ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Αἱ οὖν χάριν παιδογονίας ἐννόμως τοῖς ἀνδράσι μιγνύμεναι, ἀνέγκλητοί εἰσιν· ὥσπερ ἡ Σάῤῥα, καὶ ἡ Ῥεβέκκα, καὶ ἡ Ῥαχήλ· καὶ εἴ τις ἄλλη ἀπ' αὐτῆς· αἱ δὲ λόγῳ ἡδυπαθείας τοὺς νέους πρὸς ἀκολασίαν διεγείρουσαι, ὡς φθείρουσαι τὸν ναὸν τοῦ Θεοῦ, παραδίδονται φθορᾷ. Εἴ τις γὰρ, φησὶ, φθείρει τὸν ναὸν τοῦ Θεοῦ, φθερεῖ τοῦτον ὁ Θεός· ὧν καὶ αὕτη μία ἦν, ἡ μετὰ χεῖρας ἁμαρτωλός. Τὴν γὰρ φύσιν καπηλεύσασα, καὶ ταῖς ἔξωθεν βαφαῖς τὰς παρειὰς φοινίσσουσα, καὶ τέχνῃ βιαζομένη φανῆναι καλὴ, τοὺς νέους πρὸς ἀκολασίαν ὑπέσυρεν, ἀπροόπτως αὐτοὺς εἰς τὸ τῆς πορνείας ἀποκλίνουσα βάραθρον.
is marriage among all, and the bed undefiled; but fornicators and adulterers God will judge. Those women, therefore, who lawfully unite with their husbands for the sake of begetting children are blameless, such as Sarah, and Rebecca, and Rachel, and any other after her; but those who by the principle of sensual pleasure arouse young men to licentiousness, as destroying the temple of God, are delivered over to destruction. For if any one, it says, destroys the temple of God, him shall God destroy; of whom this woman also was one, the sinner now in hand. For having made merchandise of nature, and reddening her cheeks with external dyes, and forcing herself by art to appear beautiful, she dragged young men down to licentiousness, unexpectedly inclining them into the pit of fornication.
Ε΄. Ταῦτα δὲ λέγω, οὐ κωμῳδῶν αὐτὴν ἐφ' οἷς ἔδρασε πρίν· ἀλλ' ἐπαινῶν αὐτὴν, ἀφ' οἵων, οἷα γέγονεν ἄφνω. Λέγω γὰρ τίς ἦν πρώην, ἵνα δείξω τίς γέγονε νῦν· λέγω αὐτῆς τῆς ἁμαρτίας τὰ πταίσματα, ἵνα δείξω τῆς μετανοίας τὰ κατορθώματα. Ἀλλ' αὕτη, ἡ τῷ σώματι οὐκ ἀμέμπτως χρησαμένη τὸ πρίν· τοὺς μὲν διὰ βοστρύχων σαγηνεύουσα, τοὺς δὲ διὰ δακρύων φαρμάττουσα, τοὺς δὲ διὰ λήμματος γοητεύουσα, πάντας δὲ πανταχόθεν εἰς τὸν βάραθρον τῆς ἀκολασίας προσκαλουμένη, τὸν αἰσχρὸν αὐτῆς καὶ ἡδυπαθῆ ἔρωτα εἰς θεῖον καὶ ἐπουράνιον μεταβάλλει φίλτρον. Ὡς εἶδε γὰρ τὸν Ἰησοῦν, ποτὲ μὲν ἀδέως τῇ Σαμαρείτιδι διαλεγόμενον, ποτὲ δὲ τὴν Χαναναίαν προσιέμενον, ἄλλοτε τῆς αἱμοῤῥοούσης ἀνακηρύττοντα τὴν κλοπὴν, καὶ πῇ μὲν τελώναις συνεσθίοντα, πῇ δὲ τῶν Φαρισαίων τοὺς οἴκους καταλαμβάνοντα, ἐλογίσατο ὅτι· Εἰ πόρνας καὶ ἁμαρτωλοὺς καὶ τελώνας προσίεται, μέχρι πότε ἀκαθέκτως οἰστρῶσα, τὸ τῆς ἁμαρτίας πέλαγος ἀντλῶ; Οὐ μένω νέα, οὐ μένω καλή· πάντα γὰρ παρέρχεται, πάντα μαραίνεται, καὶ ἄνθη, καὶ κρίνα, καὶ τῶν προσώπων τὰ κάλλη. Τί οὖν πάθω ἐφ' οἷς ἔδρασα; Ἤδη γὰρ τὸ τῆς γεέννης πῦρ ἐννοῶ, ἤδη μου τὴν ψυχὴν μετάγνωσις λαμβάνει, ὅτι ἐπ' ὀλέθρῳ τῶν νέων βιαζομένη φανῆναι καλὴ, ἐν ταῖς ἀγυιαῖς τῆς πόλεως, ἐν ταῖς ἀγοραῖς, ἐν ἀμφόδοις ἔτρεχον, δίκτυον μὲν τοὺς πόδας ἔχουσα, καὶ σαγήνην τὴν γλῶτταν. Ὦ πόσους νεανίσκους κατέθελξα, μεστὸν ἀναιδείας βλέμμα περιφέρουσα! Ἐπὶ λύμῃ γὰρ τῶν θεατῶν ὡραϊζομένη, πῇ μὲν πολυπλόκοις σειραῖς τὴν κεφαλὴν ἐπύργουν, πῇ δὲ νομάδας πλοκάμων ἐκ κορυφῆς εἴων κατὰ μετώπου χαλᾶσθαι. Ἄλλοτε δὲ τὰς παρειὰς ἐφοίνισσον, καὶ τοὺς ὀφθαλμοὺς κατέγραφον. Καὶ ἄλλοτε δακρύων λιβάδας ἠφίουν, τῇ κολακείᾳ ἐκτραχηλίζουσα τὴν ψυχήν. Τίς οὖν ἐπὶ τούτοις γένωμαι; Τίνα ἰατρὸν εὕρω
V. Now I say these things, not mocking her for what she did before, but praising her for what she has suddenly become from what she was. For I tell who she was formerly, that I may show who she has become now; I tell the stumblings of her sin, that I may show the upright achievements of her repentance. But this woman, who formerly used her body not blamelessly, ensnaring some through curls, bewitching others through tears, enchanting others through gain, and summoning all from every side into the pit of licentiousness, changes her shameful and sensual passion into a divine and heavenly love-charm. For when she saw Jesus now conversing fearlessly with the Samaritan woman, now receiving the Canaanite woman, at another time proclaiming the theft of the woman with an issue of blood, and here eating with tax-collectors, there entering the houses of the Pharisees, she reasoned thus: If He receives harlots and sinners and tax-collectors, how long, unrestrainedly stung by frenzy, shall I bail the sea of sin? I do not remain young, I do not remain fair; for all things pass away, all things wither, both flowers, and lilies, and the beauties of faces. What then shall I suffer for the things I have done? For already I call to mind the fire of Gehenna, already repentance seizes my soul, because to the destruction of young men, forcing myself to appear beautiful, I ran in the streets of the city, in the market-places, in the thoroughfares, having my feet as a net and my tongue as a dragnet. O how many young men I bewitched, turning about a gaze full of shamelessness! For adorning myself to the ruin of the spectators, at one time I towered my head with intricate braids, at another I let stray locks hang down from the crown over my forehead. And at other times I reddened my cheeks and painted my eyes. And at other times I poured forth streams of tears, casting the soul headlong by flattery. What then shall become of me upon these things? What physician shall I find