Migne Reading Room

PG 39 · cols. 76–85 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:76Read from the page
τῶν ἀπείρων τούτων παθῶν; Ἐὰν ἀνθρώποις τὰ κατ' ἐμαυτὴν εἴπω, ἀνωφελής μοι γίνεται τῆς ἐξαγορεύσεως ὁ τρόπος. Ἀλλὰ καλύψω τὰ κακά; Ἀλλ' οὐ δύναμαι λαθεῖν. Τίνα γὰρ λάθω, Θεὸν λαθεῖν μὴ δυναμένη; Ποῦ οὖν φύγω, πανταχοῦ τὸν δικαστὴν εὑρίσκουσα; Τὸν μὴ φαινόμενον μὲν, πανταχοῦ δὲ διελέγχοντά μου τὰ κακά. Μία μοι σωτηρίας ἀπολείπεται ἐλπὶς, ἕν μοι ἐφόδιον πρόκειται ζωῆς· τὸ, τὸν Ἰησοῦν ἐπιγνῶναι, καὶ αὐτῷ προσδραμεῖν. Ὁ γὰρ τελώνας προσδεχόμενος, οὐχ ἀπαναίνεται πόρνην. Ὁ Φαρισαίοις συνεσθίων, οὐ παραιτεῖται τῆς ἁμαρτωλοῦ τὰ δάκρυα. Ἐπεὶ οὖν ἔγνων, ὡς παρὰ Σιμῶνι Φαρισαίῳ κατάγεται, τούτῳ προσέλθω. Ἀλλὰ τί αἰτήσω προσελθοῦσα; Ὀφθαλμῶν ὑγίειαν; Ἀλλὰ πρόσκαιρος ἡ χάρις. Νόσου ἀπαλλαγήν; Ἀλλὰ μικρὸν τὸ κατόρθωμα· ὁ γὰρ αἰώνιος θάνατος τοῦ παρόντος ἐστὶ βαρύτερος. Πάντα παρήσω τὰ τοῦ σώματος. Τὸ δὲ τῆς ψυχῆς ἐπιζητήσω ἴαμα. Μίαν γὰρ εὑρήσω λύσιν τῶν ἐπηρτημένων κακῶν, ἐὰν τὸν δικαστὴν ἴδω, ἐὰν προλάβω τῆς κολάσεως τὸν καιρόν. Μιμήσομαι Ῥαὰβ τὴν πόρνην, τῆς γυναικὸς τὸν ἐνάρετον μεταδιώξω τρόπον· οὐδὲν γὰρ παρ' ἡμῶν ἄλλο βούλεται Θεὸς, ἢ γνώμης ἐναλλαγήν.
of these boundless passions? If I tell men the things concerning myself, the manner of confession becomes unprofitable to me. Yet shall I conceal my evils? But I cannot escape notice. For whom shall I escape, unable as I am to escape God? Whither then shall I flee, finding the Judge everywhere—Him who is indeed unseen, yet everywhere convicts my evils? One hope of salvation is left to me, one provision for life lies before me: to recognize Jesus, and to run unto Him. For He Who receives tax-collectors does not reject a harlot; He Who eats together with Pharisees does not refuse the tears of the sinful woman. Since, then, I have learned that He is lodging with Simon the Pharisee, let me approach him. Yet what shall I ask when I have approached? Health of eyes? But the grace is temporary. Deliverance from disease? But small is the achievement; for eternal death is heavier than the present one. I will pass over all the things of the body, and I will seek the healing of the soul. For I shall find one release from the impending evils, if I see the Judge, if I forestall the season of punishment. I will imitate Rahab the harlot, I will pursue the virtuous manner of that woman; for God desires nothing else from us than a change of mind.
Ϛʹ. Ταῦτα εὐσεβῶς διασκεψαμένη, καὶ τὴν διάνοιαν πρὸς πίστιν ἐπαλείψασα, ἐπεισέρχεται τῷ Ἰησοῦ ὅπου ἀνέκειτο, τὴν προτέραν ἀναίδειαν εἰς ὑπόθεσιν παῤῥησίας λαβοῦσα. Καὶ λέγει μὲν αὐτῷ οὐδέν· οὐ γὰρ ἐτόλμα· ᾔδει γὰρ ὡς ὁ τῶν λογισμῶν ἔφορος οὐ δεῖται λόγων. Τί γὰρ εἰπεῖν εἶχε τῷ πάντα εἰδότι; Ὅτι ἥμαρτεν; Ὅτι πολλῶν κακῶν ἐργάτης γέγονεν; Ὅτι ἐρῶσα καὶ ἐρωμένη τὴν πάνδημον ἡδονὴν ἐθεράπευσε; Ταῦτα Θεῷ δῆλα ἦν, οὐ πραττόμενα μόνον, ἀλλὰ καὶ ἐν τῷ ἀφάνῳ τῆς ψυχῆς βουλευτηρίῳ γυμνούμενα. Εἰδυῖα οὖν ὡς πάντα οἶδε, καὶ λαθεῖν αὐτὸν δύναται οὐδὲν, θυροῖ μὲν τὴν γλῶσσαν, λαλεῖ δὲ τοῖς δάκρυσι. Στᾶσα γὰρ, φησὶ, παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, κλαίουσα ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσιν. Ἀλλ' εἰ καὶ μὴ τῇ γλώσσῃ ἐλάλει, ἀλλὰ στεναγμοῖς ἀλαλήτοις ἐφθέγγετο, τὸν συντριμμὸν τῆς καρδίας ἐκκάμπτουσα, τὸ πλῆθος τῶν ἁμαρτιῶν θριαμβεύουσα· τοὺς ἀτόπους λογισμοὺς, τὰς ἐναγεῖς ἐνθυμήσεις, τὰς βεβήλους πράξεις, τὰς παρανόμους ὁμιλίας ἐκπομπεύουσα· οὐδὲν γὰρ ἦν τῶν πεπραγμένων αὐτῇ κακῶν, ὃ μὴ δάκρυσιν ἐξετραγῴδει. Ἤδει γὰρ ὅτι ὧν ὡμολόγει, τὴν ἀμνηστίαν ἐλάμβανεν· Εἶπα γὰρ, φησὶν, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Καὶ οὐ μόνον ἀλαλήτως ἐφθέγ-
6. Having piously pondered these things, and having anointed her mind unto faith, she enters in unto Jesus where He was reclining at table, taking her former shamelessness as an occasion for boldness. And she says nothing to Him; for she dared not; for she knew that the Overseer of thoughts has no need of words. For what could she say to Him Who knows all things? That she had sinned? That she had become a worker of many evils? That, loving and being loved, she had served common pleasure? These things were manifest to God, not only as they were being done, but also as they were laid bare in the unseen council-chamber of the soul. Knowing, therefore, that He knows all things, and that nothing can escape His notice, she bars her tongue as with a door, and speaks with her tears. For standing, it says, at the feet of Jesus, weeping she began to wet His feet with her tears. Yet even if she did not speak with her tongue, she nevertheless uttered speech with unutterable groanings, bending the contrition of her heart, leading in triumph the multitude of her sins; parading forth her absurd thoughts, her accursed imaginations, her profane deeds, her lawless converse; for there was none of the evils she had committed which she did not lament with tears. For she knew that for the things she confessed she received amnesty; For I said, it says, I will confess against myself my transgression unto the Lord, and Thou didst forgive the impiety of my heart (Ps. 31:5). And not only unutterably was she
Notes, col. 76

On the reading

Printed οὐχ, for οὐκ.

PG 39:77Read from the page
γετο, τοῖς στεναγμοῖς τῆς καρδίας δυσωποῦσα τὸν Κύριον· ἀλλὰ καὶ σχήματι τὸ τῆς μετανοίας περιέγραφε κάλλος. Ἐδάκρυσε μὲν, ὡς πολλὰ γελάσασα· τοῖς καλοῖς δάκρυσι τὸν κακὸν ἐκπλύνουσα γέλωτα· ταῖς δὲ ῥανίσι τῶν ὀφθαλμῶν τὸν τῶν παρειῶν ἐκπλύνουσα ῥύπον· ἵνα ἐν οἷς ἥμαρτεν, ἐν τούτοις καὶ ἀπολογήσηται· ἐν οἷς ἠνόμησεν, ἐν τούτοις τὸν νομοθέτην ἐξιλεώσηται. Ὥσπερ γὰρ τὴν κοίτην ἣν ἐκθέσμως ἐμόλυνε συμπλοκῇ, δάκρυσιν ἀπέπλυνεν ὁ Δαβίδ· Λούσω γὰρ, φησὶ, καθ' ἑκάστην νύκτα τὴν κοίτην μου· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· οὕτω καὶ αὕτη· δι' ὧν ὀφθαλμῶν πολλοὺς τῶν νέων εἰς ἀκολασίαν ὑπέσυρε, δακρύων ἀφεῖσα πηγὰς, τὸν δύσπλυτον τῆς ἁμαρτίας ἀπέπλυνε ῥύπον, αὕτη ἑαυτῇ λουτρὸν μετανοίας προβαλλομένη τὰ δάκρυα. Τὰ μὲν γὰρ δάκρυα ὡς ὕδωρ αὐτὰ παρεῖχε· τὴν δὲ ἄφεσιν ἀοράτως παρὰ τοῦ Χριστοῦ ὑπεδέχετο. Ἀλλὰ μὴν καὶ τὸν Ἀβραὰμ, οὐ μιμουμένη μόνον, ἀλλὰ καὶ νικῶσα, τοὺς πόδας ἀπέπλυνε τοῦ Χριστοῦ. Ὁ μὲν γὰρ νιπτῆρα θεὶς, ὕδατι ἀπέπλυνε, καὶ λεντίῳ κατέμασσεν· αὕτη δὲ οὐχ ὕδωρ ἀντλήσασα, ἀλλὰ κρήνας δακρύων ἀφεῖσα, τοὺς πόδας ἀπέπλυνε τοῦ Ἰησοῦ· φεισαμένη δὲ, μὴ δάκρυσιν ἁμαρτωλοῖς ἁγνοὺς ἐνυβρίσῃ πόδας, τὸ τῶν τριχῶν κόλλος ὡς λεντίον ὑποβαλοῦσα, ἀπέμασε τοὺς πόδας· καὶ ἦν ἰδεῖν ὅλον δι' ὅλου τὸ γύναιον πρὸς θεράπειαν τοῦ Ἰησοῦ καμπτόμενον. Οἱ μὲν γὰρ ὀφθαλμοὶ ἄνωθεν, ὡς κρῆναι, δακρύων ἔπεμπον ὀχετούς· ἡ δὲ ψυχὴ ὥσπερ νιπτὴρ ὑποκειμένη, τὰς ἐκ τῶν ποδῶν ἀποσταζούσας ἐδέχετο ῥανίδας. Οἱ δὲ πλόκαμοι ἠπέμασσον, τὸ λεντίου πληροῦντες σχῆμα. Αἱ δὲ χεῖρες τὸ ἀλάβαστρον τοῦ μύρου καταχέουσαι, τοὺς θείους ἤλειφον πόδας, μύρῳ τὸ μύρον τιμῶσαι· Μύρον γὰρ, φησὶ, κενωθὲν ὄνομά σοι.
uttering speech, entreating the Lord with the groanings of her heart; but even by her posture she depicted the beauty of repentance. She wept, as one who had laughed much, washing away her evil laughter with good tears; and with the drops from her eyes washing away the filth of her cheeks, that in the very things wherein she had sinned, in these she might also make her defence; in the very things wherein she had transgressed, in these she might propitiate the Lawgiver. For just as David washed with tears the bed which he had lawlessly defiled by intercourse—For I will wash, he says, my bed every night; with my tears I will water my couch (Ps. 6:7)—so too this woman, sending forth fountains of tears from the eyes with which she had drawn away many of the young into licentiousness, washed away the hard-to-wash filth of sin, herself setting before herself tears as a bath of repentance. For the tears she supplied as water, while she invisibly received remission from Christ. Nay more, not only imitating Abraham, but even surpassing him, she washed the feet of Christ. For he set a basin, washed with water, and wiped with a towel; whereas she, not having drawn water, but having sent forth springs of tears, washed the feet of Jesus; and sparing lest with sinful tears she should insult His pure feet, placing the beauty of her hair beneath as a towel, she wiped His feet; and one could see the woman bent wholly through and through to the service of Jesus. For her eyes from above, like springs, sent forth channels of tears; while her soul, lying beneath like a basin, received the drops trickling down from His feet. Her tresses wiped them, fulfilling the figure of the towel; and her hands, pouring out the alabaster jar of ointment, anointed His divine feet, honouring the Ointment with ointment; For Thy name, it says, is ointment poured forth (Song 1:2).
Ζʹ. Εἶδες πῶς ἐνίκησε τὴν ἀχάριστον τῶν Ἰουδαίων γνώμην γυνὴ ἁμαρτωλὸς, ἡ θείων ἄμοιρος νόμων; Οἱ μὲν γὰρ λίθοις αὐτὸν ἔβαλλον, ἡ δὲ τοῖς τῆς εὐωδίας ηὔφραινε μύροις· ἀλλὰ Ἰουδαῖοι μὲν ὡς ἀχάριστοι, ὡς ἀσύνετοι καὶ ἀγνώμονες, κακοῖς ἠμείβοντο τὸν εὐεργέτην, λίθοις τὸν ἀκρογωνιαῖον φιλοφρονούμενοι λίθον· ἡ δὲ μύρῳ ἤλειφε τοὺς πόδας τοῦ μέλλοντος δι' αὐτὴν πανημέριον ἐπὶ τοῦ ἰκρίου ἱστᾶσθαι τοῦ σταυροῦ. Καὶ τί λέγω, ὅτι τὸν ἀχάριστον τῶν Ἰουδαίων ἐνίκησε δῆμον, ὅπου γε ὅλων τῶν ἁγίων ὑπερηκόντισε τὸν χορόν; Ἔλαβε γὰρ χάριν, ἣν οὐκ ἔλαβον βασιλεῖς, ἧς οὐκ ἔτυχον δυνάσται. Βασιλεῖς γὰρ Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι, καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς. Καὶ δὴ κατὰ τὸν προφήτην, καὶ ἔδωκαν τὰ δῶρα, καὶ προσεκύνησαν πόῤῥωθεν· ἀλλ' οὐδεὶς αὐτῶν τοῦ Ἰησοῦ τοὺς πόδας ἐφίλησε. Πῶς γάρ; Ἦλθον μάγοι λαβόντες ἀστέρα τῆς ἱκεσίας σύμμαχον· ἀλλὰ πόῤῥωθεν ἐδωροφόρουν, τῆς οἰκείας τάξεως τὸ μέτρον γινώσκοντες· Ὁ οὐρανὸς γὰρ
7. Hast thou seen how a sinful woman, one devoid of divine laws, conquered the ungrateful mind of the Jews? For they pelted Him with stones, whereas she gladdened Him with sweet-smelling ointments; yet the Jews, as ungrateful, as senseless and unfeeling, repaid their Benefactor with evils, greeting the Cornerstone with stones (Ps. 117:22; John 10:31); whereas she anointed with ointment the feet of Him Who was about to stand for her sake all day long upon the scaffold of the cross. And why do I say that she conquered the ungrateful people of the Jews, when she outshot the choir of all the saints? For she received a grace which kings did not receive, which potentates did not obtain. For the kings of Tharsis and the isles shall bring gifts, and all the kings of the earth shall worship Him (Ps. 71:10). And indeed according to the prophet they both gave gifts and worshipped from afar; yet none of them kissed the feet of Jesus. For how could they? The Magi came, having taken a star as the ally of their supplication; yet from afar they brought gifts, knowing the measure of their own rank; For heaven is
Notes, col. 77

On the reading

Printed κόλλος, for κάλλος.

Printed θεράπειαν, for θεραπείαν.

Printed ἠπέμασσον, for ἀπέμασσον.

PG 39:80Read from the page
μοι θρόνος, ἡ δὲ γῆ, ὑποπόδιον τῶν ποδῶν μου. Ἐπαινέσθω τοίνυν ἡ γυνὴ, ὡς ὅλης τῆς γῆς τὴν τιμὴν ὑποδεξαμένη· ὡς ἁψαμένη ποδῶν ἀχράντων, ὧν τὸν χοῦν ἔθνη καὶ πατριαὶ λίξουσι, κατὰ τὸ εἰρημένον· Καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λίξουσιν. Ἥψατο ποδῶν ἀχράντων· ἐμερίσατο πρὸς Ἰωάννην τοῦ Χριστοῦ τὸ σῶμα. Ὁ μὲν γὰρ ἐπὶ στήθους ἀνέπεσε· θείαν γὰρ αὐτόθεν ἔμελλε διδασκαλίαν ἀπομάσσεσθαι· ἡ δὲ τοὺς ὑπὲρ ἡμῶν βαδίζοντας πόδας ὑπήλειφεν. Ἀλλ' ὁ Χριστὸς μὲν, ὁ μὴ τὴν ἁμαρτίαν κρίνων, ἀλλὰ τὴν μετάνοιαν ἐπαινῶν· ὁ μὴ τὰ παρελθόντα κολάζων, ἀλλὰ τὰ μέλλοντα δοκιμάζων, ἀμνηστίᾳ παρελθὼν τὰ προλαβόντα αὐτῆς κακὰ, τιμᾷ τὴν γυναῖκα, καὶ ἐπαινεῖ τὴν μετάνοιαν· δικαιοῖ τὰ δάκρυα, καὶ στεφανοῖ τὴν πρόθεσιν.
My throne, and the earth is the footstool of My feet (Isa. 66:1). Let the woman therefore be praised, as having received the honour of the whole earth, as having touched undefiled feet, the dust of which nations and families shall lick, according to what is said: And His enemies shall lick the dust (Ps. 71:9). She touched undefiled feet; she shared with John the body of Christ. For he reclined upon the breast, since from thence he was about to draw off divine teaching; whereas she anointed the feet that walk for our sake. Yet Christ, Who judges not the sin but praises the repentance, Who punishes not things past but proves things to come, passing over in forgetfulness her former evils, honours the woman and praises her repentance; He justifies her tears, and crowns her purpose.
Ηʹ. Ὁ γε Φαρισαῖος ὁρῶν τὸ θαῦμα, πλήττεται τὴν διάνοιαν, καὶ φθόνῳ βαλλόμενος, οὐ παραδέχεται τῆς γυναικὸς τὴν μετάνοιαν. Ἀλλὰ καὶ τὴν οὕτω τιμήσασαν τὸν Κύριον, ἐπιῤῥαπίζει τῇ λοιδορίᾳ· καὶ τοῦ τιμηθέντος ἐλαττοῖ τὸ ἀξίωμα, ἄγνοιαν αὐτῷ καταψηφιζόμενος. Ἰδὼν γὰρ, φησὶν, ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν, εἶπεν ἐν ἑαυτῷ· Οὗτος, εἰ ἦν προφήτης, ἔγνωκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ, ἥ τις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν. Ὦ ἄφρον καὶ ἀσύνετε, καὶ τὰ ὅλα Φαρισαῖε! Ταῦτα λέγων, οὐ τῆς γυναικὸς διελέγχεις τὸν τρόπον· ἀλλὰ τῆς ἰδίας κατηγορεῖς προαιρέσεως, ἀγνοεῖν αὐτὸν λέγων, τίς ποτε ὑπῆρχεν ἡ γυνή. Οὐκοῦν οὐχ ὡς Θεὸν πάντα γινώσκοντα τῇ κλήσει ἐτίμησας· οὐκ αἰδῇ οὖν, ὦ λαμπρὲ κατήγορε καὶ συκοφάντα, ὅτι καλεῖς μὲν αὐτὸν ὡς Θεὸν καὶ εὐλογῆσαι δυνάμενον, καταβοᾷς δὲ αὐτοῦ ὡς ἀνθρώπου, καὶ μηδὲν ὑπὲρ ἡμᾶς εἰδότος. Οὗτος, φησὶν, εἰ ἦν προφήτης. Καὶ πόσον σου βελτίων, ὦ Φαρισαῖε, ἡ ἐν Σιχήμοις γυνὴ, ἡ μὴ προφήτην εἰδυῖα, καὶ ἐκ πρώτης ὄψεως τὸν Σωτῆρα ὁμολογήσασα! Κύριε, γὰρ, φησὶ, θεωρῶ ὅτι προφήτης εἶ σύ. Πόσον δέ σου θαυμαστοτέρα καὶ αὕτη ἡ ἁμαρτωλὸς, ἧς τὴν μὲν ἁμαρτίαν ὁρᾷς, τὴν δὲ μετάνοιαν οὐ βλέπεις! Ἀλλὰ καὶ κατακρίνεις, ἣν ὁ κριτὴς δικαιοῖ· καὶ μέμφῃ καὶ ψέγεις, ἣν ὁ Θεὸς ἀποδεξάμενος στεφανοῖ· ὅτι ἰδοῦσα παρὰ σοὶ Θεὸν ἐν ἀνθρώπου μορφῇ κατακείμενον, ἐπέγνω καὶ ἐτίμησε· καὶ τὰ τῆς ψυχῆς ἐκκαλύψασα τραύματα, ἔλεον ᾔτησε καὶ τῶν βεβιωμένων τὴν ἀμνηστίαν. Σὺ δὲ τιμήσας τῇ κλήσει, ἀτιμάζεις τῇ λοιδορίᾳ, λέγων· Εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ, ἥ τις ἅπτεται αὐτοῦ. Ἄθλιε! ἐπειδὴ τὰ σὰ οὐκ ἤλεγξε κακὰ, ἄγνοιαν αὐτοῦ καταψηφίζῃ; Ἐπειδὴ τὴν πολλοῖς κακοῖς βεβαρημένην σου στέγην ὑπῆλθεν, ἀναιρεῖς αὐτοῦ τὴν γνῶσιν; Ἀλλ' ἐπειδὴ ἠξίωσας αὐτὸν τὴν σὴν ὑπελθεῖν στέγην, ἀνακλιθῆναι μετὰ σοῦ, καὶ χεῖρα ἐπιβάλλειν τοῖς ἐδέσμασί σου, ἐπένευσε καὶ οὐκ ἀπηξίωσεν, ἕνα αὐτὸν τῶν πολλῶν νομίζεις; Ἄξιος δὲ ἦσθα ξενοδοχῆσαι Θεὸν, ἢ τράπεζαν παραθῆναι τῷ ἑτοιμάζοντι τράπεζαν ἐν ἐρήμῳ; Ἀλλὰ φιλάνθρωπος ὢν, οὐ παρῃτήσατο καὶ παρ' αὐτῶν τῶν οἰκετῶν πόμα καὶ σιτίον ὑποδέξασθαι. Τί
8. The Pharisee, seeing the marvel, is struck in mind, and, smitten with envy, does not accept the woman's repentance. Rather, her who had thus honoured the Lord he lashes with reviling, and diminishes the dignity of Him Who was honoured, adjudging Him ignorant. For when the Pharisee who had invited Him saw it, it says, he spoke within himself: This man, if he were a prophet, would have known who and what manner of woman this is who touches him, for she is a sinner. O foolish and senseless and altogether Pharisee! In saying these things, thou dost not convict the woman's manner, but thou accusest thine own purpose, saying that He is ignorant of who the woman was. Therefore thou didst not honour Him by thy invitation as God Who knows all things; art thou not ashamed then, O splendid accuser and sycophant, that thou callest Him indeed as God and able to bless, yet clamourest against Him as a man and knowing nothing beyond us? This man, he says, if he were a prophet. And how much better than thee, O Pharisee, was the woman in Shechem, who, not knowing Him to be a prophet, from the first sight confessed the Saviour! For Lord, she says, I perceive that Thou art a prophet (John 4:19). And how much more admirable than thee is this sinful woman too, whose sin indeed thou seest, yet whose repentance thou dost not behold! Nay, thou even condemnest her whom the Judge justifies, and blamest and censurest her whom God, having accepted, crowns; because, seeing God reclining at thy house in the form of a man, she recognized and honoured Him, and, uncovering the wounds of her soul, she asked for mercy and forgetfulness of her past life. But thou, having honoured Him by the invitation, dishonourest Him by reviling, saying: If he were a prophet, he would have known who and what manner of woman this is who touches him. Wretch! Because He did not convict thine evils, dost thou adjudge Him ignorant? Because He entered under thy roof, weighed down with many evils, dost thou do away with His knowledge? Yet because thou didst deem Him worthy to come under thy roof, to recline with thee, and to put His hand to thy meats, and He nodded assent and did not disdain it, dost thou reckon Him one of the many? And wert thou worthy to entertain God, or to set a table before Him Who prepared a table in the wilderness (Exod. 16:13)? Yet being a lover of mankind, He did not refuse to receive drink and food even from the servants themselves. Why
Notes, col. 80

On the reading

Printed λίξουσι, for λείξουσι.

Printed λίξουσιν, for λείξουσιν.

PG 39:81Read from the page
οὖν αἰτιᾶσαι φιλάνθρωπον Δεσπότην, ὦ Φαρισαῖε, ὁμοίως εἰς πάντας τὸν τῆς χρηστότητος ζυγὸν ταλαντεύοντα; Τί δὲ τὸν κύνωπα τῆς γυναικὸς διϋλίζων, τὴν κάμηλον τῶν οἰκείων κακῶν καταπίνεις; Καὶ ἐπὶ σοὶ μὲν μακρόθυμον τὸν Θεὸν εἶναι βούλῃ, ἐπὶ ταύτῃ δὲ ἀπότομον; Τί ἐπ' ἀλλοτρίοις ἐγκλήμασι παροξύνεις τὸν δικαστὴν, ἐπὶ τοῖς οἰκείοις συγγνώμην αἰτῶν; Τί συνεφωνήσατε σὺ καὶ Ἰούδας πειρᾶσαι τὸν Κύριον; Σὺ μὲν γὰρ ὡς καθαρὸς ἀπὸ ῥύπου, ἐπὶ τοῖς ἁμαρτήμασι διασύρων τὸν ἄνθρωπον, ἄγνοιαν καταψηφίζῃ Θεοῦ· ὁ δὲ, ὡς φιλόπτωχος ἀγανακτεῖ, λέγων· Τίς ἡ ἀπώλεια τοῦ μύρου τούτου; ἐδύνατο γὰρ πραθῆναι πολλοῦ, καὶ δοθῆναι πτωχοῖς. Ὦ τῆς ἀγνώμονος γνώμης! Ὦ τῶν ἀχαρίστων τρόπων! Ἀπώλειαν τίθης, Ἰούδα, τὴν θεράπειαν τοῦ Χριστοῦ; καὶ μάταιον ἀνάλωμα καλεῖς, τὸ εἰς τιμὴν προχωρῆσαι Θεοῦ;
therefore dost thou accuse a mankind-loving Master, O Pharisee, Who balances the scale of goodness equally towards all (Wisd. 6:8)? And why, straining out the gnat of the woman, dost thou swallow the camel of thine own evils (Matt. 23:24)? And for thyself thou willest God to be long-suffering, yet for her severe? Why on others' charges dost thou provoke the Judge, when asking pardon for thine own? Why did you agree together, thou and Judas, to tempt the Lord? For thou, as though pure from filth, tearing down the human being for her sins, adjudgest God ignorant; while he, as a lover of the poor, is indignant, saying: What is the waste of this ointment? For it could have been sold for much, and given to the poor (Matt. 26:9; Mark 14:4; John 12:5). O the unfeeling mind! O the ungrateful ways! Dost thou count as waste, Judas, the service of Christ? And dost thou call a vain expenditure what goes forward to the honour of God?
Θʹ. Πόσον ἐδώκαμεν ὧν ἐλάβομεν; Λογισώμεθα, ἀφ' οὗπερ ὁ κόσμος ἀνεδείχθη, πόσοι παρὰ τῆς αὐτοῦ φύσεως ἐλέους ῥέουσι ποταμοὶ, καὶ οὐ λογίζεται ὁ Θεὸς ζημίαν τὴν ἀφθονίαν. Πόσας ἡ γῆ εὐωδίας βλαστάνει; ῥόδον, καὶ κρίνον, καὶ στύρακα, νάρδον καὶ στακτὴν, καὶ τὰ ἄλλα, ἀφ' ὧν τὸ καλὸν κατασκευάζεται μύρον· καὶ οὐ λογίζεται Θεὸς εἰς ἀπώλειαν ταῦτα· καὶ ἵνα μικρὸν ἀλάβαστρον μύρου τοῖς ποσὶ τοῦ Χριστοῦ ἐπιχεθῇ, γογγύζεις; Μὴ οὖν προῖκα αὐτὸ ἔλαβεν, ἵνα γογγύζεις; Ἔλαβε μύρον, καὶ ἔδειξε μετανοίας τρόπον. Ἔλαβε δάκρυα, καὶ ἔστησε πηγὴν ἁμαρτημάτων. Ποία οὖν ἐστιν ἀπώλεια, εἰ ἐσώθη γυνὴ, δι' ἣν ὁ παράδεισος ἀπεκλείσθη; Ἀλλὰ λυπεῖ σε τοῦτο, Ἰούδα; Εἰκότως· καὶ γὰρ τὸν διάβολον ἐλύπησεν αὐτῆς ἡ σωτηρία. Οἶδε γὰρ δι' αὐτῆς λοιπὸν τὸ γένος πρὸς μετάνοιαν μεταβαλλόμενον· καὶ δάκνεται καὶ ἀνιᾶται· οὐκ ἔχων λοιπὸν δίκτυον δι' ὃν θηράσῃ τὸν ἄνθρωπον. Ὅθεν καὶ σὲ εἰς τὸ γογγύσαι παρώρμησεν. Εἰς τί, φησὶν, ἡ ἀπώλεια αὕτη; Ἐδύνατο γὰρ πραθῆναι πολλοῦ. Ἤδη πράσσεις, Ἰούδα· ἤδη προδοσίας μελετᾷς· κακῶν αἰνιγμάτων ἀρχή. Ἀλλ' ὁ Ἰησοῦς οὐχ ἐλέγχει αὐτοῦ τὴν νόσον· οὐ γυμνοῖ τὸ φιλάργυρον, ἵνα μὴ τὴν μέλλουσαν προδοσίαν ἀνακρούσηται· ἀλλ' ἐπὶ πάντας λέγει· Τί κόπους παρέχετε τῇ γυναικί; Τί πρὸς τοῖς προλαβοῦσι κακοῖς κακίζετε τὴν ἄν-
9. How much have we given of what we received? Let us reckon, from the very time the world was shown forth, how many rivers of mercy flow from His nature, and God does not reckon the abundance as loss. How many sweet odours does the earth sprout forth? Rose, and lily, and storax, nard and stacte, and the other things from which good ointment is prepared; and God does not reckon these as waste; and that a small alabaster jar of ointment should be poured upon the feet of Christ, dost thou murmur? Did He receive it for nothing, that thou murmurest? He received ointment, and showed a manner of repentance; He received tears, and stayed a fountain of sins. What then is the waste, if a woman was saved, on whose account paradise was shut? Yet does this grieve thee, Judas? Reasonably; for her salvation grieved the devil also. For he knows that henceforth through her the race is being transformed unto repentance; and he bites himself and is distressed, having no longer a net through which to hunt mankind. Whence he incited thee also to murmur. To what purpose, he says, is this waste? It could have been sold for much (Matt. 26:9; Mark 14:5). Already thou actest, Judas; already thou meditatest betrayal—a beginning of evil riddles. Yet Jesus does not convict his disease; He does not lay bare his love of money, lest He ward off the coming betrayal; rather, He says unto all: Why do you trouble the woman (Matt. 26:10; Mark 14:6)? Why in addition to her former evils do you revile the
Notes, col. 81

On the reading

Printed κύνωπα, for κώνωπα.

Printed θεράπειαν, for θεραπείαν.

Printed οὐχ, for οὐκ.

PG 39:84Read from the page
θρωπον; Αὐτάρκως ἔκαμε τὸ τῶν γυναικῶν γένος· μηδεὶς αὐτῶν τὴν σωτηρίαν ἐμποδιζέτω· μηδεὶς κοπούτω τὴν λούσασαν μύρῳ τοὺς πόδας τοὺς ὑπὲρ αὐτῆς βαδίσαντας ἐπὶ τῆς γῆς. Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ' ἑαυτῶν. Λάβετε κἀμὲ καὶ μετὰ πτωχῶν. Δι' ὑμᾶς γὰρ ἐπτώχευσα πλούσιος ὢν, ἵνα ὑμεῖς τῇ ἐμῇ πτωχείᾳ πλουτήσητε. Ἀναιρεῖτέ με, καὶ οὐκ ἐγκαλῶ· ἐνταφιάζει με αὕτη, καὶ γογγύζετε; Βαλοῦσα γὰρ αὕτη τὸ μύρον ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με πεποίηκεν. Οὐκ αἰδῇ οὖν, Ἰούδα, ὅτι αὕτη μὲν, ἁμαρτωλὸς οὖσα, μύροις με τιμᾷ· σὺ δὲ, ἀπόστολος ὢν, πράσει με καθυβρίζεις; Καὶ ἡ μὲν γυνὴ τὰ πρὸς τάφον ἑτοιμάζει, ὁ δὲ μαθητὴς τῷ θανάτῳ παραδίδωσιν. Ἁμαρτωλός ἐστιν ἡ γυνὴ, οἶδα· ἀλλ' οὐδὲν εἶχέ μοι χαρίσασθαι, ἢ πηγὴν δακρύων· πηγῇ τὴν πηγὴν εὐμενίζουσα. Ἀλλὰ καὶ δοκιμάζεις, ἄθλιε, τὸ μύρον, τριακοσίων δηναρίων λέγων· δοκιμάζεις δὲ, οὐχ ἵνα αὐτῆς τὴν μεγαλοψυχίαν ἐπαινέσῃς· ὅτι ὅλον τὸν ἐκ κακῶν συναχθέντα πλοῦτον εἰς τιμὴν μύρου κατανάλωσεν· ἀλλ' ἵνα γογγύζων δείξῃς, ὡς ἀπεύκτῳ περιέπεσας κακῷ, τοσοῦτον ζημιωθείς. Ἀλλ' οὐ μέγα εἰ τριακοσίων δηναρίων στέρησιν δυσχεραίνεις, ὅπου γε τριάκοντα λαβὼν, ἀπέδου με τὸν Κύριον. Τί γὰρ, φησὶ, θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν. Ἄθλιε! Δοῦλος Δεσπότην πωλεῖ; Ἀντέτραπται ἡ τάξις· καὶ ἐγὼ μὲν σὲ τῆς ἁμαρτίας τῷ οἰκείῳ ὠνοῦμαι αἵματι, σὺ δὲ μὲ τριάκοντα ἐπεμπωλεῖς ὀβολῶν; Εἶτα δὲ ἄνθρωπος Θεὸν πωλεῖ; Δεδόσθω δὲ, ὅτι πωλεῖ· τίς ὁ ὠνούμενος; πόσου δέ τις ἀγοράσει Θεόν; τί δὲ καὶ εὔωνον ποιεῖς τὸ πρᾶγμα; τριάκοντά τις ἀργυρίων Θεὸν πωλεῖ ἐν ἀνθρώπου μορφῇ, ὡς οἰκέτην, ὡς βάρβαρον; κἂν διάκρινον, πόσου μὲν τὸν ἐνοικοῦντα Θεὸν, πόσου δὲ τὸν φαινόμενον ἄνθρωπον· Τί μοι, φησὶ, θέλετε δοῦναι. Σὺ τί θέλεις λαβεῖν· ἐκεῖνοι γὰρ οὐδὲν ἔχουσι δοῦναι ἀντάξιον Θεοῦ. Καὶ ἔστησαν αὐτῷ, φησὶ, τριάκοντα ἀργύρια. Τριάκοντα ὀβολῶν ἄμισθόν τις ἰατρὸν πωλεῖ; ἰατρὸν τυφλοὺς ὀμματοῦντα, χωλοὺς πρὸς δρόμον ἐγείροντα. Ταῦτα λέγω, ἵνα σου κατηχήσω τὴν διάνοιαν, ὅτι κόπους παρέχεις τῇ γυναικί· ὅτι τὸν ἐν νεκροῖς ἐλεύθερον, καὶ πρὸ τοῦ θανάτου ὡς νεκρὸν ἐτίμησεν· ὅτι διὰ τοῦ μύρου, τῆς ταφῆς, καὶ τῆς ἀναστάσεως τὴν χάριν προεσήμανεν. Ἀλλὰ σὺ μὲν καρπὸν τῆς προδοσίας τὸν σχοῖνον ἕξεις· ταύτης δὲ ἡ μνήμη, ὅπου ἂν κηρυχθῇ τὸ Εὐαγγέλιον, ἀνεξάλειπτός ἐστιν. Εἶπε, καὶ ἐγένετο ἔργον οὕτως. Ὅτι τὸ τοῦ Ἀαρὼν, τὸ τοῦ Ἐλεάζαρ πέπαυται μύρον, καὶ τὸ κέρας ἤργησε. Τὸ δὲ ἀλάβαστρον ταύτης παντὶ τῷ αἰῶνι συνεπεκτείνεται, ἀκένωτον ἔχον τῆς μνήμης τὴν εὐωδίαν.
woman? Sufficiently has the race of women laboured; let no one hinder their salvation; let no one trouble her who washed with ointment the feet that walked for her sake upon the earth. For the poor you always have with you (Matt. 26:11). Take Me also with the poor. For your sakes, though I was rich, I became poor, that you through My poverty might become rich (2 Cor. 8:9). You kill Me, and I do not accuse; she buries Me, and you murmur? For she, having poured this ointment upon My body, has done it for My burial (Matt. 26:12). Art thou not ashamed then, Judas, that she, being a sinner, honours Me with ointments, whereas thou, being an apostle, insultest Me by a sale? And the woman prepares the things for the tomb, while the disciple delivers Me over to death. The woman is a sinner, I know; yet she had nothing to bestow upon Me except a fountain of tears, propitiating the Fountain with a fountain. But thou even testest the ointment, wretch, saying of three hundred denarii (Mark 14:5); and thou testest it, not in order to praise her magnanimity, because she spent all the wealth gathered from evil deeds on the price of ointment, but that by murmuring thou mightest show that thou hadst fallen into an abominable evil, having suffered so great a loss. Yet it is no great thing if thou art vexed at the deprivation of three hundred denarii, seeing that, having taken thirty, thou didst sell Me the Lord. For what, he says, will you give me, and I will deliver Him unto you (Matt. 26:15)? Wretch! Does a slave sell his Master? The order is inverted; and I purchase thee from sin with Mine own blood, while thou sellest Me for thirty obols? And then does a man sell God? Yet let it be granted that he sells: who is the buyer? For how much will anyone purchase God? And why dost thou even make the matter cheap? For thirty pieces of silver does one sell God in human form, as a servant, as a barbarian? At least distinguish for how much thou reckonest the indwelling God, and for how much the visible man: What, he says, will you give me? What wilt thou receive? For they have nothing to give that is a worthy equivalent of God. And they appointed unto him, it says, thirty pieces of silver (Matt. 26:15). For thirty obols does anyone sell a physician without fee—a physician who gives sight to the blind, who raises up the lame to run? These things I say, that I may instruct thy mind, because thou troublest the woman; because Him Who is free among the dead (Ps. 87:6) she honoured even before death as dead; because through the ointment she prefigured the grace of burial and resurrection. Yet thou shalt have the halter as the fruit of thy betrayal (Matt. 27:5); whereas her memory, wheresoever the Gospel shall be preached, is ineffaceable (Matt. 26:13). He spoke, and the deed came to pass thus. Because the ointment of Aaron and of Eleazar has ceased, and the horn has become idle; whereas the alabaster jar of this woman is coextensive with the whole age, having the fragrance of her memory unemptied.
Ιʹ. Ἀλλὰ πρὸς μὲν τὸν Ἰούδαν οὕτω, πρὸς δὲ τὸν Φαρισαῖον γογγύζοντα Χριστὸς οὕτως ἔλεγε. Σίμων,
10. Thus indeed unto Judas; and unto the murmuring Pharisee Christ spoke thus: Simon,
PG 39:85Read from the page
ἔχω σοί τι εἰπεῖν. Ὦ χάριτος ἀφάτου! Ὦ φιλανθρωπίας ἀῤῥήτου! Θεὸς καὶ ἄνθρωπος κοινολογοῦνται, καὶ προτίθησι πρόβλημα, κανόνα φιλανθρωπίας, ἐκλύων αὐτοῦ τὴν πονηρίαν. Σίμων, γὰρ, φησὶν, ἔχω σοί τι εἰπεῖν· ὃ μηδενὶ τῶν παλαιῶν εἶπον, οὐ πατριάρχῃ, οὐ προφήτῃ, οὐ νομοθέτῃ. Τότε μὲν γὰρ, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος ἐζήτουν, τὸ δίκαιον ἀπαιτῶν· ἀλλ' ἐπειδὴ οὐ δύνασθε φέρειν τὸ δίκαιον, χάριν ἀντεισάγω τῷ νόμῳ, καὶ ἀλάλητόν σοι μυστήριον ἐρῶ. Ὁ δέ φησι· Διδάσκαλε, εἰπέ. Δύο χρεωφειλέται ἦσαν ἑνὶ ἀνδρί. Ὅρα Θεοῦ σοφίαν. Ἀποσιωπᾷ τὴν γυναῖκα, ἵνα μὴ κακουργήσῃ περὶ τὴν ἀπόκρισιν. Ὁ εἷς, φησὶν, ὤφειλε δηνάρια πεντακόσια· ὁ δὲ ἕτερος, πεντήκοντα. Φοβερὸς τοῦ διηγήματος ὁ τρόπος. Γραμματεῖόν ἐστιν ὁ ἡμέτερος βίος, ἀοράτως γράφων καὶ λογισμοὺς, καὶ πράξεις, καὶ ὀφθαλμῶν ῥεμβασμοὺς, καὶ ψυχῆς κινήματα· ἀλλὰ λύει τὸν φόβον ὁ φιλάνθρωπος δανειστὴς, ὁ τὰ χειρόγραφα διαῤῥήσσων τῆς ἁμαρτίας· καὶ οὐ μόνον διαῤῥήσσων, ἀλλὰ καὶ λεαίνων τοῖς ὕδασι τοῦ βαπτίσματος, ἵνα μὴ ἴχνος στοιχείου ἢ συλλαβῆς ὑπομεῖναν, ὑπόμνημα γένηται τῶν παρῳχηκότων κακῶν. Μὴ ἐχόντων οὖν, φησὶν, αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. Εἶδες φιλάνθρωπον δανειστήν; Πῶς δανείζει μὲν, οὐκ ἀπολαμβάνει δέ; Πῶς δὲ ἀγνωμονούμενος οὐ ναρκᾷ· ἀλλ' ἥπλωται αὐτοῦ τοῖς αἰτοῦσιν ἡ χείρ; Μὴ ἐχόντων, φησὶν, ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. Ἀφῆκε μὴ ἐχόντων· οὐχὶ μὴ θελόντων. Ἕτερον γὰρ μὴ ἔχειν, καὶ ἕτερον μὴ θέλειν. Οἷόν τι λέγω· Θεὸς οὐδὲν παρ' ἡμῶν ζητεῖ, ἢ μετάνοιαν. Ὅθεν βούλεται ἡμᾶς ἀεὶ χαίρειν, καὶ προστρέχειν τῇ μετανοίᾳ. Ἐὰν μὲν θελόντων ἡμῶν μετανοῆσαι, τὸ πλῆθος τῶν ἁμαρτιῶν ἄτονον τὴν μετάνοιαν ἡμῶν δείξῃ· οὐ παρὰ τὸ μὴ θέλειν, ἀλλὰ παρὰ τὸ μὴ ἔχειν, οὐκ ἐκτίνομεν τὸ χρέος. Διὰ τοῦτο οὖν λέγει, Μὴ ἐχόντων αὐτῶν· ἵνα δείξῃ ὅτι ἰδὼν αὐτοὺς βουλομένους μὲν διὰ μετανοίας ἀποδοῦναι τὸ χρέος, μὴ δυναμένους δὲ διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν, ὡς φιλάνθρωπος, αὐτοῖς συνεχώρησε, οὐκ ἀπὸ πράξεως, ἀλλ' ἀπὸ προαιρέσεως ἐλευθερῶσαι τῆς ὀφειλῆς τὸ ὑπόχρεον. Μὴ ἐχόντων οὖν αὐτῶν ἀποδοῦναι· μὴ μαστίξας, μὴ ὑβρίσας, μὴ στρεβλώσας, ἀμφοτέροις ἐχαρίσατο
I have something to say unto thee. O ineffable grace! O unspeakable love for mankind! God and man converse together, and He sets forth a problem, a rule of love for mankind, undoing his wickedness. For Simon, He says, I have something to say unto thee, which I have said to none of the ancients—not to a patriarch, not to a prophet, not to a lawgiver. For then I sought an eye for an eye, and a tooth for a tooth (Exod. 21:24), demanding what was just; but since you cannot bear what is just, I introduce grace in place of the law, and I will speak unto thee an unutterable mystery. And he says: Master, speak. There were two debtors to one man. Behold the wisdom of God! He passes over the woman in silence, lest he act maliciously concerning the answer. The one, He says, owed five hundred denarii, and the other fifty. Fearful is the manner of the narrative. Our life is a ledger, invisibly writing down both thoughts, and deeds, and wanderings of the eyes, and movements of the soul; yet the mankind-loving creditor dissolves the fear, tearing asunder the handwritings of sin—and not only tearing them asunder, but even smoothing them out with the waters of baptism, so that no trace of letter or syllable remaining behind might become a reminder of past evils. When they had nothing, therefore, He says, to pay back, he forgave them both. Hast thou seen a mankind-loving creditor? How He lends indeed, yet does not receive back? And how, when treated ungratefully, He does not grow numb, but His hand is stretched out to those who ask? When they had nothing, He says, to pay back, he forgave them both. He remitted to those who had nothing, not to those who were unwilling. For it is one thing not to have, and another not to be willing. What sort of thing do I mean? God seeks nothing from us but repentance. Whence He wills us always to rejoice, and to run unto repentance. If indeed, while we are willing to repent, the multitude of our sins shows our repentance to be feeble, it is not because of not being willing, but because of not having, that we do not pay the debt. On this account, therefore, He says, When they had nothing, that He might show that, seeing them willing indeed through repentance to pay back the debt, yet unable because of the multitude of their sins, as a lover of mankind He pardoned them, to free what was liable to the debt not from action, but from purpose. When they had nothing, therefore, to pay back—without having scourged, without having insulted, without having tortured—he forgave them both
ΙΑʹ. Τίς οὖν αὐτὸν ὀφείλει πλέον ἀγαπῆσαι; Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· Ὑπολαμβάνω, ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Βλέπε τοῦ Φαρισαίου τὸ δεινόν. Ὡς οἶδεν ἑαυτὸν τῷ λόγῳ ἤδη τῆς ἀληθείας ἀποκλειόμενον, τὸ Ὑπολαμβάνω τέθεικε, φοβούμενος
11. Which of them therefore ought to love him more? And Simon answering said: I suppose, he to whom he forgave the more. Behold the cunning of the Pharisee! When he saw himself already shut in by the word of truth, he put forward "I suppose," fearing