ἄνεμοι τῶν διαβολικῶν πνευμάτων προσέβαλον, λαῦροι δὲ ὑετοὶ τῶν διωκόντων Χριστιανοὺς κατεῤῥάγησαν, καὶ οὐδὲν ἰσχυρότερον ὤφθη τοῦ κατὰ Θεὸν ὀχυρώματος· ἐπειδὴ ταῖς ἁγίαις παλάμαις τοῦ πρώτου τῶν ἀποστόλων κατεσκευάσθη τὸ τῆς πίστεως οἰκοδόμημα. Ταῦτα δὲ λέγων, ἔδει ἕνα λόγον τῆς εὐλογίας τοῦ πέτραν τὸν εὐαγγελιστὴν ὀνομάσαντος. Ἴδωμεν δὲ, εἰ δοκεῖ, πῶς ᾠκοδόμει Πέτρος· οὐ λίθοις καὶ πλίνθοις, οὐδὲ ταῖς ἄλλαις ὕλαις ταῖς γεηραῖς· ἀλλὰ λόγοις καὶ πράξεσιν, αἷς ἐνηργεῖτο παρὰ τοῦ Πνεύματος.
winds of demonic spirits beat against it, and pelting rains of those who persecute Christians burst down, yet nothing proved stronger than the godly stronghold, because the edifice of faith had been constructed by the holy hands of the first of the apostles. In saying these things, one word was owed to the blessing of Him Who named the evangelist a rock. Let us see, if it seems good, how Peter built: not with stones and bricks, nor with the other earthly materials, but with words and deeds wrought in him by the Spirit.
Τοῦ τοίνυν Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἀνελθόντος εἰς οὐρανοὺς, ἡνίκα τὴν νεφέλην εἶχε ὄχημα, τῶν ἀποστόλων βλεπόντων, οὗτος ὁ ἀνὴρ ἀντελάβετο τῆς τοῦ Εὐαγγελίου διδασκαλίας· καὶ πρὸ πάντων τῶν κοινωνῶν τῆς ἐπισκοπῆς ἀνοίξας τὸ στόμα, τῶν λυσσώντων κατὰ τῆς εὐσεβείας κατεθάρσησε δήμων, καὶ δημηγόρος ἀνεφάνη σοφὸς, ἐν μέσῳ τῶν ἐθνῶν καὶ τοῦ Ἰσραήλ· ἐθνῶν ἀκονώντων τοὺς ὀδόντας, καὶ θυμοῦ πληρουμένων, εἴ τις τὸν Ἰησοῦν ὀνομάσειε. Ὥστε τὸ εἰς τὸν Κύριον παρὰ τῆς προφητείας λεχθὲν, ἁρμόζειν πάνυ καὶ Πέτρῳ, τὸ, Περιεκύκλωσάν με κύνες πολλοί· ταῦροι πίονες περιέσχον με. Ἀλλ' ὅμως ζέων τῷ Πνεύματι, καὶ τὴν ἐντολὴν ἀνεπίληστον σώζων, τὴν εἰποῦσαν αὐτῷ· Βόσκε τὰ ἀρνία μου· στὰς εἰς δῆμον σύμμικτον ἐκ μυρίων ἐθνῶν, ἐβόα· Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ ἅπαντες. Καὶ ἵνα μὴ μακρολογῶμεν, πᾶσαν τὴν ῥῆσιν συνείροντες, ἀπομέμνηται τῶν λογίων τοῦ Ἰωὴλ, προφητεύων τὴν τοῦ Πνεύματος ἐπιφοίτησιν· ἐκεῖθεν ἐπὶ τὸν Δαβὶδ μεταβαίνει, καὶ τὸν πεντεκαιδέκατον ψαλμὸν παραθέμενος, βεβαιοῖ τὴν ἀνάστασιν· καὶ τὸν πάντα λόγον συμπερανάμενος ἐν σοφίᾳ λόγων καὶ μαρτυρίᾳ νόμου, εὐθὺς τοὺς ἀκροατὰς ἐπηγάγετο, οὐ δέκα, οὐδὲ ἑκατόν· οὐδὲ τρὶς, ἢ πεντάκις τοσούτους· ἀλλὰ τρεῖς χιλιάδας ἀνδρῶν, Ἐκκλησίας πλήρωμα, δῆμον ὅλον ἱκανὸν καταπλῆξαι τοὺς δυσμενεῖς, ὧν ἀπεῤῥάγησαν ἀθρόον. Ὦ πειθοῦς φάρμακον θερμὸν καὶ διάπυρον, ὀξέως τῶν ψυχῶν καθαψάμενον! ὦ σοφία θεολόγος, πᾶσαν σοφίαν ἀνθρωπίνην καλύψασα! Τί λέγετε, οἱ τὴν Δημοσθένην στεφανοῦντες κατὰ ῥητόρων, καὶ τὸν Σωκράτην ἀνυμνοῦντες ἐν φιλοσόφοις; Δημοσθένης μὲν γὰρ, ὁ τὴν ῥητορικὴν μέγας καὶ πολυθρύλλητος, τοσοῦτον ἀπεῖχε τοῦ περὶ ὧν ἐβούλετο πείθειν, ὥστε καὶ ἐξωρίσθη τῆς πόλεως παρὰ τῶν ἀκροατῶν· Σωκράτης δὲ, τῶν πολλῶν πρὸς Ἀθηναίους λόγων, καὶ τῶν σοφῶν διαλέξεων, τέλος, τὸ κώνειον εὕρατο, παρὰ τοῦ χοροῦ τῶν μαθητῶν φονευθείς· τοσοῦτον αὐτὸν περιῆν τῆς τοῦ πείθειν δυνάμεως. Πέτρος δὲ ὁ ἁλιεὺς, ὁ χειροτέχνης, ὁ ἀμαθὴς, ὁ πᾶν ὅπερ ἂν ἐθέλῃ τις φαυλίζων καλεῖν, ἐν μιᾷ λόγου προσβολῇ τρισχιλίους ἄνδρας θηρεύσας, βεβαίως μετέστησε· καὶ ταῦτα, δυσανασχετοῦντας καὶ στασιάζοντας, καὶ οὐ συγχωροῦντας αὐτῷ τὴν ἀρχὴν διαιρεῖν τὸ στόμα.
When, therefore, our God and Saviour had ascended into the heavens, at the time when He had the cloud for His chariot while the apostles looked on, this man took up the teaching of the Gospel; and opening his mouth before all his partners in the episcopate, he showed bold courage against the crowds raging against piety, and proved a wise public speaker in the midst of the nations and of Israel—nations sharpening their teeth and filled with wrath should anyone name Jesus. Thus what was spoken concerning the Lord by prophecy suited Peter right well too: Many dogs have encompassed me; fat bulls have beset me round. Yet nonetheless, fervent in the Spirit and keeping unforgotten the commandment that said to him, Feed My lambs, he stood before a mixed populace from countless nations and cried aloud: Men of Judaea, and all who dwell in Jerusalem. And lest we speak at length by stringing together the entire address, he recalls the oracles of Joel, prophesying the coming of the Spirit; from there he passes on to David, and citing the fifteenth Psalm confirms the resurrection; and having brought his whole discourse to a close in wisdom of words and testimony of the Law, straightway he drew his hearers after him—not ten, nor a hundred, nor thrice or five times as many, but three thousand men, the fullness of a Church, a whole populace sufficient to strike dismay into their foes, from whom they broke away all at once. O warm and fiery medicine of persuasion, keenly laying hold of souls! O theological wisdom, eclipsing all human wisdom! What say you, who crown Demosthenes among orators and extol Socrates among philosophers? For Demosthenes, great and much-famed in rhetoric, was so far from persuading men of what he wished that he was even banished from the city by his hearers; while Socrates, as the end of his many discourses to the Athenians and his wise disputations, found the hemlock, slain by the company of his disciples—so much power of persuasion remained to him! Yet Peter the fisherman, the artisan, the unlettered man, whatever term anyone wishing to disparage him might choose to call him, having caught three thousand men in a single onset of speech, steadfastly converted them—and that too when they were indignant and tumultuous, and at the outset would not suffer him even to part his lips.