Migne Reading Room

PG 39 · cols. 52–61 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:52Read from the page
Εʹ. Στέφανος τῶν χηρῶν ἡ Ἄννα, γυνὴ τὸ σχῆμα, προφῆτις τὸ τάγμα· ἐν χηροσύνῃ διάγουσα, ἐν βασιλείᾳ διαστρεφομένη· κεχαλασμένη τὸ σῶμα, νενευρωμένη τὴν ψυχήν· ἐῤῥυπιδωμένη τὴν ὄψιν, διατεταμένη τὴν φρόνησιν· τῷ γήρᾳ συγκύπτουσα, ὀρθοβατοῦσα τῇ γνώσει· τῇ πολυετίᾳ πεπαλαιωμένη, σφριγῶσα τῇ θεογνωσίᾳ· νηστεύουσα, καὶ μὴ ἀδηφαγοῦσα· δεομένη, καὶ μὴ ῥεμβομένη· τῷ ἱερῷ σχολάζουσα, καὶ ἀλλοτρίους οἴκους μὴ περιτρέχουσα· ψάλλουσα, καὶ μὴ φλυαροῦσα· προφητεύουσα, καὶ μὴ μυθολογοῦσα· θεῖα μελετῶσα, καὶ τὰ ἄσεμνα μὴ προξενοῦσα· ὑπερέβαλεν ἡ Ἄννα τὴν παρὰ τοῦ Ἀποστόλου μακαριζομένην χήραν· ποίαν ταύτην; Ἄκουε Παύλου λέγοντος· Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, εἰ ἐτεκνοτρόφησεν· εἰ ἁγίων πόδας ἔνιψεν· εἰ δεομένοις ἐπήρκεσεν· εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. Ὑπερέβαλεν αὕτη τὴν ὑπὸ τοῦ Ἀποστόλου μακαρισθεῖσαν, καὶ τοῖς ἔτεσι, καὶ τοῖς πολιτεύμασιν. Ἡ γὰρ προφητείας ἀξιωθεῖσα, καὶ Πνεύματος ἁγίου δοχεῖον ὑπάρξασα, καὶ πᾶσι τοῖς προσδεχομένοις τὴν τοῦ Κυρίου ἔνσαρκον παρουσίαν, τὰ σύμβολα τῆς παρουσίας μηνύσασα, πῶς οὐχ ὑπερηκόντισε πάσας; τοῦ εὐαγγελιστοῦ περὶ αὐτῆς εἰρηκότος, καθὼς ἀρτίως ἤκουες· Καὶ αὕτη, φησίν, ἡ Ἄννα, αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα, ἀνθωμολογεῖτο τῷ Κυρίῳ, καὶ ἐλάλει πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἰερουσαλήμ. Εἶδες τῆς Ἄννης τὴν μεγαλειότητα; Ὑπὲρ τοῦ Κυρίου συνηγόρει, ἐπὶ αὐτοῦ τὰ αὐτοῦ κατενώπιον λαλοῦσα. Ὢ τῶν παραδόξων πραγμάτων! Χήρα, ἀλλὰ τοὺς ἱερεῖς καὶ γραμματεῖς ἐδρίμυττε, καὶ δριμύττουσα, πάντα τὸν λαὸν ἐψυχαγώγει, μηνύουσα τὴν μέλλουσαν ἔσεσθαι λύτρωσιν ἐν Ἰερουσαλήμ, τῇ τοῦ Κυρίου ἐπιστασίᾳ· λέγουσα πρὸς τοὺς παρόντας, καὶ τὰ σύμβολα τοῦ Κυρίου μηνύουσα. Βρέφος ἐώρα ἡ Ἄννα τὸν Κύριον· δῶρα καὶ καθάρσια ὑπὲρ αὐτοῦ καὶ μετ' αὐτοῦ προσφερόμενα, καὶ οὐ προσέκοψε τῇ ἐλαχόστητι τῆς ἡλικίας· Θεὸν ὡμολόγησε τὸ βρέφος ἡ Ἄννα, ἰατρὸν καὶ λυτρωτὴν ἰσχυρόν, καὶ ἁμαρτιῶν ἀναιρέτην.
V. Anna is the crown of widows, a woman in form, a prophetess in order; passing her life in widowhood, conversing in a kingdom; slackened in body, braced in soul; wrinkled in countenance, stretched taut in prudence; bowed down by old age, walking upright in knowledge; grown old in length of years, vigorous in the knowledge of God; fasting, and not eating to satiety; praying, and not wandering in mind; devoting her leisure to the temple, and not running about to others' houses; chanting psalms, and not babbling; prophesying, and not telling fables; meditating on divine things, and not procuring unseemly ones; Anna surpassed the widow blessed by the Apostle; what widow is this? Hear Paul saying: Let a widow be enrolled not less than sixty years old, if she hath brought up children, if she hath washed the feet of saints, if she hath relieved those in need, if she hath followed every good work. This woman surpassed her who was blessed by the Apostle, both in years and in ways of life. For she who was counted worthy of prophecy, and became a vessel of the Holy Spirit, and declared to all who were awaiting the incarnate presence of the Lord the tokens of His presence, how did she not outstrip all women? since the evangelist has said concerning her, as you were just now hearing: And she, he says, Anna, coming up at that very hour, gave thanks in return to the Lord, and spake to all who were awaiting redemption in Jerusalem. Did you see the greatness of Anna? She pleaded on behalf of the Lord, speaking His own things before His very face. O wondrous things! A widow, yet she stung the priests and scribes, and while stinging them, she cheered the whole people, declaring the redemption that was about to come to pass in Jerusalem by the coming of the Lord; speaking to those present, and declaring the tokens of the Lord. Anna beheld the Lord as an infant—gifts and purifications being offered on His behalf and with Him—and she did not stumble at the smallness of His age; Anna confessed the infant to be God, a mighty physician and redeemer, and a destroyer of sins.
Ϛʹ. Μὴ ἁπλῶς παραδράμῃς, ἀγαπητέ, τῆς Ἄννης τὰ ῥήματα. Πᾶσι τοῖς παροῦσι μηνύουσα ἦν τὴν τοῦ Κυρίου ἐνέργειαν, λέγουσα πρὸς τοὺς συνηθροισμένους· Οὐχ ὁρᾶτε τοῦτο τὸ παιδίον, τὸ μάζον ἕλκον; τὸ θηλὴν δανειζόμενον; τὸ μητρῴοις κόλποις προσαναπαυόμενον; τὸ ποσὶ τὴν γῆν τέως βηματίσαι μὴ καταδεχόμενον; τὸ ὀκταήμερον περιτεμνόμενον; Οὐχ ὁρᾶτε; Τὸ παιδίον τοῦτο τοὺς αἰῶνας ἐθεμελίωσε· τοῦτο τοὺς οὐρανοὺς ἐκαμάρωσε· τοῦτο τὴν γῆν ἐπλάτυνε· τοῦτο τὴν θάλασσαν ἐχαράκωσε ψάμμῳ. Τοῦτο τὸ παιδίον ἐκβάλλει ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ· τοῦτο τὸ παιδίον ἐπὶ τοῦ Νῶε τοὺς
VI. Do not simply pass over, beloved, the words of Anna. She was declaring to all who were present the working of the Lord, saying to those gathered together: Do you not see this child, drawing the breast, borrowing the teat, resting upon a mother's bosom, not yet consenting to tread the earth with His feet, circumcised on the eighth day? Do you not see? This child founded the ages; this [child] vaulted the heavens; this [child] spread out the earth; this [child] fenced in the sea with sand. This child brings forth winds out of His treasuries; this child in the time of Noah
Notes, col. 52

On the reading

Printed ἐώρα, for ἑώρα.

Printed ἐλαχόστητι, for ἐλαχιστότητι.

PG 39:53Read from the page
καταράκτας ἀνέῳξεν τοῦ οὐρανοῦ· τοῦτο τὸ παιδίον βροχῆς στήμονας κατεργάζεται· τοῦτο τὸ παιδίον ὡς ἔριον χιόνα τινάσσει· τοῦτο τὸ παιδίον τοὺς προπάτορας ἡμῶν ἐκ τῆς Αἰγύπτου διὰ τῆς Μωσαϊκῆς βακτηρίας ἠλευθέρωσε· τοῦτο τὸ παιδίον τὴν Ἐρυθρὰν θάλασσαν ἔτεμε, καὶ ὡς διὰ χλοηφόρου πεδίου τὸν λαὸν διήγαγεν· καὶ ἐν τῇ ἐρήμῳ ἐπομβρίσας τὸ μάννα, γῆν ῥέουσαν γάλα καὶ μέλι ἐκληροδότησε· τοῦτο τὸ παιδίον τὸν ναὸν τοῦτον εἰς ὕψος ἐπαρθῆναι διὰ τῶν πατέρων παρεσκεύασε· τοῦτο τὸ παιδίον ὅρκους πρὸς Ἀβραὰμ προτιθέμενον, ἔλεγε· Πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης. Περὶ τούτου τοῦ παιδίου ὁ προφητικὸς χορὸς παράκλησιν προφέρων, ἔλεγεν· Ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. Μή, ὅτι παιδίον, τῷ παιδίῳ προσκόψητε. Τὸ αὐτὸ καὶ παιδίον, καὶ τῷ Πατρὶ συνάναρχον. Τὸ αὐτὸ καὶ χρόνοις ἀριθμούμενον, καὶ ἀγενεαλόγητον. Τὸ αὐτὸ καὶ παιδίον ψελλίζον, τὸ αὐτὸ καὶ σοφίαν καὶ στόμα χαριζόμενον· τὸ μὲν, διὰ τὴν ἐκ Παρθένου γέννησιν, τὸ δὲ, διὰ τὸ ἀκατάληπτον τῆς ὑπάρξεως· ἐπειδὴ καὶ τοῦτο παρέστησεν Ἠσαΐας φάσκων· Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν. Τὸ μέν, ἐγεννήθη· τὸ δέ, ἐδόθη. Τὸ μέν, διὰ τὸ ὁρώμενον· τὸ δέ, διὰ τὸ νοούμενον.
opened the floodgates of heaven; this child fashions the threads of rain; this child scatters snow like wool; this child freed our forefathers out of Egypt through the rod of Moses; this child divided the Red Sea, and led the people through as over a grassy plain; and having rained down manna in the wilderness, He gave them as an inheritance a land flowing with milk and honey; this child caused this temple to be raised up on high through the fathers; this child, setting forth oaths to Abraham, said: Multiplying I will multiply thy seed as the stars of heaven, and as the sand that is beside the lip of the sea. Offering supplication concerning this child, the prophetic choir said: Stir up Thy power, and come to save us. Do not stumble at the child because He is a child. The same is both a child and co-eternal without beginning with the Father. The same is both numbered by times and without genealogy. The same is both a stammering child and the same bestows wisdom and a mouth: the one on account of the birth from the Virgin, the other on account of the incomprehensibility of His substance; since Isaiah also set this forth, saying: Unto us a child is born, unto us a son is given. The one: is born; the other: is given. The one, on account of what is seen; the other, on account of what is perceived by the mind.
Ζʹ. Ταῦτα τῆς Ἄννης τὰ προφητεύματα· ταῦτα τῆς γυναικὸς τὰ ἀριστολογήματα· ταῦτα τῆς χήρας τὰ κατορθώματα, τῆς ὄντως χήρας, τῆς καλῶς τὸν βίον ἀνταλλαξάσης· τῆς τὸν ἄνδρα προπεμψάσης, καὶ τὸν Κύριον ὑποδεξαμένης. Ἑπτὰ ἔτη τῷ ἀνδρὶ συνέζησεν ἀπὸ τῆς παρθενίας αὐτῆς, ἐτῶν ἑβδομάδα πληρώσασα, καὶ ἐν τῷ ἑβδόμῳ ἔτει τὴν ἀνδρικὴν ὁμιλίαν καταπαύσασα. Καλῶς ἐβδοματίσθη· καλῶς ἐσαββάτισε· καλῶς τὴν Κυριακὴν τῆς χάριτος κατέλαβε· τρυγόνος τάξιν ἡ Ἄννα μετῆλθεν. Οὐχ ἐποιήσατο λήθην τοῦ συζύγου· οὐχ ἠθέτησε τὴν πρώτην πίστιν· οὐκ ἀνήγαγεν ὑβριστὴν τῇ κλίνῃ· οὐκ ἐπέθηκεν ἄλλῳ τὸ τῆς μονογαμίας ξύλον. Εἶχεν ἐν τῇ κλίνῃ, τῇ μνήμῃ, ὡς ζῶντα τὸν τεθνεῶτα· οὐκ ἐρύπωσε τὴν νυμφικὴν σινδόνα. Οὐχ ἥψατο αὐτῇ ὁ ἔλεγχος Παύλου λέγοντος· Ὅταν δὲ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσι, ἔχουσαι κρῖμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. Ὄντως κρίματος ἀξία, ἡ τὴν μνήμην συνθάψασα τῷ θεοζεύκτῳ συζύγῳ, καὶ μάλιστα τέκνου, ἢ τέκνων παρόντων, διὸ καὶ ὁ νόμος τοῦ γάμου πεφυτούργηται· εἰ
VII. These are Anna's prophecies; these are the woman's noble utterances; these are the widow's virtuous achievements, of her who was truly a widow, who nobly exchanged her life, who sent her husband on before, and received the Lord. Seven years she lived together with her husband from her virginity, having fulfilled a week of years, and in the seventh year having ceased from intercourse with a man. Nobly she kept the week; nobly she kept the Sabbath; nobly she attained the Lord's Day of grace; Anna followed the order of the turtledove. She made no forgetfulness of her spouse; she did not set aside her first faith; she did not bring an outrage upon the bed; she did not lay the yoke of single marriage upon another. She had the dead man in her bed, in her memory, as though living; she did not defile the bridal linen. The rebuke of Paul did not touch her, when he says: But when they have waxed wanton against Christ, they desire to marry, having condemnation, because they have set aside their first faith. Truly worthy of condemnation is she who buries the memory together with her God-joined spouse, and especially when a child or children are present, on whose account also the law of marriage has been planted; if
Notes, col. 53

On the reading

Printed Οὐχ ἐποιήσατο, for Οὐκ ἐποιήσατο.

Printed οὐχ ἠθέτησε, for οὐκ ἠθέτησε.

PG 39:56Read from the page
δὲ μὴ πρόσεστι τῇ νέᾳ χήρᾳ τέκνον, εἰκὸς αὐτὴν ἐπὶ δεύτερον γάμον ὁρμᾷν, τῷ ἔρωτι τῆς φιλοτεκνίας νυττομένην. Ἐπειδὰν καὶ τοῦτο παραινῶν ὁ μακάριος Παῦλος ἔλεγεν· Βούλομαι νεωτέρας χήρας γαμεῖν· εἶτα δεικνὺς τί τὸ συμβάλλον τῆς προκοπῆς τοῦ δευτέρου γάμου, προσέθηκε λέγων· Βούλομαι νεωτέρας χήρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν. Ὥστε περὶ τῆς τεκνογονίας ἡ προσθήκη τοῦ δευτέρου γάμου· ὅταν δὲ πρόσεστι τῇ ὁρμησάσῃ χήρᾳ πρὸς γάμον τέκνα, περιττὸς λοιπὸν ὁ τοιοῦτος σπόρος, τῶν λογικῶν ἀσταχύων ἀντεριζόντων.
a child is not present to the young widow, it is natural for her to rush to a second marriage, pricked by the desire of love for children. Since also the blessed Paul, exhorting this, said: I will that the younger widows marry; then, showing what contributes to the advancement of the second marriage, he added saying: I will that the younger widows marry, bear children, rule the household. So that the addition of the second marriage is for the sake of childbearing; but when children are already present to the widow who rushes towards marriage, henceforth such sowing is superfluous, with the rational ears of corn contending against it.
Ηʹ. Πάλιν οὖν τῷ λόγῳ ἐπανέλθωμεν πρὸς τὴν προτέραν ὑπόθεσιν. Τί οὖν λοιπὸν ὁ εὐαγγελιστής; καλὸν γὰρ τῆς παρούσης πραγματείας ἐπιλαβέσθαι. Ἥκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος, πῶς ὁ Συμεὼν πρὸς τὴν παρθένον ἔφη· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον· καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία. Τί δέ ἐστι, Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία; Ἄκουε συνετῶς· τοῦ Συμεῶνος εἰρηκότος περὶ τοῦ Κυρίου εἰς ἐξάκουστον τῶν Παρθενικῶν ἀκοῶν τό, Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον, ἠγανάκτησεν εἰκὸς ἡ Παρθένος ὡς μήτηρ τοῦ Κυρίου κατὰ τοῦ Συμεῶνος, λέγουσα πρὸς αὐτόν· Οὐκ οἶδας τί διαγορεύεις, ἄνθρωπε. Ἐπὶ τὸν Χριστὸν σκυθρωπὰ καταγγέλλεις; Οὐκ οἶδας τὴν σύλληψιν τοῦ παιδίου, καὶ ὡς κοινοῦ τόκου σημεῖον ἀντιλογίας μηνύεις; Οὐδεμία πτῶσις ἐν αὐτῷ· ὕψωσις δὲ πολλὴ καὶ συγκατάβασις τοῖς εὐεργετουμένοις. Τί οὖν οὐκ εὐλογεῖς, ἀλλὰ φάσκεις, Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον; Ὁ δὲ Συμεὼν πρὸς τὴν Παρθένον· Ἀρκεῖ σοι, Παρθένε, τό, μητέρα σε κληθῆναι· ἱκανόν σοι τὸ, τροφὸν εὑρεθῆναι τοῦ τρέφοντος τὸν κόσμον. Μέγα σοι τὸ, σαρκὶ βαστάσαι τὸν τὰ πάντα βαστάζοντα. Ὁ ἐν σοὶ Χριστὸς νῦν κατοικήσας, καὶ ἐν ἐμοὶ νῦν ὁ αὐτὸς περὶ αὐτοῦ λαληθῆναι παρεσκεύασεν, ὅτι οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ· εἰς πτῶσιν μὲν τῶν ἀπίστων Ἰουδαίων, ἀνάστασιν δὲ τῶν πιστευόντων ἐθνῶν. Ἰδοὺ οὗτος κεῖται εἰς
VIII. Again therefore let us return in our discourse to the former subject. What then remains for the evangelist? For it is good to lay hold of the present treatise. You were just now hearing Luke the evangelist say how Symeon spoke to the Virgin: Behold, this child is set for the fall and rising again of many in Israel, and for a sign which shall be spoken against; and a sword shall pierce through thine own soul also. What then is, And a sword shall pierce through thine own soul also? Listen with understanding: when Symeon had spoken concerning the Lord, within hearing of the Virginal ears, the words, Behold, this child is set for the fall and rising again of many in Israel, and for a sign which shall be spoken against, the Virgin, as mother of the Lord, was naturally indignant against Symeon, saying to him: You know not what you are proclaiming, O man. Do you announce gloomy things against Christ? Do you not know the conception of the child, and do you declare a sign of contradiction as of an ordinary birth? There is no fall in Him, but great exaltation and condescension to those who are benefited. Why then do you not bless, but say: Behold, this child is set for the fall and rising again of many in Israel, and for a sign which shall be spoken against? And Symeon [replied] to the Virgin: It suffices for you, O Virgin, to be called mother; it is enough for you to be found nurse of Him who nourishes the world. It is a great thing for you to bear in the flesh Him who bears all things. Christ, who has now dwelt in you, the same has now caused it to be spoken in me concerning Himself, that this child is set for the fall and rising again of many in Israel: for the fall indeed of the unbelieving Jews, and for the rising again of the believing Gentiles. Behold, this child is set for
PG 39:57Read from the page
πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον· σημεῖον ἀντιλεγόμενον τὸν σταυρὸν προσαγορεύσας. Διὰ τί; Ἐπειδὴ ἐν αὐτῷ τῷ σταυρῷ πολλοὶ τῶν ἀπίστων ἀντιλογίας προσήνεγκαν τῷ Κυρίῳ, καὶ λόγοις καὶ ἔργοις κωμῳδοῦντες, ὄξος ποτίζοντες, χολὴν προσάγοντες, ἀκάνθινον στέφανον περιθέντες, λόγχῃ τὴν πλευρὰν νύττοντες, χερσὶ ῥαπίζοντες, ὀνειδιστικοῖς βοῶντες λόγοις· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Τοῦτο οὖν ἑρμηνεύων ὁ Συμεὼν ἔλεγε· Καὶ εἰς σημεῖον ἀντιλεγόμενον. Πολλοὶ γὰρ ἀντεῖπον· ὅ τε Πέτρος ἠρνήσατο, καὶ πάντες οἱ ἀπόστολοι ὡς ἀποίμαντα πρόβατα διεσκορπίζοντο· ἐν τῷ οὖν σταυρικῷ σημείῳ, καὶ αὐτῆς τῆς Παρθένου ἐπεπλήρωτο ἡ καρδία λύπης· διὸ καὶ ἔλεγε· Διὰ τί μὴ προετελεύτησα; Διὰ τί δὲ τὴν ἡμέραν ταύτην κατέλαβον; Παρθένος μεμένηκα, καὶ μείζονα μητρῴοις τοῖς σπλάγχνοις δάκνομαι. Τούτους τοὺς ἀπείρους λογισμοὺς τῆς Παρθένου, ῥομφαίαν ὁ Συμεὼν προσηγόρευσεν, ὡς νύττοντας τὰ ἐνδόσθια, ὡς σκάνδαλα προσοίσοντας, καθὼς καὶ ὁ Κύριος προεῖπε· Πάντες ἐν ἐμοὶ σκανδαλισθήσεσθε ἐν τῇ νυκτὶ ταύτῃ· ὅθεν καὶ ἐπήγαγεν ὁ Συμεὼν φάσκων· Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. Ὅρα πῶς τοὺς ἀπείρους διαλογισμοὺς ῥομφαίαν προσηγόρευσεν ὁ Συμεών, ὡς νύττοντας τὰ ἐνδόσθια, ὡς ἁπτομένους νεφρῶν καὶ μυελῶν. Τούτοις δὲ περιέπεσεν ἡ Παρθένος Μαρία, μηδέπω τὴν δύναμιν τῆς ἀναστάσεως εἰδυῖα· καὶ ὅτι ἐκ γειτόνων ἡ ἀνάστασις, οὐδέπω ἐγίνωσκεν. Ὅθεν μετὰ τὴν ἀνάστασιν, οὐκέτι ῥομφαία δίστομος ἀλλ' εὐφροσύνη καὶ ἀγαλλίασις. Σημεῖον τοίνυν ἀντιλογίας, τὸ σταυρικὸν σημεῖον ὁ Συμεὼν προσηγόρευσεν, ἐν ᾧ καιρῷ ῥομφαία λογισμῶν τὴν Παρθένον διῆλθεν. Ἔστι δὲ πάντως εἰπεῖν τινα· Καὶ πόθεν ἡμῖν ἡ ἀπόδειξις; Ἐξ αὐτῶν τῶν τοῦ Κυρίου διδαγμάτων. Ἄκουε αὐτοῦ λέγοντος· Ἡ γενεὰ αὕτη, γενεὰ πονηρά ἐστι· σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς, τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Ὁρᾷς πῶς τὸ σταυρικὸν πάθος σημεῖον προσηγορεύθη, οὐ μόνον ἐν τῇ Καινῇ Διαθήκῃ, ἀλλὰ καὶ ἐν τῇ Παλαιᾷ; Σφόδρα γὰρ τὰ παλαιὰ συμφωνεῖ τῇ Νέᾳ. Διὰ τί; Ἐπειδὴ εἷς καὶ ὁ αὐτὸς Θεὸς ὁ κἀκεῖνα νομοθετήσας, καὶ ὧδε βραβεύσας. Καὶ τίς τούτοις μάρτυς; Αὐτὸς ὁ Κύριος. Ἄκουε αὐτοῦ λέγοντος ἐν τῷ προφήτῃ Ἰεζεκιήλ, πρὸς τοὺς θεριστὰς ἀγγέλους, τὴν καθολικὴν συντέλειαν μηνύοντος, οὕτω λέγων· Μὴ φείσησθε τοῖς ὀφθαλμοῖς ὑμῶν,
the fall and rising again of many in Israel, and for a sign which shall be spoken against: calling the cross a sign spoken against. Why? Because on the cross itself many of the unbelievers offered contradiction to the Lord, mocking both in words and in deeds, giving Him vinegar to drink, offering Him gall, placing a crown of thorns around Him, piercing His side with a spear, striking Him with their hands, shouting with reproachful words: He saved others, Himself He cannot save. Explaining this, therefore, Symeon said: And for a sign which shall be spoken against. For many spoke against Him: Peter denied Him, and all the apostles were scattered like sheep without a shepherd; at the sign of the cross, then, the heart of the Virgin herself also was filled with sorrow; wherefore she also said: Why did I not die beforehand? And why have I reached this day? A virgin I have remained, and I am bitten with pains greater than a mother's pangs. These countless thoughts of the Virgin, Symeon called a sword, as piercing the inward parts, as about to bring stumbling-blocks, just as the Lord also foretold: All ye shall be offended in Me this night; whence Symeon also added, saying: And a sword shall pierce through thine own soul also, that thoughts out of many hearts may be revealed. See how Symeon called the countless thoughts a sword, as piercing the inward parts, as touching reins and marrow. Into these fell the Virgin Mary, not yet knowing the power of the resurrection; and that the resurrection was near at hand, she did not yet know. Whence after the resurrection, no longer a two-edged sword, but gladness and exultation. Therefore Symeon called the sign of the cross a sign of contradiction, at which time a sword of thoughts passed through the Virgin. Now certainly someone may say: And whence have we the proof? From the teachings of the Lord Himself. Hear Him saying: This generation is an evil generation; it seeketh a sign, and there shall no sign be given to it, except the sign of Jonah the prophet. For as Jonah was in the belly of the whale, so shall the Son of Man be in the heart of the earth three days and three nights. Do you see how the passion of the cross was called a sign, not only in the New Testament, but also in the Old? For the old things strongly agree with the New. Why? Because it is one and the same God who both enacted those things and ordered these here. And who is witness to these things? The Lord Himself. Hear Him speaking in the prophet Ezekiel to the reaping angels, when declaring the universal consummation, speaking thus: Spare not with your eyes,
PG 39:60Read from the page
καὶ μὴ ἐλεήσητε πρεσβύτην, μηδὲ νεανίσκον καὶ παρθένον· καὶ παιδίον, καὶ γυναῖκας θανατώσατε εἰς ἐξάλειψιν. Τοῖς δὲ ἐπιφερομένοις ἐπὶ τῶν μετώπων τὸ σημεῖον, μὴ ἅψησθε. Ἴδε τὸ σημεῖον τῆς Παλαιᾶς καὶ τῆς Νέας. Αὐτὸς γάρ ἐστιν ὁ σταυρὸς ὁ τὸν κόσμον σώζων· διὰ Ἰησοῦ τοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
and spare not elder, nor young man and virgin; and slay little child and women unto utter destruction. But touch not those who bear the sign upon their foreheads. Behold the sign of the Old and of the New. For He is the cross that saveth the world; through Jesus Christ our Lord, to Whom be the glory and the power, now and ever, and unto the ages of ages. Amen.
ΛΟΓΟΣ Γ΄.
ORATION III.
Εἰς τὸν τετραήμερον Λάζαρον.
On Lazarus four days dead.
Α΄. Φέρε πάλιν εἰς μέσον τὸν εὐαγγελιστὴν Ἰωάννην· καλὸν γὰρ τὴν ἀπαρχὴν τῆς ἀναστάσεως σκοπῆσαι. Ἤκουες γὰρ αὐτοῦ ἀρτίως λέγοντος· Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν. Ἴδες τὴν ἀπαρχὴν τῆς ἀναστάσεως ἐν Λαζάρῳ προτυπωθεῖσαν, ἣν ὁ πιστὸς ὄχλος ἐγνώρισεν; Οἱ ὄχλοι ἐγνώρισαν, καὶ οἱ ἀρχιερεῖς ἐλοιδόρησαν, τὴν θαυματουργίαν εἰς βασκανίαν μεταβαλόντες. Ὄντως ἐβάσκαναν τὴν ἀνάστασιν Λαζάρου, ὅτι μετὰ τὴν ἀνάστασιν αὐτοῦ, ἧς ἤκουες, συνεβουλεύσαντο αὐτὸν ἀποκτεῖναι. Ἴδες βασκανίας ὑπερβολήν; Ὃν ὁ Κύριος ἤγειρεν, αὐτοὶ ἀποκτεῖναι διενοήθησαν, μὴ συνειδότες, ὅτι κἂν αὐτοὶ ἀποκτείνουσι, πάλιν κοῦφον τῷ Κυρίῳ ἀναστῆσαι τὸν φίλον. Συνεβουλεύσαντο τὸν Λάζαρον ἀποκτεῖναι. Οὐδὲν οὕτως ἐδρίμυττε τοὺς Ἰουδαίους, ὡς ἡ ἀνάστασις τοῦ Λαζάρου. Τοῦτο μόνον τὸ θαῦμα οὐκ ἴσχυσαν συκοφαντῆσαι. Τὴν ἀνάβλεψιν τοῦ ἐκ γεννητῆς τυφλοῦ ἐσυκοφάντησαν λέγοντες· Οὗτός ἐστιν· οὐχ οὗτός ἐστιν· ὅμοιος αὐτοῦ ἐστιν. Τὴν ἔγερσιν τῆς θυγατρὸς Ἰαήρου ἐσυκοφάντησαν, λέγοντες, ὡς κατηνέχθη, καὶ οὐ τελείῳ θανάτῳ παρεδόθη. Τὴν ἀνάστασιν τοῦ υἱοῦ τῆς χήρας τοῦ μονογενοῦς ἐσυκοφάντησαν λέγοντες, ὡς τὸν θάνατον ἐσχηματίσατο, καὶ οὐχ ὑπὸ τῆς τυραννίδος τοῦ θανάτου κατεπόθη. Τὴν ξηρανθεῖσαν συκῆν ἐσυκοφάντησαν λέγοντες, ὡς τρυγωνισθεῖσαν, καὶ οὐχ ὡς Δεσποτικῷ ῥήματι ξηρανθεῖσαν. Τὴν τοῦ ὕδατος εἰς οἶνον μεταβολὴν ἐσυκοφάντησαν λέγοντες, ὡς ἤδη τῶν ἐν τῷ δείπνῳ μεθυσθέντων, καὶ μὴ εἰδότων τὴν χλεύην. Τὴν ἀνάστασιν μόνην τοῦ Λαζάρου οὐκ ἴσχυσαν συκοφαντῆσαι. Ἴδον αὐτὸν Λάζαρον· ἐπίσημος ἦν ὁ ἀνήρ· ἠκολούθησαν τῇ κηδίᾳ· ἴδον τὸν τάφον σφραγιζόμενον· παρεμυθήσαντο κατὰ τὸ εἰωθὸς, ὡς ἐν περιδείπνῳ θανάτου. Παρεμυθήσαντο Μάρθαν καὶ Μαρίαν τὰς ἀδελφὰς τοῦ Λαζάρου· ἔγνωσαν ὅτι τέσσαρας ἡμέρας εἶχεν, ἀκριβῶς ἐν τῷ μνημείῳ κατατεθεὶς, καὶ ὅτι τετραήμερος νεκρὸς, πάντοθεν ἔξαρθρος, τῶν σαρκῶν μειωθέντων, τῆς νευροστασίας διασπασθείσης, τῶν ἐνδοσθίων διασκορπισθέντων, τῆς γαστρὸς ἐκχυθείσης. Ταῦτα συνειδότες, ὡς ἴδον ἀθρέον τὴν ἀνάστασιν Λαζάρου σῶαν, ἀρτίαν ὡς ἀπὸ τόρνου στίλβουσαν τὴν παννεωσίαν, ἐταράχθησαν. Μικροῦ δεῖν ἀπέψυξαν, μὴ εὑρίσκοντες λόγους προφασιολογίας, τὸ
I. Bring forward again into the midst John the Evangelist; for it is good to consider the first-fruits of the resurrection. For you heard him just now saying: Six days before the Passover, Jesus came to Bethany, where Lazarus was, whom He had raised from the dead. Did you see the first-fruits of the resurrection prefigured in Lazarus, which the faithful multitude recognized? The multitudes recognized it, and the chief priests reviled it, turning the working of wonders into envy. Truly they envied the resurrection of Lazarus, because after his resurrection, of which you heard, they took counsel to put him to death. Did you see the excess of envy? Him whom the Lord raised, they themselves planned to put to death, not realizing that even if they put him to death, it is again easy for the Lord to raise up His friend. They took counsel to put Lazarus to death. Nothing so stung the Jews as the resurrection of Lazarus. This miracle alone they were not able to slander. They slandered the recovery of sight by the man blind from birth, saying: This is he; this is not he; he is like him. They slandered the raising of the daughter of Jairus, saying that she was overcome by sleep and not given over to complete death. They slandered the resurrection of the widow's only son, saying that he feigned death and was not swallowed up by the tyranny of death. They slandered the withered fig tree, saying that it had been stripped of fruit and not withered by the Master's word. They slandered the changing of water into wine, saying that those at the banquet were already drunk and did not perceive the mockery. The resurrection of Lazarus alone they were not able to slander. They had seen Lazarus himself; the man was notable; they had followed the funeral; they had seen the tomb sealed; they had offered consolation according to custom, as at a funeral banquet of death. They had consoled Martha and Mary, the sisters of Lazarus; they knew that he had been four days accurately laid in the monument, and that he was a four-days-dead corpse, disjointed on every side, with his flesh wasted away, the sinew-frame torn apart, the inward parts scattered, the belly poured out. Being aware of these things, when they suddenly saw the resurrection of Lazarus whole, sound, and shining in complete renewal as from a lathe, they were troubled. They all but expired, finding no words of excuse,
PG 39:61Read from the page
πῶς συκοφαντήσουσι τὴν ἀνάστασιν Λαζάρου, τῆς τοῦ Χριστοῦ πραγματείας τοῦτο κατασκευασάσης.
how they might slander the resurrection of Lazarus, since Christ's dispensation had contrived this.
Β΄. Τί ἐστι, τῆς τοῦ Κυρίου πραγματείας τοῦτο παρασκευασάσης; Ἄκουε διὰ βραχέων. Ἡνίκα Λάζαρος τὴν παροῦσαν ζωὴν ἀπεδύσατο φυσικῶς, οὐκ ἦν ὁ Κύριος Βηθανίᾳ παρὼν τοῖς σωματικοῖς ὀφθαλμοῖς· τῇ δὲ θεότητι πανταχοῦ παρὼν, καὶ τὰ πάντα πληρῶν. Μετὰ γὰρ τέσσαρας ἡμέρας τοῦ ταφῆναι τὸν Λάζαρον, ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, τὴν ἀνάστασιν τοῦ φίλου κωμῳδῆσαι. Ὅθεν καὶ τοῦ παραγενομένου ἐν Βηθανίᾳ, ὡς ἤκουσε Μάρθα ἡ ἀδελφὴ Λαζάρου, ἔδραμεν, ἔσπευσε, προέπεσεν ἐν παρακλήσει, αἱρετικὴν πρεσβείαν προσφέρουσα. Προπετῶς γὰρ ἔφασκε τῷ Κυρίῳ λέγουσα· Κύριε, εἰ ᾖς ὧδε, οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου. Καὶ νῦν οἶδα, ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν, δώσει σοι ὁ Θεός. Ὁ δὲ Κύριος αὐτὸς, πέλαγος ὢν μακροθυμίας, ἀπεκρίνατο λέγων· Τί λέγεις, Μάρθα; Κύριον καλεῖς, καὶ Κύριον ἀγνοεῖς; Οὐκ ἤμην ὧδε; Μικρὸν καρτέρησον· ἐν τάχει γὰρ παρὰ τοῦ ἀδελφοῦ σου μαθήσῃ. Ἀναστήσεται γὰρ ὁ ἀδελφός σου. Συγγινώσκω σοι, Μάρθα. Μεθύεις γὰρ τῇ λύπῃ. Ὥσπερ αὐτῇ εἶπεν· Καλῶν μεθύων σφάλλεται· ὅτε ἐκνήψεις, τότε σωφρονισθήσῃ. Ἀναστήσεται γὰρ ὁ ἀδελφός σου. Ἡ δὲ Μάρθα, καὶ οὕτως συμπεριενεχθεῖσα ἀνθρωπίνοις ῥήμασιν, ἀνθυπένεγκε τῷ Κυρίῳ λέγουσα· Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ὁ δὲ Κύριος πρὸς αὐτήν· Τί θαμβεύεις, ὦ Μάρθα; Τί εἰς μακρὰς ἐλπίδας τὴν ἀνάστασιν ἀναδύῃ; Ἡ ἀνάστασίς σοι διαλέγεται, καὶ περὶ ἀναστάσεως διαλέγῃ; Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται.
II. What does it mean that the Lord's dispensation prepared this? Listen briefly. When Lazarus naturally put off the present life, the Lord was not present in Bethany to bodily eyes, though by His Godhead He was everywhere present and filling all things. For four days after Lazarus was buried, Jesus came to Bethany to celebrate as a drama the resurrection of His friend. Wherefore also, when He arrived in Bethany, as soon as Martha the sister of Lazarus heard, she ran, hastened, fell down in entreaty, offering a petition of her own choosing. For rashly she spoke to the Lord, saying: Lord, if Thou hadst been here, my brother would not have died. And now I know that whatsoever Thou shalt ask of God, God will give Thee. And the Lord Himself, being a sea of longsuffering, answered saying: What sayest thou, Martha? Dost thou call Me Lord, and art ignorant of the Lord? Was I not here? Endure a little; for quickly shalt thou learn from thy brother. For thy brother shall rise again. I pardon thee, Martha. For thou art drunken with grief. As though He said to her: He who is drunken with good things stumbles; when thou shalt grow sober, then shalt thou be brought to thy senses. For thy brother shall rise again. And Martha, even thus borne along by human words, replied to the Lord saying: I know that he shall rise again at the last day. And the Lord said to her: Why art thou amazed, O Martha? Why dost thou shrink back from the resurrection unto distant hopes? The Resurrection Himself converses with thee, and dost thou converse about a resurrection? I am the resurrection and the life; he that believeth in Me, though he die, yet shall he live.
Γ΄. Ταῦτα τοῦ Κυρίου διαλεγομένου, μικροῦ δεῖν πᾶσα ἡ πόλις Βηθανία κατέδραμεν εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ θαυμάσαι, ἀλλὰ γελάσαι. Οὐκ εἶχον γὰρ ἐλπίδα, τετραήμερον νεκρὸν ἀναστῆσαι. Τί οὖν ὁ Κύριος; Ὡς εἶδε τοσοῦτον πλῆθος καταδραμὸν, καὶ ὅτι ἄξιοί εἰσι, καὶ ἱκανοῦσι πρὸς μαρτυρίαν τοῦ μέλλοντος παρ' αὐτοῦ ἀνεγείρεσθαι, ἀποκριθεὶς πρὸς αὐτοὺς ἔφη· Ποῦ τεθείκατε τὸν Λάζαρον; Ἆρ' οὐκ ᾔδει τὸν τόπον ὁ τοῦ τόπου Δεσπότης; Ἤδει τὸν τόπον, ἀλλ' ἐπραγματεύσατο τὸν τρόπον, ὅπως πάντες αὖθις ἀναγκασθέντες ἐπακολουθήσωσι τῷ Ἰησοῦ, ἵνα αὐτοψὶ θεασάμενοι τὴν ἀνάστασιν ἀναμφίβολοι κήρυκες γένωνται. Ποῦ τεθείκατε αὐτόν; Οἱ δὲ ἐπερωτηθέντες εἶπον πρὸς αὐτόν· Ἔρχου, καὶ ἴδε. Τοῦ δὲ Ἰησοῦ βαδίζοντος, καὶ ἐπὶ τὸν τάφον σπεύδοντος, ὁ ἀκολουθῶν ὄπισθεν ὄχλος ἀντέλαβε πρὸς ἑαυτὸν, λέγων· Τί θέλει οὗτος τὸν τάφον Λαζάρου θεάσασθαι;
III. While the Lord was conversing on these things, almost the whole city of Bethany ran down to the Lord's presence, not to marvel, but to laugh. For they had no hope that He would raise a corpse four days dead. What then did the Lord do? When He saw so great a multitude running down, and that they were worthy and sufficient for testimony to him who was about to be raised by Him, He answered and said to them: Where have ye laid Lazarus? Did not the Master of the place know the place? He knew the place, but He contrived the manner, so that all, being compelled in turn to follow Jesus, having beheld the resurrection with their own eyes, might become unquestionable heralds. Where have ye laid him? And those who were questioned said to Him: Come and see. And as Jesus walked on and hastened to the tomb, the multitude following behind took up word among themselves, saying: Why does this man wish to behold the tomb of Lazarus?