραχὺ τῶν σανίδων, ἢ ποιεῖν ὅλον ἐκεῖνα, ἃ χειροτέχνης πατὴρ κατὰ τὸν λόγον τοῦ ἐπιτηδεύματος διδάσκει τὸν παῖδα] ἀνθρώπου δὲ μέρος, καὶ μέρος τὸ κάλλιστον τὸν ὀφθαλμὸν, τὸ μάλιστα παρὰ τῆς φύσεως φιλοπόνως δημιουργούμενον, οὐκ ἂν ἐποίησεν ἄλλος, εἰ μήγε ὁ τῆς πρώτης ἀρχῆς τῆς κατὰ φύσεως ἔχων τὴν ἐξουσίαν.
befall afterwards. And witnesses of this are mutilated human beings, whose deprivation of limbs no physician has ever restored. Wherefore the disciples also, taking pity on his affliction, and beholding a man who had never tasted the fairest pleasure of light, inquiring curiously into the cause of his misfortune, asked of the Lord, not very knowledgeably, whether from his own sin, or on account of transgressions of his parents, he had been brought forth into life in such a condition. Yet on either side the question is open to objection: for neither would he have been condemned on behalf of his fathers [when guilty of nothing], since God does not punish one person on behalf of another; nor indeed did he pay penalties for transgressions of his own [when he had not yet come forth into life], seeing that he was born blind in this manner. For no one is a sinner before birth. The inquiry itself is not very sound; let us learn, however, how the Truth, our Lord, answered the question. For this affliction, He says, O disciples, is no requital for sins, but a preparation for a dispensation to come, so that He Who [hitherto] is regarded as an ordinary man may work things surpassing man; and that the Creator of all things, after the first creation, may find even now occasions for creative work, and from particular deeds may confirm universal truths as well, and that a stubborn and intractable people may be persuaded to worship, casting away their stones. Let eyes that do not see be illumined, therefore, so that the Sun of righteousness may shine upon the souls of the senseless. Let a marvellous deed come to pass, and let organs of sight be created, so that the seditious may learn that He Who is called the son of Joseph, if He were truly a carpenter's son, could indeed mend a shattered chariot-frame, or fit together timbers parted from their joint, or prop up a broken beam, [or plane smooth the roughness of planks, or perform altogether those tasks which a craftsman father teaches his child according to the rule of his trade,] whereas a part of a human being, and the fairest part, the eye, fashioned above all with painstaking care by nature, none other could have made save He Who from the first beginning holds authority over nature.
Κἄν τις θελήσει προσεχῶς τοῖς ἀνθρωπικοῖς μέλεσιν ἐπιστῆσαι τὸν νοῦν, ἐν τούτῳ δὴ μάλιστα τῷ μορίῳ τοῦ σώματος, τὴν παντοδύναμον, καὶ ποικίλην τοῦ Θεοῦ σοφίαν κατόψεται, ἐν μικρᾷ μορίου καὶ μέλους περιγραφῇ τοσαύτην ἐπιδειξαμένου τὴν φιλοτιμίαν τῆς τέχνης. Πρῶτον μὲν γὰρ αὐτῷ χάρις τις ἐπικέχυται· καὶ ἔστιν ἁπαλώτατός τε καὶ ἄσαρκος,
And should anyone wish to apply his mind attentively to the members of the human body, in this very part of the body above all he will behold the almighty and manifold wisdom of God, Who within the small compass of a part and member has displayed such lavishness of art. For first of all a certain grace has been shed over it; and it is exceedingly delicate and fleshless,