Migne Reading Room

PG 39 · cols. 88–97 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:88Read from the page
τελείαν τὴν ἀπόκρισιν δοῦναι. Ὁ δὲ Κύριος, οὐ τὴν γνώμην αὐτοῦ ἐξήτασεν, ἀλλὰ τὴν ἀπόκρισιν ἁρπάσας, λέγει αὐτῷ· Ὀρθῶς ἀπεκρίθης. Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα, τῷ Σίμωνι ἔφη· Βλέπεις ταύτην τὴν γυναῖκα τὴν ἁμαρτωλόν; τὴν σοὶ μὲν ἀπηγορευμένην, ἐμοὶ δὲ σωζομένην; Εἰσῆλθον εἰς τὸν οἶκόν σου. Σὸς γὰρ ὁ οἶκος, καὶ οὐκ ἐμός· ὁ λοιδορίας μεστός. Ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· πόδας, τοὺς διὰ σὲ κονισθέντας· τοὺς τὸν κόπον ὑπομείναντας, ἵνα κόπων τοὺς κοπιῶντας καὶ πεφορτισμένους ἐλευθερώσω. Ἐξ ἡμισείας τὴν τιμὴν προσήνεγκας, τὰ μὲν ἄνωθεν θαυμάσας, τὰ δὲ κάτωθεν μὴ θεραπεύσας. Ἀλλὰ σὺ μὲν ὕδωρ εἰς τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ πηγὰς δακρύων ἐκ τῶν βλεφάρων ἀφεῖσα, τῆς ἁμαρτίας αὐτῆς τὸν ῥύπον ἀπέσμηξε. Σύ μοι φίλημα οὐκ ἔδωκας· ὡς εἴθε μή τε Ἰούδας, ὁ φιλήματι τὴν προδοσίαν ἐργασάμενος. Αὕτη δὲ ἀφ' ἧς εἰσῆλθεν, οὐ διέλειπε καταφιλῆσαί μου τοὺς πόδας. Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· Ἔλαιον γὰρ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Πῶς γὰρ εἶχε τὴν κεφαλὴν τιμῆσαι, ὁ ποδῶν ἀμελήσας; Αὕτη δὲ καὶ τοὺς πόδας ἤλειψε μύρῳ. Μύρον γὰρ, φησὶν, ἐκκενωθὲν ὄνομά σοι. Ἐκκενωθὲν, οὐκ ἐκχυθέν. Ἐπειδὴ γὰρ τὸ σκεῦος τῆς Ἰουδαϊκῆς γνώμης ὑπόσαθρον ἦν, διὰ τοῦτο ἐκ τῆς ἀλαβαστροθήκης ὑμῶν, ἐν τοῖς ποσί μου ἐξεκενώθη τὸ μύρον· ἵνα δι' ἐμοῦ εἰς τὰ ἔθνη μετοχετεύθη τῆς εὐωδίας ἡ χάρις. Οὗ χάριν λέγω σοι· Ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαί· ὅτι σὺ μὲν ὁμοῤῥόφιόν με δεξάμενος, οὐδὲ φιλήματι ἐτίμησας, οὐδὲ ἀλείμματί με ἐθεράπευσας, αὕτη δὲ πολλῶν κακῶν ἀμνηστίαν λαβοῦσα, ἐτίμησέ με, ἐκ δακρύων καὶ μύρων, οἱονεὶ δυφυῆ κερασαμένη.
to give a complete answer. But the Lord did not examine his intention; rather, seizing upon his answer, He says to him: Thou hast judged rightly. And turning to the woman, He said unto Simon: Seest thou this woman, the sinner—forbidden to thee, yet saved by Me? I entered into thine house. For the house is thine, and not Mine, full of reviling. Water for My feet thou gavest not—feet covered with dust for thy sake, which endured toil that I might free from toils those who labour and are heavy laden (Matt. 11:28). By halves thou offeredst honour, admiring the things above, yet not tending the things below. But thou gavest not water for My feet; whereas she, sending forth fountains of tears from her eyelids, wiped off the filth of her sin. A kiss thou gavest Me not—would that neither had Judas, who wrought his betrayal with a kiss! Whereas she, from the time she entered, has not ceased to kiss My feet. With oil My head thou didst not anoint; For let not the oil of a sinner anoint My head (Ps. 140:5). For how could he honour the head who neglected the feet? Whereas she anointed even My feet with ointment. For Thy name, it says, is ointment poured forth (Song 1:2). Poured out, not spilled. For since the vessel of the Jewish mind was unsound, therefore out of your alabaster-case the ointment was poured out upon My feet, that through Me the grace of the fragrance might be channelled unto the Gentiles. Wherefore I say unto thee: Her sins, which are many, are forgiven; because thou, having received Me under the same roof, neither honouredst Me with a kiss nor tendedst Me with anointing, whereas she, having received forgetfulness of many evils, honoured Me, having mingled as it were a twofold [offering] out of tears and ointments.
ΙΒʹ. Μακαρίσωμεν οὖν τὴν ἄνθρωπον, τὴν τὰ Εὔας καλύψασαν κακὰ, τὴν ἁμαρτωλὸν, τὴν πόρνην, τὴν πρόξενον τῶν ἀγαθῶν, τὴν αὐτὸν τὸν κριτὴν συνήγορον ἐσχηκυῖαν, τὴν δάκρυσι νικήσασαν τὸν τῆς κρίσεως ὀδυρμόν. Ὅσοι πάρεστε, ζηλώσατε ἅπερ ἠκούσατε· καὶ τῆς πόρνης μὴ τὴν ἡδονὴν, ἀλλὰ τὸν θρῆνον μιμήσασθε. Ἡ ἡδονὴ μὲν γὰρ τὸν θρῆνον ἐγέννησεν· ὁ θρῆνος δὲ, τῶν κακῶν τὴν λύσιν προεξένησε. Λούσατε οὖν ὑμῶν μὴ ὕδασιν, ἀλλὰ δάκρυσι τὸ σῶμα· ἀλείψατε μὴ μύροις, ἀλλ'
12. Let us therefore call the woman blessed, who covered the evils of Eve—the sinner, the harlot, the procurer of good things, who obtained the Judge Himself as her advocate, who by tears conquered the lamentation of judgement. As many as are present, emulate the things you have heard; and of the harlot imitate not her pleasure, but her lament. For pleasure begot the lament, whereas the lament procured the release from evils. Wash your body, therefore, not with waters, but with tears; anoint it not with ointments, but
Notes, col. 88

On the reading

Printed μετοχετεύθη, for μετοχετευθῇ.

Printed δυφυῆ, for διφυῆ.

PG 39:89Read from the page
ἁγνείᾳ τὰ μέλη. Ἐνδύσασθε οὐ τὰ Σηρῶν ὑφάσματα, ἀλλὰ τὸ ἄφθαρτον τῆς σωφροσύνης ἱμάτιον, ἵνα τῆς αὐτῆς τύχητε δόξης· δόξαν ἀναπέμποντες τῷ Ἀμνῷ τοῦ Θεοῦ, τῷ αἴροντι τὴν ἁμαρτίαν τοῦ κόσμου· ᾧ ἡ δόξα, καὶ ἡ τιμὴ, καὶ ἡ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.
with purity your members. Put on not the webs of the Seres, but the incorruptible garment of temperance, that you may attain the same glory, sending up glory to the Lamb of God, Who takes away the sin of the world (John 1:29); to Whom be glory and honour and worship, with the Father and the Holy Spirit, now and ever, and unto the ages of ages. Amen.
ΛΟΓΟΣ Εʹ.
Oration V.
Εἰς τὴν ἡμέραν τοῦ ἁγίου Σαββάτου.
On the Day of Holy Saturday.
Αʹ. Ἐπιτάφιον ἑορτὴν τοῦ Σωτῆρος ἡμῶν ἑορτάζομεν σήμερον. Καὶ ὁ μὲν, παρὰ τοῖς νεκροῖς κάτω τοῦ θανάτου τὰ δεσμὰ διαλύων, καὶ φωτὸς τὸν ᾅδην πληρῶν, καὶ ἀφυπνίζων τοὺς κεκοιμημένους· ἡμεῖς δὲ χορεύομεν ὑπὲρ γῆν, τὴν ἀνάστασιν φανταζόμενοι, καὶ οὐ δεδοίκαμεν τὴν φθορὰν, μὴ κατισχύσῃ τῆς ἀφθαρσίας. Οὐ δώσεις γὰρ, φησὶ, τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Καὶ ἴσως ἡμῶν τὴν φιλοσοφίαν γελῶσιν Ἰουδαῖοι καὶ Ἕλληνες· οἱ μὲν ἕτερον Χριστὸν προσδεχόμενοι, οἱ δὲ τάφοις ἐναποκλείσαντες αὐτῶν τὰς ἐλπίδας, περὶ ὧν εἰκότως ὁ προφήτης φησίν· Οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα. Ἀλλ' οἱ μὲν γελῶντες στενάξουσι (στενάξουσι γὰρ ὕστερον, ὁρῶντες εἰς ὃν ἐξηκόντισαν καὶ ἐνύβρισαν)· ἡμεῖς δὲ δακρύοντες, ἡδονῇ τὸ πάθος κεράσωμεν. Ἥρπασεν ὁ θάνατος τὸν Δεσπότην Χριστόν; ἀλλ' οὐ καθέξει παρ' ἑαυτῷ τὴν ζωήν. Κατέπιε; κατέπιεν ἀγνοήσας, ἀλλ' ἐξέμεσε πολλοὺς σὺν αὐτῷ. Ἑκὼν κατέχεται νῦν, μετὰ ταύτην τὴν ἡμέραν σκυλεύσας τὸν ᾅδην ἀνίσταται. Χθὲς ἐμαύρωσε τὸν ἥλιον σταυρωθεὶς, καὶ μεσούσης ἡμέρας ἐπεισῆλθε νύξ· σήμερον ὁ θάνατος παραλύεται, ξένον νεκρὸν εἰσδεξάμενος· χθὲς ἐπένθησεν ἡ κτίσις τὴν τῶν Ἰουδαίων μανίαν ὁρῶσα, καὶ στολὴν πενθικὴν τὸ σκότος ἐνεδύσατο· σήμερον λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδε μέγα. Χθὲς ἐδονήθη ἡ γῆ, καὶ περὶ φυγῆς ἐβουλεύετο, καὶ διαστῆναι τοῖς ἐνοικοῦσιν ἠπείλει, καὶ τὰ μὲν ὄρη ἐκόπτοντο, ἐσχίζοντο δὲ αἱ πέτραι, γυμνὸς δὲ ἦν ὁ ναὸς, καθάπερ ἔμπνους, τὸ ἱμάτιον διαῤῥήξας, δι' ὧν ἔπαθε δεικνὺς ὡς ἐβεβηλώθη τὰ ἅγια. Τὰ ἄψυχα τοῦ τολμήματος ᾔσθετο, οἱ δὲ ταῦτα τολμῶντες ἀναισθήτους εἶχον ψυχάς. Ἠγανάκτει τὰ στοιχεῖα, καὶ μικροῦ τὴν τάξιν ἀπέλιπε, καὶ σύγχυσιν εἰργάσατο τοῦ παντὸς, εἰ μὴ τοῦ Δημιουργοῦ τῆς βουλήσεως ᾔσθετο, ὅτι μὴ ἄκων ὑβρίζετο.
1. Today we celebrate the sepulchral feast of our Saviour. And He indeed, among the dead below, is dissolving the bonds of death, and filling Hades with light, and awakening those who have fallen asleep; while we dance upon earth, picturing the resurrection, and we do not fear corruption, lest it prevail over incorruption. For Thou wilt not give, it says, Thy Holy One to see corruption (Ps. 15:10). And perhaps Jews and Greeks laugh at our philosophy, the former expecting another Christ, the latter shutting up their hopes in tombs, concerning whom the prophet aptly says: Their tombs are their houses unto the age (Ps. 48:12). Yet those who laugh shall groan (for they shall groan afterwards, looking upon Him Whom they pierced and insulted); whereas we, weeping, will mingle the passion with gladness. Did death seize Christ the Master? Yet it shall not hold fast life with itself. Did it swallow Him? It swallowed in ignorance, yet it vomited forth many with Him. Willingly is He held fast now; after this day, having despoiled Hades, He rises. Yesterday, being crucified, He darkened the sun, and at midday night came on; today death is paralysed, having received a strange dead man. Yesterday creation mourned, seeing the madness of the Jews, and darkness put on a mourning robe; today the people sitting in darkness saw a great light (Isa. 9:2). Yesterday the earth was shaken, and took counsel of flight, and threatened to split asunder for its inhabitants, and the mountains were beaten, and the rocks were rent, and the temple was laid bare, as though breathing, having torn its garment, showing through what it suffered that the holy things were profaned. The lifeless things perceived the daring deed, whereas those who dared these things had senseless souls. The elements were indignant, and had well-nigh abandoned their order and wrought confusion of the universe, had they not perceived the will of the Creator, that He was not unwillingly insulted.
Βʹ. Ὦ καινῶν καὶ παραδόξων πραγμάτων! Ξύλῳ τείνεται ὁ λόγῳ τείνας τὸν οὐρανόν· καὶ δεσμοῖς περιβάλλεται, ὁ δήσας ψάμμῳ τὴν θάλασσαν· ποτίζεται χολὴν, ὁ τὰς πηγὰς μέλιτος χαρισάμενος· καὶ στεφανοῦται ἀκάνθαις, ὁ τὴν γῆν στεφανώσας τοῖς ἄνθεσι· καὶ τύπτεται μὲν καλάμῳ τὴν κεφαλὴν,
2. O new and wondrous things! Upon wood is stretched out He Who by a word stretched out the heaven; and with bonds is encompassed He Who bound the sea with sand; He is given gall to drink Who bestowed the fountains of honey; and He is crowned with thorns Who crowned the earth with flowers; and He is struck on the head with a reed,
PG 39:92Read from the page
ὁ πατάξας τὴν Αἴγυπτον ταῖς δέκα πληγαῖς, καὶ τὴν κεφαλὴν τοῦ Φαραὼ καλύψας τοῖς ὕδασιν. Ἐμπτύεται τὸ πρόσωπον ὃ ἰδεῖν οὐ φέρει τὰ Χερουβίμ. Ταῦτα δὲ πάσχων, ὑπὲρ τῶν σταυρούντων προσηύχετο, λέγων· Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Ἀγαθότητι τὴν κακίαν νικᾷ. Ἀπολογεῖται ὑπὲρ τῶν χριστοκτόνων, εἰς σωτηρίαν αὐτοὺς σαγινεύων. Λύει τὸ ἔγκλημα, τὴν ἄγνοιαν αἰτιώμενος. Οὐ χαλεπαίνει τῆς ἐκείνων παροινίας γινόμενος παίγνιον. Δέχεται τὴν μέθην, καὶ φιλανθρωπίᾳ καλεῖ πρὸς μετάνοιαν. Τί δεῖ λέγειν τὰ πλείω; Οὐδὲν τῆς ἀγαθότητος ἀπωνάμενοι, ἐγκλείουσι τάφῳ ὃν οὐδὲν τῶν ὄντων χωρεῖ· καὶ σήμανθρα ἐπιτιθέασιν, ἡμῶν τὴν σωτηρίαν φυλάττοντες· καὶ δεδιότες τὴν ἀνάστασιν, στρατιώτας φύλακας ἐφιστῶσι τῷ μνήματι. Τίς εἶδε νεκρὸν φυλαττόμενον; μᾶλλον δὲ τίς εἶδε νεκρὸν πολεμούμενον; τίς ἤκουσε τελευτὴν ἀμφιβαλλομένην, καὶ δέος ἐμποιοῦσαν τοῖς ἐργασαμένοις; τίς οὐκ ἐπαύσατο πρὸς ἐχθρὸν τὴν ψυχὴν ἀφειλάμενος; τίς οὐ κατέλυσεν ἔχθραν ἀρκεσθεὶς θανάτῳ τοῦ δυσμενοῦς; Τί ὃν ἀνήλωσας δειλιᾷς, ὦ Ἰουδαῖε; τί φοβῇ ὃν ἀπέκτεινας; τρέμεις τὸν μεταστάντα; τί δέδοικας τὸν ἀναιρεθέντα; τί ὃν ἐσταύρωσας ἀγωνιᾷς; Ἔχεις ἀπὸ τῆς σφαγῆς ἀσφάλειαν. Θάρρει. Εἰ ψιλὸς ἄνθρωπος ὁ τεθνηκὸς, οὐκ ἀνίσταται· εἰ ψιλὸς ἄνθρωπος, καλῶς ἔπηξας τὸν σταυρόν· εἰ ψιλὸς ἄνθρωπος, οὐκ ἀληθεύει, Λύσατε τὸν ναὸν τοῦτον, εἰπὼν, καὶ ἐν τρισὶ ἡμέραις ἐγερῶ αὐτόν. Εἰ ψιλὸς ἄνθρωπος, τῷ θανάτῳ κατέχεται· εἰ ψιλὸς ἄνθρωπος, τί τὸν τάφον σφραγίζεις, ἀνόητε; Περίμεινον τὴν τρίτην ἡμέραν, καὶ ὄψει τῆς σεαυτοῦ μανίας τὸν ἔλεγχον. Παῦσαι περιεργαζόμενος, καὶ θεάσῃ τῶν πραγμάτων τὴν ἔκβασιν. Παῦσαι λύττων κατὰ τῆς ἀληθείας. Παῦσαι Θεῷ πολεμῶν, καὶ τῷ πολεμεῖν κατατιτρώσκων σαυτόν. Παῦσαι τὸν ἥλιον τῆς δικαιοσύνης ὑβρίζων, καὶ νομίζων τὰς ἀκτῖνας ἐκείνου σβεννύειν. Παῦσαι τὴν πηγὴν τῆς ζωῆς προσχῶσαι φιλονεικῶν. Παῦσαι ἄρχουσιν ἐνοχλῶν, καὶ περὶ φρουρᾶς διαλεγόμενος. Παῦσαι τὸ ψεῦδος ὠνούμενος, καὶ τοὺς ὁπλίτας κικῶν. Μὴ κάμῃς ἀνόητα· μὴ εἰς ἀσέβειαν ἀναλώσῃς τὰ σὰ, καὶ κατὰ Θεοῦ φαντάζου τὴν νίκην. Μὴ δῷς μισθὸν στρατιώταις ἕτερα ἀνθ' ἑτέρων εἰπεῖν. Μὴ παρακοιμίσῃς τὸν ὄχλον τῷ μνήματι. Μὴ θαρρήσῃς τοῖς ὅπλοις. Ὅπλοις ἀνάστασις οὐ κωλύεται· οὐκ ἐμποδίζεται ταῖς σφραγῖσιν, οὐκ εἴργεται στρατιώταις, οὐ κλέπτεται χρήμασιν, ἀλλὰ πίστει. Μὴ οὐκ εἶδες τὸν Λάζαρον πάλιν καθάπερ ὕπνον τὸν θάνατον ἀποσεισάμενον; Εἶδες πῶς σὺν αὐταῖς κηρίαις ἐβάδιζε, τὸ Δεῦρο ἀκούσας; Εἶδες πῶς ἠκολούθησε τῷ προστάγματι ὁ νεκρὸς, καὶ ὁ δεσμὸς οὐκ ἐκώλυσεν; Εἶδες πῶς ἥρμοσεν ἡ φωνὴ τῷ τὸν διαλυθέντα θανάτῳ; Ὁ ἐκεῖνα δυνηθεὶς, καὶ ταῦτα δυνήσεται· ὁ τὸν δοῦλον ἀναστήσας, αὐτὸς πολλῷ μᾶλλον ἐγείρεται. Ὁ ζωογονήσας τὸν σεσηπότα, οὐκ
He who smote Egypt with the ten plagues, and covered the head of Pharaoh with the waters. His face is spat upon, which the Cherubim cannot bear to look upon. Suffering these things, He prayed for those who were crucifying Him, saying: Father, forgive them, for they know not what they do. By goodness He conquers wickedness. He pleads in defence of the Christ-slayers, netting them unto salvation. He dissolves the charge, blaming their ignorance. He is not angry at becoming the sport of their drunken insolence. He accepts their intoxication, and in loving-kindness calls them to repentance. Why need one say more? Having gained no benefit from His goodness, they shut up in a tomb Him whom nothing of existing things contains; and they set seals upon it, guarding our salvation; and fearing the resurrection, they station soldiers as guards at the monument. Who ever saw a dead man guarded? Or rather, who ever saw a dead man warred against? Who ever heard of a death being doubted, and striking terror into those who wrought it? Who did not cease from enmity when he had taken the soul of his foe? Who did not end his hatred when satisfied with the death of his adversary? Why dost thou dread him whom thou hast destroyed, O Jew? Why fearest thou him whom thou hast slain? Tremblest thou at him who has departed? Why art thou afraid of him who was put to death? Why art thou in agony over him whom thou hast crucified? Thou hast security from the slaughter. Take courage. If he who died is a mere man, he does not rise; if he is a mere man, thou hast fixed the cross well; if he is a mere man, he does not speak the truth when He says, Destroy this temple, and in three days I will raise it up. If he is a mere man, he is held fast by death; if he is a mere man, why dost thou seal the tomb, O foolish one? Wait for the third day, and thou shalt see the refutation of thine own madness. Cease being meddlesome, and thou shalt behold the outcome of events. Cease raging against the truth. Cease warring with God, and wounding thyself by warring. Cease insulting the Sun of righteousness, and supposing that thou canst extinguish His rays. Cease striving to choke up the fountain of life. Cease troubling rulers, and discoursing about a guard. Cease buying falsehood, and stirring up the armed soldiers. Labour not in foolishness; spend not thy substance upon impiety, and imagine not victory against God. Give not a bribe to soldiers to say one thing instead of another. Cause not the crowd to sleep by the monument. Trust not in arms. Resurrection is not hindered by arms; it is not impeded by seals, it is not barred by soldiers, it is not stolen by money, but by faith. Didst thou not see Lazarus again shaking off death as it were sleep? Sawest thou how he walked in the very grave-bands, when he heard, Come forth? Sawest thou how the dead man obeyed the command, and the binding did not hinder him? Sawest thou how the voice fitted him who had been dissolved by death? He who was able to do those things will be able to do these also; He who raised up the servant is Himself much more raised up. He who quickened the putrefying man will not
Notes, col. 92

On the reading

Printed τεθνηκὸς, for τεθνηκώς.

Printed κικῶν, for κινῶν.

PG 39:93Read from the page
ἐάσει νεκρὸν ἑαυτόν. Ἀλλὰ γὰρ ἡ τυφλότης τῶν Ἰουδαίων πολλὴ, καὶ ὁρῶσα τὰ θαύματα, οὐχ ὁρᾷ. Ὀφθαλμοὺς ἔχουσι, καὶ οὐ βλέπουσιν· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούουσιν. Ὁ Θεὸς γὰρ τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰς καρδίας αὐτῶν, πρὸς τὸ μὴ καταυγάσαι αὐτοῖς τὸ Εὐαγγέλιον τῆς δικαιοσύνης. Ἀλλ' ἐκείνους μὲν τέως ἐάσωμεν τῇ ἀπιστίᾳ· ἡμεῖς δὲ λέγωμεν μετὰ τῶν περὶ Μαριὰμ τὴν πιστὴν, κατὰ διάνοιαν ἀναπλάττοντες ἑαυτοῖς τοῦ Σωτῆρος τὸν τάφον· Ἦραν τὸν Κύριον ἡμῶν, καὶ οὐκ οἴδαμεν τί ἐποίησαν αὐτόν. Αὐτῷ ἡ δόξα, σὺν τῷ ἀχράντῳ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
leave Himself dead. But indeed the blindness of the Jews is great, and seeing the miracles, it sees not. Eyes have they, and see not; ears have they, and hear not. For the God of this age has blinded their hearts, so that the Gospel of righteousness should not shine upon them. But let us leave them for a while in their unbelief; and let us say with those about the faithful Mary, fashioning in our mind the tomb of the Saviour: They have taken away our Lord, and we know not what they have done with Him. To Him be the glory, with the undefiled Father, and with the Holy Spirit, now and ever, and unto the ages of ages. Amen.
Καὶ πρὶν κομίζεσθαι τὰ παρὰ τῆς ἀγάπης ὑμῶν γράμματα, περιήγγειλεν εἰς ἡμᾶς ἡ φήμη, καὶ τὸ τῆς πίστεως ὑμῶν ἀκραιφνὲς, καὶ πρὸς τοὺς κινδύνους παρατεταμένον, καὶ πρὸς τὰ παθήματα τὰ ὑπὲρ Χριστοῦ καρτερικὸν, καὶ τῆς εἰς Θεὸν ἀγάπης, καὶ τὸ τῆς μελλούσης ἐλπίδος ἐν ὑμῖν βέβαιον. Ἐπεὶ δὲ καὶ τοῖς γράμμασι τῆς εὐλαβείας ὑμῶν ἐντετυχήκαμεν, εἴδομεν ὄντως Ἐκκλησίας ἀποστολικῆς χαρακτῆρα, καὶ ποιμένων ἀγαθῶν ζῆλον, καὶ σπουδὴν ἄοκνον ἀληθινοῖς Χριστιανοῖς πρέπουσαν. Τὸ γὰρ μήτι τῆς ὁδοῦ μῆκος ὑπολογίσασθαι, μήτε διεσπασμένως τὰς πεύσεις προσαγαγεῖν, ἀλλὰ κοινῇ διὰ τῶν γραμμάτων ποιήσασθαι τὴν ἐρώτησιν, λίαν ἡμᾶς εὐέλπιδας πεποίηκεν, ὅτι συμφώνως ἐπιστείλαντες, συμφώνως καὶ τὰς ἀποκρίσεις παρ' ἡμῶν δέξασθε· καὶ οἷόν τι προοίμιον τῆς τελειοτέρας ὁμονοίας τὴν ἐν τοῖς γράμμασιν ὑμῶν ὁμόνοιαν ἐδεξάμεθα. Καὶ δι' εὐχῆς μὲν ἦν ἡμῖν, καὶ τὸν θαυμασιώτατον καὶ μετὰ πάσης αἰδοῦς ὀνομαζόμενον ἐπίσκοπον Βασίλειον, καὶ παρόντα δέξασθαι τῇ συνόδῳ, καὶ κοινωνὸν, μᾶλλον δὲ ἔξαρχον τῶν πρὸς ὑμᾶς γραμμάτων ἔχειν. Ἐπεὶ δὲ ἐκεῖνον ἀῤῥωστία σώματος ὑπερβάλλουσα, πρὸς τὴν ἄφιξιν διεκώλυσεν, τελείας μέν ἐστιν ἀγάπης ὑμῶν, μήτε τὰ τῆς ἡμε-
Even before the letters from your charity were brought to us, report had proclaimed to us both the purity of your faith, and your endurance towards dangers, and your steadfastness in sufferings for Christ, and [the ardour] of your love towards God, and the firmness of the future hope in you. And since we have also met with the letters of your piety, we have truly seen the stamp of an apostolic Church, and the zeal of good shepherds, and the unwearying diligence befitting true Christians. For that you neither took account of the length of the journey, nor brought forward your inquiries separately, but made your question in common through letters, has made us very hopeful that, having written in harmony, you will also receive the answers from us in harmony; and we have welcomed the concord in your letters as a kind of prelude to a more perfect concord. And it was indeed our prayer to welcome the most admirable Bishop Basil, who is named with all reverence, as present in our synod, and to have him as a sharer, or rather leader, of the letters to you. Since, however, an exceeding bodily infirmity prevented his arrival, it belongs to your perfect charity not to [despise] even the things of our
PG 39:96Read from the page
τέρας βραχύτητος παριδεῖν γράμματα. Οὐ μέν τοι τὴν ἁγίαν ὑμῶν Ἐκκλησίαν ἄμοιρον καὶ τῆς ἐκείνου φωνῆς περιείδομεν· ἀλλ' ἔχοντες αὐτοῦ σύγγραμμα περὶ ταύτης ἰδικῶς αὐτῷ τῆς ὑποθέσεως πεπονημένον, κἀκεῖνον διὰ τοῦ γράμματος ἔχομεν ἡμῖν συμφθεγγόμενον.
[letters] of our littleness. However, we have not overlooked your holy Church as having no share in his voice either; but having a treatise of his laboured upon by him specifically on this subject, we have him also speaking in unison with us through his writing.
Τίς οὖν ἡ πρὸς τὴν πεῦσιν ἀπόκρισις; Τὴν ἁγίαν σύνοδον τῶν Πατέρων τῶν ἐν Νικαίᾳ, σύνοδον ὄντως καθολικὴν καὶ ἀποστολικὴν γνωρίζομεν, καὶ πίστιν τὴν ἐκτεθεῖσαν ὑπὸ τῶν Πατέρων τηνικαῦτα, φυλάττομεν ἀκίνητον, καὶ πρὸς τὸ διηνεκὲς ἀσπάρακτον μένειν εὔχομαι. Γέγονε δὲ τότε τοῖς Πατράσιν ἀναγκαιότερον, πλατύτερον ἐξηγήσασθαι περὶ τῆς δόξης τοῦ Μονογενοῦς· ἐπειδὴ τότε νεωστὶ φυομένην τὴν αἵρεσιν τοῦ Ἀρείου διὰ σπουδῆς ἔσχον ἐκκόψαι, τὰ πρῶτα αὐτῆς προαναιροῦντες σπέρματα, πρὶν τελέως ἐκτραχυνθῆναι τὴν ἄκανθαν. Σεσιγημένου δὲ τηνικαῦτα τοῦ κατὰ τὸ Πνεῦμα ζητήματος, διὰ τοῦτο πλατύτερον μὲν οὐδὲν προσέθεσαν· τοῖς μέντοι γε συνετῶς ἀναγινώσκουσιν, αὐτάρκης καὶ ἡ περὶ τοῦ Πνεύματος ἐν ἐκείνῃ τῇ πίστει διδασκαλία. Ὥσπερ εἰς Πατέρα καὶ Υἱὸν πιστεύειν, οὕτω καὶ εἰς τὸ Πνεῦμα πιστεύειν ἐδογμάτισαν· μήτε ἑτέραν τινὰ φύσιν ἐπεισάγοντες τῇ θείᾳ καὶ μακαρίᾳ Τριάδι· μήτε τι τῶν ἐκ τῆς Τριάδος ἀποτέμνοντες, εἰς τὴν τῆς πίστεως ἔκθεσιν. Ἐπεὶ δὲ πρόσφατον ὁ Σατανᾶς διασαλεύειν τὰς Ἐκκλησίας ἐπιχειρῶν, ἐνέβαλέ τισι περὶ τοῦ Πνεύματος δισταγμὸν, ἀναγκαῖον ἐπὶ τὴν πηγὴν ἀνατρέχειν τῆς πίστεως, ἐξ ἧς καὶ οἱ κατὰ Νίκαιαν Πατέρες ἀναρυσάμενοι, τὴν ἔκθεσιν τῆς πίστεως ἐποίησαν. Τίς οὖν ἡμῶν ἡ τῆς πίστεως τελειότης; Ἡ τοῦ Κυρίου παράδοσις, ἣν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς ἐνετείλατο, προστάξας· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Δῆλον ὅτι τὴν ἐντολὴν ἐδεξάμεθα, οὐ μόνον εἰς τὸ βαπτίζειν οὕτως, ἀλλὰ καὶ εἰς τὸ μαθητεύειν οὕτως. Ὡς διὰ ταύτης τῆς ἐντολῆς, καὶ τὴν Σαβελλίου νόσον ἀποκλεισθῆναι, τῶν τριῶν ὑποστάσεων καθαρῶς ἡμῖν παραδοθεισῶν· καὶ τῶν Ἀνομοίων καὶ τῶν Ἀρειανῶν καὶ τῶν Πνευματομάχων ἐμφραγῆναι τὰ στόματα· τῶν προσώπων καὶ τῶν ὑποστάσεων τριῶν δηλουμένων, τῆς δὲ φύσεως καὶ τῆς θεότητος μιᾶς ὁμολογηθείσης. Ἀνάγκη τοίνυν οὕτως ἡμᾶς βαπτίζειν, ὡς ἐδιδάχθημεν· καὶ οὕτω πιστεύειν, ὡς ἐβαπτίσθημεν, καὶ οὕτω δοξάζειν, ὡς ἐπιστεύσαμεν. Πολλὰ γὰρ τῇ διανοίᾳ περισκοποῦντες, καὶ πανταχοῦ στραφέντες τοῖς λογισμοῖς, οὐδὲν ἐπινοῆσαι δυνάμεθα μεταξὺ τοῦ Κτίστου καὶ τῆς κτίσεως· ὥστε εἰ τῆς θεότητος τὴ
What, then, is the answer to your inquiry? We acknowledge the holy synod of the Fathers in Nicaea as a truly catholic and apostolic synod, and we guard unshaken the faith set forth by the Fathers at that time, and I pray that it may remain untorn for ever. Now it was then more necessary for the Fathers to expound more fully concerning the glory of the Only-begotten, since they were eager to cut down the heresy of Arius then newly springing up, destroying its first seeds before the thorn should grow wholly rough. Since the question concerning the Spirit was kept silent at that time, for this reason they added nothing further; yet to those who read with understanding, the teaching concerning the Spirit in that faith is also sufficient. For as they decreed to believe in Father and Son, so too to believe in the Spirit; neither introducing any other nature into the divine and blessed Trinity, nor cutting off anything of the Trinity, in the exposition of the faith. Since, however, Satan, attempting recently to shake the Churches, has cast into some a doubt concerning the Spirit, it is necessary to run back to the fountain of faith, from which the Fathers at Nicaea also drew when they made the exposition of the faith. What, then, is the perfection of our faith? The tradition of the Lord, which after the resurrection from the dead He enjoined upon His holy disciples, commanding: Go ye, make disciples of all nations, baptizing them in the name of the Father, and of the Son, and of the Holy Spirit. It is clear that we have received the command not only to baptize thus, but also to make disciples thus. So that through this command both the malady of Sabellius is shut out, since the three hypostases are clearly handed down to us, and the mouths of the Anomoeans and Arians and Pneumatomachians are stopped, since three persons and hypostases are declared, while one nature and Godhead is confessed. It is necessary, therefore, that we thus baptize as we were taught, and thus believe as we were baptized, and thus glorify as we believed. For looking round upon many things in our mind, and turning everywhere in our reasonings, we are able to conceive nothing intermediate between the Creator and the creation; so that if from the Godhead
PG 39:97Read from the page
Πνεῦμα χωρίζομεν, ἀνάγκης μετὰ τῶν κτισμάτων αὐτὸ καταριθμεῖν. Εἰ δὲ κτίσμα τολμήσοιμεν εἰπεῖν, πῶς δυνατὸν ἐν τῷ βαπτίσματι μιχθῆναι; Τὴν πολυθεΐαν οὕτως ὡς καὶ τὴν ἀθεΐαν κακίζομεν· καὶ οὔτε τρεῖς ἀρχὰς, οὔτε τρεῖς θεοὺς, οὔτε τρεῖς διαφόρους καταγγέλλομεν φύσεις· ἀλλὰ ἀρχὴν τῶν ὅλων τὸν Πατέρα γινώσκοντες, οὔτε τινὰ τῶν τριῶν ὑποστάσεων ἀθετοῦμεν, καὶ τὸ σεμνὸν τῶν τριῶν Γραφῶν, καὶ τὰς ἐφ' ἕκαστον μαρτυρίας προσάγοντες. Ἀλλ' ἐπειδὴ καὶ μέτρον ἐπιστολῆς ἐκφεύγει τὸ περὶ τούτων λεπτολογεῖν, καὶ τὴν ὑμετέραν ἀγάπην ἐπιστεύσαμεν ἀρκεσθήσεσθαι τῷ κεφαλαίῳ τῆς ἡμετέρας ἐκθέσεως, καὶ τὰ λοιπὰ προσθήσειν οἴκοθεν· Δίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται· καὶ ταῦτα ἀποχρώντως γεγραφέναι νομίζομεν. Οἷς ἀρκεῖ βραχεῖαν προσθεῖναι παράκλησιν. Παρακαλοῦμεν γὰρ μένειν ὑμᾶς υἱοὺς εἰρήνης· ἵνα πληρώσητε τὴν ἀποστολικὴν ἐντολὴν, σύμψυχοι, τὸ ἓν φρονοῦντες, καὶ τῶν παθημάτων τῶν ὑπὲρ Χριστοῦ κεκοινωνηκότες. Μὴ δῶτε τῷ πονηρῷ διαζεῦξαι τὰ καλῶς συνημμένα, μήτε τοῖς λύκοις ἑαυτοὺς εὐαλωτοτέρους ποιήσητε τῇ διχοστασίᾳ, τὰς ἐκείνων βεβαιοῦντες εὐχάς. Ἐμάθομεν γὰρ ὅσους ἄθλους ὑπὲρ τῆς ὀρθοδοξίας ὑπέστητε. Τὰς οὖν ἀπειλὰς καὶ τὰς ἀνάγκας τὰς παρὰ τῶν ὑπεναντίων νικήσαντες, μηδένα δῶτε διαστάσει καιρόν· μήποτε κατὰ βραχὺ παρεισρυόμενον μῖσος, ἐὰν σχῇ τόπον, μεγάλους ὑμῖν κρημνοὺς ὑποθήσει. Ἀλλὰ καὶ ἐν ταῖς δοξολογίαις τὸ Πνεῦμα Πατρὶ καὶ Υἱῷ συνδοξάζειν, καὶ εἰδέναι τοῦτο, ὅτι οἱ τὴν ἀσυγχώρητον ἁμαρτίαν, διὰ τῆς εἰς τὸ Πνεῦμα βλασφημίας ἐξαμαρτάνοντες, εἰκῇ παραιτοῦνται τὴν πρὸς τοὺς Ἀρειανοὺς κοινωνίαν. Μετὰ γὰρ ἐκείνων κατακριθήσονται. Εὐχόμεθα δὲ ὑμᾶς ἄτμητον τὸ σῶμα τῆς Ἐκκλησίας ἀφιλονείκως φυλάξαντας, εἰρηνικῶς μὲν ἐν τῷ νῦν αἰῶνι τὸν λειπόμενον διάγειν χρόνον, ἐνδόξως δὲ ἐν ἡμέρᾳ τῆς κρίσεως παραστῆναι τῷ τοῦ Χριστοῦ βήματι.
we sever the Spirit, [there is] necessity to reckon It among the creatures. But if we dare to call It a creature, how can It be joined in baptism? We condemn polytheism just as we do atheism; and we proclaim neither three principles, nor three gods, nor three diverse natures; but acknowledging the Father as the principle of all things, we neither set aside any of the three hypostases, bringing forward both the majesty of the three Scriptures and the testimonies for each. But since to argue minutely about these things exceeds the measure of a letter, and we trusted that your charity would be satisfied with the summary of our exposition, and would add the rest from your own store — For, it says, give an occasion to a wise man, and he will be wiser — we think that these things have been written sufficiently. To which it suffices to add a brief exhortation. For we exhort you to remain sons of peace, that you may fulfil the apostolic command, being of one soul, minding the one thing, and having shared in the sufferings for Christ. Give not to the evil one to put asunder what has been fairly joined together, nor make yourselves an easier prey to the wolves by dissension, confirming their prayers. For we have learned how many contests you have endured for orthodoxy. Having therefore conquered the threats and the necessities from the adversaries, give no occasion to division; lest hatred creeping in little by little, if it gain a place, should set great precipices beneath you. But also in the doxologies glorify the Spirit together with the Father and the Son, and know this, that those who commit the unpardonable sin through blasphemy against the Spirit, in vain decline communion with the Arians; for with them they shall be condemned. And we pray that you, having guarded the body of the Church unsevered without contention, may spend the remaining time peacefully in the present age, and stand gloriously in the day of judgement before the tribunal of Christ.
Τοῦ ἁγίου Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου ἐκ τοῦ Περὶ Υἱοῦ λόγου.
Of Saint Amphilochius, Bishop of Iconium, from the discourse On the Son.
Εἰπὼν γὰρ ὁ Πέτρος ὅτι, Καὶ Κύριον καὶ Χριστὸν
For Peter having said, Both Lord and Christ