Migne Reading Room

PG 39 · cols. 64–73 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:64Read from the page
Εἰ Υἱός ἐστι τοῦ Θεοῦ, τοῦτον ἀναστήσει. Τῶν γὰρ προσφάτως τελευτησάντων, ὧν ἤγειρεν, οὐκ ἐπιστάμεθα. Πόθεν οὖν ἴσμεν; Εἰ τελείῳ θανάτῳ παρεδόθησαν, τοῦτον ἀναστήσει, καὶ γνῶσιν λαμβάνομεν ὅτι ἀληθῶς Θεοῦ Υἱός ἐστιν. Ὅθεν καὶ ἡ Μάρθα τοῖς λόγοις τοιούτοις συμπεριενεχθεῖσα, προσῆλθε τῷ Κυρίῳ καὶ αὐτὴ λέγουσα· Ποῦ πορεύῃ, Δέσποτα; Τί θέλεις τὸν τάφον ἰδεῖν Λαζάρου; Τί τὴν ὀδύνην ἡμῶν ἀναξέεις; Τί τὸ πένθος ἐπεγείρεις; Τί θέλεις τὸν τάφον ἰδεῖν; Οὐδὲν γὰρ ὠνήσῃ, Δέσποτα· Ἤδη ὄζει, τετραήμερος γάρ ἐστιν. Ὁ δὲ Κύριος πρὸς τὴν Μάρθαν· Οὐκ εἶπόν σοι, ὅτι ἐὰν πιστεύσῃς, ὄψῃ τὴν δόξαν τοῦ Θεοῦ; Ἐμοὶ λέγεις, Ἤδη ὄζει; Ἡ ἀδελφή σου μυρίζει, καὶ σὺ καπνίζῃ ἐν τῇ ἀπιστίᾳ; Θέλω τὸν τάφον ἰδεῖν τοῦ φίλου μου.
If He is the Son of God, He will raise this man. For of those who recently died, whom He raised, we do not know. Whence then shall we know? If they were given over to complete death, He will raise this man, and we shall receive knowledge that He is truly the Son of God. Wherefore Martha also, borne along by such words, approached the Lord and said: Whither goest Thou, Master? Why dost Thou wish to see the tomb of Lazarus? Why dost Thou scratch open our pain? Why dost Thou stir up our mourning? Why dost Thou wish to see the tomb? For Thou shalt profit nothing, Master; already he stinketh, for he is four days dead. And the Lord said to Martha: Did I not tell thee that if thou believest, thou shalt see the glory of God? Dost thou say to Me, Already he stinketh? Thy sister anoints with perfume, and dost thou smoke in unbelief? I wish to see the tomb of My friend.
Δ΄. Ταῦτα εἰπὼν ὁ Κύριος, ἐπὶ τὸν τάφον ἐπορεύετο· καὶ πλησιάσας τῷ τάφῳ, μόνον εἶδε τὸ μνημεῖον, εὐθέως ἐδάκρυσε. Τίς ἡ χρεία δακρύειν, ὃν ἤμελλεν ἐγείρειν; Ἐδάκρυσε, διὸ συνετῶς πάντα ὁ Κύριος σοφῶς ἐπραγματεύσατο. Ἐδάκρυσε γὰρ ἐπὶ τὸν τάφον, ὅπως τῶν ἀκολουθησάντων τὴν γνώμην δημοσιεύσῃ, οἵαν ἔχουσι περὶ αὐτοῦ ὑποψίαν. Διὸ καὶ ὡς εἶδον αὐτὸν δακρύσαντα, ἀνθρώπινα πάλιν παθόντες οἱ ἀκολουθοῦντες ὄχλοι, ἤρξαντο πρὸς ἑαυτοὺς ἀντιβάλλειν καὶ λέγειν· Εἶδες πῶς ἐφίλει αὐτόν; Ὁ νεκροὺς ἐγείρας, καὶ τυφλοὺς ὀμματώσας, οὐκ ἠδύνατο ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ, εἰ ἄρα οὕτως ἐφίλει αὐτόν; Ὁ δὲ Κύριος, ὡς εἶδεν αὐτοὺς ἔτι ἀνθρώπινα λαλοῦντας, ἀπεκρίνατο πρὸς αὐτούς· Κοῦφον μὲν ἦν μοι παρακατασχεῖν τὴν ζωὴν Λαζάρου, ὡς καὶ τοῦ Ἡλία καὶ τοῦ Ἐνὼχ, ἀλλ' οὐδεὶς ὑμῶν ἐγίνωσκεν, ὅτι τῇ ἐμῇ θελήσει ἡ ζωὴ Λαζάρου παρακατέχεται. Διὰ τοῦτο συνεχώρησα ὑπὸ τοῦ θανάτου αὐτὸν καταποθῆναι, ὅπως ἀκριβῶς μάθητε, ὅτι ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν ἔχω. Καὶ εὐθὺς πρὸς αὐτοὺς ὁ Κύριος, καθὼς ἴστε πάντες σαφῶς· Ἀποκυλίσατε τὸν λίθον. Βλέπε πῶς πάντα σοφῶς ἐπραγματεύσατο, μάρτυρας ἀκριβεῖς τῆς ἀναστάσεως Λαζάρου καθιστῶν. Ἀποκυλίσατε τὸν λίθον. Τοῖς μαθηταῖς ἐπέτρεπεν ὄρη μεταγαγεῖν λόγῳ, καὶ αὐτὸς λίθον οὐκ ἀπεκύλισεν; Ἀλλὰ πάντα σοφῶς, καθὼς προεῖπον, πραγματευόμενος πρὸς λυσιτέλειαν, ἔλεγε τοῖς Ἰουδαίοις, Ἀποκυλίσατε τὸν λίθον, ὅπως ἐξ αὐτῆς τῆς νεκροφόρου ἀποφορᾶς μάθωσιν ὅτι ἐσάπη καὶ οὐκ ἐκλάπη. Ἀποκυλίσατε τὸν λίθον. Τῶν δὲ ἀποκυλισάντων μετὰ γογγυσμοῦ (ἐδρίμυττεν γὰρ αὐτοὺς ἡ νεκροφόρου δυσίνιος ἀποφορά)· ἀποκυλισάντων δὲ τῶν παρόντων τὸν λίθον, εὐθέως ἐβόησεν ὁ Κύριος λέγων· Αάζαρε, δεῦρο ἔξω. Δεσπότης ὁ καλῶν, οὐδεὶς ὁ ἀντιλέγων. Λάζαρε, δεῦρο ἔξω· πληροφόρησον Μάρθαν τὴν ἀδελφήν σου, ὡς κελεύω, καὶ οὐχ ἱκετεύω. Λάζαρε, δεῦρο ἔξω. Πρὸ τοῦ κατέλθω, ἔξελθε· ἐν σοὶ τὸν ἀῤῥαβῶνα, ἐν ἐμοὶ τὸ τέλειον. Λάζαρε, δεῦρο ἔξω.
IV. Having said these things, the Lord went to the tomb; and having drawn near to the tomb, no sooner did He see the monument than straightway He wept. What need was there to weep for him whom He was about to raise? He wept, because the Lord wisely contrived all things with understanding. For He wept at the tomb in order that He might make public the mind of those who followed, what sort of suspicion they held concerning Him. Wherefore also, when they saw Him weep, the multitudes following, again feeling humanly, began to confer among themselves and say: See how He loved him! Could not He who raised the dead and gave sight to the blind have caused that this man also should not die, if indeed He so loved him? And the Lord, when He saw them still speaking humanly, answered them: It was easy for Me to retain the life of Lazarus, as also that of Elijah and Enoch, but none of you knew that by My will the life of Lazarus is retained. For this reason I permitted him to be swallowed up by death, so that ye might accurately learn that I have authority over life and death. And straightway the Lord said to them, as ye all clearly know: Roll away the stone. See how He contrived all things wisely, appointing them accurate witnesses of the resurrection of Lazarus. Roll away the stone. He permitted the disciples to remove mountains by a word, and did He Himself not roll away a stone? But contriving all things wisely, as I said before, for profit, He said to the Jews: Roll away the stone, so that from the very corpse-bearing stench they might learn that he had rotted and had not been stolen. Roll away the stone. And when they had rolled it away with murmuring (for the unmanageable corpse-bearing stench stung them), when those present had rolled away the stone, straightway the Lord cried out saying: Lazarus, come forth. It is the Master who calls; there is none who gainsays. Lazarus, come forth; give full assurance to Martha thy sister, as I command, and do not entreat. Lazarus, come forth. Before I descend, come forth; in thee the earnest, in Me the perfection. Lazarus, come forth.
Notes, col. 64

On the reading

Printed Αάζαρε, for Λάζαρε.

Printed δυσίνιος, for δυσήνιος.

PG 39:65Read from the page
Ε΄. Μὴ οἴου τὸν Κύριον πολλὰς φωνὰς βεβληκέναι. Ἅπαξ ἐλάλησε, καὶ ὃν ἔπλασεν, ἤγειρεν. Οὔτε γὰρ ὡς Ἡλίας ἔκλαυσεν· οὔτε ὡς Ἐλισαῖος ἀπόρησε. Μονοφθόγγῳ φωνῇ διύπνισε τὸν παρ' αὐτῷ καθεύδοντα, εἰπὼν, Λάζαρε, δεῦρο ἔξω· εἷς ὁ λόγος, καὶ διάφορα τὰ θαύματα. Μόνον ὁ Κύριος ἐφώνησε, Λάζαρε, δεῦρο ἔξω, καὶ εὐθέως αἱ σάρκες ἀπεπληροῦντο· αἱ τρίχες ἀντεφύοντο (sic)· αἱ ἁρμονίαι συνεδραμοῦντο· αἱ φλέβες καθαρῷ αἵματι ἀντεγεμίζοντο· ὁ ᾅδης κάτωθεν κοπτόμενος τὸν Λάζαρον προέπεμψεν· ἡ ψυχὴ Λαζάρου παρακρατουμένη, καὶ ὑπὸ τῶν ἀγγέλων παρακαλουμένη, τὸ ἴδιον εἰς τὸ ἴδιον μετεχωνεύετο· καὶ τὸ πάντων ἐνδοξότερον ἦν, ὅτι πανταχόθεν δεδεμένος ἦν τοὺς πόδας καὶ τὴν ὄψιν κηρίαις, καὶ ἀνεμποδίστως ἐβάδιζε. Διὸ καὶ ὁ Κύριος δραστικώτερον πρὸς τοὺς παρόντας ὄχλους παρεκελεύσατο, λέγων· Λύσατε αὐτὸν, καὶ ἄφετε ὑπάγειν. Βλέπε τὴν τοῦ Κυρίου πραγματείαν, καὶ πῶς τὰ πάντα σοφῶς οἰκονομεῖ. Πρὸς πληροφορίαν τῶν παρόντων ἔλεγε· Λύσατε αὐτὸν, καὶ ἄφετε ὑπάγειν, ὡς τὸν λίθον ἀπεκυλίσατε, καὶ τὸν τάφον ὑπεδείξατε, καὶ τῆς ὀσφρήσεως μετέσχετε, καὶ τὰ νεκροτάφια ἐλύσατε· τὸ μὲν, εὐλογίαν τηροῦντες· τὸ δὲ, ὡς μάρτυρες φυλάττοντες. Ἐὰν ἀπιστήσωσιν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὡς οὐκ ἀνέστη Λάζαρος, δείξατε τὰ νεκροτάφια· ἐμφανίσατε σουδάρια ὡς ὁ παραλυτικὸς τὸν κράβατον. Ἡμεῖς δὲ τὰ βαΐα τῶν φοινίκων βαστάζοντες εἴπωμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
V. Do not suppose that the Lord cast forth many cries. Once He spoke, and raised him whom He had fashioned. For neither did He weep like Elijah, nor did He doubt like Elisha. With a single-toned voice He awakened him who was sleeping with Him, saying: Lazarus, come forth; the word was one, and the wonders were manifold. The Lord merely called out, Lazarus, come forth, and straightway the flesh was filled out; the hair grew again (sic); the joints ran together; the veins were filled again with pure blood; Hades below, beating its breast, sent Lazarus forth; the soul of Lazarus, being strengthened and comforted by the angels, recast its own into its own; and what was most glorious of all was that he was bound on every side, feet and face, with grave-clothes, and yet walked unhindered. Therefore also the Lord more forcefully commanded the multitudes present, saying: Loose him, and let him go. See the Lord's dispensation, and how wisely He orders all things. For the full assurance of those present He said: Loose him, and let him go, just as ye rolled away the stone, and pointed out the tomb, and partook of the smell, and loosed the grave-bands; on the one hand keeping them as a blessing, on the other guarding them as witnesses. If the chief priests and the Pharisees disbelieve that Lazarus rose, show the grave-bands; produce the napkins, as the paralytic did his pallet. And let us, bearing branches of palms, say: Hosanna in the highest; blessed is He that cometh in the name of the Lord. To Him be the glory and the power, with the all-holy and life-giving Spirit, now and ever, and unto the ages of ages. Amen.
ΛΟΓΟΣ Δ΄.
ORATION IV.
Ὁμιλία εἰς τὴν γυναῖκα τὴν ἁμαρτωλὸν, τὴν ἀλείψασαν τὸν Κύριον μύρῳ, καὶ εἰς Φαρισαῖον. Τῇ μ. δ'.
Homily on the sinful woman who anointed the Lord with ointment, and against the Pharisee. On Great Wednesday.
Ἱκανῶς ἡμᾶς πρώην ἐψυχαγώγησεν ὁ Χριστὸς
Sufficiently did Christ recently gladden us
PG 39:68Read from the page
παρὰ Ζακχαίῳ ἑστιώμενος. Ὅπου γὰρ Χριστὸς ἑστιᾶται, καὶ τοῖς ἀνθρώποις συνανακλίνεται, καὶ ποτοῦ καὶ τραπέζης ἀπολαύει τῆς ἡμετέρας, πρὸς τὸν τῆς εὐφροσύνης μετάγεται λόγον. Τίς γὰρ τελωνῶν, ἢ πορνῶν, ἢ τῶν τὰ ἄῤῥητα ἐργασαμένων δεινὰ, τὸν οὐρανοῦ ἢ καὶ γῆς Ποιητὴν, στέγην ὑπελθόντα τελωνικὴν βλέπων· ἢ τὸν τῶν ἀσταχύων δοτῆρα, ἄρτον ἀνθρώπινον μετὰ χεῖρας λαμβάνοντα, ἢ τὸν τῶν βοτρύων χορηγὸν, τῇ κοινωνίᾳ τοῦ ποτοῦ τὰς ληνοὺς εὐλογοῦντα· μὴ ἑορτὴν καὶ πανήγυριν θέσθαι τὸ πρᾶγμα δικαιώσειεν; Αὕτη ἀληθῶς ἑορτή· αὕτη ἀληθῶς ἀγγελικῆς ἑστιάσεως εὐφροσύνη, τὸ τὸν Δεσπότην, μετὰ δούλων· τὸν Θεὸν, μετὰ ἀνθρώπων· τὸν δικαστὴν, μετὰ τῶν ὑπευθύνων ὁρᾷν κοινῆς ἀπολαύοντα τραπέζης. Διὰ γὰρ τοῦτο ἐπὶ γῆς ἦλθεν, οὐκ ἔρημον καταλιπὼν τὸν οὐρανόν· καὶ ἄνθρωπος γέγονεν, οὐκ ἀποδὺς τὸ εἶναι Θεός· ἵνα καὶ τὴν θάλασσαν πλέων, τοὺς εἰς τὸ βιωτικὸν χειμαζομένους πέλαγος, ἐκ τοῦ βυθοῦ ἀνασύρῃ τῆς ἁμαρτίας· καὶ κώμας καὶ πόλεις περιῒὼν, στενοποὺς καὶ ἀτραποὺς, καὶ ἐπιδρόμους περιτρέχων, τοὺς ἐν ταῖς τριόδοις πλανωμένους ὡς ἀποίμαντα πρόβατα, ἐπὶ τὴν ἰδίαν ἐπαναγάγῃ ποίμνην. Αὐτὸς γάρ ἐστιν ὁ τὸ ἀπολωλὸς πρόβατον ἐπιζητῶν, τὰ ἐννενήκοντα ἐννέα καταλιπὼν, καὶ περὶ τὴν τοῦ ἑνὸς παραγενόμενος ζήτησιν. Ἐζήτει γὰρ τὸ ἓν, οὔτε τῶν πολλῶν καταφρονῶν, οὔτε τοῦ πλήθους τὸ ἓν προκρίνων. Ἀλλὰ τὰ μὲν ἐννενήκοντα ἐννέα κατελίμπανεν· ἔδει γὰρ ἀσφαλῶς αὐτὰ ἐν τῇ μάνδρᾳ αὐλίζεσθαι· τὸ δὲ ἓν προϊὼν ἐζήτει, ἵνα μὴ θήνῃ τῷ διαβόλῳ γένηται. Πρόβατον γὰρ ἀποίμαντον, θηρσὶν ἕτοιμον δεῖπνον. Καὶ ψυχὴ ἀσφράγιστος, δαίμοσιν εὐεπιβούλευτος. Ὅθεν πρώην τὸν Ζακχαῖον ὡς πρόβατον ἐκ στόματος λύκου ἀφήρπασε, καὶ τῇ μάνδρᾳ συνέμιξε, καὶ σφραγῖδος ἠξίωσεν· ὡς γὰρ ποιμὴν πρόβατον ἀποπλανηθὲν θη-
feasting at the house of Zacchaeus. For wherever Christ feasts, and reclines with men, and partakes of our drink and table, the whole is turned to a discourse of gladness. For who, seeing the Maker of heaven and earth entering under a tax-collector's roof, or the Giver of the ears of corn taking human bread into His hands, or the Supplier of the clusters blessing the winepresses by the communion of the drink, would not deem it right to make the matter a feast and a festival? This is truly a feast; this is truly the gladness of an angelic banquet, to see the Master with servants, God with men, the Judge with those under judgement, partaking of a common table. For this reason He came upon earth, not leaving heaven desolate; and He became man, not putting off being God; so that, sailing also upon the sea, He might draw up out of the depth of sin those tempest-tossed on the sea of this life; and going about villages and cities, running around narrow alleys and paths and highways, He might lead back to His own flock those wandering in the crossroads like shepherdless sheep. For He Himself is the one who seeks the lost sheep, leaving the ninety-nine and coming to the search for the one. For He sought the one, neither despising the many, nor preferring the one to the multitude. But the ninety-nine He left behind, for it was necessary that they be safely folded in the sheepfold; and going forth He sought the one, lest it become a prey to the devil. For a shepherdless sheep is a ready banquet for wild beasts. And an unsealed soul is easily plotted against by demons. Wherefore recently He snatched Zacchaeus like a sheep from the mouth of a wolf, and joined him to the fold, and deemed him worthy of a seal; for as a shepherd wishing to catch a straying sheep
PG 39:69Read from the page
ρᾶσαι θέλων, χειρόηθες ζῶον ἐᾷ, ἵνα ἀπολύτως νεμόμενον, τὸ ἀποπηδῆσαν ἑλκύσῃ θήραμα· οὕτω καὶ ὁ τοῦ Θεοῦ Λόγος τὴν σάρκα, ἣν ἐκ τῆς Παρθένου ἀνέλαβεν, ὡς πρόβατον ἐν νομῇ, ἐν τραπέζῃ Ζακχαίου ἀφῆκεν· ἵνα τῷ κοινῷ τῆς ἑστιάσεως νόμῳ ἑλκύσας αὐτοῦ πρὸς συνουσίαν, λανθανόντως τῇ οἰκείᾳ συζεύξῃ ποίμνῃ.
leaves a tame animal, so that feeding freely it may draw the quarry that leaped away; so also the Word of God left the flesh which He took from the Virgin, as a sheep in pasture, at the table of Zacchaeus; so that by the common law of feasting having drawn him to His company, He might secretly yoke him to His own flock.
Β΄. Ἀλλὰ τοῦτο μὴ συνιέντες οἱ Φαρισαῖοι ἐγόγγυζον, ὁρῶντες αὐτὸν μετὰ τελωνῶν ἐσθίοντα· ἀλλ' ἐκεῖνοι μὲν ὡς ἀσκὸς παλαιὸς διαῤῥηγνύσθωσαν. Οὐ γὰρ δύνανται τὸν νέον τῆς διδασκαλίας δέξασθαι λόγον. Ἡμεῖς δὲ κατόπιν τοῦ φιλανθρώπου βαδίσωμεν ποιμένος· ὁ γὰρ Ζακχαῖον τὸν τελώνην τῇ λογικῇ τῶν ἀποστόλων συνάψας ποίμνῃ, αὐτὸς καὶ τὴν πόρνην τὴν ἁμαρτωλὸν, τὴν μυρίων κακῶν ἐργάτιν, ἐκ τοῦ φάρυγγος τοῦ διαβόλου ὡς ἀμνάδα ἑλκύσας, τῇ ἀνεπηρεάστῳ ἀπέδωκε μάνδρᾳ. Ἵνα δὲ γνῶτε καὶ τοῦ Χριστοῦ τὴν φιλανθρωπίαν, καὶ τῶν Φαρισαίων τὴν ἀλογίαν, καὶ τῆς ἁμαρτωλοῦ τὴν παλινοδίαν, αὐτὰς ὑμῖν τὰς εὐαγγελικὰς παραθήσομαι ῥήσεις· ἐὰν γὰρ τοῦ ὕφους τοῦ ἀναγνώσματος ἐπακούσητε, ῥᾳδίως καὶ τῆς ἑρμηνείας τὴν ἔννοιαν ἀναμάξεσθε. Ἠρώτησε, φησὶ, τὶς τῶν Φαρισαίων τὸν Ἰησοῦν, ἵνα φάγῃ μετ' αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ Φαρισαίου, ἀνεκλίθη. Ὦ χάριτος ἀφράστου! ὦ φιλανθρωπίας ἀῤῥήτου! καὶ Φαρισαίοις συνεστιᾶται, καὶ τελώνας οὐκ ἀποσείεται· καὶ πόρνας προσδέχεται, καὶ Σαμαρείτιδι διαλέγεται· καὶ Χαναναίαν λόγου ἀξιοῖ· καὶ τῇ αἱμοῤῥοούσῃ τὸ κράσπεδον παραχωρεῖ, καὶ οὐκ ἐπαισχύνεται. Ἰατρὸς γάρ ἐστι, πάντων τῶν παθῶν ἐφαπτόμενος, ἵνα πάντας ὠφελήσῃ, πονηροὺς καὶ ἀγαθοὺς, ἀχαρίστους καὶ εὐγνώμονας· ὅθεν καὶ νῦν ὑπὸ τοῦ Φαρισαίου κληθεὶς, εἰσέρχεται εἰς οἰκίαν ὥστε μεστὴν κακῶν. Ὅπου γὰρ Φαρισαῖος, ἐκεῖ πονηρίας οἰκητήριον· ἁμαρτίας καταγώγιον· ὑπεροψίας ὑποδοχή. Ἀλλὰ καὶ οὕτως αὐτοῦ διακειμένης τῆς οἰκίας, οὐκ ἀπαξιοῖ παραγενέσθαι ὁ Κύριος. Καὶ εἰκότως· ὥσπερ γὰρ ὁ ἥλιος οὐ καταβλάπτεται, βορβόρῳ τὰς οἰκείας ἀκτῖνας ἐπιβάλλων· ἀλλὰ τοὐναντίον, καὶ τὴν ἐνοῦσαν ἀηδίαν περιμάσσεται, μηδὲν αὐτὸς ὑβριζόμενος· οὕτω καὶ ὁ Χριστὸς, ὡς ἥλιος δικαιοσύνης, πάντα ἐναγῆ καὶ βέβηλον τόπον καταλαμβάνει, καὶ τὴν δυσώδη ἁμαρτίαν. ταῖς ἀκτῖσιν αὐτοῦ τῆς ἀγαθότητος ἀναλίσκει. Οὐχ ὕβριν, οὐ μείωσιν, οὐ μολυσμὸν ὑπομένων κατὰ τὸν τῆς θεότητος λόγον.
II. But the Pharisees, not understanding this, murmured when they saw Him eating with tax-collectors; yet let them burst like an old wineskin. For they cannot receive the new word of teaching. Let us, however, walk behind the loving Shepherd; for He who joined Zacchaeus the tax-collector to the rational flock of the apostles, also drew the harlot, the sinful woman, the worker of countless evils, out of the throat of the devil like a lamb, and restored her to the unharmed fold. And that ye may know both the loving-kindness of Christ, and the unreasonableness of the Pharisees, and the recantation of the sinful woman, I will set before you the Gospel sayings themselves; for if ye listen to the thread of the reading, ye will easily grasp the meaning of the interpretation as well. One of the Pharisees, it says, asked Jesus to eat with him; and having entered into the Pharisee's house, He reclined. O unspeakable grace! O ineffable loving-kindness! He both feasts with Pharisees, and does not thrust away tax-collectors; He receives harlots, and converses with a Samaritan woman; He deems a Canaanite woman worthy of speech, and yields His hem to the woman with an issue of blood, and is not ashamed. For He is a physician, touching all passions, that He may benefit all, wicked and good, ungrateful and grateful; wherefore now also, being invited by the Pharisee, He enters into a house as it were full of evils. For where a Pharisee is, there is a dwelling-place of wickedness, a lodging of sin, a receptacle of arrogance. Yet even with his house thus disposed, the Lord does not disdain to be present. And reasonably: for just as the sun is not harmed when it casts its own rays upon mire, but on the contrary even wipes away the foulness that is in it while itself suffering no outrage; so also Christ, as the Sun of righteousness, takes hold of every polluted and profane place, and consumes foul-smelling sin with the rays of His goodness, enduring no outrage, no diminution, no defilement according to the principle of His Godhead.
Γ΄. Ὅθεν ἐπένευσεν εὐθέως τῷ Φαρισαίῳ καλοῦντι· ἠρεμῶν, σιωπῶν, ἀνεξέλεγκτον αὐτοῦ τὸν βίον ἀφείς. Πρῶτον μὲν, ἵνα ἁγιάσῃ τοὺς κληθέντας, τὸν καλέσαντα, τῆς οἰκίας τὰ συστήματα, τῆς πολιτείας τὰ
III. Wherefore He straightway assented to the Pharisee who invited Him, remaining quiet, silent, leaving his life unreproved. First, that He might sanctify those invited, him who invited, the arrangements of the household, the
Notes, col. 69

On the reading

Printed παλινοδίαν, for παλινῳδίαν.

PG 39:72Read from the page
βρώματα· ἔπειτα δεικνὺς, ὡς οὐ φάσμα ἦν ἡ ἐνανθρώπησις, ἐκ τῆς ἀνακλίσεως. τῆς βρώσεως, τῆς πόσεως, τῆς τῶν σιτίων δαπάνης. Ἄλλως δὲ, ἐπειδὴ ἔμελλεν ἡ πόρνη προσιέναι, καὶ τὸν θερμὸν ἐκεῖνον καὶ διάπυρον τῆς μετανοίας δεικνύναι τρόπον· διὰ τοῦτο καλοῦντι τῷ Φαρισαίῳ ἐπινεύει ταχέως, ἵνα ἐπ' ὄψει Γραμματέων καὶ Φαρισαίων τὰ οἰκεῖα ἐκτραγῳδήσουσα κακὰ, διδάξῃ αὐτοὺς, πῶς δεῖ τοὺς ἁμαρτωλοὺς ἐπὶ ταῖς ἁμαρτίαις στυγνάζοντας, ἐξευμενίζεσθαι Θεόν. Ἰδοὺ γὰρ, φησὶ, γυνὴ ἐν τῇ πόλει, ἥ τις ἦν ἁμαρτωλός. Γυνή· ἡ εὐόλισθος φύσις, τὸ πρῶτον δίκτυον τοῦ διαβόλου, ἡ τῆς πλάνης εἰσαγωγὴ, ἡ τῆς παραβάσεως διδάσκαλος· ἡ βοηθὸς μὲν γενομένη, πολεμία δὲ ἀναδειχθεῖσα· ἡ γενομένη κατὰ φύσιν καλὴ, ἐκ προαιρέσεως δὲ ἀποδειχθεῖσα κακή· ἡ τὸ κάλλος τοῦ ξύλου δείξασα, καὶ τὸν παράδεισον ἀπολέσασα. Καὶ ἰδοὺ γυνὴ, φησὶν, ἐν τῇ πόλει, ἥτις ἦν ἁμαρτωλὸς, τὰ τῆς Εὔας φέρουσα βάρη, πολλοῖς κακοῖς βριθομένη. Ἐρῶ δὲ αὐτῆς τῶν προτέρων τρόπων τὴν δαψίλειαν, ἵνα γνῶτε αὐτῆς τῆς μετανοίας τὴν πολυτέλειαν.
meats; and next, showing that the incarnation was no phantom, from the reclining, the eating, the drinking, the expense of provisions. And otherwise, since the harlot was about to draw near and show that warm and fiery manner of repentance, for this reason He assents quickly to the Pharisee who invited Him, so that in the sight of Scribes and Pharisees, lamenting her own evils as in a tragedy, she might teach them how sinners, grieving over their sins, ought to propitiate God. For behold, it says, a woman in the city, who was a sinner. A woman: the easily-slipping nature, the first net of the devil, the introduction of error, the teacher of transgression; she who was made a helper, yet proved an enemy; she who was made good by nature, yet by choice was shown to be evil; she who pointed out the beauty of the tree, and lost paradise. And behold, a woman, it says, in the city, who was a sinner, bearing the burdens of Eve, weighed down with many evils. And I will tell of the abundance of her former ways, so that ye may know the richness of her repentance.
Δ΄. Ὁ Θεὸς ἐκ τῆς πλευρᾶς τοῦ Ἀδὰμ ὀστέον λαβὼν, καὶ τοῦτο σαρκώσας, τὴν Εὔαν εἰργάσατο, ἣν καὶ γυναῖκα καλέσας, ἔδωκε βοηθὸν τῷ Ἀδάμ. Ἀλλὰ μετὰ τὸ ἁμαρτεῖν, καὶ παραβῆναι τὸν νόμον, καὶ ἐκβληθῆναι τοῦ παραδείσου, καὶ θάνατον τὸ ἐπιτίμιον λαβεῖν· ἵνα μὴ τῷ θανάτῳ δαπανώμενον ἄρδην τὸ γένος ἀπώληται, γάμος ἐπιστρατεύει τῷ θανάτῳ. Ἵνα ὁ μὲν σπείρῃ, ὁ δὲ θερίζῃ· ὁ μὲν τέμνῃ, ὁ δὲ βλαστάνῃ. Καὶ ὅτι μετὰ τὸ ὑποβληθῆναι θανάτῳ, ἡ τοῦ γάμου ἐδόθη χάρις, δῆλον ἐκ τοῦ, τὸν Ἀδὰμ μετὰ τὴν ἔξοδον τοῦ παραδείσου συναφθῆναι τῇ Εὔᾳ. Γέγραπται γὰρ ὅτι, μετὰ τὸ ἐξελθεῖν ἐκ τοῦ παραδείσου, τότε ἔγνω Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ· πρὸ τῆς ἁμαρτίας οὖν, παρθενία ἦν· ἀμόλυντον τηροῦσα τὸν χιτῶνα τῆς φύσεως. Μετὰ δὲ τὴν παράβασιν, μετὰ τὴν τοῦ θανάτου ἀπόφασιν, ὁ γάμος ἀντεισήχθη, ἵνα ἀντλοῦντα τὸν θάνατον νικήσῃ βρύων, καὶ τρυγῶντα ἡττίσῃ φύων. Ἐπεὶ οὖν ἐπὶ τῇ συνοχῇ τοῦ γένους, καὶ ἐπὶ αὐξήσει τῆς φύσεως, ὁ τοῦ γάμου ἐδόθη νόμος· τῷ μὲν ἀνθρώπῳ ἡδονὴν ἐνέσπειρε· τὸ δὲ θῆλυ, θωπευτικὸν ἐποίησεν· οὐχ ἵνα ἑταιρικῶς πρὸς μίξεις ἐρεθίζωνται· ἀλλ' ἵνα ἐννόμως πρὸς γάμον συνάπτωνται. Ὅθεν ἡ μὲν ἔνθεσμος τοῦ γάμου μίξις τιμία παρὰ τῷ Θεῷ. Ἡ δὲ πρὸς χάριν τῶν ἡδονῶν ἐκτελουμένη, θανάτῳ ὑποβέβληται. Τίμιος γὰρ
IV. God, having taken a bone from the side of Adam and clothed it with flesh, fashioned Eve, whom also He called woman and gave as a helper to Adam. But after they sinned, and transgressed the law, and were cast out of paradise, and received death as the penalty, lest the race be utterly destroyed, consumed by death, marriage takes the field against death; so that the one may sow while the other reaps, the one may cut while the other sprouts. And that after being subjected to death the grace of marriage was given, is clear from Adam's being joined to Eve after the departure from paradise. For it is written that after going out from paradise, then Adam knew his wife; before sin, then, there was virginity, keeping the tunic of nature undefiled. But after the transgression, after the sentence of death, marriage was brought in instead, so that teeming it might conquer death that drains away, and sprouting it might defeat him that harvests. Since therefore for the preservation of the race and for the increase of nature the law of marriage was given, He sowed pleasure in man, and made the female winning: not that they might be aroused to intercourse after the manner of harlots, but that they might be lawfully joined in marriage. Wherefore the lawful union of marriage is honourable before God. But that which is accomplished for the sake of pleasures is subjected to death. For honourable
Notes, col. 72

On the reading

Printed ἡττίσῃ, for ἡττήσῃ.

PG 39:73Read from the page
ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Αἱ οὖν χάριν παιδογονίας ἐννόμως τοῖς ἀνδράσι μιγνύμεναι, ἀνέγκλητοί εἰσιν· ὥσπερ ἡ Σάῤῥα, καὶ ἡ Ῥεβέκκα, καὶ ἡ Ῥαχήλ· καὶ εἴ τις ἄλλη ἀπ' αὐτῆς· αἱ δὲ λόγῳ ἡδυπαθείας τοὺς νέους πρὸς ἀκολασίαν διεγείρουσαι, ὡς φθείρουσαι τὸν ναὸν τοῦ Θεοῦ, παραδίδονται φθορᾷ. Εἴ τις γὰρ, φησὶ, φθείρει τὸν ναὸν τοῦ Θεοῦ, φθερεῖ τοῦτον ὁ Θεός· ὧν καὶ αὕτη μία ἦν, ἡ μετὰ χεῖρας ἁμαρτωλός. Τὴν γὰρ φύσιν καπηλεύσασα, καὶ ταῖς ἔξωθεν βαφαῖς τὰς παρειὰς φοινίσσουσα, καὶ τέχνῃ βιαζομένη φανῆναι καλὴ, τοὺς νέους πρὸς ἀκολασίαν ὑπέσυρεν, ἀπροόπτως αὐτοὺς εἰς τὸ τῆς πορνείας ἀποκλίνουσα βάραθρον.
is marriage among all, and the bed undefiled; but fornicators and adulterers God will judge. Those women, therefore, who lawfully unite with their husbands for the sake of begetting children are blameless, such as Sarah, and Rebecca, and Rachel, and any other after her; but those who by the principle of sensual pleasure arouse young men to licentiousness, as destroying the temple of God, are delivered over to destruction. For if any one, it says, destroys the temple of God, him shall God destroy; of whom this woman also was one, the sinner now in hand. For having made merchandise of nature, and reddening her cheeks with external dyes, and forcing herself by art to appear beautiful, she dragged young men down to licentiousness, unexpectedly inclining them into the pit of fornication.
Ε΄. Ταῦτα δὲ λέγω, οὐ κωμῳδῶν αὐτὴν ἐφ' οἷς ἔδρασε πρίν· ἀλλ' ἐπαινῶν αὐτὴν, ἀφ' οἵων, οἷα γέγονεν ἄφνω. Λέγω γὰρ τίς ἦν πρώην, ἵνα δείξω τίς γέγονε νῦν· λέγω αὐτῆς τῆς ἁμαρτίας τὰ πταίσματα, ἵνα δείξω τῆς μετανοίας τὰ κατορθώματα. Ἀλλ' αὕτη, ἡ τῷ σώματι οὐκ ἀμέμπτως χρησαμένη τὸ πρίν· τοὺς μὲν διὰ βοστρύχων σαγηνεύουσα, τοὺς δὲ διὰ δακρύων φαρμάττουσα, τοὺς δὲ διὰ λήμματος γοητεύουσα, πάντας δὲ πανταχόθεν εἰς τὸν βάραθρον τῆς ἀκολασίας προσκαλουμένη, τὸν αἰσχρὸν αὐτῆς καὶ ἡδυπαθῆ ἔρωτα εἰς θεῖον καὶ ἐπουράνιον μεταβάλλει φίλτρον. Ὡς εἶδε γὰρ τὸν Ἰησοῦν, ποτὲ μὲν ἀδέως τῇ Σαμαρείτιδι διαλεγόμενον, ποτὲ δὲ τὴν Χαναναίαν προσιέμενον, ἄλλοτε τῆς αἱμοῤῥοούσης ἀνακηρύττοντα τὴν κλοπὴν, καὶ πῇ μὲν τελώναις συνεσθίοντα, πῇ δὲ τῶν Φαρισαίων τοὺς οἴκους καταλαμβάνοντα, ἐλογίσατο ὅτι· Εἰ πόρνας καὶ ἁμαρτωλοὺς καὶ τελώνας προσίεται, μέχρι πότε ἀκαθέκτως οἰστρῶσα, τὸ τῆς ἁμαρτίας πέλαγος ἀντλῶ; Οὐ μένω νέα, οὐ μένω καλή· πάντα γὰρ παρέρχεται, πάντα μαραίνεται, καὶ ἄνθη, καὶ κρίνα, καὶ τῶν προσώπων τὰ κάλλη. Τί οὖν πάθω ἐφ' οἷς ἔδρασα; Ἤδη γὰρ τὸ τῆς γεέννης πῦρ ἐννοῶ, ἤδη μου τὴν ψυχὴν μετάγνωσις λαμβάνει, ὅτι ἐπ' ὀλέθρῳ τῶν νέων βιαζομένη φανῆναι καλὴ, ἐν ταῖς ἀγυιαῖς τῆς πόλεως, ἐν ταῖς ἀγοραῖς, ἐν ἀμφόδοις ἔτρεχον, δίκτυον μὲν τοὺς πόδας ἔχουσα, καὶ σαγήνην τὴν γλῶτταν. Ὦ πόσους νεανίσκους κατέθελξα, μεστὸν ἀναιδείας βλέμμα περιφέρουσα! Ἐπὶ λύμῃ γὰρ τῶν θεατῶν ὡραϊζομένη, πῇ μὲν πολυπλόκοις σειραῖς τὴν κεφαλὴν ἐπύργουν, πῇ δὲ νομάδας πλοκάμων ἐκ κορυφῆς εἴων κατὰ μετώπου χαλᾶσθαι. Ἄλλοτε δὲ τὰς παρειὰς ἐφοίνισσον, καὶ τοὺς ὀφθαλμοὺς κατέγραφον. Καὶ ἄλλοτε δακρύων λιβάδας ἠφίουν, τῇ κολακείᾳ ἐκτραχηλίζουσα τὴν ψυχήν. Τίς οὖν ἐπὶ τούτοις γένωμαι; Τίνα ἰατρὸν εὕρω
V. Now I say these things, not mocking her for what she did before, but praising her for what she has suddenly become from what she was. For I tell who she was formerly, that I may show who she has become now; I tell the stumblings of her sin, that I may show the upright achievements of her repentance. But this woman, who formerly used her body not blamelessly, ensnaring some through curls, bewitching others through tears, enchanting others through gain, and summoning all from every side into the pit of licentiousness, changes her shameful and sensual passion into a divine and heavenly love-charm. For when she saw Jesus now conversing fearlessly with the Samaritan woman, now receiving the Canaanite woman, at another time proclaiming the theft of the woman with an issue of blood, and here eating with tax-collectors, there entering the houses of the Pharisees, she reasoned thus: If He receives harlots and sinners and tax-collectors, how long, unrestrainedly stung by frenzy, shall I bail the sea of sin? I do not remain young, I do not remain fair; for all things pass away, all things wither, both flowers, and lilies, and the beauties of faces. What then shall I suffer for the things I have done? For already I call to mind the fire of Gehenna, already repentance seizes my soul, because to the destruction of young men, forcing myself to appear beautiful, I ran in the streets of the city, in the market-places, in the thoroughfares, having my feet as a net and my tongue as a dragnet. O how many young men I bewitched, turning about a gaze full of shamelessness! For adorning myself to the ruin of the spectators, at one time I towered my head with intricate braids, at another I let stray locks hang down from the crown over my forehead. And at other times I reddened my cheeks and painted my eyes. And at other times I poured forth streams of tears, casting the soul headlong by flattery. What then shall become of me upon these things? What physician shall I find