Migne Reading Room

PG 39 · cols. 869–880 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:869Read from the page
τοῦ Υἱοῦ γεγενῆσθαι; Ἢ γνώτωσαν καὶ περὶ τοῦ Υἱοῦ ὁμοιότροπον ἐν τῷ Ἰὼβ προφητικῶς εἰρῆσθαι· « Ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ὡς ἐπὶ ἐδάφους ἐπὶ θαλάσσης. » Αὐτὸς γὰρ, ὡς πᾶσιν καταφανὲς, ἀεὶ μὲν, οὐχ ἥκιστα δὲ ἐν τῇ ἐνανθρωπήσει ἐθαυματούργησεν, καὶ ὡς ἐν πεδίῳ ἐβάδισεν ἐπὶ τῆς ὑγρᾶς.
the Son have come into being? Or let them know that concerning the Son also a like saying was spoken prophetically in Job: "Who alone stretched out the heaven, and walketh upon the sea as upon a floor." For He Himself, as is manifest to all, always indeed, and not least in the incarnation, worked wonders, and walked as on a plain upon the watery [deep].
Μαρτυρεῖται δὲ καὶ ἐπὶ τοῖς ἄλλοις τοῖς μνημονευθεῖσιν ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα οὕτως. Περὶ μόνου μὲν ἀληθινοῦ Θεοῦ, ὡς ἡνίκα περὶ μὲν τοῦ Υἱοῦ Ἰωάννης αὐτῇ λέξει ἀληθινὸν Θεὸν αὐτὸν εἶναι, καὶ μονογενῆ Θεὸν ἀναφθέγγεται· Ἰούδας μόνον Δεσπότην καλεῖ· καὶ ὁ προφήτης λέγει· « Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια, σὺ εἶ μόνος Θεὸς μέγας· » καὶ ἑτέρωθι· « Εἷς ἅγιος, εἷς Κύριος Ἰησοῦς Χριστός. » Περὶ δὲ τοῦ ἁγίου Πνεύματος, ὡς ὅταν Παῦλος, ὁ συνέσεως πλήρης, Πνεῦμα τοῦ Θεοῦ καὶ Πατρὸς, καθὰ ἡμῖν τὸ ἡμῶν πνεῦμα, εἶναι αὐτὸ μαρτυρεῖ. Καὶ πάλιν γράφει· « Ταῦτα πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. » Περὶ μὲν σοφίας, ὡς ἡνίκα περὶ μὲν τοῦ Υἱοῦ ὁ μνημονευθεὶς σεμνότατος γράφει Παῦλος· « Χριστὸν Θεὸν δύναμιν, καὶ Θεοῦ σοφίαν· » καὶ, Ἐν ω εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι. » Καὶ Δαυῒδ ψάλλει· « Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! Πάντα ἐν σοφίᾳ ἐποίησας. » Καὶ ὡς Ἡσαΐας προφητεύει· « Καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ' αὐτοὺς κακά. » Περὶ δὲ τοῦ ἁγίου Πνεύματος, ὡς ὅταν Ἡσαΐας προφητεύῃ· « Πνεῦμα τοῦ Θεοῦ, Πνεῦμα σοφίας καὶ συνέσεως, Πνεῦμα βουλῆς καὶ ἰσχύος, Πνεῦμα γνώσεως καὶ εὐσεβείας. » Περὶ δὲ ἀφθαρσίας καὶ ἀθανασίας, προείρηται μὲν ἤδη, οὐ μέντοι ἄτοπον καὶ ἄλλα παραθέσθαι· ὡς ἡνίκα, περὶ μὲν τοῦ ψυχοδότου Μονογενοῦς, οὗ τὸ ὄμμα, καὶ ἡ ἀκοὴ, καὶ ἡ δίκη, καὶ ἡ φιλανθρωπία πανταχοῦ ἐφέστηκε, Δαυῒδ μελῳδεῖ· « Σὺ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν· » καὶ, « Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. » Περὶ δὲ τοῦ ἁγίου Πνεύματος, τοῦ τὰ σύμπαντα τρέφοντος, καὶ θείαις ἀκτῖσι καταλάμποντος, καὶ ἕως καὶ ἐπὶ τοὺς ἀπολειπο-
And the Son and the Holy Spirit are witnessed to in the other points mentioned as follows. Concerning the only true God, as when John in express words declares concerning the Son that He is true God and only-begotten God; Jude calls Him only Master; and the prophet says, "Thou art the God that doest wonders, Thou art alone the great God;" and elsewhere, "One Holy, one Lord Jesus Christ." And concerning the Holy Spirit, as when Paul, full of understanding, witnesses that It is the Spirit of God and the Father, just as our spirit is to us. And again he writes: "All these things worketh the one and the same Spirit, dividing to each one severally even as He willeth." Concerning wisdom, as when concerning the Son the aforementioned most venerable Paul writes, "Christ the power of God, and the wisdom of God;" and, "In Whom are all the treasures of wisdom and knowledge hidden." And David sings: "How magnified are Thy works, O Lord! In wisdom hast Thou made them all." And as Isaiah prophesies: "And He himself, being wise, brought evils upon them." And concerning the Holy Spirit, as when Isaiah prophesies: "The Spirit of God, the Spirit of wisdom and understanding, the Spirit of counsel and might, the Spirit of knowledge and godliness." And concerning incorruptibility and immortality, it has already been said before, yet it is not out of place to set down other testimonies also: as when, concerning the soul-giving Only-begotten, Whose eye, and hearing, and justice, and love for mankind watch over all places, David sings: "Thou art the same, and Thy years shall not fail;" and, "For ever, O Lord, Thy word abideth in heaven." And concerning the Holy Spirit, Who nourishes all things, and shines with divine rays, and even unto those who are left
Notes, col. 869

On the reading

Printed Θεὸν, for Θεοῦ.

Printed ω, for ᾧ.

PG 39:872Read from the page
μένους τοῦ θείου νόμου μακροθυμοῦντος, ἵν' ἢ ἐπιστρέψωμεν, ἢ ἐκεῖσε τιμωρίαν ὑπόσχωσιν οὐ μεμπτήν· ὡς ὅταν λέγῃ· « Καὶ τὸ ἄφθαρτόν σου Πνεῦμά ἐστιν ἐν πᾶσιν. » Τοῖς δὲ λέγουσιν, Οὐκ εἰσὶν οὖν αἱ ψυχαὶ καὶ οἱ ἄγγελοι ἀθάνατοι καὶ ἀόρατοι; ἀπαντητέον οὕτως· Πρὸς τὸ ἀθάνατον πρῶτον καθ' ἕνα μὲν τρόπον, ὅτι τῇ πρωτουργῷ καὶ ἀπείρῳ [178 b] ἀθανασίᾳ ἡ τούτων οὐδαμῶς κοινωνεῖ, ὑποβεβηκυῖα καὶ διωρισμένη ἐκείνης, ὅσον δημιούργημα Δημιουργοῦ. Καὶ διὰ τοῦτο μόνος ἔχειν ἀθανασίαν ὁ Θεὸς ἐλέχθη, ὡς ἔστι γνῶναι ῥᾴδιον, εἴπερ εἰς νοῦν βαλοίμεθα, ὅτι τούτων οὐδὲν, οὔτε δημιουργγεῖν, οὔτε ἀθανασίαν χορηγεῖν δύναται, ὡς ὁ μόνος ἀόρατος καὶ αἰώνιος Μονογενὴς, καὶ τὸ ἅγιον Πνεῦμα δημιουργεῖ, καὶ ἀθανάτους κατασκευάζει.
-ing, while the divine law is long-suffering, so that either we may turn back, or there they may undergo a punishment not to be blamed; as when it says: "And Thy incorruptible Spirit is in all things." To those who say, Are not souls and angels then immortal and invisible? we must reply thus: First, as regards "immortal", in one sense, that their immortality in no way shares in the primary and infinite immortality, being subordinate to and distinct from it, as a creature from the Creator. And for this reason God alone was said to possess immortality, as is easy to know, if we consider that none of these can either create or bestow immortality, just as the only invisible and eternal Only-begotten and the Holy Spirit create and make them immortal.
Καθ' ἕτερον δὲ, ὅτι αἱ ψυχαὶ καὶ οἱ ἄγγελοί εἰσι καὶ ἀθάνατοι κατὰ τὸ ἀνώλεθρον καὶ ἄφθαρτον τῆς οὐσίας, καὶ θνητοὶ κατὰ τὸ φθείρεσθαί ποτε τῇ γνώμῃ. Ἀπὸ γὰρ τροπῆς ἔστιν ὅτε πίπτουσιν εἰς ἁμαρτίαν, ἐξ ἧς ἐπέρχεται ὁ θάνατος· καθ' ὃν ὁ Παῦλος γράφει· « Καὶ ἡ σπαταλῶσα χήρα τέθνηκεν· » καίπερ μήπω τὸν τῇδε ὑπαλλάξασα βίον, καθὰ ἤδη ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος ἐξηγήθη λόγῳ. Ἀντιδιαιρεῖται γὰρ τῷ ἀθανάτῳ τὸ θνητὸν,
And in another sense, that souls and angels are both immortal in respect of the indestructible and incorruptible nature of their essence, and mortal in respect of being sometimes corrupted in their judgement. For from turning aside they sometimes fall into sin, from which death comes upon them; according to which Paul writes: "And she that liveth in pleasure is dead," even though she has not yet exchanged this present life, as has already been explained in the treatise On the Holy Spirit. For the mortal is set in opposition to the immortal,
Notes, col. 872

On the reading

Printed δημιουργγεῖν, for δημιουργεῖν.

PG 39:873Read from the page
καὶ ἀντιστοίχως τῷ θνητῷ τὸ ἀθάνατον, καὶ νοεῖται ἐπὶ ψυχῶν καὶ ἀγγέλων, τὸ μὲν ἀθάνατον, ὅταν πρὸς τῷ θάνατον μὴ ἐπιδέχεσθαι, ὅ ἐστιν μὴ διαλύεσθαι, ἅτε ἀσυνθέτους ὄντας καὶ ἀνωλέθρους τὴν ὕπαρξιν, ἐὰν καὶ φθορᾷ γνώμης μὴ ὑποπέσωσιν, τοῦτ' ἔστιν, εἰ ἄτρεπτοι διαμείνωσιν· τὸ δὲ θνητὸν, ἀντικειμένως τούτῳ. Καθόλου δὲ ἐοίκασιν οἱ τοιοῦτοι μὴ γινώσκειν τὰ ἀντιστρόφως λεγόμενα, καὶ ὡς οὐ πάντα τὰ ὁμωνύμως κατά τινων λεγόμενα πέφυκεν ἀντιστρέφειν. Ὁ μὲν γὰρ Θεὸς παντοίως ἀθάνατος, οὐ μὴν τὸ ἀθάνατον ἤδη. Πρὸς δὲ τὸ ἀόρατον, εἰσὶ μὲν [179 a] καὶ αἱ ψυχαὶ καὶ οἱ ἄγγελοι, ἀόρατοι μὲν τῷ ὀφθαλμῷ τοῦ σώματος ἡμῶν, ἐν τῷ εἶναι ἐκτὸς τῶν ὁρατῶν ἰδιωμάτων (φημὶ χρώματος, σχήματος, μεγέθους), ὁρατοὶ δὲ τῷ νῷ, ὅ ἐστιν ὄμμα τῆς ψυχῆς· ἐπειδὴ μὴ ἀνέφικτοι, ἅτε κτιστοὶ τὴν ὕπαρξίν εἰσιν, ἀλλ' ἔστιν ἡμῖν νόησις περὶ αὐτῶν. Ὥστε, εἰ καὶ κατὰ προσβολὴν αἰσθήσεως ὀφθαλμοῦ ὄμματος ἀόρατοι, ἀλλ' οὖν κατὰ ἀντίληψιν θεωρίας ἐπιστημονικῆς ὁρατοί εἰσιν. Ὁ δὲ Θεὸς ὑπὲρ τὸ ἀόρατον, καὶ ἀφανέστατον, καὶ ὑπὲρ πάντα νοῦν ὑπάρχων, οὐ μόνον ὄψει, καὶ συνόλως αἰσθήσει, μὴ ὑποπίπτειν, ἀλλὰ μήτε νῷ αὐτῶν ἀγγέλων ἐνορᾶσθαι, διὰ τὸ ἀκατάληπτον καὶ ἀπρόσιτον, πέφυκεν. Ὅτι μὲν γὰρ ἔστι Θεὸς, πᾶσι γνώριμον· τί δὲ, ἢ πῶς ὑπάρχει θεωρῆσαι, πάντων τῶν φυσικῶν δυσαλωτότατον καθέστηκεν. Ὀρθῶ οὖν προσεῤῥήθη τρόπῳ τῷ εἰρημένῳ « μόνος ἀθάνατος, σοφός τε Θεὸς, καὶ ἀόρατος. »
and correspondingly the immortal to the mortal, and in the case of souls and angels the immortal is understood as that which, in addition to not admitting death — that is, not being dissolved, inasmuch as they are uncompounded and indestructible in their existence — also does not fall into corruption of judgement, that is, if they remain unchangeable; and the mortal as the opposite of this. In general, such people seem not to know what is said reciprocally, and that not all things said homonymously of certain subjects naturally admit of conversion. For God is altogether immortal, yet what is immortal is not thereby God. As regards the invisible, both souls and angels are indeed invisible to the eye of our body, in being outside visible properties (I mean colour, shape, magnitude), yet visible to the mind, which is the eye of the soul; since they are not unreachable, inasmuch as they are created in their existence, but we have an intellectual apprehension of them. So that, even if they are invisible to the impact of sense of the eye's sight, nevertheless they are visible to the apprehension of scientific contemplation. But God, being beyond the invisible and most hidden, and beyond every mind, is by nature such as not only not to fall under sight and sense in general, but not even to be beheld by the mind of the angels themselves, because of His incomprehensibility and inaccessibility. For that God exists is known to all; but to contemplate what or how He exists has proved the hardest of all natural things to grasp. Rightly, therefore, in the sense stated was He addressed as "the only immortal, wise God, and invisible."
ΚΕΦ. ΙΖʹ.
Chapter XVII.
Καὶ μὴν καὶ τὰ παρὰ Ἰωάννῃ ἀμώμητα καὶ ἀνεπίληπτα τοῦ πάντων Κυρίου ῥήματα, τὰ λέγοντα· « Ὥσπερ ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ· καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν· » καὶ πάλιν· « Οὓς ἔδωκάς μοι, σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς ἔδωκας· » καὶ πάλιν· « Πάντα μοι παρεδόθη παρὰ τοῦ Πατρός μου· » καὶ πάλιν·
Moreover, there are also the blameless and irreproachable words of the Lord of all in John, which say: "As the Father hath life in Himself, so hath He given to the Son to have life in Himself; and hath given Him authority to execute judgement, because He is the Son of man"; and again: "Those whom Thou gavest Me were Thine, and Thou gavest them to Me"; and again: "All things are delivered unto Me of My Father"; and again:
Notes, col. 873

On the reading

Printed Ὀρθῶ, for Ὀρθῷ.

PG 39:876Read from the page
« Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· » καὶ τοῦ Δαυΐδ· « Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου [179 b], καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς· » καὶ ὅσα τοιαῦτα, τὴν ἄφραστον οἰκονομίαν δηλοῖ. Καὶ ἄμαχον τοῦτο πλέον ποιεῖ, καὶ πάντας ἀναγκάζει, τούς γε μὴ τελέως ἀψύχους, συντίθεσθαι ἡμῖν τὸ εὐθὺς προσκεῖσθαι· « Ὅτι Υἱὸς ἀνθρώπου ἐστίν. » Εὐμενῶς γὰρ ἔχων πρὸς τὸ γένος ἡμῶν, καὶ ἑκὼν πτωχεύσας σαρκὶ, ὡς γράφει ὁ Παῦλος, ἵν' ἡμεῖς, οἱ παντοίαις βλάβαις καὶ μεταβολαῖς, διά τε τὴν ἀρχαίαν καὶ τὰς προσφάτους ἁμαρτίας, ὑποκείμενοι, τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν· καὶ πᾶσιν προσφόρως προσφερόμενος, τῇ ἡμῖν συντρόφῳ ἐχρῆτο διαλέκτῳ, ὅπως τὴν οἰκονομίαν συνιῶμεν, μὴ τῷ ὄγκῳ τῆς θείας ἀποθαμβούμενοι φράσεως. Ἤρκει γὰρ καὶ μόνα τὰ θαύματα ἐκφαίνειν τὴν ἄναρχον καὶ ἀπροσδεῆ αὐτοῦ θεότητα· ὡς μετριάζοντα καὶ τοῦτο λέγειν· « Αἱ ἀλώπεκες τοῦ ἀγροῦ φωλεοὺς ἔχουσιν, καὶ τὰ πετηνὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίναι. » Οὐ γὰρ ἔδει τὸν Δεσπότην ἰδιάζον πως ἐπὶ γῆς τι κεκτῆσθαι. Καὶ ἄλλως δέ πως τὸν Θεὸν μὲν, ᾧ ἔνδειξις καὶ ἔρις πρὸς ἀνθρώπους οὐδέποτε οὐδεμία, ἀνθρωποπρεπῆ καὶ μετριόφρονα φθέγξασθαι χρειῶδες ἦν, καὶ οὐδὲν μὲν τὴν γαληνοτάτην αὐτοῦ καὶ πάντα περιέχουσαν φύσιν καταβλάπτον, ἡμᾶς δὲ εὐεργετοῦν. Ὁρᾷ γὰρ ἀεὶ οὐ πρὸς τὸ οἰκεῖον ὕψος, πρὸς δὲ τὸ ἀνθρώπων ταπεινόν. Αὐτὸν δὲ συλλήπτορα ποιήσομαι, λέγοντα Πέτρῳ· « Ἵνα δὲ, » φησὶ, « μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς εἰς θάλασσαν, βάλε ἄγκιστρον, καὶ [180 a] τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· καὶ ἐκεῖνον λαβὼν, δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ. » Ἄνθρωπον δὲ Θεῷ ἁρμόζοντα ῥήματα ἀφιέναι, οὐ θέμις· ἐπεὶ καὶ βασιλεῖ ὅτι μάλιστα πρέπει μετριολογεῖν· μείζονα γὰρ ἐκ τούτου καρποῦται δόξαν, καὶ εἰς αὐτὴν ἀναφέρεται τῆς τιμῆς τὴν κορυφήν· ὑπηκόῳ δὲ βασιλικὰς φωνὰς ἐκφέρειν, ἀσύμφορον.
"All power in heaven and on earth hath been given unto Me"; and that of David: "Ask of Me, and I shall give Thee the heathen for Thine inheritance, and the uttermost parts of the earth for Thy possession"; and all such sayings declare the ineffable dispensation. And this makes it yet more irresistible, and compels all — at least those not utterly senseless — to agree with us, that there is immediately added: "Because He is the Son of man." For being kindly disposed towards our race, and having willingly become poor in the flesh, as Paul writes, that we, who were subject to all manner of harms and changes through both the ancient sin and recent ones, might become rich by His poverty; and dealing fittingly with all men, He used the speech familiar to us, so that we might understand the dispensation, not being astounded by the weight of divine utterance. For His miracles alone sufficed to manifest His beginningless and self-sufficient Godhead; so that, speaking modestly, He even said this: "The foxes of the field have holes, and the birds of the heaven have nests; but the Son of man hath not where to lay His head." For it was not fitting for the Master to possess anything on earth as His own private property. And in another way too, it was needful for God — with whom there is never any display or strife towards men — to speak words befitting humanity and modest, harming in no way His most serene and all-embracing nature, yet benefiting us. For He looks ever not to His own height, but to the lowliness of men. I will make Him Himself my supporter, saying to Peter: "Lest," He says, "we cause them to stumble, go thou to the sea, cast a hook, and take up the fish that first cometh up; and when thou hast opened its mouth, thou shalt find a stater; and taking that, give unto them for Me and thee." But for a man to utter words befitting God is not lawful; since even for a king it is especially fitting to speak modestly; for from this he reaps greater glory, and is borne up to the very summit of honour; whereas for a subject to utter royal words is inexpedient.
Ὥστε ἐπειδὴ Ὕψιστος ἦν, καὶ Λόγος τοῦ Θεοῦ παντὸς λόγου κρείττων, χώραν εἶχεν τὰ χθαμαλὰ αὐτοῦ ῥήματα· εἰ δὲ κτίσμα ἐτύγχανε, πάλιν οὐκ εἶχεν χώραν, ἃ ἐφθέγγετο ὑψηλά. Πῶς γὰρ ἂν ἔλαβεν ζωὴν ἡ ζωὴ, ἢ ἐξουσίαν ὁ κατὰ Ἠσαΐαν ἰσχυρὸς καὶ ἐξουσιαστὴς Θεὸς, ὁ καὶ τοῖς ἀποθανεῖν δυναμέ-
So that since He was the Most High, and the Word of God superior to every word, His lowly sayings had a place; whereas if He happened to be a creature, again the lofty things He uttered would have had no place. For how could Life receive life, or He who according to Isaiah is the mighty and sovereign God receive authority, Who also to those capable of dying
Notes, col. 876

On the reading

Printed κλίναι, for κλῖναι.

PG 39:877Read from the page
νοις τὸ ζῆν καὶ εἶναι κατ' ἐξουσίαν ἰδίαν παρέχων, ὁ Πέτρῳ τὰς κλεῖς τῆς οὐρανίου ζωῆς ἐγχειρίσας; Ἐκβοᾷ γὰρ καὶ ὁ Ἀπόστολος, ὡς « Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· » ἀντὶ τοῦ, Οὐχ ἥρπασεν, οὐχ ἔλαβε τὸ εἶναι ἴσος τῷ Θεῷ καὶ Πατρί. Εἰ δὲ ἄρα καὶ εἰς τὴν θεότητα εἴρητο τοῦ Υἱοῦ, ἐχρῆν αὐτοὺς οὕτω νοεῖν, ὅτιπερ, ὃν τρόπον τὸ, ἔχειν ζωὴν τὸν Θεὸν, οὐ τὸ κεκτῆσθαί τι ἄλλο ἑαυτοῦ, ὡς μὴ ἀνάρχως ἐσχηκότα, ἀλλὰ τὸ αὐτὸν εἶναι τοῦτο, ὅπερ ἔχειν λέγεται, δηλοῖ· τὸν αὐτὸν τρόπον, τὸ ἔχειν λαβόντα ζωὴν τὸν Υἱὸν, οὐχ ὡς μὴ ἔχοντα φύσει σημαίνει. Ἡ γὰρ λέξις ἡ « ὥσπερ ἔχει, » καὶ ἡ « οὕτως ἔδωκε, » τοῦτο παριστᾷ· ὅτι οὕτως ἔχει ὁ Υἱὸς τὴν ζωὴν, ὥσπερ ἔχει αὐτὴν οὐ λαβὼν ὁ Πατήρ· καὶ χρὴ θεοπρεπῶς ἐπί τε τοῦ Πατρὸς τὸ, ἔχειν ζωὴν, καὶ τὸ « ἐν ἑαυτῷ, » ἐπί τε τοῦ Υἱοῦ τὸ « δέδωκεν αὐτῷ, » καὶ τὸ, ἔχειν ἐν ἑαυτῷ, ἐκλαμβάνειν· [180 b] καὶ μᾶλλον ἐκ τοῦ ἀναγκαίου τοῦ πράγματος τὴν θεϊκὴν ἐξουσίαν τοῦ Υἱοῦ, καὶ τὸ ἐπ' ἀμφοῖν ἓν θέλημα ἀθρεῖν. Ἣν γὰρ λέγει ἔχειν ζωὴν ἐν ἑαυτῷ τὸν Πατέρα καὶ τὸν Υἱὸν, ἡ ἑνὰς καὶ ὑπερούσιος οὐσία ἐστὶ, καὶ οὐχ ἕτερόν τι ἐν ἑτέρῳ τυγχάνον· ὅθεν εἶπεν· « Ἐγώ εἰμι ἡ ζωή· » ὡς καὶ ἐντεῦθεν ἀναφαίνεσθαι, μὴ ἄλλην τῆς τοῦ Πατρὸς οὐσίας εἶναι τὴν οὐσίαν τοῦ Υἱοῦ. Εἰ γὰρ αὐτός ἐστιν ἡ ζωὴ, τὴν δὲ αὐτὴν ἔχει ὁ Πατὴρ, τί ἄλλο εὑρίσκεται, ἢ ὁμοούσιος; καὶ εἰ αὐτός ἐστιν ἡ ζωὴ, πῶς, ὅ ἐστιν, εἶχε λαβεῖν; Ἀλλ' εἴπερ εἶχε, φησὶ, πῶς ἔλαβεν; Καὶ ταῦτα ληρήματα. Καὶ ὅμοιος γὰρ παρὰ ὁμοίου λαμβάνει, ἵνα μὴ εἴπωμεν, ὅτι καὶ μείζων ἔσθ' ὅτε παρ' ἐλάττονος, καὶ ἡ δεξιὰ παρὰ τῆς ἀριστερᾶς· ἴσμεν δὲ, ὅτι καί τινες ἐξ ἴσης τὸ κρῖναι λαχόντες, παρεχώρησαν τῷ ἑνὶ ἔσθ' ὅτε καὶ μείζονι αὐτῶν καθεστῶτι· καὶ εἴωθε λέγεσθαι· Ἔδωκαν τῷδε τὸ πρᾶγμα μόνῳ δικάσαι, καίτοι ἔχοντι αὐτῷ, καὶ πλειόνως εἰκὸς, τὴν ἐξουσίαν. Τοιγαροῦν οὐκ εἶπεν, ὅτι Ὃ μὴ ἔχει, ἔλαβεν, ἀλλὰ καὶ ὁ αὐτὸς εὐαγγελιστὴς λέγει· « Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐκ ἔλαβον· ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. » Διὰ τῶν τοιούτων ῥημάτων οὐ μόνον δείξας τοῦ Υἱοῦ ἰδίαν τὴν κτίσιν, ἀλλ' ὅτι καὶ τῷ Πατρὶ δίδωσιν ὁ Υἱὸς τοὺς λαμβάνοντας αὐτὸν, τοῦτ' ἔστι τοὺς πιστεύοντας, πανταχοῦ εὐεργετῶν αὐτοὺς, καὶ λαμβάνοντας αὐτὸν, καὶ παρεχομένους παρ' αὐτῷ τῷ Πατρί· ἐκ τοῦ κόσμου γὰρ ὄντας, τῇ ἑαυτοῦ οἰκονομίᾳ ποιεῖ οὐρανοπολίτας. [181 a] Πῶς δὲ καὶ ἡμεῖς τὰ τοῦ Θεοῦ πάλιν αὐτῷ προσφέρομεν; Ἢ πῶς δόξαν αὐτῷ ἀναπέμπομεν; Μὴ ἄρα ὃ μὴ ἔχει, ἢ ὃ μὴ ἔστιν, αὐτῷ παρέχομεν; Ἀρκεῖ οὖν αὐτοῖς ἀποκρίνεσθαι. ὅτι οὕτως ἔλαβεν, ὡς ἐπτώχευσεν ἑκὼν, καὶ ὡς ἐγένετο κατάρα. Τί γὰρ ἂν φήσαιεν ἐρωτώμενοι ἐξ ἀνθυπο-
providing to those who can die both life and existence by His own authority, He who placed the keys of heavenly life into Peter's hands? For the Apostle also cries out that "He counted it not robbery to be equal with God", meaning He did not snatch, did not receive, being equal to God and the Father. And even if these things had been said with reference to the Son's Godhead, they ought to understand them thus: that just as God's "having life" signifies not His having acquired something other than Himself, as though He had not possessed it without beginning, but His being Himself that which He is said to have; in the same way, the Son's "having life" after receiving it does not signify His not having it by nature. For the expression "as He hath" and "so He hath given" establishes this: that the Son has life just as the Father has it without having received it; and one must interpret in a manner befitting God both "having life" and "in Himself" with respect to the Father, and "He hath given to Him" and "to have in Himself" with respect to the Son; and rather from the necessity of the matter behold the divine authority of the Son and the one will in both. For the life which He says the Father and the Son have in Himself is the single and supersubstantial essence, and not one thing existing in another; whence He said, "I am the life", so that from this too it becomes clear that the essence of the Son is not other than the essence of the Father. For if He Himself is the life, and the Father has the same life, what else is He found to be, if not consubstantial? And if He Himself is the life, how could He receive what He is? But if He had it, says he, how did He receive it? This too is foolishness. For even like receives from like, not to say that sometimes even the greater receives from the lesser, and the right hand from the left; and we know that some who obtained judgement on equal terms have sometimes yielded it to one who was even greater than themselves; and it is customary to say, "They gave the matter to this man alone to judge," even though he already had the authority, and probably in greater measure. Therefore he did not say that He received what He does not have, but the same evangelist also says: "He came unto His own, and His own received Him not; but as many as received Him, to them gave He power to become the children of God." By such words he not only showed that creation belongs to the Son as His own, but also that the Son gives to the Father those who receive Him — that is, those who believe — everywhere benefiting them, both as they receive Him and as they are presented to the Father Himself; for being of the world, by His dispensation He makes them citizens of heaven. And how do we in turn offer God's own things back to Him? Or how do we send up glory to Him? Surely we do not provide to Him what He does not have, or what He is not? It suffices, then, to answer them that He received in the same way as He willingly became poor, and as He became a curse. For what could they say when questioned by way of counter-
Notes, col. 877

On the reading

Printed οὐχ ἔλαβε, for οὐκ ἔλαβε.

PG 39:880Read from the page
φορᾶς· Ὁ Θεὸς καὶ Κύριος πάντων, ἡ ἀΐδιος ζωὴ, καὶ τὸ φῶς τὸ ἀληθινὸν, καὶ ἡ ἀθανασία, πῶς ἐπτώχευσεν; ἢ πῶς ἡ εὐλογία δι' ἡμᾶς ἐγένετο κατάρα;
-ing: How did God and the Lord of all, the eternal life, and the true light, and immortality become poor? Or how did the blessing become a curse for our sake?
ΚΕΦ. ΙΗʹ.
Chapter XVIII.
Οὕτως ἂν νοηθείη καὶ τὸ ἐν Ἰωάννῃ τοῖς ἀποστόλοις ῥηθέν· « Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν, ὅτι πορεύομαι πρὸς τὸν Πατέρα· ὅτι ὁ πέμψας με Πατὴρ μείζων μου ἐστίν. » Πῶς γὰρ πορεύεται, ἢ ἐπέμφθη κατὰ τὴν θεότητα ὁ εἰπών· « Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· » καὶ, « Ὁ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα· » καὶ, « Ὁ πέμψας με, μετ' ἐμοῦ ἐστιν; » Ὁ μαρτυρούμενος, ὅτι « Ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών· » καὶ ὅτι « Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο; » Ὁ γὰρ πέμπων ἐκεῖ πέμπει, ἔνθα οὐκ ἔστιν ὁ πέμπων καὶ ὁ πεμπόμενος. Εἰ δὲ ὁ Θεὸς πανταχοῦ πάρεστι, καὶ πάντα συνέχει, περιδραξάμενος τὴν κτίσιν, καὶ οὐκ ἀπιὼν, καὶ πάλιν ἐπανιὼν, οὐδ' ἐκ τόπων τόπους ἀμείβων. Λέγει γὰρ ὁ μὲν Ἱεροψάλτης· « Ἐγγὺς Κύριος τοῖς φοβουμένοις αὐτόν· » καὶ πάλιν· « Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν ἀναλάβοιμι πτέρυγάς μου κατ' ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ [181 b] ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. » Ὁ δὲ Ἱερεμίας· « Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος. » Αἱ δὲ Πράξεις· « Καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα· ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν· ὡς καί τινες τῶν καθ' ἡμᾶς ποιητῶν εἰρήκασιν·
Thus also might be understood what was said to the apostles in John: "If ye loved Me, ye would have rejoiced, because I go unto the Father; for the Father who sent Me is greater than I." For how does He go, or how was He sent according to His Godhead, Who said: "I am in the Father, and the Father in Me", and, "The Father who abideth in Me doeth the works", and, "He that sent Me is with Me"? Who is borne witness to that "He emptied Himself, taking the form of a servant", and that "He was in the world, and the world was made through Him"? For he who sends, sends thither where neither the sender nor the one sent is present. Yet if God is everywhere present, and holds all things together, grasping creation in His hand, and neither departing nor returning again, nor changing places from place to place. For the sacred Psalmist says: "The Lord is nigh unto them that fear Him"; and again: "If I ascend up into heaven, Thou art there; if I go down into Hades, Thou art present; if I should take my wings at dawn, and dwell in the uttermost parts of the sea, even there shall Thy hand lead me, and Thy right hand shall hold me." And Jeremiah says: "Do I not fill heaven and earth? saith the Lord." And Acts: "Though He be not far from every one of us; for in Him we live, and move, and have our being; as certain also of our own poets have said: