Migne Reading Room

PG 40 · cols. 236–245 · Read from the page

Homilies

Homilies

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 40:236Read from the page
ἄλογα ποιεῖ τῶν ζώων ἀχωρίστως ἔχειν ἀλλήλων. Ἐμπαθῶς γὰρ εἶδον ἐγὼ βοῦν μυκώμενον, ἐπειδὴ τῶν συννόμων ἀποπλανηθεὶς ἐμονώθη· καὶ πρόβατον ἐν νάπῃ βληχώμενον, καὶ διατρέχον τὰ ὄρη, μέχρι ἂν τῇ ἀγέλῃ συνάψῃ, ἧς ἐχωρίσθη νεμόμενον. Αἲξ δὲ ταυτὸ τοῦτο παθοῦσα, κἂν πολλὰς ἀγέλας αἰγῶν διατρέχουσα καταλάβῃ, οὐ πρότερον ἵσταται, πρὶν ἂν τὴν συνήθη εὕρῃ, καὶ τὸν αἰπόλον τὸν ἴδιον.
irrational creatures among living beings hold inseparably to one another. For with deep feeling I myself have seen an ox lowing because it had wandered off from its pasture-mates and been left alone; and a sheep bleating in a wooded glen, and running across the mountains until it rejoins the flock from which it was parted while grazing. And a she-goat that has suffered this very same thing, even if in running through she overtakes many herds of goats, does not halt before she finds her accustomed herd and her own goatherd.
Μὴ ἀπαθέστεροι πρὸς φιλίαν εὑρεθῶμεν τῶν ἀλόγων οἱ λογικοί· μηδὲ ἀτιμωτέραν τὴν γαμετὴν κρίνωμεν συνοδοιπόρου τινὸς, ἢ τοῦ διὰ μικρὰν πρόφασιν ἐν ὀλίγῳ προσφιλιωθέντος. Ὁρᾷς, ὡς καὶ ἐπὶ τῆς λεωφόρου ἀλλήλους συμμίξαντες ἄνθρωποι, ὄροφον δὲ καταγωγίου τὸν αὐτὸν ὑπελθόντες, ἢ δένδρον ἀμφιλαφὲς, ὥρᾳ θέρους τὴν μεσημβρίαν ἀποσκιάσαν, ἀφορμὴν διαθέσεως γνησίας τὴν συντυχίαν ποιοῦνται· κἂν ἔλθωσιν ἐπὶ τὴν ὁδὸν τὴν μερίζουσαν, ἀπαθῶς ἀλλήλων οὐκ ἀπαλλάττονται· ἀλλ' ἵστανται καὶ ὑποδακρύουσιν, βλέποντες ἀτενὲς εἰς ἀλλήλους, καὶ σύμβολα μνήμης ἕκαστος δίδωσιν φέρειν· καὶ μικρὸν προβάντες, πάλιν μεταστρέφονται, καὶ ἀνακαλοῦσιν· ἐπεύχεται δὲ ἕτερος τῷ ἑτέρῳ τὰ αἴσια· καὶ ὀλίγος χρόνος οὕτως ὀξυτάτην κίρνησι τὴν φιλίαν, ὡς δυσαπάλλακτον αὐτοῖς γίνεσθαι καὶ βεβιασμένην τὴν ἀναχώρησιν; Σὺ δὲ πρὸς τὴν τοῦ βίου κοινωνὸν οὕτως καταφρονητικῶς ἔχεις, ὡς πρὸς σκεῦος ἀποπεσὸν, ἢ ἱμάτιον εὐτελὲς ἐν ὁδοιπορίᾳ καταργηθὲν, ἢ κυνίδιον τῶν Μελιττέων ὑποχωρῆσαν οἰκίας; Καὶ ποῦ ἡ ἐν ἀρχαῖς πεπλασμένη διάθεσις; ποῦ ἡ ἐπὶ τῆς μιᾶς κοίτης ἀνάπαυσις, ἡ τοῦ νόμου σύνειρξις, ἡ τῆς πολλῆς καὶ μακρᾶς συνηθείας δύναμις, ἣν καὶ εἰς φύσιν μεταποιεῖσθαι, καὶ λόγος ἔχει, καὶ ἡ πεῖρα ὑπέδειξεν; πάντα διέκοψας εὐκολώτερον, ἢ ὁ Σαμψὼν τὰ τῶν ἀλλοφύλων καλώδια.
Let us who are endowed with reason not be found more unfeeling towards friendship than irrational creatures; nor let us judge our wedded wife of less honour than some fellow-traveller, or someone endeared in a brief while upon a slight occasion. Do you see how human beings who have mingled with one another even upon the highway, and have come under the same roof of an inn, or an ample-foliaged tree shading the noonday in the season of summer, make their chance meeting an occasion of genuine affection; and if they come to the parting of the way, they do not separate from one another without feeling, but stand and shed a tear, gazing intently upon one another, and each gives tokens of remembrance to bear away; and after advancing a little, they turn back again, and call out anew, and the one prays for auspicious things for the other; and so short a span of time mingles friendship so keen that departure becomes hard to bear for them and constrained? Yet towards the partner of your life are you so disdainfully disposed, as towards a vessel that has fallen away, or a cheap garment worn out on a journey, or a little dog of the Maltese breed that has slipped away from the house? And where is the affection feigned at the outset? Where is the repose upon a single bed, the joining together of the law, the power of much and long custom, which both reason holds and experience has shown is even transformed into nature? You have severed all things more easily than Samson did the cords of the Philistines.
Καίτοι ὅγε σώφρων καὶ τῆς διαθέσεως φύλαξ, οὐδὲ ἀναχωρησάσης τοῦ βίου τῆς γαμετῆς ῥᾳδίως ἐπιλανθάνεται· ἀλλὰ θάλπει τοὺς παῖδας, ὡς κοινὴν παρακαταθήκην τῆς μητέρος καὶ τῆς φύσεως, ἐν ἐκείνοις δὲ καθορᾷν δοκεῖ τὴν ἀπελθοῦσαν. Ὁ μὲν γὰρ τῶν παίδων τῆς μητρικῆς φωνῆς ὁμοιότητα σώζει, ἄλλος τὸ πολὺ τοῦ χαρακτῆρος ἐφέλκεται, ἕτερος τὴν τοῦ ἤθους κατάστασιν ἐμορφώθη πρὸς τὴν τεκοῦσαν· καὶ οὕτως ὁ πατὴρ, πολλὰς ἔχων τῆς γαμετῆς εἰκόνας ζώσας καὶ ἐναργεῖς, ἀθάνατον ὑποτυποῦται τὴν πρὸς ἐκείνην συνοίκησιν· καὶ διὰ τοῦτο οὐδὲν φιλήδονον ἐννοεῖ· οὐ σήμερον χώσας τὸν τάφον, μετ' ὀλίγον χρόνον παστάδας κατασκευάζει· οὐδὲ μετὰ τὸ δάκρυον καὶ τοὺς στεναγμοὺς ἐπὶ γαμικὴν πάλιν χορείαν ἐπείγεται· οὐδὲ τὴν μέλαιναν ἐσθῆτα καὶ πενθικὴν εἰς νυμφικὴν διαμείβει στολήν· οὐδὲ θερμῇ τῇ κοίτῃ τῆς ἀπελθούσης τὴν δευτέραν γαμετὴν ἐπεισάγει· οὐδὲ μητρυιὰν δίδωσι τοῖς παισὶ, τὸ ἐπαχθὲς ὄνομα. Μιμεῖται δὲ τῶν τρυγόνων τὴν ἄλογον καὶ φυσικὴν σεμνότητα. Καὶ γὰρ ἐκείνην τὴν ὄρνιν
And yet the temperate man and guardian of affection does not easily forget his wedded wife even when she has departed from life; rather, he cherishes the children as a common trust of their mother and of nature, and in them he seems to behold her who has departed. For one of the children preserves the likeness of his mother's voice, another draws to himself much of her features, and another has been moulded in the disposition of his character after her who bore him; and thus the father, possessing many living and vivid images of his wedded wife, pictures to himself an undying union with her; and therefore he harbours no pleasure-loving thought; he does not heap up her tomb today and after a short while prepare bridal chambers; nor after tears and groanings does he hasten again to the marriage dance; nor does he exchange his black and mournful attire for a bridal robe; nor into the still-warm bed of the departed woman does he bring in a second wife; nor does he give to his children a stepmother, that odious name. Instead, he imitates the unreasoning and natural modesty of turtle-doves. For that bird too,
PG 40:237Read from the page
φασὶν, τῆς ὁμοβίου διαζευχθεῖσαν, ἀγαπᾷν διηνεκῆ τὴν χηρείαν, καὶ ἐναντίως ἔχειν πρὸς τὴν περιστερὰν εἰς τὸ τῆς πολυγαμίας εὔκολον. Μέχρι τούτου πυκναῖς ὁ ἀνὴρ ταῖς κατηγορίαις βαλλέσθω, καὶ νιφάδων πυκνότερον αὐτὸν τιτρωσκέτω τὰ τῆς ἀγνωμοσύνης ἐγκλήματα.
they say, once parted from its mate, loves perpetual widowhood, and is oppositely disposed to the pigeon as regards readiness for many marriages. Up to this point let the husband be pelted with thick accusations, and thicker than snowflakes let the charges of ingratitude wound him.
Ἂν δέ που μοιχείας αἰτίαν προβάληται, καὶ τοιαύτην παράσχοι τοῦ χωρισμοῦ τὴν ἀπολογίαν, εὐθὺς τὴν συνηγορίαν μεταθήσομαι τοῦ ἀδικηθέντος, καὶ τὸν λόγον κατὰ τῆς μοιχαλίδος παρασκευάσας, ἀγαθὸς συνασπιστὴς ἀντὶ πολεμίου τῷ ἀνδρὶ παραστήσομαι· ἐπαινῶν τὸν φυγόντα τὴν ἐπίβουλον, τὸν διακόψαντα τὸν δεσμὸν, ᾧ πρὸς τὴν ἀσπίδα ἢ τὴν ἔχιδναν προσεδέδετο. Τούτῳ γὰρ δίδωσι τὴν συγγνώμην πρῶτος ὁ τοῦ παντὸς ποιητὴς, ὡς καὶ δικαίως ἀλγοῦντι, καὶ προσηκόντως τῆς οἰκίας ἀπελαύνοντι καὶ τῆς ἑστίας τὴν νόσον. Γάμος γὰρ τούτων χάριν τῶν δύο συνίσταται, διαθέσεως καὶ παιδοποιΐας· ὧν οὐδέτερον μετὰ μοιχείας σώζεται. Ἡ μὲν γὰρ διάθεσις οὐκ ἔστιν, πρὸς ἄλλον τῆς εὐνοίας ἀποκλινάσης· παιδοποιΐας δὲ τὸ καλὸν ἀνήρηται, συγκεχυμένων τῶν τέκνων. Ἀλλὰ τὰ μὲν εἰς τοῦτο φέροντα τὸ ἁμάρτημα εἴρηται ἐν ἄλλῃ ὑποθέσει συμμέτρως. Ἀμφότερα δέ μοι τὰ μέρη σωφροσύνην ἀσκησάτω, τὸν ἀῤῥαγῆ τῶν γάμων σύνδεσμον. Ὅπου γὰρ αὕτη τιμᾶται, ἐπάναγκες εἶναι καὶ εἰρήνην καὶ πόθον· οὐδεμίας πανδήμου καὶ νόθου ἐπιθυμίας τὴν ψυχὴν ἐπιθηγούσης, ἐμβαλούσης δὲ τὴν νόμιμον καὶ δικαίαν στοργήν.
Yet if perchance he puts forward a charge of adultery, and offers such a defence of the separation, straightway I shall transfer my advocacy to the wronged man, and having prepared my speech against the adulteress, I shall stand beside the husband as a good comrade-in-arms instead of an enemy; praising him who fled the plotter, who severed the bond whereby he was bound to the asp or the viper. For the Creator of the universe Himself is the first to grant pardon to this man, as both grieving justly and fittingly driving out the pestilence from his house and hearth. For marriage is established for the sake of these two things, affection and the begetting of children; neither of which is preserved along with adultery. For affection is no more, once goodwill has inclined towards another; while the good of childbearing is destroyed when the children are confounded. Yet the matters bearing upon this sin have been spoken of in due measure upon another subject. Let both parties, I pray, practise chastity, the unbreakable bond of marriage. For wherever this is honoured, there must needs be both peace and yearning; with no vulgar and bastard desire whetting the soul and casting in—or rather casting out—lawful and righteous tenderness.
Οὗτος τῆς σωφροσύνης ὁ νόμος οὐ ταῖς γυναιξὶ μόνον παρὰ Θεοῦ ὥρισται, ἀλλὰ καὶ τοῖς ἀνδράσιν. Οἱ δὲ τοῖς τοῦ βίου τούτου νομοθέταις προσέχοντες ἀνεύθυνον καταλείπουσι τῆς πορνείας τοῖς ἀνδράσι τὴν ἐξουσίαν, βαρεῖς μέν εἰσιν κριταὶ καὶ διδάσκαλοι τῆς τῶν γυναικῶν σεμνότητος· οἱ δ' ἐν πολλοῖς ἀναίδην ἐπιμαίνοντες σώμασιν, ἄλλων ἰατροὶ, κατὰ τὴν παροιμίαν, μυρίοις βρύοντες ἕλκεσιν. Κἄν τις αὐτῶν ἐπὶ ταῖς πλημμελείαις ταύταις καθάψηται, κεκομψευμένην καὶ παίζουσαν ἀπολογίαν προΐσχονται. Οἱ μὲν γὰρ ἄνδρες, φασὶ, κἂν πάνυ πολλαῖς γυναιξὶ πλησιάσωσιν, οὐδὲν τῇ ἑστίᾳ λυμαίνονται· αἱ δὲ γυναῖκες, ἐξ ὧν ἁμαρτάνουσι, κληρονόμους ἀλλοτρίους ταῖς οἰκίαις καὶ τοῖς γένεσιν ἐπεισάγουσιν. Ἀκουσάτωσαν δὲ οἱ τῆς ἐμπλήκτου γνώμης σοφισταὶ καὶ εὑρεταὶ, ὅτι καὶ αὐτοὶ ἄλλας ἑστίας καὶ οἰκίας ἀνατρέπουσιν. Αἱ γὰρ γυναῖκες, αἷς ὁμιλοῦσι, πάντως τινῶν εἰσιν ἢ θυγατέρες, ἢ γαμεταί· καὶ παντὶ τρόπῳ εὑρεθήσεται ἢ γάμος ἐπιβουλευόμενος, ἢ γονεὺς ἀδικούμενος, ὃς ἐγεννήσατο, καὶ ἐξέθρεψε, καὶ παρθένον ἕξειν ἐπὶ παστάδα καὶ θάλαμον
Now this law of chastity has been ordained by God not for women only, but also for men. Yet those who give heed to the lawgivers of this life leave to men an unaccountable licence for fornication, and are stern judges and teachers of the modesty of women; while they themselves, shamelessly raving after many bodies, are physicians of others, according to the proverb, whilst teeming with ten thousand sores. And if anyone lays hold of them for these transgressions, they put forward an ingenious and jesting defence. For men, say they, even if they consort with very many women, do no harm to their hearth; whereas women, from the sins they commit, bring alien heirs into houses and families. Yet let the sophists and inventors of this senseless opinion hear that they themselves also overturn other hearths and houses. For the women with whom they consort are altogether either the daughters or the wedded wives of certain men; and in every way there will be found either a marriage plotted against, or a parent wronged, who begot her, and reared her, and to bring her as a virgin to the bridal canopy and chamber
PG 40:240Read from the page
ἤλπισεν, ἀφηρέθη δὲ πάσης χρηστης προσδοκίας παρὰ τῶν τῆς σωφροσύνης ληστῶν. Εἰ πατήρ ἐστιν ὁ ἀκόλαστος, γνωριζέτω πατρὸς πάθος ἀποτυγχάνοντος· εἰ ἀνὴρ, ἑαυτὸν ὑποτυπωσάσθω τὸν ἀδικούμενον. Καὶ γὰρ ἐπίπαν οὕτως ἔχει καλῶς, ἕκαστον τοῖς ἀλλοτρίοις δικάζειν, ὡς ἂν ἄλλον ἑαυτῷ βούληται. Εἰ δέ τι καὶ τοῖς νόμοις Ῥωμαίων τινὲς προσέχοντες ἀνεύθυνον τὴν πορνείαν εἶναι νομίζουσι, δεινὴν πλανῶνται πλάνην, οὐκ εἰδότες, ὡς ἄλλως Θεὸς νομοθετεῖ, καὶ ἑτέρως ἄνθρωποι δογματίζουσιν. Ἄκουσον Μωϋσέως, τὸ βούλημα τοῦ Θεοῦ καταγγέλλοντος, καὶ πικρὰς τὰς κατὰ πόρνων ἀποφάσεις ἐκφέροντος. Ἄκουσον Παύλου, λέγοντος· Πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Οἱ δὲ ἄλλοι οὐκ ἀρκέσουσίν σοι πρὸς σωτηρίαν ἐν τῷ καιρῷ τῆς ἀνταποδόσεως· ἀλλὰ τρέμοντες καὶ ἱδροῦντες ἐκτήξονται. Ἄσοφός σοι καὶ ἀπαίδευτος ὀφθήσεται ὁ Πλάτων, τῶν νόμων σοφιστής· ταπεινὸς δὲ, ὁ βαρὺς τόνος ἐκεῖνος καὶ κατὰ πάντων νομοθετῶν ἀνηρημένος τὸ κράτος, ὅταν βλέπωσιν τοὺς σωμεραστὰς διελκομένους, οἷς αὐτοὶ κακῶς ἐφῆκαν τὴν ἐξουσίαν. Πάντως δὲ οἱ τοὺς ἄλλους μὴ κωλύσαντες εἰς ἑαυτοὺς πρῶτον τὴν ἁμαρτίαν ἐπέστρεψαν, καὶ διπλῆς εὑρεθήσονται κατηγορίας ὑπαίτιοι, ἧς τε ἔπραξαν αὐτοὶ, καὶ ἧς τοὺς ἄλλους ἀκολασταίνειν ἀφῆκαν. Οἱ τοίνυν βουλευόμενοι κοσμίαις ὡς ἔνι μάλιστα γαμεταῖς συζῇν, αὐτοὶ τὸν ἴδιον τρόπον διδάσκαλον τῶν συνοίκων ποιησάτωσαν, ἵν' ἔχωσιν ἀγαθὸν ἀφ' ἑστίας τὸν ζῆλον.
had hoped, yet was robbed of every fair expectation by the brigands of chastity. If the licentious man is a father, let him recognize the grief of a father frustrated of his hope; if a husband, let him picture himself as the one wronged. For on the whole things stand well thus, when each man judges the affairs of others just as he would wish another to act towards himself. And if certain men, giving some heed also to the laws of the Romans, suppose fornication to be unaccountable, they wander in a grievous error, not knowing how differently God legislates and how otherwise men lay down decrees. Hear Moses proclaiming the will of God, and bringing forth bitter sentences against fornicators. Hear Paul saying: Fornicators and adulterers God will judge (Heb. 13:4). Those other lawgivers will not suffice you for salvation in the season of retribution; rather, trembling and sweating they shall melt away. Unwise and unlearned in your eyes shall Plato appear, that sophist of laws; and brought low shall be that weighty tone and force raised up against all lawgivers, when they behold dragged away to punishment the lovers of bodies to whom they themselves wickedly granted licence. Assuredly those who did not hinder others turned the sin back upon themselves first, and shall be found liable to a twofold accusation, both for what they themselves committed and for what they permitted others to commit in licentiousness. Let those, therefore, who resolve to live together with wives as orderly as may be, themselves make their own conduct a teacher for their housemates, so that from their own hearth they may have a goodly emulation.
Ϛʹ. Ἀστερίου, ἐπισκόπου Ἀμασείας, λόγος εἰς τὸν προφήτην Δανιὴλ, καὶ εἰς τὴν Σωσάνναν.
VI. Discourse of Asterius, Bishop of Amasea, on the Prophet Daniel, and on Susanna.
Ἀεὶ τοῦ Πνεύματος ἡ χάρις, ὑπερχεόμενον ἔχουσα τὸν πλοῦτον τῆς δωρεᾶς, οὐκ ἀργεῖ τὰ ἑαυτῆς, ὁπηνίκα, καὶ οἷς ἂν ἐθέλῃ ἐπιδείκνυσθαι. Οἷα γὰρ ποταμὸς πεπληρωμένος τῶν εἰς ζωὴν ἁλλομένων ὑδάτων, ἀπεναντίας τοῖς ὁρωμένοις τούτοις καὶ κατὰ γῆν, τὰς τῆς ἐνεργείας ἀφέσεις ἔχει χορηγουμένας.
Ever does the grace of the Spirit, possessing the overflowing wealth of its gift, not leave its own works idle whenever and to whomsoever it wills to display them. For like a river filled full of waters springing up unto life, quite contrary to these visible rivers upon earth, it keeps the outpourings of its working continually supplied.
Notes, col. 240

On the reading

Printed χρηστης, for χρηστῆς.

PG 40:241Read from the page
Οὐ γὰρ ἐπιλείπει τὸ ῥεῖθρον αὐτῇ, καθάπερ ἐκείνοις ἐνίοτε· οὐδ' ἀναβάσεις καὶ ὑποβάσεις, ὥσπερ αὐτοὶ, ἐπιδέχεται· οὐδὲ τὸ καὶ τὸ μέρος, κατὰ τούτους, περιλαμβάνει· ἀλλὰ καὶ πλήθει ἀεὶ, καὶ πᾶσιν ἀρκεῖ· καὶ εἰς τοὺς μετόχους ὑποῤῥέουσα τοῦ πληρώματος, οὐδὲν ἧττον μένει πεπληρωμένη, ἀλλὰ καὶ οὕτω τὴν χάριν ἔχουσα δαψιλῆ, οὐδὲ πρὸς ἡλικίας οἶδε διαδίδοσθαι καὶ μερίζεσθαι. Οὐ γὰρ ὄγκῳ σωμάτων τὰ ἀμέτρητα οἶδε μετρεῖσθαι, ἀλλὰ ψυχῆς εὐγενείᾳ καὶ καθαρότητι συνέρχεσθαι καὶ ἐπιφαίνεσθαι. Καὶ διὰ τοῦτο νῦν μὲν συμπεριφέρεται ἀρτιγαλακτοτροφουμένῳ τῷ Σαμουὴλ, νῦν δὲ τὸν Δαβὶδ ἐκ τῶν ποιμνίων αὐτῶν προβάτων ἀναλαμβάνει· τῶν ἀδελφῶν, οἷς ἐδόκει παρεωρᾶσθαι διὰ τὸ ἀτελὲς τῆς ἡλικίας, ἐκκρίνουσα. Ἄλλον ἐξ ἀροτῆρος τῷ χρίσματι τελειοῖ, καὶ μετ' ἐκείνους, τὸν νῦν κείμενον εἰς ὑπόθεσιν, μακάριον καὶ τῷ ὄντι σοφὸν Δανιὴλ, ἁπαλὸν ἔτι καὶ κομιδῇ νέον, ὁμοῦ καὶ πρεσβυτέρων κριτὴν, καὶ προφήτην καθίστησιν· ὃς εἰ καὶ τῆς βαρείας ἐκείνης ἔργον ἐγεγόνει αἰχμαλωσίας, καὶ τῆς ἐνεγκούσης εἶχε τὴν Βαβυλῶνα, καὶ ἐν ἀδόξοις ἐδόκει διὰ τῆς ὥρας τὸ ἀτελὲς, καὶ ἀπαῤῥησίαστος διὰ τὸ ἐναπειλῆφθαι τοσούτοις κακοῖς· ἀλλ' ἐκ τοῦ τὴν ἀρετὴν ἐπιφέρεσθαι, καὶ φιλοσοφίᾳ στοιχειωθῆναι τὴν πρώτην αὔξησιν, καὶ καρτερὸς εἶναι τὴν γνώμην καὶ ἐμβριθὴς, ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας, τῶν γηραιῶν ἐκείνων καὶ καθεστηκότων ἔλεγχος ἐδείκνυτο καὶ κριτής. Ἀλλὰ μικρὸν, εἰ δοκεῖ, πρὸς ἀρχὴν ἀναγαγόντες τὸν λόγον, ἴδωμεν ὅπως ὑψηλὸν καὶ μακάριον, τὸ φίλον ὑπάρχειν Θεῷ.
For its stream does not fail it, as sometimes happens to those rivers; nor does it admit risings and fallings, as they do; nor does it encompass merely this part and that, after their manner; rather, it both abounds always and suffices for all; and flowing down into those who partake of its fulness, none the less does it abide filled full; nay, possessing its grace thus lavishly, neither does it know how to be distributed and parcelled out according to ages. For it knows not how to measure things immeasurable by bulk of bodies, but to come together with and manifest itself to nobility and purity of soul. And on this account at one time it keeps company with Samuel newly nourished on milk, and at another time it takes up David from the very flocks of sheep, singling him out from his brothers, by whom he seemed to be overlooked on account of the immaturity of his age. Another it perfects from the ploughman's state by anointing, and after those men, him who now lies before us as our theme, the blessed and truly wise Daniel, while yet tender and altogether young, it appoints at once judge of elders and prophet; who, even though he had become the spoil of that grievous captivity, and had Babylon in place of the land that bore him, and seemed among the obscure because of the immaturity of his youth, and without boldness of speech through being hemmed in by so many evils, yet from bearing virtue with him, and being grounded in philosophy from his earliest growth, and being steadfast and grave of mind, in the very flower of his age was shown forth as the reprover and judge of those aged and established men. Yet if it seems good, bringing our discourse a little way back to the beginning, let us see how lofty and blessed a thing it is to be dear to God.
Τῆς πόλεως τῆς Ἱερουσαλὴμ κατάκραν τῷ πολέμῳ παρὰ τῶν Ἀσσυρίων ληφθείσης, οἵ τε λαοὶ τῶν Ἑβραίων ἐπὶ Βαβυλῶνα διήχθησαν. Εἶχε δὲ καὶ τὸν μακάριον Δανιὴλ τῶν δορυαλώτων μειρακίων τὸ πλῆθος, καὶ διήγετο ἐπὶ τῆς πολεμίας παῖς εὐκαταφρόνητος, κεκακωμένου δήμου μικρὸν καὶ πολλοστὸν ἐφόλκιον, οὔτε παρὰ τοῖς ὁμοφύλοις ἀφορμὴν ἔχων τοῦ φαίνεσθαι, οὔτε παρὰ τοῖς ἐχθροῖς ἀξιόλογον τοῦ πολέμου νομιζόμενος κέρδος· ἀφανὴς, ἄδοξος, διὰ τὴν ἡλικίαν, διὰ τὴν συμφοράν· μόνῳ τῷ καλῶς βλέποντι καθορώμενος.
When the city of Jerusalem had been taken utterly by storm in war by the Assyrians, the peoples of the Hebrews were led away to Babylon. And the multitude of spear-captive youths held also the blessed Daniel, and he lived in the enemy's land as an easily despised boy, a small and insignificant appendage of an afflicted people, neither having among his fellow-countrymen any occasion to distinguish himself, nor reckoned among his enemies as a noteworthy gain of war; obscure, inglorious, because of his age and because of his misfortune; beheld solely by Him Who sees aright.
Θεὸς γὰρ μόνος ἔβλεπε τὴν καθαρὰν τοῦ νεανίσκου ψυχὴν, ὥσπερ τινὰ μαργαρίτην ἐν θαλαττίοις ὀστράκοις ἐνδεδεμένον, ἢ χρυσὸν ἐν τοῖς κόλποις ἐνόντα τῆς γῆς· ὡς νύμφην εὐπρεπῆ, τοῖς παραπετάσμασι τῆς παστάδος καλυπτομένην. Ἐπειδὴ δὲ ἦλθεν ὁ καθήκων καιρὸς, καὶ ἔδει τὸν κρυπτόμενον φανῆναι, γνώριμον γενέσθαι τὸν ἀφανῆ, περίβλεπτον τὸν καταφρονούμενον, λάμψαι τὸν τῷ σκότῳ τῆς συμφορᾶς κεκρυμμένον, ὀλίγη τοῦ Πνεύματος ἐπιφοίτησις, καὶ πάντων ὁ ταπεινὸς ὑψηλότερος· σοφὸς, ὁ μὴ διαίρων τὸ στόμα· ἔλεγχος κρυπτομένων· κριτὴς δικαστῶν, ὁ ἀπαίδευτος· ἐπὶ θρόνου καθήμενος ὑψηλοῦ, ὁ μηδέπω μηδὲ ὑπηρέτης δικαστηρίων γενόμενος· σωφροσύνην συκοφαντουμένην ἐκδικῶν ὁ νέος, δῆμον πλανώμενον ἐπιστρέφων, ψῆφον πόλεως ὅλης κακῶς ἐνεχθεῖσαν ἀνακαλούμενος. Ἠκούσατε γὰρ ἀρτίως τοῦ
For God alone beheld the pure soul of the youth, like some pearl bound within sea-shells, or gold lying within the bosoms of the earth; like a comely bride veiled behind the curtains of the bridal canopy. Yet when the fitting season arrived, and it was needful that he who lay hidden should appear, that the obscure should become known, the despised admired, and he who was hidden in the darkness of misfortune shine forth, a slight visitation of the Spirit came, and the lowly one became loftier than all: wise, he who did not even open his mouth; the reproof of hidden things; judge of judges, the untaught one; seated upon a lofty throne, he who had never yet even been an attendant of law-courts; a youth avenging slandered chastity, turning back an erring populace, revoking the vote of a whole city wickedly cast. For you heard just now the
PG 40:244Read from the page
ἀναγνώσματος, καὶ τῷ θαύματι πάντως κατέχεσθε τὴν ψυχήν. Κἀγὼ δὲ τὰ τῶν ἄλλων βιβλίων ἀφεὶς, ὅσα οἱ ψαλμοὶ ἡμῖν ἐπωφελῶς μεθ' ἡδονῆς ἐμελῴδησαν, ὅσα συνεβούλευσεν ὁ Ἀπόστολος, ὅσα δεσποτικῶς ἐνομοθέτησεν ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριος, ταύτῃ προσεκλίθην τῇ ἱστορίᾳ. Ἐπειδὴ δύο νεότητας βλέπω εὐδοκιμούσας, τὴν μὲν ἐν τῷ δικάζειν, τὴν δὲ ἐν τῷ κρίνεσθαι· καὶ τὸν μὲν Δανιὴλ ἐπὶ ταῖς ψήφοις κροτούμενον· Σωσάνναν δὲ ἐπὶ τῇ νίκῃ στεφανουμένην τῆς σωφροσύνης. Δεῦτε τοίνυν, εἰ δοκεῖ, οἱ τῶν καλῶν ἐρασταὶ καὶ τῆς ἀρετῆς, ἀνανεωσώμεθα τὴν παλαιὰν κρίσιν τῇ μνήμῃ· ἀρχαίᾳ σωφροσύνῃ τὴν νεάζουσαν ἐπὶ τοῦ παρόντος ἀκολασίαν ἐκκόψωμεν, στηλιτεύσαντες γῆρας μειρακιῶδες, καὶ νεότητα πεπολιωμένην θαυμάσαντες. Ὦ πρεσβύται μιαροὶ καὶ ἄρχοντες τοῦ λαοῦ, μυρίων παιδαγωγῶν εἰς ἐπανόρθωσιν χρήζοντες, γάμων νόμῳ ζευχθέντων ἐπίβουλοι, σωφροσύνης ἐνεδρευταὶ, μηχανοῤῥάφοι δόλων, συκοφαντίας ταχεῖς εὑρεταί! Ὑμεῖς ἦτε οἱ τὴν πορνείαν τοῖς χείλεσι κρίνοντες, καὶ τὴν μοιχείαν κάζοντες· οἱ τῶν ἄλλων ἰατροὶ, καὶ τῆς νόσου γέμοντες· οἱ κεκονιασμένοι τάφοι, ἔνδον τῆς ἀκαθαρσίας πεπλησμένοι, καὶ τὴν ἔξωθεν ἐπιφάνειαν καλλωπίζοντες. Οἱ ὑψηλοὶ καὶ ἐπὶ τῶν θρόνων τῶν δικαστικῶν προκαθήμενοι, ὅτε δὲ ἀκολασταίνειν προείλεσθε, τοῖς λασίοις τῶν φυτῶν καὶ τοῖς θάμνοις ἐνέρποντες. Ἐγελᾶτο βλέπων ὑμᾶς ὁ τῶν παραβάσεων εἰσηγητὴς, καὶ τῶν κακῶν σύμβουλος, ὅπως οἱ ἐν κορυφῇ τοῦ λαοῦ, οἱ λογάδες καὶ ἔκκριτοι, ὡς τοιχωρύχοι τινὲς ἢ λησταὶ τῇ γῇ προσεσύρεσθε, ἵνα βλέψητε θέαν ἀκόλαστον· καὶ τοῖς θάμνοις ἐνεκρύπτεσθε κατὰ τὰς ἀλώπεκας, αἳ ἀπὸ τῶν συμφύτων καὶ ἐπισκίων τόπων τὰς κατοικιδίους ἐνεδρεύουσιν ὄρνιθας, καὶ νεμομέναις ἀπροόπτως ἐπιπηδῶσιν. Ὢ τῆς ὁμοιοτρόπου κακίας, ἣν ὁ τῶν ἀνθρωπίνων ψυχῶν ὀλοθρευτὴς ἀπαρχῆς εἰς τέλος ἐπιτηδεύει! Ἐν παραδείσῳ τὸ πρῶτον τοῦ ὑψηλοῦ ἀνθρώπου πτῶμα, ἐν παραδείσῳ καὶ νῦν οἱ γέροντες παρὰ τοῦ ὄφεως ἐνεργούμενοι, τῆς ἀρχικῆς δόξης ἐκπίπτουσι, γίνονται δὲ, ἀντὶ κριτῶν, καταδεδικασμένοι, τῆς ζωῆς ἀλλότριοι, καὶ τῆς ἁμαρτίας ἐργάται. Ἀλλ' ἐνταῦθα μὲν ἀνδρῶν ἐκράτησε, τῆς δὲ γυναικὸς ἡττήθη, καὶ τὸ κοῦφον τῆς πρώτης ἀνθρώπου ἐπὶ τῆς Βαβυλωνίας οὐχ εὗρε νεάνιδος. Καὶ καλῶς ἂν εἴποι τις, ὡς οὐκ ἔστι Βαβυλὼν σύγχυσις διὰ Σωσάνναν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ, φυλακὴ σωφροσύνης, πόλις ἀνδρικῆς γυναικὸς, τόπος ἑορτῆς ἐπινικίου.
reading, and you are altogether held fast in soul by the wonder. And I too, leaving aside the matters of the other books—all that the Psalms have beneficially sung for us with sweetness, all that the Apostle counselled, all that the Lord sovereignly legislated in the Gospels—have inclined to this narrative. Since I behold two youths winning renown, the one in judging, the other in being judged; and Daniel applauded for his votes, while Susanna is crowned for her victory of chastity. Come then, if it seems good, you lovers of fair things and of virtue, let us renew the ancient judgement in memory; by ancient chastity let us cut off the licentiousness springing up anew in the present time, pillorying boyish old age and marvelling at grey-haired youth. O foul elders and rulers of the people, standing in need of ten thousand tutors for your correction, plotters against marriages joined by law, ambushers of chastity, stitchers of wiles, swift inventors of calumny! You were those who judged fornication with your lips, yet decked out adultery; physicians of others, while teeming with the malady yourselves; whitewashed tombs, filled within with uncleanness, while embellishing the outward appearance (Matt. 23:27). Lofty men presiding upon seats of judgement, yet when you chose to play the wanton, creeping among the thickets of plants and the bushes! The instigator of transgressions and counsellor of evils laughed as he beheld you—how you who stood at the summit of the people, the chosen and select ones, dragged yourselves along the ground like some housebreakers or brigands, so as to behold a licentious spectacle; and hid yourselves in the bushes like foxes, which from overgrown and shady places lie in wait for domestic fowls and leap unforeseen upon them as they feed. Oh, the like-mannered wickedness which the destroyer of human souls practises from beginning to end! In a garden was the first fall of lofty man; in a garden now too the elders, worked upon by the serpent, fall away from their ruling glory, and instead of judges become condemned men, strangers to life and workers of sin. Yet here indeed he prevailed over men, whereas he was defeated by the woman, and he did not find the levity of the first woman in the young woman of Babylon. And rightly might one say that because of Susanna Babylon is not confusion, but a keeping of the commandments of God, a stronghold of chastity, a city of a courageous woman, a place of triumphal festival.
Ταύτην ἐγὼ, τοὺς ἐν μέσῳ χρόνους ἀνελων, τῇ ὁμοιότητι τῆς ἀρετῆς, πρὸς τὸν κόσμον Ἰωσὴφ ἄγω· ἵστημι δὲ τὴν εὐσχήμονα παρὰ τὸν σώφρονα, τὴν τῷ Θεῷ φίλην παρὰ τὸν παῖδα τοῦ Ἰσραήλ. Ἕνα καὶ τὸν αὐτὸν ἀμφοτέροις, τὸν ὑπὲρ τῆς σωφροσύνης ἐπιτίθημι στέφανον· ὑποῤῥίπτω δὲ τοῖς ποσὶ τῶν νικησάντων τοὺς ἡττημένους· τῷ μὲν Ἰωσὴφ, τὴν ἀκόλαστον Αἰγυπτίαν, τὴν δέσποιναν τοῦ ἐλευθέρου δού-
Doing away with the times that lie between, by the likeness of her virtue I bring this woman beside the ornament of Joseph; and I set the comely woman beside the chaste man, her who is dear to God beside the child of Israel. One and the selfsame crown on behalf of chastity do I place upon them both; and beneath the feet of the victors I cast down the vanquished: before Joseph, the licentious Egyptian woman, the mistress of the free-born sla-
Notes, col. 244

On the reading

Printed ἀνελων, for ἀνελὼν.

PG 40:245Read from the page
λου· Σωσάννῃ δὲ, τους ατιμους γέροντας. Τίθημι τούτους παιδαγωγοὺς σωφροσύνης· τὴν μὲν, τῆς γυναικείας· τὸν δὲ, τῆς τῶν ἀνδρῶν νεότητος· λαμπτῆρας τῆς οἰκουμένης, ἄνθη τῆς ἀναστάσεως, μοιχῶν κριτὰς, γάμων ἐνθέσμων φύλακας. Τέως δὲ περὶ μόνην ἀσχολήσωμεν τὴν ἱερὰν γυναῖκα τὸν λόγον· νῦν γὰρ ὁ Ἰωσὴφ ἐπεισόδιόν ἐστι καὶ παρενθήκη σωφροσύνης, ὁ σώφρων.
ve; and before Susanna, the dishonoured elders. I set these two as tutors of chastity: her, of womanly youth; and him, of manly youth; lamps of the inhabited world, blossoms of the resurrection, judges of adulterers, guardians of lawful marriages. Yet for the present let us occupy our discourse about the holy woman alone; for right now Joseph, the chaste man, is an episode and digression of chastity.
Ἐπειδὴ γὰρ οἱ γέροντες, ὡς ἐνόμιζον, εἶχον τὴν θήραν εἴσω δικτύων, εἰσεπήδησαν δὲ ἐκ τῆς ἐνέδρας, ὡς αὐτίκα ληψόμενοι, οὐχ εὗρον δειλὴν τὴν βελτίστην ἔλαφον, ἀλλ' ἀνθισταμένην καὶ αὐτοῖς, καὶ τῷ δράκοντι τῷ τῶν γινομένων αἰτίῳ (ὀφιοκτόνον δὲ ζῶον ἡ ἔλαφος· καὶ καλῶς εὗρεν ὁ λόγος τὴν εἰκόνα τοῦ ζώου)· παρεκάλεσαν, οὐκ ἠκούσθησαν· ἠπείλησαν, οὐ κατέπτηξαν. Ἀμηχανοῦσι λοιπὸν οἱ δυσέρωτες, καὶ δύο τοῖς μεγίστοις συνέχονται, ἀποτυχίᾳ τῆς ἐπιθυμίας, καὶ φόβῳ τοῦ ἐλέγχου. Ῥάπτουσι δὲ συκοφαντίαν, μιαραὶ κεφαλαὶ, καὶ λύσιν τοῦ κακοῦ ἄλλο κακὸν ἐξευρίσκουσι, καὶ μοιχείας κάλυμμα σκευάζονται φόνον. Ἁμαρτωλὸς γὰρ, ὅταν εἰς ἀρχὰς ἐμπέσῃ πλημμελημάτων, ὥσπερ σχοίνῳ τῇ ἀρχῇ, καὶ τὰς ἀκολούθους ἀνομίας ἐφέλκεται. Καὶ γεννητικὰ τυγχάνει τῶν καλῶν τὰ καλά· τῶν δὲ φαύλων, τὰ ὅμοια. Διὸ καὶ νῦν φόνος ὁ καρπὸς τῆς μοιχείας ὑποβλαστάνει, καὶ συνέδριον κατὰ σπουδὴν κάθηται, ὡς ἐπὶ μεγάλῳ τῆς γυναικὸς ἀδικήματι, καὶ δημαγωγεῖται πλῆθος, θέαν ἔχον τὴν κρινομένην. Κατήγοροι δὲ καὶ δικασταὶ οἱ αὐτοί· καὶ πολιὰ συκοφαντοῦσα ἀξιόπιστος ἦν· καὶ νεότης συκοφαντουμένη ἐκ τῆς κρατούσης ἐπινοίας κατεδικάζετο. Δῆμος δὲ ἀναῤῥιπισθεὶς, καὶ παθὼν, ὃ δὴ πάσχειν ἀπὸ ὁρμῆς ἐμπλήκτου εἴωθε δῆμος, ἠγανάκτει πεπλανημένος, καὶ τῇ ὁρμῇ τῶν γερόντων συνεξεφέρετο· γονεῖς τῆς κρινομένης ἐθρήνουν· ἀνὴρ τὴν συμφορὰν ὠδύρετο· παῖδες ὠλόλυζον ἔνθεν καὶ ἔνθεν, τῆς μητρὸς κινδυνευούσης ἀπηρτημένοι· τὸ γένος τῇ αἰσχύνῃ κεκάλυπτο. Οἱ δὲ καλοὶ δικασταὶ, οἱ τῆς σωφροσύνης σύμμαχοι, σεμνῶς κεκαλυμμένην ἱματίῳ (οὐδὲ γὰρ ἐπὶ τῆς συγχύσεως τῶν κακῶν ἑαυτῆς ἐπελάθετο, ἕξιν τῆς κοσμιότητος ἔχουσα,) γυμνοῦσθαι τῆς εὐπρεποῦς σκέπης ἐκέλευσαν, ἵνα ἐν τῷ δικαστηρίῳ τὰ τῆς μοιχείας ἐνεργάσωνται, τῇ θέᾳ τῆς κρινομένης τὴν αἰσχρὰν ἐπιθυμίαν προσαναπαύσαντες· ἐπετίθεσαν δὲ καὶ τὰς χεῖρας τῇ κεφαλῇ (ὃ δὴ σύμβολον τῆς κατακρίσεως ἦν), χραίνοντες σῶμα καθαρὸν, οἱ ἀκόλαστοι, τῇ ἁφῇ, καὶ κατ' αὐτῆς ἐδημηγόρουν τὸ ψεῦδος, οἱ καλοὶ τῆς ἀληθείας προστάται.
For when the elders, as they supposed, held their quarry inside the nets, and leapt out from their ambush as though about to seize her straightway, they did not find that noblest hind cowardly, but withstanding both them and the dragon who was the author of what was taking place (now the hind is a serpent-slaying creature, and well has the discourse found the image of the creature); they entreated her, and were not heard; they threatened her, and did not cow her. Thereafter those lovesick wretches are at a loss, and are gripped by the two greatest things: frustration of their desire, and fear of exposure. So they stitch together a calumny, foul heads that they are, and devise another evil as a release from their evil, contriving murder as a cloak for adultery. For when a sinner falls into the beginnings of transgressions, as though by the beginning of a rope he drags along the ensuing lawlessnesses as well. And good deeds happen to be generative of good things, whereas base ones beget their like. Wherefore now too murder sprouts up beneath as the fruit of adultery, and a council sits in haste as though over some great wrongdoing of the woman, and a multitude is harangued while holding the accused woman as a spectacle. The same men were both accusers and judges; and grey hair uttering slander was deemed trustworthy, while slandered youth was condemned by the prevailing prejudice. And the populace, fanned into flame and suffering what a populace is wont to suffer from a senseless impulse, grew indignant in its delusion and was swept along with the rush of the elders; the parents of the woman on trial lamented; her husband bewailed the misfortune; her children wailed on this side and on that, clinging to their imperilled mother; her kinsfolk were covered with shame. Meanwhile those fine judges, those allies of chastity, ordered her who was modestly veiled in her mantle (for not even amid the confusion of her troubles did she forget herself, possessing the habit of decorum) to be stripped of her seemly covering, so that in the court of justice they might enact the works of adultery, sating their shameful lust upon the sight of the woman on trial; and they also laid their hands upon her head (which indeed was the symbol of condemnation), defiling a pure body by their touch, licentious men that they were, and harangued the falsehood against her, those fine champions of truth.
Ὡς δὲ ὁ λαὸς ὑπήχθη, καὶ ἡ ψῆφος ἠνέχθη, καὶ ἡ τιμωρία πλησίον ἦν, ἀνέβλεψεν τότε ἡ συκοφαντουμένη πρὸς τὸν δικαστὴν τῶν κριτῶν· ἐφέσιμον τὴν δίκην ἐξ ἀνθρώπων ἤγαγε πρὸς τὸν Θεόν· ἐπεκαλέσατο τὸ ἀπαραλόγιστον δικαστήριον, καὶ οὐκ ἐβράδυνεν ἡ ἀλήθεια. Ἀνάστηθί μοι λοιπὸν, ὦ μακάριε Δανιὴλ, καὶ νῦν ἐπὶ τοῦ λόγου, ὡς διηγέρθης καὶ
Yet when the people had been led on, and the vote had been cast, and punishment was near at hand, she who was slandered looked up then unto the Judge of judges; she brought her case on appeal from men unto God; she called upon the court that cannot be deceived by sophistry, and truth did not tarry. Arise for me hereafter, O blessed Daniel, now too in my discourse, just as you were aroused also
Notes, col. 245

On the reading

Printed τους, for τοὺς.

Printed ατιμους, for ἀτίμους.