Migne Reading Room

PG 39 · cols. 40–49 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:40Read from the page
μέχρι γὰρ σαρκὸς δεῖ συγκαταβῆναι πρὸς ἡμᾶς τὸν πανσεβάσμιον τοῦ Θεοῦ Λόγον, ἵνα δὴ τοὺς ἀσωμάτῳ θεότητι παρ’ αὐτοῦ δεδημιουργημένους ἀνακαινίσῃ διὰ σαρκώσεως, παλαιωθέντας διὰ τὴν ἁμαρτίαν, καὶ ἀφθάρτους κατασκευάσῃ διὰ τῆς ὁμοιότητος τῆς πρὸς τὴν φθοράν.
For even to the flesh must the all-venerable Word of God stoop down to us, in order that He may renew through incarnation those who were created by Him with incorporeal divinity, having grown old through sin, and make them incorruptible through likeness to corruption.
Γʹ. Ταῦτα τοῦ Προφήτου πρὸς αὐτοὺς εἰρηκότος, ἐροῦμεν καὶ ἡμεῖς. Ὦ παιδίον οὐρανοῦ παλαιότερον! Ὦ τρισόλβιος υἱὸς, ὅστις ἐπ’ ὤμων ἥκει τὴν ἑαυτοῦ βαστάζων ἀρχὴν, καὶ οὐ παρ’ ἑτέρου ζητῶν αὐτὴν κομίσασθαι. Ἔμφυτον γὰρ τῷ Λόγῳ τῶν πάντων ἄρχειν ὡς Υἱῷ, καὶ οὐκ ἐπείσακτον ὡς ποιήματι. Ἡ ἀρχὴ γὰρ, φησὶν, ἐπὶ τοῦ ὤμου αὐτοῦ. Ὦ μεγαλώνυμον γέννημα! Μεγάλης γὰρ βουλῆς, φησὶν, ἄγγελος, καὶ Θεὸς ἰσχυρὸς ὀνομάζεται. Ὦ παντοδύναμος ἐξουσία! Θαυμαστὸς γὰρ σύμβουλος, καὶ ἄρχων εἰρήνης ἐστί. Πῶς τοίνυν δοξάσωμεν τὴν σήμερον ἑορτήν ; Πῶς μακαρίσωμεν τὴν ἐπὶ τοῦ παρόντος μυστικωτάτην πανήγυριν ; Τίς γὰρ ἐξιχνιάσει τὸν ταύτης τῆς ἡμέρας πλοῦτον ἀθάνατον ; Ποίοις μεγαλήχοις καὶ ὑψηλοτάτοις ῥήμασιν ἀνακηρύξομεν τὸ πανύμνητον τοῦτο καὶ τροπαιοῦχον τῆς ἀφθαρσίας μυστήριον ; Ὦ ἡμέρα μυρίων ὕμνων ἀξία, ἐν ᾗ ἀνέτειλεν ἡμῖν τὸ ἄστρον ἐξ Ἰακὼβ, καὶ ὁ ἄνθρωπος ὁ οὐράνιος, ὃς ὤφθη ἐξ Ἰσραὴλ, καὶ ἐπεδήμησεν ἡμῖν ὁ ἰσχυρὸς Θεὸς, καὶ ὁ τῆς δικαιοσύνης ἐπεσκίασεν ἥλιος, καὶ ὁ τῶν θείων ἀρετῶν ἠνέῳκται θησαυρὸς, καὶ τὸ τῆς αἰωνίου ζωῆς φυτὸν ἀνθρώποις ἐβλάστησε, καὶ ἡ ἀνατολὴ ἐκ τοῦ ὕψους ἐπέλαμψε, καὶ ὁ τῶν οὐρανίων καὶ ἐπιγείων Δεσπότης ἐκ παρθενικῶν λαγόνων, ὑπὲρ κόσμου λυτρώσεως, εἰς κόσμον φθαρτὸν ἐλήλυθεν. Ἐγεννήθη γὰρ ἡμῖν σήμερον Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος, ὅστις φῶς ὑπάρχε⟨ι⟩ ἐθνῶν, καὶ σωτηρία οἴκου Ἰσραήλ. Ὦ τοῦ θαύματος ! Ἐπὶ φάτνης ὡς παιδίον ηὐλίζετο, ὁ ὑπὸ τῶν οὐρανῶν μὴ περιγραφόμενος· καὶ γυναικείαις ἀγκάλαις ἐθάλπετο, ὁ λόγῳ βραχεῖ τὰ πάντα συστησάμενος· καὶ ἐγαλουχεῖτο ὑπὸ τῶν ἀμιάντων τῆς ἁγίας Παρθένου μαστῶν, ὁ πάσαις ταῖς ὑπερκοσμίαις δυνάμεσι τὸ εἶναι κεχαρισμένος. Ἐγένετο γὰρ, φησὶ, καθὼς μαρτυρεῖ τὸ Εὐαγγέλιον, ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν, καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
3. Since the Prophet has spoken these things to them, let us also say: O little child older than heaven! O thrice-blessed Son, who comes bearing His own rule upon His shoulders, and not seeking to receive it from another! For it is innate to the Word to rule all things as Son, and not adventitious as to a creature. For the government, he says, is upon His shoulder. O great-named offspring! For He is called Angel of great counsel, he says, and Mighty God. O almighty authority! For He is Wonderful Counsellor, and Prince of peace. How then shall we glorify today’s feast? How shall we call blessed the most mystical festival at the present time? For who shall trace out the immortal wealth of this day? With what grand and most lofty words shall we proclaim this all-hymned and triumphant mystery of incorruption? O day worthy of ten thousand hymns, on which the star out of Jacob rose for us, and the heavenly Man, who appeared out of Israel, and the mighty God sojourned among us, and the Sun of righteousness overshadowed us, and the treasure of divine virtues was opened, and the plant of eternal life sprouted for men, and the Dayspring from on high shone forth, and the Lord of things heavenly and earthly came from a virgin womb into a corruptible world for the redemption of the world! For today is born to us a Saviour, who is Christ the Lord, who is a light of the nations, and salvation of the house of Israel. O the wonder! In a manger as a little child was lodged He who is uncircumscribed by the heavens; and in a woman’s arms was cherished He who by a brief word established all things; and He was suckled at the undefiled breasts of the holy Virgin, He who granted being to all the supramundane powers. For it came to pass, he says, as the Gospel witnesses, while they were there, the days were fulfilled for her to bring forth, and she brought forth her firstborn son, and wrapped him in swaddling clothes, and laid him in the manger, because there was no room for them in the inn.
Δʹ. Τίς ἡ καινὴ καὶ παράδοξος αὕτη μυσταγωγία ; Τίς ἡ παντοδύναμος καὶ φθαρτοποιὸς τῆς θείας Προνοίας εὐμένεια ; Τί τὸ δεινὸν καὶ πάνσοφον κατὰ τοῦ διαβόλου στρατήγημα ; Ἠλευθέρωται κόσμος διὰ
4. What is this new and paradoxical initiation into mysteries? What is this almighty and mortal-making benevolence of divine Providence? What is this dread and all-wise stratagem against the devil? The world has been set free through...
PG 39:41Read from the page
παρθένου, ὁ διὰ ταύτης τὸ πρὶν ὑπὸ τὴν ἁμαρτίαν πεσών. Διὰ παρθενικοῦ τοκετοῦ τεταρτάρωται δαιμόνων ἀοράτων τὰ τοσαῦτα καὶ τηλικαῦτα συστήματα. Σύμμορφος τοῖς δούλοις ὁ Δεσπότης γέγονεν, ἵνα οἱ δοῦλοι γένωνται σύμμορφοι πάλιν Θεοῦ. Ὦ Βηθλεὲμ πόλις ἡγιασμένη, καὶ τοῖς ἀνθρώποις συγκεκληρωμένη. Ὦ φάτνη, ὦ φάτνη συμμέτοχε τῶν Χερουβὶμ, καὶ ὁμότιμε τῶν Σεραφίμ! Ὁ γὰρ αἰωνίως ὑπ’ ἐκείνων τῶν θρόνων ἐποχούμενος θεϊκῶς, νῦν ἐν σοὶ σωματικῶς πάλιν αὐλίζεται. Ὦ Μαρία, ὦ Μαρία! ἡ τὸν ἁπάντων Δημιουργὸν πρωτότοκον κεκτημένη. Ὦ ἀνθρωπότης, ἡ τὸν τοῦ Θεοῦ Λόγον σωματικῶς οὐσιώσασα, καὶ τῶν ἐπουρανίων καὶ νοερῶν δυνάμεων ἐν τούτῳ τῷ μέρει προτετιμημένη! Οὐ γὰρ ἠξίωσε Χριστὸς μορφωθῆναι πρὸς τὰς τῶν ἀρχαγγέλων μορφὰς, οὔτε μὴν πρὸς τὰς τῶν ἀρχῶν, καὶ δυνάμεων, καὶ ἐξουσιῶν ἀτρέπτους εἰκόνας, ἀλλὰ πρὸς σὲ τὴν κατενεχθεῖσαν ἐπὶ τροπὴν, καὶ τοῖς ἀλόγοις ζώοις παρασυμβεβλημένην. Οἱ μὲν γὰρ ὑγιαίνοντες οὐ χρείαν ἔχουσιν ἰατροῦ· ἡ δὲ νόσῳ συχνῇ κατασχεθεῖσα, τηλικούτου καὶ τοιούτου τετύχηκεν ἰατροῦ, ὡς μείζονος τῆς ὑγείας εὐτυχής ἐστι σωτηρίας, τοῦ νοσήματος δραπετεύσαντος. Ἀλλὰ ποῦ νῦν ὁ δυσμενὴς καὶ ἀβρόντητος· ὁ ἀλάστωρ καὶ παμμίαρος δράκων, ὁ μετεωρίζειν εἰς ὕψος τὸν ἑαυτοῦ θρόνον ἐπαγγειλάμενος ;
...a virgin, he who through her formerly fell under sin. Through a virgin birth so many and so great hosts of invisible demons have been cast down into Tartarus. The Master has become conformed to the slaves, that the slaves might become conformed again to God. O Bethlehem, sanctified city, and allotted to men! O manger, O manger, partaker with the Cherubim, and equal in honour with the Seraphim! For He who eternally is borne divinely upon those thrones, now again lodges bodily in thee. O Mary, O Mary! who hast obtained the Creator of all things as thy firstborn! O humanity, who hast given bodily substance to the Word of God, and in this respect hast been preferred above the heavenly and intelligible powers! For Christ did not deign to be formed after the forms of the archangels, nor yet after the immutable images of the principalities, and powers, and authorities, but after thee, who wast brought down to mutability, and compared to the irrational beasts. For those who are whole have no need of a physician; but she who was held fast by a frequent sickness has obtained so great and such a Physician, that she obtains a salvation greater than health, the disease having fled away. But where now is the hostile and unthundered [or thunderstruck] one, the avenging and all-defiled dragon, who promised to exalt his throne on high?
Εʹ. Διὸ, ἀδελφοὶ, μακαρίας κλήσεως ἐπουρανίου μέτοχοι, πρὸς υἱοθεσίαν Θεοῦ καὶ ἀδελφότητα κεκλημένοι, εὐχαριστεῖν ὀφείλομεν τῷ καλέσαντι ἡμᾶς, καὶ παρέχειν ἑαυτοὺς ἀξίους εἶναι τοῦ παρέχοντος ἡμῖν τὴν ἀδελφότητα, καὶ δεξαμένου ἡμᾶς εἰς υἱοθεσίαν, ἑκόντες οὖν καὶ ἐξ ἀγάπης δουλεύσωμεν αὐτῷ, ἕτοιμοι ὄντες πρὸς πᾶσαν δικαιοσύνης κατόρθωσιν· ἁγνείᾳ κοσμούμενοι, ἀκτημοσύνην διώκοντες, λόγοις Θεοῦ προσκαρτεροῦντες, εὐχαῖς ἁγίαις καὶ ὕμνοις Θεοῦ ἱεροῖς ἀνακείμενοι· μετασχηματίζοντες ἑαυτοὺς ἀπὸ τοῦ αἰῶνος τούτου, ἐπιλανθανόμενοι τῶν γηΐνων καὶ θνητῶν ἐπιθυμιῶν, νικῶντες ἐν τῷ ἀγαθῷ τὸ κακὸν, μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες· μὴ λογιζόμενοι ἑαυτοὺς διατρίβειν ἐν τῇ γῇ, ἀλλ’ ἐν οὐρανῷ πολιτεύεσθαι· μετ’ ἀγγέλων ἀναστρέφεσθαι, τῷ θρόνῳ τῆς οὐρανίου βασιλείας παραστῆναι. Ταῦτα τῶν ἱερῶν ἀποστόλων τὰ διδάγματα· ἐν τούτοις Χριστὸς ἡμῖν τὴν μακαρίαν καὶ αἰώνιον διαθήκην διέθετο. Θαυμασάτω τὴν ἀρετὴν ἡμῶν ὁ κόσμος· αἰσχυνθή-
5. Wherefore, brethren, partakers of a blessed heavenly calling, called unto the adoption of God and brotherhood, we ought to give thanks to Him who called us, and to show ourselves worthy of Him who grants us brotherhood and received us unto adoption; willingly therefore and out of love let us serve Him, being ready for every achievement of righteousness; adorned with chastity, pursuing poverty, continuing steadfast in the words of God, devoted to holy prayers and sacred hymns of God; transforming ourselves from this age, forgetting earthly and mortal desires, overcoming evil with good, rendering to no one evil for evil; reckoning ourselves not to dwell upon earth, but to have our citizenship in heaven, to converse with angels, to stand before the throne of the heavenly kingdom. These are the teachings of the holy apostles; in these Christ covenanted to us the blessed and eternal testament. Let the world marvel at our virtue; let be put to shame...
PG 39:44Read from the page
τωσαν Ἰουδαῖοι τὸν νέον καὶ ἐκλεκτὸν λαὸν θεωροῦντες, ὅσῳ κάλλει κεκόσμηται πνευματικῷ, ὅσῃ λαμπρότητι καταυγάζει τὸν κόσμον. Διὰ τοῦτο γὰρ ἡμᾶς μεμιγμένους ἐν τοῖς ἔθνεσιν ἀφῆκεν, ἵνα φαινώμεθα ὡς φωστῆρες ἐν κόσμῳ· ἵνα σπέρμα σωτηρίας ὦμεν, εἰς ἐπιστροφὴν θεωρούμενοι πᾶσι τοῖς συνοῦσι καὶ συντυγχάνουσιν. Ὁρᾶτε μή τις δι' ὑμᾶς τῶν ἐθνικῶν βλασφημήσει Θεόν. Εὐφημείσθω δὲ ἐν ἡμῖν ὁ καλέσας, καὶ ἁγιάσας καὶ σώσας. Ὁ βίαιος καὶ θρασὺς θαυμασάτω τὴν ἐπιείκειαν ἡμῶν καὶ μετριότητα· ὁ λοιδορῶν, ἀντευφημούμενος ἐντρεπέσθω· ὁ περὶ χρημάτων φιλονικῶν καὶ δικάζεσθαι βουλόμενος ἀταράχους ἡμᾶς εὑρισκέτω περὶ χρήματα, μὴ νομίζοντες ἑαυτοὺς ἔχειν κτῆσιν ἐπίγειον, ἀλλὰ κρατοῦντες τὴν ἐπουράνιον· ὁ διὰ παρακλήσεως φιλικῆς προσιέμενος ἡμᾶς εἰς ἡδονὰς κοσμικὰς εὑρισκέτω σεμνούς, ἀμετακινήτους, σωφροσύνην ποθοῦντας, οὐχ ἡδονῇ δελεαζομένους· ἵνα εἴδωσι πόσον ἰσχύει Πνεύματος ἁγίου συνοίκησις, φύσιν σαρκὸς ἐκνεκρώσαντες. Ὁ πρόχειρος εἰς ἐπιορκίαν εὑρισκέτω μηδὲ ὀμνύειν ἀνεχομένους ἡμᾶς, ἀλλὰ δεδοικότας τὸ τοῦ Θεοῦ προφέρειν ὄνομα περὶ ταπεινῶν καὶ γηΐνων πραγμάτων. Οὕτω γὰρ ἐσόμεθα πάντες διδάσκαλοι τῶν ἐντυγχανόντων ἡμῖν ἐν οἱῳδήποτε πράγματι. Οὕτω δὲ πολιτευσάμενοι γενησόμεθα ζύμη ἁγία, καὶ δι' ἡμῶν ζυμωθήσεται ὁ κόσμος εἰς σωτηρίαν, καὶ πολὺς ἐξ ἡμῶν καρπὸς εὑρεθήσεται τῷ Κυρίῳ πεφυλαγμένος, καὶ δοξασθήσεται ὁ Θεὸς ἐν ἡμῖν, κατὰ τὸν λέγοντα Κύριον· Ἐν τούτῳ ἐδοξάσθη ὁ Πατήρ, ἵνα ὑμεῖς καρπὸν πολὺν φέρητε, καὶ γένησθέ μοι μαθηταί. Δοξασθεὶς δὲ ὑφ' ἡμῶν ὁ Κύριος δοξάσει ἡμᾶς τῇ αἰωνίῳ δόξῃ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
[let] the Jews [be confounded] as they behold the new and chosen people, with how great spiritual beauty it is adorned, with how great brightness it illuminates the world. For this reason He left us mingled among the nations, that we might shine as luminaries in the world; that we might be a seed of salvation, beheld unto conversion by all who associate with and meet us. See that none of the Gentiles blaspheme God because of you. Rather, let Him who called, and sanctified, and saved [us] be praised among us. Let the violent and bold man marvel at our gentleness and moderation; let him who reviles be put to shame when blessed in return; let him who contends about money and wishes to go to law find us untroubled about money, not reckoning ourselves to have an earthly possession, but holding fast the heavenly one; let him who approaches us with friendly invitation to worldly pleasures find us grave, unshakeable, longing for sobriety, not enticed by pleasure; that they may know how much the indwelling of the Holy Spirit avails, since we have mortified the nature of the flesh. Let him who is ready for perjury find us not even enduring to swear, but fearing to utter the name of God concerning lowly and earthly matters. For thus shall we all be teachers of those who meet us in any matter whatsoever. And having thus conducted ourselves as citizens, we shall become a holy leaven, and through us the world shall be leavened unto salvation, and much fruit from us shall be found preserved for the Lord, and God shall be glorified in us, according to the Lord who says: Herein is the Father glorified, that ye bear much fruit, and become my disciples. And the Lord, being glorified by us, will glorify us with eternal glory, in Christ Jesus our Lord, to Whom be the glory unto the ages. Amen.
ΛΟΓΟΣ Βʹ
Oration II.
Εἰς τὴν ὑπαπαντὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ εἰς τὴν Θεοτόκον, καὶ εἰς τὴν Ἄνναν, καὶ εἰς τὸν Συμεῶνα.
On the Meeting of our Lord Jesus Christ, and on the Mother of God, and on Anna, and on Symeon.
Αʹ. Πολλοὶ τῶν μεγάλων ἀνθρώπων τὴν παρθενίαν θαυμάζουσιν· καὶ γὰρ ἐστὶ θαυμαστή, ὡς τῶν ἀγγέλων σύμφυτος, ὡς τῶν ἄνω δυνάμεων συνόμιλος, ὡς τῶν ἀσωμάτων φύσεων σύνδρομος, ὡς τῆς ἁγίας Ἐκκλησίας λαμπαδοῦχος, ὡς τὸν κόσμον νικῶσα, ὡς τὰ πάθη πατοῦσα, ὡς τὰς ὀρέξεις χαλινοῦσα, ὡς τῇ Εὔᾳ μὴ κοινωνοῦσα, ὡς λύπης ἀπηλλαγμένη, ὡς στεναγμῶν λελυτρωμένη, ὡς τὴν καταδεδικασμένην ἀπόφασιν μὴ προσδεχομένη, τὴν φάσκουσαν· Πληθύνων πληθυνῶ τὰς λύπας σου, καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου· καὶ αὐτός σου κυριεύσει· θαυμαστὴ τοιγαροῦν ἡ παρθενία, ὡς ἀδούλωτον κτῆμα, ὡς ἀμάραντον φυτόν, ὡς ἐλεύθερον ἐνδιαίτημα, ὡς ἀσκητικὸν ἐγκαλλώπισμα,
I. Many of the great men admire virginity; and indeed it is admirable, as akin to the angels, as conversing with the powers above, as running alongside the incorporeal natures, as torchbearer of the holy Church, as conquering the world, as trampling upon the passions, as bridling the appetites, as having no fellowship with Eve, as delivered from sorrow, as redeemed from groanings, as not receiving the condemned sentence which says: Multiplying I will multiply thy sorrows and thy groaning; in sorrows shalt thou bring forth children, and thy turning shall be towards thy husband, and he shall rule over thee; admirable therefore is virginity, as an unenslaved possession, as an unfading plant, as a free dwelling, as an ascetic ornament,
PG 39:45Read from the page
ὡς τῆς ἀνθρωπίνης ἕξεως ἀνωτέρα, ὡς τῶν ἐπαναγκαιοπαθῶν ἐλευθέρα, ὡς συνεισελθοῦσα τῷ νυμφίῳ Χριστῷ εἰς τὸν θάλαμον τῆς οὐρανῶν βασιλείας. Καὶ τὰ μὲν τῆς παρθενίας κλέη, ταῦτα, καὶ τὰ παραπλήσια τούτων· ὁ δὲ τίμιος γάμος ὑπέρκειται παντὸς δώρου γηΐνου, ὡς ἔγκαρπον δένδρον, ὡς ἀστεῖον φυτόν, ὡς ῥίζα τῆς παρθενίας, ὡς γεωργὸς τῶν λογικῶν καὶ ἐμψύχων κλάδων, ὡς εὐλογία τῆς τοῦ κόσμου αὐξήσεως, ὡς παρήγορος τοῦ γένους, ὡς δημιουργὸς τῆς ἀνθρωπότητος, ὡς τῆς θεϊκῆς εἰκόνος ζωγράφος, ὡς τὸν Δεσπότην εὐλογοῦντα κεκτημένος, ὡς πάντα τὸν κόσμον φέρειν δεχόμενος, ὡς ἐκείνῳ πολιτευόμενος ὃν καὶ ἐνανθρωπῆσαι ἐδυσώπησεν, ὡς δυνάμενος λέγειν μετὰ παῤῥησίας· Ἰδού, ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Περίελε τὸν τίμιον γάμον, καὶ ποῦ εὑρήσεις τὸ τῆς παρθενίας ἄνθος· ἔνθεν γὰρ καὶ οὐκ ἄλλοθεν, τὸ τῆς παρθενίας ἄνθος ἀναλέγεται. Ταῦτα δὲ λέγοντες, ἀγαπητοί, οὐ μάχην παρεισβάλλομεν μεταξὺ παρθενίας καὶ γάμου· τὰ ἑκάτερα δὲ ὡς ἀλληλόχρεα θαυμάζομεν. Ἐπειδὴ τῶν ἑκατέρων ὁ Δεσπότης καὶ προνοητὴς οὐχ ἀντιταλαντεύει ἕτερον τῷ ἑτέρῳ· πρὸς γὰρ τὰ ἑκάτερα τῆς θεοσεβείας ἔχεται. Ἄνευ γὰρ τῆς τιμίας καὶ θεοσεβοῦς εὐσεβείας οὔτε παρθενία σεμνή, οὔτε γάμος τίμιος.
as superior to human habit, as free from necessary passions, as having entered together with Christ the Bridegroom into the bridal chamber of the kingdom of the heavens. And these are the glories of virginity, and things akin to these; while honourable marriage surpasses every earthly gift, as a fruitful tree, as a comely plant, as the root of virginity, as the husbandman of rational and living branches, as the blessing of the increase of the world, as the comforter of the race, as the fashioner of humanity, as the painter of the divine image, as having acquired the Master blessing it, as consenting to bear the whole world, as conducting its life for Him whom it also entreated to become man, as being able to say with boldness: Behold, I and the children whom God hath given me. Take away honourable marriage, and where wilt thou find the flower of virginity? For from thence, and from nowhere else, the flower of virginity is gathered. Yet in saying these things, beloved, we do not introduce strife between virginity and marriage; rather, we admire both as mutually indebted. Since the Master and provider of both does not weigh one against the other; for He holds fast to both aspects of piety. For without honourable and God-fearing piety, neither is virginity venerable, nor marriage honourable.
Βʹ. Ταῦτα δέ μοι ἐν τῷ παρόντι λόγῳ προήχθη, διὰ τὸ ἐν τῷ νόμῳ γραφέν, καὶ ἐν τῇ χάριτι βεβαιωθέν, καὶ καθόλου λεχθέν, καὶ καθόλου μὴ εὑρεθέν, καὶ ἐν τῷ Κυρίῳ μόνῳ πληρωθέν· περὶ τοῦ γαμικοῦ φημὶ
II. Now these things have been brought forward by me in the present discourse because of what was written in the Law, and confirmed in grace, and spoken universally, and not found universally, and fulfilled in the Lord alone; I mean concerning the nuptial
PG 39:48Read from the page
πρωτοβόλου καρποῦ. Ποίου τούτου; ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Καὶ ἐγένετο ὅτε ἐπλήσθησαν αἱ ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν τὸ παιδίον, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου, πρὸ τοῦ συλληφθῆναι αὐτόν. Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ, ἀνήγαγον εἰς τὸ ἱερὸν αὐτόν, καὶ παρέστησαν αὐτὸν τῷ Κυρίῳ, καθώς ἐστι γεγραμμένον ἐν νόμῳ Κυρίου, ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν, ἅγιον τῷ Κυρίῳ κληθήσεται. Εἶδες τοῦ γάμου τὴν εὐλογίαν, καὶ τὸ κατὰ κοινοῦ λεχθέν, ἐπὶ τοῦ Κυρίου μόνου εὑρεθέν; Ὅπερ, Πᾶν ἄρσεν διανοῖγον μήτραν, ἅγιον τῷ Κυρίῳ κληθήσεται, εἰς τὸν Κύριον μόνον τὴν ἀναφορὰν κέκτηται, οὐχὶ καὶ εἰς ἄλλον τινά, εἰ καὶ ὅτι καὶ καθολικῶς εἴρηται. Καὶ γὰρ πᾶσα φύσις παρθένου, πρῶτον ἐκ συνουσίας ἀνδρὸς διανοίγεται ἡ μήτρα, καὶ εἶθ' οὕτως τίκτει. Ἐπὶ δὲ τοῦ Σωτῆρος ἡμῶν οὐχ οὕτως· ἀλλὰ χωρὶς συνουσίας αὐτὸς διανοίξας τὴν μήτραν τῆς παρθένου, ἀφράστως προῆλθεν· ὥστε τὸ, Πᾶν ἄρσεν διανοῖγον μήτραν, ἅγιον τῷ Κυρίῳ κληθήσεται, εἰς τὸν Κύριον ἀναφέρεται μόνον. Μὴ ἄρα ὁ Κάϊν ἅγιος, ὁ ἐν βεβηλότητι τὸ ζῇν ἀποῤῥήξας, ἐπειδὰν πρὸ πάντων οὗτος τῆς μητρικῆς μήτρας ἔξαρχος γέγονεν; Μὴ ἄρα ὁ Ἠσαῦ ἅγιος, ὁ πολέμιος καὶ μαχαίρας κληρονόμος, ἐπειδὴ καὶ οὗτος τῆς μητρικῆς νηδύος πρῶτος ἐξέπεσεν; Μὴ ἄρα ὁ Ῥουβὴμ ἅγιος, ὁ τὴν πατρικὴν κοίτην ὑβρίσας, καὶ κατάρας ἀπόφασιν ἀναζέσας, ἐπειδὴ καὶ αὐτὸς τῆς πολυγόνου κοιλίας τῆς Λίας πρῶτος ἐξῆλθεν; Οὐδεὶς τούτων ἅγιος· πάντες γὰρ οὗτοι ἐν ἐπιτιμίοις. Ἐξ ὧν δείκνυται, ὅτι εἰς τὸν Κύριον μόνον τὴν ἀναφορὰν ἔχει τὸ, Πᾶν ἄρσεν διανοῖγον μήτραν, ἅγιον τῷ Κυρίῳ κληθήσεται, κατὰ τὸν Γαβριὴλ τὸν εἰρηκότα πρὸς τὴν Παρθένον· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον, Υἱὸς Ὑψίστου κληθήσεται.
first-born fruit. Of what sort is this? You were just now hearing the evangelist say: And it came to pass when the eight days were fulfilled for circumcising the child, His name was also called Jesus, which was called by the angel before He was conceived. And when the days of purification were fulfilled, they brought Him up into the temple, and presented Him to the Lord, as it is written in the law of the Lord, that Every male that openeth the womb shall be called holy to the Lord. Did you see the blessing of marriage, and that what was spoken in common was found in the Lord alone? For this saying, Every male that openeth the womb shall be called holy to the Lord, has reference to the Lord alone, and not to any other, even though it was also spoken universally. For indeed in every nature of a virgin, the womb is first opened from intercourse with a man, and then thus she brings forth. But in the case of our Saviour it was not so; rather, without intercourse He Himself opened the womb of the Virgin and came forth ineffably; so that the saying, Every male that openeth the womb shall be called holy to the Lord, refers to the Lord alone. Was Cain then holy, who in profanity broke off life, since before all others he became the first-comer of a mother's womb? Was Esau then holy, the hostile one and heir of the sword, since he too first fell forth from his mother's belly? Was Reuben then holy, who outraged his father's bed and stirred up a sentence of a curse, since he too first came forth from the fruitful womb of Leah? None of these is holy; for all these are under penalties. From which it is shown that the saying, Every male that openeth the womb shall be called holy to the Lord, has reference to the Lord alone, according to Gabriel who said to the Virgin: The Holy Spirit shall come upon thee, and the power of the Highest shall overshadow thee; wherefore also the holy thing that is born of thee shall be called the Son of the Highest.
Γʹ. Ἔστι δὲ πάντως εἰπεῖν τινα τῶν ἀντιλεγόντων, ὅτι, Εἰ τοίνυν εἰς τὸν Κύριον τὴν ἀναφορὰν ἔχει τὸ, Πᾶν
III. Now certainly one of those who contradict may say: If, therefore, the saying, Every
PG 39:49Read from the page
ἄρσεν διανοῖγον μήτραν, ἅγιον τῷ Κυρίῳ κληθήσεται, οὐκ ἔμεινεν ἡ παρθένος, παρθένος. Ἐφώνησε γὰρ ἡ Γραφή, Ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν· ἠνέῳκται ἡ παρθενικὴ μήτρα, εἰ εἰς τὸν Κύριον τὴν ἀναφορὰν κέκτηται· ἀλλ' ἄκουε συνετῶς· πρὸς μὲν τὴν παρθενικὴν φύσιν, οὐδ' ὅλως αἱ παρθενικαὶ πύλαι ἠνεῴχθησαν, βουλήσει τοῦ ἀρτίως κυοφορηθέντος, κατὰ τὸ φάσκον περὶ αὐτοῦ ῥητόν· Αὕτη ἡ πύλη τοῦ Κυρίου, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ ἔσται ἡ πύλη κεκλεισμένη. Ὡς πρὸς τὴν παρθενικὴν τοίνυν φύσιν, οὐδ' ὅλως ἠνεῴχθησαν αἱ παρθενικαὶ πύλαι· ὡς δὲ πρὸς τὴν δύναμιν τοῦ τεχθέντος Δεσπότου, οὐδὲν κέκλεισται τῷ Κυρίῳ, ἀλλὰ πάντα ἠνέῳκται. Οὐδὲν τὸ παρεμποδίζον· οὐδὲν τὸ παρενοχλοῦν. Πάντα γὰρ τῷ Κυρίῳ ἠνέῳκται. Ὅθεν καὶ αἱ ἄνω ὑπέρταται δυνάμεις, ταῖς κάτω παρεγγυῶσαι, κεκράγασι λέγοντες· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Θαυμαστὴ τοίνυν ἡ παρθενία, ἡ ὄντως ἀληθὴς παρθενία, ἐπειδὴ ἔστι καὶ ἐν παρθενίᾳ διαφορά. Αἱ μὲν νυστάξασαι, αἱ δὲ γρηγορήσασαι. Θαυμαστὸς καὶ ὁ γάμος, ὁ ἀληθής, καὶ τίμιος· πολλοὶ γὰρ ἐφύλαξαν, καὶ πολλοὶ παρεσάλευσαν. Θαυμαστὴ δὲ καὶ ἡ χηροσύνη. Καλὸν γὰρ τῶν τριῶν ταγμάτων ἀπομνημονεῦσαι.
male that openeth the womb shall be called holy to the Lord, the virgin did not remain a virgin. For Scripture cried out: Every male that openeth the womb; the virginal womb has been opened, if it has reference to the Lord; but listen with understanding: as regards the virginal nature, the virginal gates were not opened at all, by the will of Him who was just now borne in the womb, according to the saying spoken concerning Him: This is the gate of the Lord, and He shall enter in and go out, and the gate shall be shut. As regards the virginal nature, therefore, the virginal gates were not opened at all; but as regards the power of the Master who was born, nothing is shut to the Lord, rather all things are opened. There is nothing that hinders, nothing that troubles. For all things are opened to the Lord. Whence also the supreme powers above, giving the word to those below, cry out saying: Lift up your gates, O ye princes, and be ye lifted up, ye eternal gates, and the King of glory shall enter in. Admirable therefore is virginity, truly genuine virginity, since there is also a difference in virginity. Some indeed slumbered, while others watched. Admirable also is marriage, the true and honourable; for many kept it, and many shook it loose. Admirable too is widowhood. For it is good to make mention of the three orders.
Δʹ. Καί, ὡς προεῖπον, θαυμαστὴ καὶ ἡ χηροσύνη, ἡ ὄντως χηροσύνη· ἡ τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασα, ἡ τιμία καὶ καθαρὰ καὶ ἀκίβδηλος· ἡ ἄνευ τοῦ ἰδίου συζύγου, ῥύπου ἀνεπίμικτος. Οἷα γέγονε καὶ ἡ ἀρτίως ἡμῖν παραγνωσθεῖσα, Ἄννα ἡ προφῆτις, ἡ καλῶς γηράσασα, καὶ ὡς ἀετὸς ἀνακαινισθεῖσα. Ἥκουες γὰρ ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· Καὶ ἦν Ἄννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ, αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ τοῦ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς· καὶ αὕτη χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων· ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν. Εἶδες ἐν τίσι, καὶ οἷα ἡ χήρα Ἄννα ἐν τοῖς θείοις Εὐαγγελίοις ἐγκεκαλλώπισται; Ὄντως Ἄννα, ἡ Ἄννα· συνέδραμεν τῇ τῶν τρόπων εὐδοξίᾳ ἡ τοῦ ὀνόματος προσηγορία· ἀκουέτωσαν αἱ γυναῖκες, καὶ ζηλούτωσαν τὴν ἔνδοξον Ἄνναν, καὶ τὸν ὅμοιον δρόμον τρεχέτωσαν, ἵνα τῶν ἴσων στεφάνων ἀπολαύσωσι. Μηδεὶς ἀποστασίαν προφασίσηται, ἵνα μὴ τὴν ἁγνείαν τῆς μονογαμίας ἀποσείσηται.
IV. And, as I said before, admirable also is widowhood, true widowhood; that which has won the contest of undefiled struggles, honourable and pure and unadulterated; without its own spouse, unmingled with defilement. Such was also she who was just now read of to us, Anna the prophetess, who grew old nobly, and was renewed like an eagle. For you were just now hearing Luke the evangelist say: And there was Anna a prophetess, the daughter of Phanuel, of the tribe of Asher; she was far advanced in many days, having lived with a husband seven years from her virginity; and she was a widow of about eighty-four years, who departed not from the temple, serving with fastings and supplications night and day. Did you see in what things, and how, the widow Anna is adorned in the divine Gospels? Truly Anna, this Anna: the appellation of her name concurred with the good repute of her ways; let women hearken, and emulate the glorious Anna, and run the like course, that they may enjoy equal crowns. Let no one make apostasy a pretext, lest he shake off the chastity of single marriage.