Αʹ. Ὁ μὲν πνευματικὸς οὗτος καὶ λαμπρὸς λειμὼν, ὁ τῷ τῶν οὐρανίων ἀνθῶν κάλλει πεποικιλμένος, καὶ ταῖς ἀποστολικαῖς καὶ ἀχράντοις εὐοδιάζων ἀποφοραῖς, τύπον ἔχειν τοῦ θείου παραδείσου μοι φαίνεται. Ὅν γὰρ τρόπον ὁ αἰσθητὸς ἐκεῖνος καὶ ἀκήρατος χορὸς, δένδρεσιν ἀφθάρτοις, καὶ καρποῖς ἀθανάτοις, καὶ μυρίοις ἄλλοις ὑπερλάμπροις φαιδρύνεται κάλλεσιν· οὕτω δὴ καὶ οὗτος ὁ θεοειδέστατος τῆς ἱεροπρεπεστάτης Ἐκκλησίας θίασος, νοητοῖς καὶ ἀῤῥήτοις καταλαμπρύνεται μυστηρίοις, ὧν κρηπὶς ἡμῖν ἀῤῥαγὴς, καὶ θεμέλιος ἀστεμφὴς, καὶ ἀρχὴ σωτήριος, καὶ κορυφὴ πανσεβάσμιος, ἡ σήμερον τῶν ἁγίων Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν γενεθλίων ἐστὶν ἑορτή· δι’ ἣν καὶ τὰ παλαιὰ πεπροφήτευται τυπικῶς, καὶ τὰ νέα διαῤῥήδην εἰς πᾶσαν τὴν οἰκουμένην κεκήρυκται· δι’ ἣν φθορᾶς δύναμις πεπάτηται, καὶ διαβόλου σέβας ὀλέθριον πέπαυται· δι’ ἣν ἀνθρώπινα πάθη τεθανάτωται, ἀγγελικῆς δεσποτείας βίος ἀνακεκαίνισται· δι’ ἣν οὐρανὸς ἠνέῳκται, καὶ γῆ εἰς θεῖον ὕψος μετεώρισται· δι’ ἣν παράδεισος ἀνθρώποις ἀποδέδοται, καὶ θανάτου κράτος κατήργηται· δι’ ἣν πλάνη δαιμόνων δεδίωκται, Θεοῦ σοφία καὶ πάναγνος παρουσία μεμήνυται. Οὐκ ἄγγελος γὰρ, φησὶν, οὐδὲ πρέσβυς, ἀλλ’ αὐτὸς ὁ Κύριος ἥξει καὶ σώσει αὐτούς. Ὦ θείων εὐαγγελίων πλοῦτος ἀμύθητος! ὦ πανσόφων μυστηρίων γνῶσις ἀνεκδιήγητος! ὦ θείων ἀφράστων δωρεῶν θησαυρὸς ἀνεξάλειπτος! ὦ προνοητικῆς φιλανθρωπίας χάρις ἀναρίθμητος! Αὐτὸς γὰρ, φησὶν, ὁ Κύριος ἥξει, καὶ σώσει ἡμᾶς. Ἥξειν πρὸς ἡμᾶς τίνα τρόπον, ὦ θεῖε προφῆτα, κηρύττεις τὸν Κύριον; Παρ-
1. This spiritual and radiant meadow, variegated with the beauty of heavenly flowers and breathing forth apostolic and undefiled fragrances, seems to me to bear the type of the divine paradise. For in the manner that that sensible and unblemished chorus is made bright with incorruptible trees and immortal fruits and countless other surpassing beauties, so too this most godlike company of the most sacred Church is illumined by intelligible and ineffable mysteries, whose unbreakable foundation for us, and unshaken base, and saving beginning, and all-venerable summit is today’s feast of the holy Nativity of Christ our true God: for whose sake both the old things were prophesied in type, and the new have been proclaimed explicitly unto all the inhabited world; for whose sake the power of corruption has been trampled down, and the destructive worship of the devil has ceased; for whose sake human passions have been put to death, and the life of angelic lordship has been renewed; for whose sake heaven has been opened, and earth has been raised up to divine height; for whose sake paradise has been restored to men, and the power of death has been abolished; for whose sake the error of demons has been driven away, and the wisdom and all-pure presence of God has been made known. For neither an angel, he says, nor an envoy, but the Lord Himself shall come and save them. O untold wealth of divine gospels! O indescribable knowledge of all-wise mysteries! O inextinguishable treasure of divine ineffable gifts! O innumerable grace of providential loving-kindness! For the Lord Himself, he says, shall come, and shall save us. In what manner dost thou proclaim that the Lord will come to us, O divine prophet? With...