Migne Reading Room

PG 39 · cols. 881–892 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:881Read from the page
Τοῦ γὰρ καὶ γένος ἐσμέν· » ὁ δ' ἤπιος ἀνθρώποισιν.
For we are also His offspring;" and He, gentle to men...
Καὶ εἰ ὁ Δεσπότης αὐτὸς ἐξηγεῖται, ὡς οὐδέποτε τοὺς οὐρανοὺς τῆς ἑαυτοῦ παρουσίας ἐγύμνωσεν, ὥσπερ οὐδὲ νῦν μετὰ τὴν ἀνάληψιν τῆς γῆς ἀπολιμπάνεται· « Ἰδοὺ » γὰρ, φησὶν, « ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· » βεβαιῶν τὰ παρὰ τοῦ ἱεροκήρυκος ἐν ιʹ ψαλμῷ ᾀσθέντα, δι' ὧν καὶ ἐπὶ γῆς αὐτὸν, καὶ ἐν οὐρανῷ ἐπὶ τοῦ θείου ἐπικαθέζεσθαι θρόνου προσεκήρυττεν· φησὶν γάρ· « Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ, Κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. »
And even the Master Himself expounds how He never stripped the heavens of His own presence, just as neither now after the Ascension does He abandon the earth; for "Lo," He says, "I am with you all the days even unto the end of the world"; confirming what was sung by the sacred herald in the tenth Psalm, whereby he proclaimed beforehand that He sits both on earth and in heaven upon the divine throne; for he says: "The Lord is in His holy temple, the Lord, His throne is in heaven."
Εἰ ταῦτα οὕτως ἔχει, ἀμάχως τὸ « πορεύομαι » καὶ « ὁ πέμψας, » ὡς μορφὴν δούλου λαβὼν, εἶπε, καὶ διὰ τὸ Ἰουδαίους ἀπιστεῖν τῇ οἰκονομίᾳ, καὶ ὅτι τῇ συμφωνίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ἐπεφάνη· καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλ' ὥστε καὶ τοὺς παχεῖς τὸν νοῦν καὶ χερσώδεις Μοντανιστὰς ἐντρέπεσθαι, τὸν αὐτὸν Υἱοπατέρα ὁμοῦ καὶ Παράκλητον νοοῦντας· σὺν αὐτοῖς δὲ καὶ Μανιχαῖον, μὴ προσιέμενον τὴν Παλαιὰν Διαθήκην· ἀλλ' ἀποκαλοῦντα τὸν μὲν Πατέρα ἀπάνθρωπον, ὡς ἐκβαλόντα τὸν Ἀδὰμ ἀπὸ τοῦ παραδείσου, τὸν δὲ Υἱὸν μόνον φιλάνθρωπον, ὡς δι' ἑαυτοῦ παραγενόμενον καὶ σώσαντα. Πῶς γὰρ μόνῳ τὴν χάριν εἰσώμεθα τῷ Χριστῷ, [182 a] ὅτι ἔπεμψεν αὐτὸν καὶ ὁ Πατήρ; Εἴωθε δὲ ἡ Γραφὴ τῇ λέξει τοῦ « ὁ πέμψας, » καὶ τοῦ « ἀπεστάλη » ἐπὶ τῆς ἀῤῥήτου συγκαταβάσεως προσχρῆσθαι· καὶ ὡς θνητῷ τῷ λόγῳ περιλαβεῖν ἀδύνατον ἦν τὸν ἀχώρητον, οὕτως καὶ τῇ τῶν ῥημάτων οἰκονομίᾳ τὴν διήγησιν ποιεῖσθαι, ἵνα μή τις ἀντιθεΐας ὑπόνοιαν σχοίη· ἐπείτοιγε
If these things are so, He indisputably said "I go" and "He who sent Me" as having taken the form of a servant, both because the Jews disbelieved the dispensation and because He appeared in concord with God and the Father; and not for this reason only, but also so that the dull-minded and barren Montanists might be put to shame, who conceive the same person to be at once Son-Father and Paraclete; and with them also the Manichean, who does not admit the Old Testament, but calls the Father inhuman, as having cast Adam out of paradise, and the Son alone humane, as having come in person and saved us. For how shall we be grateful to Christ alone, when the Father also sent Him? And Scripture is accustomed to employ the expression "He who sent" and "He was sent" with reference to the ineffable condescension; and just as it was impossible to encompass the uncontainable with mortal speech, so also to frame the narrative by the dispensation of words, lest anyone should conceive a suspicion of opposing deities; since indeed
Πάντα Θεοῦ πλήρη,
All things are full of God,
καθὰ εἴρηται. Μαρτυρεῖ δὲ τούτῳ ἡ ἀεὶ ζῶσα φωνὴ, λέγουσα· « Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου· ἐγὼ δὲ ᾔδειν, ὅτι πάντοτέ μου ἀκούεις, ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν, ὅτι σύ με ἀπέστειλας· » τοῦτ' ἔστιν· Ἤδειν ὅτι πάντοτέ μου
as has been said. To this the ever-living voice bears witness, saying: "Father, I thank Thee that Thou hast heard Me; and I knew that Thou hearest Me always, but because of the multitude standing around I said it, that they may believe that Thou hast sent Me"; that is, I knew that Thou always
PG 39:884Read from the page
ἀκούεις, μιᾶς θελήσεως οὔσης· ἀλλὰ διὰ τὸν περιεστῶτα ὄχλον, ἵνα πιστεύσωσιν, εἶπον τὸ, Πάτερ, εὐχαριστῶ σοι, ὅτι σύ με ἀπέστειλας· πρωθυστέρους δὲ τὰς λέξεις ἐφθέγξατο, ἠσφαλισμένως ποιῶν, διὰ τοὺς ἀκρωμένους φιλαιτίους καὶ φιλαπεχθήμονας· ὡς καὶ περὶ τοῦ Προδρόμου τὴν οἰκονομίαν κηρύττοντος εἶπεν· « Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ· » καὶ ὅμως οὐκ ἐξ οὐρανῶν ἀποσταλεὶς ἐτύγχανεν.
hearest Me, since our will is one; but because of the multitude standing around, that they may believe, I said, Father, I thank Thee that Thou hast sent Me. And He uttered the words in inverted order, acting guardedly on account of His fault-finding and hostile hearers; just as concerning the Forerunner, when proclaiming the dispensation, it said: "There was a man sent from God," and yet he did not happen to be sent from heaven.
Γέγραπται ὁ Θεὸς καὶ ὑπὸ ἀνθρώπου ἀποστελλόμενος, καὶ ἄνθρωπος ὀνομαζόμενος, καὶ βλάβος περὶ τὴν θείαν καὶ ἀληθῆ δόξαν πάντως οὐχ ὑπομένων· ὡς Μωϋσῆς ἐν τῇ γενέσει λέγει· « Καὶ διέβη τὸν χειμάῤῥουν, καὶ διεβίβασε πάντα τὰ αὑτοῦ. Ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ ἐπάλαιεν ἄνθρωπος μετ' αὐτοῦ ἕως πρωΐ. Ἴδεν δὲ, ὅτι οὐ δύναται Ἰακὼβ ἐν τῷ παλαίειν, καὶ εἶπεν αὐτῷ· Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. Ὁ δὲ εἶπεν· Οὐ μή σε ἀποστείλω, εἰ μή με εὐλογήσῃς. Εἶπε δὲ αὐτῷ· Τί τὸ ὄνομά σου [182 b] ἐστίν; Ὁ δὲ εἶπεν· Ἰακώβ. Καὶ εἶπεν αὐτῷ· Οὐ κληθήσεται ἔτι ὄνομά σου Ἰακὼβ, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ τοῦ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ. Ἠρώτησε δὲ Ἰακὼβ, καὶ εἶπεν· Ἀνάγγειλόν μοι τὸ ὄνομά σου. Καὶ εἶπεν· Ἵνα τί σὺ ἐρωτᾷς τὸ ὄνομά μου; Καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ. Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος Θεοῦ· Ἴδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. » Ὅτι δὲ Θεός ἐστιν ὁ παλαίσας καὶ μὴ εἰπὼν αὑτοῦ τὸ ὄνομα, καὶ ἡ προφητεία λέγει· « Ὤφθην πρὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, τοὺς πατέρας ὑμῶν, Θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου οὐκ ἐδήλωσα αὐτοῖς. » Πῶς δὲ καὶ μείζων κατὰ τὴν θεότητα ὑπάρχει τοῦ ἴσον ἑαυτὸν ποιοῦντος τῷ Πατρὶ, τοῦ λέγοντος· « Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· » καὶ μαρτυρουμένου, ὡς ἀληθινὸς Θεὸς, καὶ Υἱὸς, καὶ Μονογενής ἐστιν, « Ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος· » καὶ, « Θεὸς μέγας, πρὸς ὃν οὐ λογισθήσεται ἕτερος· » καὶ ὡς ἐκ δεξιῶν συγκαθέζεται; Ἀλλ' ὁμολογουμένως καὶ τὸ « μείζων » εἰς τὴν ἐνανθρώπησιν ἀποτείνεται, δι' ἣν ὁ μεταβολῆς διὰ παντὸς ἄμοιρος ὢν, ἠλαττῶσθαι καὶ τῶν ἀγγέλων, εἰ θέμις τοῦτο φάναι, γέγραπται παρὰ τῷ Ἀποστόλῳ οὕτως· « Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου. » Ἀμέλει οὐκ ἐν μορφῇ Θεοῦ ὑπάρχων ἐν οὐρανοῖς, ἀλλ' ἐν μορφῇ δούλου ἐπὶ γῆς, ὅτε ἐκ τῆς Παρθένου ἀτρέπτως προῆλθεν, [183 a] ἔλεγεν· « Ὁ πέμψας με Πατὴρ μείζων μου ἐστίν· » ὡσεὶ καὶ ἔλεγεν. Ἡ ὑμῖν καὶ πάσῃ διανοίᾳ ἀθέατος θεότης, μείζων τῆς ὁρωμένης συγκαταβάσεώς μου ὑπάρχει. Ὁ γὰρ τῷ πράγματι συγκαταβὰς, καὶ διακονῶν, καὶ μὴ διακονούμενος, καὶ δούλου φέρων μορφὴν, ὁ ἐν
God too is recorded in Scripture as being sent by man, and named man, and yet suffering no harm whatsoever to His divine and true glory; as Moses says in Genesis: "And he crossed over the torrent, and sent across all that was his. And Jacob was left alone, and a man wrestled with him until dawn. And he saw that he could not prevail over Jacob in wrestling, and said to him, Let me go, for the dawn hath risen. And he said, I will not let thee go, except thou bless me. And he said to him, What is thy name? And he said, Jacob. And he said to him, Thy name shall no more be called Jacob, but Israel shall thy name be, for thou hast prevailed with God, and with men shalt thou be mighty. And Jacob asked and said, Tell me thy name. And he said, Wherefore dost thou ask my name? And he blessed him there. And Jacob called the name of that place, Form of God: For I have seen God face to face, and my soul hath been saved." And that it is God who wrestled and did not tell His own name, prophecy also says: "I appeared unto Abraham, and Isaac, and Jacob, your fathers, being their God, and My name I did not make known unto them." And how is He greater according to the Godhead than Him who makes Himself equal to the Father, who says, "I and the Father are one," and is witnessed to as being true God, and Son, and Only-begotten, "In whom dwelleth all the fulness of the Godhead," and, "A great God, beside whom another shall not be reckoned," and as sitting together at the right hand? Rather, admittedly "greater" also refers to the Incarnation, on account of which He who is altogether without share in change is written by the Apostle to have been made lower even than the angels, if it be lawful to say this, thus: "But we see Jesus, who was made a little lower than the angels, because of the suffering of death." Indeed, not when He was in the form of God in heaven, but when He was in the form of a servant upon earth, when He came forth unchanged from the Virgin, He said: "The Father who sent Me is greater than I"; as if He were also saying, The Godhead unseen by you and by every mind is greater than My visible condescension. For He who condescended in deed, and ministered, and was not ministered unto, and bore the form of a servant, who in
Notes, col. 884

On the reading

Printed ἀκρωμένους, for ἀκροωμένους.

PG 39:885Read from the page
μορφῇ Θεοῦ ὑπάρχων, πῶς οὐχὶ καὶ τοῖς ῥήμασι συγκαταβαίνειν ἔμελλεν, ὁ παντὸς λόγου ἀνώτερος; οὕτως ὥστε καὶ ὀνειδίζει παρ' Ἰωάννῃ τοῖς ἐπὶ μικροπρεπείᾳ ἐκδεχομένοις τῆς οἰκονομίας τὰ ῥήματα, φάσκων· « Ἐγὼ τιμῶ τὸν Πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. » Τιμᾷ δὲ καὶ ὁ Πατὴρ τὸν Υἱὸν, λέγων· « Κάθου ἐκ δεξιῶν μου· » καὶ μέντοι ἕλκων πρὸς αὐτὸν τοὺς ἀξίους. Καὶ αὐτὸ δὲ τοῦτο τὸ εἰπεῖν πεποιθήσει Πατέρα τὸν Θεὸν, δείκνυσιν, ὡς τὸ « μείζων » κατὰ τὴν ἐνανθρώπησίν ἐστιν.
the form of God, how should He not also condescend in His words, Who is above every word? So much so that in John He even reproaches those who take the words of the dispensation in a petty sense, saying: "I honour My Father, and ye dishonour Me." And the Father also honours the Son, saying: "Sit Thou on My right hand", and moreover drawing the worthy unto Him. And this very fact of calling God Father with confidence shows that "greater" is according to the Incarnation.
Καὶ ἐξ ὑποδείγματος δὲ ῥᾷον ὑποστῆναι τοῦ μὴ κατὰ τὴν θεότητα εἰρῆσθαι τὸ « μείζων. » Ὁ γὰρ Κύριός φησιν· « Ἀμὴν λέγω ὑμῖν· οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ. » Ἀλλ' οὐχ ὡς ἐξ ἑτέρας μείζονος φύσεως ὄντα, ἢ κατ' ἀνθρώπους, ἔλεγε μείζονα εἶναι αὐτόν· πάντες γὰρ οἱ ἀρετῆς μεταποιούμενοι, ἢ ἐξισοῦντο αὐτῷ, ἢ τι ἀπελείποντο· οὐδὲ ὡς δυνάμει κρείττονος, ἢ χρόνῳ πλείονι εἰληφότος τὴν γένεσιν· αὐτὸς μὲν γὰρ τῇ ἐν κόσμῳ ζωῇ διέμεινεν ἔτη λʹ· ἦσαν δὲ οἱ τῇ τοῦ σώματος ῥώμῃ καὶ τῷ πλήθει τῶν ἐτῶν ὑπερβάλλοντες αὐτόν. Ἀλλ' οὐ ταύτῃ κρείττονα τῶν ἀνθρώπων ἔλεγεν, ἀλλὰ τῇ προφητείᾳ, ἣν μάλιστα ἔνθεον αὐτὸς ἐδέξατο. Καὶ πάλιν· « Ὁ δὲ ἐν τῇ [183 b] βασιλείᾳ τῶν οὐρανῶν μικρότερος, μείζων αὐτοῦ ἐστιν. » Ἔλεγε δὲ περὶ Ἰωάννου τοῦ ἀποστόλου, τοῦ χρόνοις μὲν μικροτέρου Ἰωάννου τοῦ Προδρόμου, τῇ δὲ ἀξίᾳ τῆς ἀποστολῆς μείζονος. « Ἔθετο γὰρ ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, » ὡς Παῦλος γράφει, « πρῶτον ἀποστόλους,·ἔπειτα προφήτας. » Εἶπε δὲ, « Ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μικρότερος, » διὰ τὸ ἐν βίβλῳ ζώντων πάντων τὰ ὀνόματα γράφεσθαι, καὶ ὡς μεταγενεστέρου εἰκότως ὕστερον τετάχθαι τὸ αὐτοῦ ὄνομα. Τινὲς δὲ τὸ μέρος τοῦτο, περὶ τοῦ Δεσπότου ἐνόησαν, μικρότερον μὲν κατὰ τὴν τοῦ δούλου μορφὴν, καθ' ἣν ἥσσων προφητῶν καὶ ἱερέων ὑπωπτεύετο τυγχάνειν, μείζονα δὲ κατὰ τὴν θεότητα. Ὥστε καὶ κατὰ ταῦτα τὸ « μείζων » καὶ τὸ « πέμψας » τῷ πρὸς τὸν Πατέρα ὁμοουσίῳ μείωσιν οὐ ποιεῖ. Καὶ ὅπερ δὲ εἴρηται πρὸ βραχέος, δοκεῖ πως ὁ κομψίᾳ λόγων χρώμενος, καὶ ὁ ἑαυτῷ ἀεὶ ἀπονέμων τὰ πρωτεῖα καὶ τιμὴν ἀπαιτῶν, οἴησιν ἔχειν· ἡ δὲ οἴησις, ὑπερηφανία τίς ἐστιν. Οὐδὲν δὲ πρὸ τῆς ὑπερηφανίας ἠτίμασεν· οὐδὲ γὰρ μείζονος μᾶλλον μέλει τῷ Θεῷ, ἢ μήποτε πλέον τοῦ μικροτέρου. Ἔχει γὰρ ἅπαξ, κἂν αὐτὸς μὴ λέγῃ, σύμφυτον τὸ μεῖζον· καὶ οὐδεὶς τῶν εὐγνωμόνων περὶ τούτου ἀμφισβητεῖ. Δι' ἃ δή φησιν· « Ἐὰν ἐγὼ ἐμαυτῷ μαρτυρῶ, ἡ μαρτυρία μου
And it is easier from an example to maintain that "greater" was not said according to the Godhead. For the Lord says: "Verily I say unto you, among them that are born of women there hath not risen a greater than John the Baptist." Yet He did not say he was greater as being of another, greater nature than human; for all who laid claim to virtue were either equalled to him or fell somewhat short; nor as being superior in strength, or having received birth at an earlier time; for he himself remained in the life in the world thirty years, and there were those who surpassed him in bodily vigour and in the number of their years. Rather, He did not call him superior to men in this, but in prophecy, which he especially received as divinely inspired. And again: "He that is lesser in the kingdom of heaven is greater than he." He was speaking of John the apostle, who was younger in years than John the Forerunner, but greater in the dignity of his apostleship. "For God hath set in the Church," as Paul writes, "first apostles, secondly prophets." And He said, "Lesser in the kingdom of heaven," because in the book of the living the names of all are written, and as he was born later his name was fittingly placed after. Some, however, understood this passage of the Master, lesser indeed according to the form of a servant, in which He was suspected of being inferior to prophets and priests, but greater according to the Godhead. So that in this respect too "greater" and "He who sent" cause no diminution to His consubstantiality with the Father. And as was said shortly before, he who uses elegance of words, and who always assigns the first places to himself and demands honour, seems somehow to have conceit; and conceit is a kind of arrogance. And He dishonoured nothing before arrogance; for God does not care more for the greater, rather than perhaps even more for the lesser. For He has once for all, even if He does not say it, His innate greatness; and none of the fair-minded disputes this. Wherefore indeed He says: "If I bear witness of Myself, My witness
Notes, col. 885

On the reading

Printed ἀποστόλους,·ἔπειτα, for ἀποστόλους, ἔπειτα.

PG 39:888Read from the page
οὐκ ἔστιν ἀληθής· ἔστιν ὁ Πατήρ μου ὁ μαρτυρῶν μοι. › Ἀλλ' ἵνα μή καὶ τοῦτο πρὸς σμικρότητος αὐτοῦ νομισθείη, ἑτέρωθι λέγει· ‹ Κἂν ἐγὼ μαρτυρῶ ἐμαυτῷ, ἡ μαρτυρία μου ἀληθής ἐστιν. › Καὶ ἐν τῷ πρώτῳ δὲ λόγῳ ἱκανῶς ἐδείχθη περὶ [184 a] τοῦ ‹ μείζων, › μήτε κατ' οὐσίαν, ἢ δύναμιν, ἢ δόξαν τὴν ἄνω εἰρῆσθαι. Φασὶν δὲ καὶ οἱ παρ' Ἕλλησιν δόκιμοι·
is not true; there is My Father who beareth witness of Me." But lest this too should be thought to imply His inferiority, He saith elsewhere: "Though I bear witness of Myself, My witness is true." And in the first book also it was sufficiently shown concerning the word "greater," that it is spoken neither according to essence, nor power, nor the glory above. And even the approved writers among the Greeks say:
Ἀθάνατος δὲ Θεὸς πανυπέρτατος αἰθέρι ναίων,
Immortal God, supreme above all, dwelling in the aether,
Ἄφθιτος, ἀστυφέλικτος, ἀΐδιος, αἰὲν ὅμοιος.
Incorruptible, unshaken, eternal, ever the same.
ΚΕΦ. ΙΘ΄.
Chapter XIX.
Οὐκ ἐνόησαν, ὡς ἔστιν ἐπὶ τῶν ἀκροτάτων καὶ ἀπερινοήτων ὑποστάσεων θέμις, καὶ τὸ, ‹ Ὁ Πατὴρ ἐντολήν μοι δέδωκεν, τί εἴπω, καὶ τί λαλήσω. › Περὶ δὲ τοῦ ἁγίου Πνεύματος· ‹ Ἀφ' ἑαυτοῦ οὐ λαλήσει, ἀλλ' ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν· › καὶ ἑτέρωθι· ‹ Ἐγὼ ἀπ' ἐμαυτοῦ οὐκ ἐλάλησα· › καὶ πάλιν· ‹ Καθὼς ἐνετείλατό μοι ὁ Πατὴρ, οὕτως ποιῶ· › καὶ πάλιν· ‹ Ὁ λόγος ὃν ἀκούετε, οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με· › καὶ ὅσα τοιαῦτα. Τοιούτοις γὰρ ἐχρήσατο ῥήμασιν ὁ Δεσπότης, ὡς λόγος ὢν τοῦ Πατρὸς, ἐνδείξασθαι ἡμῖν βουλόμενος τὴν ἕνωσιν τῆς φύσεως, καὶ τὴν ἄῤῥητον συμφωνίαν τῆς ἁγίας Τριάδος, καὶ ὡς κοινὰ αὐτῆς ἐστι τὰ διδάγματα, καὶ οὐ διεστῶτα. Πᾶν γὰρ κτίσμα, ἐὰν ᾖ λογικὸν, ἔχει θέλημα ἴδιον· ὃ, ὡς γέγραπται, κατασιγάζει, ἵνα τὸ τοῦ Θεοῦ θέλημα εἴπῃ. Διὸ ποτὲ μὲν τὰ ἑαυτοῦ λαλεῖ καὶ ποιεῖ, ποτὲ δὲ τὰ τοῦ Θεοῦ· καὶ εἰς ἔνια μὲν συμπνέει τῷ ὁμοίῳ ἀνθρώπῳ· εἰς ἔνια δὲ, ἕτερα βούλεται. Ὁ γὰρ Θεὸς Λόγος ἐξουσιαστὴς ὢν καὶ σοφία, ἔτι μὴν καὶ τὸ ἅγιον Πνεῦμα τοῦ Θεοῦ ἐκπορευόμενον παρ' αὐτοῦ, καὶ κατὰ τὸν Ἀπόστολον, ἐρευνῶν τὰ βάθη αὐτοῦ, καὶ μόνον εἰδὸς τὰ τοῦ Θεοῦ, κατ' ἐξουσίαν παρέχον τὰς θείας δωρεὰς, οὐκ [184 b] ἀναμένει ἀκοῦσαι, καὶ οὕτως εἰπεῖν, ἢ ποιῆσαι, ὡς τὰ κτίσματα· ἅπερ πέφυκεν οὐ μόνον τοῦ Θεοῦ τὸ θέλημα ἀγνοεῖν, ἀλλ' ἔσθ' ὅτε καὶ μὴ ποιεῖν· ὡς ἡνίκα λέγῃ, ὁ μὲν Ἀβραὰμ ἐνδοιάζων· ‹ Μή τι, Κύριε, ἐὰν λαλήσω; › Ὁ δὲ Μωϋσῆς παραιτούμενος· ‹ Ἰσχνόφωνος καὶ βραδύγλωσσός εἰμι ἐγώ· › καὶ, ‹ Δέομαι, Κύριε· οὐ δύναμαι μόνος φέρειν τὸ βάρος τοῦ λαοῦ τούτου· προχείρισαι ἄλλον σεαυτῷ. › Καὶ Ἀαρὼν καὶ Μαριὰμ οἰκείᾳ κινήσει ἐθρασύνθησαν κατὰ Μωϋσέως, ὅτε καὶ ἐλεπρίασεν ἡ Μαριὰμ, καὶ ὠργίσθη θυμῷ Κύριος. Ἀλλὰ καὶ Δαυῒδ, τὸ ἑαυτοῦ θέλημα ποιῶν, καὶ ἀριθμῶν τὸν λαὸν, ἐπιτιμᾶται. Καὶ
They have not understood that it is right, in the case of the supreme and incomprehensible hypostases, to understand also the saying, "The Father hath given Me a commandment, what I should say, and what I should speak." And concerning the Holy Spirit: "He shall not speak from Himself, but shall receive of Mine, and shall declare it unto you;" and elsewhere: "I have not spoken from Myself;" and again: "As the Father commanded Me, so I do;" and again: "The word which ye hear is not Mine, but His who sent Me;" and all such sayings. For the Master used such expressions, as being the Word of the Father, wishing to show us the unity of the nature, and the ineffable harmony of the Holy Trinity, and that its teachings are common, and not divided. For every creature, if it be rational, hath a will of its own; which, as it is written, it silenceth, that it may speak the will of God. Wherefore at one time it speaketh and doeth its own things, and at another time the things of God; and in some things it agreeth with a fellow man, while in some things it willeth otherwise. For God the Word, being Sovereign and Wisdom, and moreover the Holy Spirit of God proceeding from Him, and according to the Apostle searching His depths, and alone knowing the things of God, bestowing the divine gifts with authority, doth not wait to hear, and so to speak or to act, like creatures; which are by nature prone not only to be ignorant of the will of God, but sometimes even not to do it; as when Abraham saith, hesitating: "What, Lord, if I shall speak?" And Moses declining: "I am weak of voice and slow of tongue;" and, "I beseech Thee, Lord, I am not able alone to bear the burden of this people; appoint another for Thyself." And Aaron and Miriam by their own impulse grew bold against Moses, when Miriam also became leprous, and the Lord was provoked to wrath. Moreover David also, doing his own will and numbering the people, is rebuked. And
PG 39:889Read from the page
Ἱερεμίας δὲ, παρὰ σκοπὸν τοῦ ἀνεξικάκου καὶ ἀμνησικάκου Θεοῦ εἰπών· ‹ Νεώτερός εἰμι ἐγὼ, καὶ οὐ δύναμαι προφητεύειν, › ἀκούει· ‹ Μὴ λέγε, ὅτι Νεώτερός εἰμι ἐγώ. › Καὶ ὁ Ἰωνᾶς δὲ, ἴδιον, καὶ οὐ τοῦ Θεοῦ ποιῶν θέλημα, πλοίῳ ἐπιβὰς, φεύγει εἰς Θαρσεῖς ἐκ προσώπου τοῦ πανταχοῦ ὄντος Κυρίου. Καὶ Παῦλος περὶ τῶν ἀποστόλων Γαλάταις φησίν· ‹ Ἀλλ' ὅτε ἶδον, ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου, εἶπον τῷ Κηφᾷ ἔμπροσθεν πάντων › τάδε. Ἵνα δὲ πληροφορηθῶσιν οἱ ἄπιστοι, εἴγε δὴ ἄρα καὶ πληροφορηθῶσιν, ἀνάγκη μακρῦναι τὸν λόγον. Πρὸ τῆς ἐν κόσμῳ παρουσίας τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἐφάνησαν ψευδόχριστοι καὶ ψευδοπροφῆται, ὡς Ἰούδας ὁ Γαλιλαῖος, καθὼς ἔχουσιν αἱ Πράξεις τῶν ἀποστόλων, πλανῶντες, καὶ οὐ τὰ τοῦ Θεοῦ καὶ τοῦ [185 a] νόμου αὐτοῦ διδάσκοντες· περὶ ὧν καὶ Ἰεζεκιὴλ προφητεύει· ‹ Ζῶ ἐγὼ, λέγει Κύριος· ἐπὶ τοὺς προφήτας, τοὺς πλανῶντας τὸν λαόν μου, οὐχ ἀπέστειλα αὐτούς· ἀφ' ἑαυτῶν ἐλάλησαν. ›
And Jeremiah, having spoken contrary to the purpose of the long-suffering and forgiving God, "I am too young, and I cannot prophesy," heareth: "Say not, I am too young." And Jonah also, doing his own will and not that of God, boarding a ship, fleeth to Tarshish from the presence of the Lord who is everywhere. And Paul concerning the apostles saith to the Galatians: "But when I saw that they walked not uprightly toward the truth of the Gospel, I said unto Cephas before them all" these things. And in order that the unbelievers may be fully assured, if indeed they are to be fully assured, it is necessary to lengthen the discourse. Before the coming into the world of the Son of God, there appeared false christs and false prophets, as Judas the Galilean, as the Acts of the Apostles have it, leading astray, and teaching not the things of God and of His law; concerning whom Ezekiel also prophesieth: "As I live, saith the Lord: against the prophets who lead My people astray, I sent them not; they spoke from themselves."
Ἐλθὼν τοίνυν ὁ ἀληθινὸς Χριστὸς, ὑπενοήθη πλάνος. Ἔχει γὰρ τὸ Εὐαγγέλιον, ὡς ἐν τῇ ἑορτῇ τῶν Σκηνοπηγιῶν ἐζήτουν τὸν Ἰησοῦν οἱ ὄχλοι, λέγοντες· ‹ Ποῦ ἐστιν; Καὶ ἦν περὶ αὐτοῦ διαφωνία· οἱ μὲν ἔλεγον· Ἀγαθός ἐστιν· ἄλλοι ἔλεγον· Οὐχί· πλανᾷ τὸν ὄχλον. › Καὶ πάλιν οἱ ἀρχιερεῖς λέγουσι τῷ Πιλάτῳ· ‹ Οἴδαμεν, Κύριε, ὅτι εἶπεν ὁ πλάνος ἐκεῖνος ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. › Εἶπεν οὖν ὁ Σωτὴρ, περὶ μὲν ἐκείνων οὕτως· ‹ Ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται ἦσαν καὶ λῃσταί· ἀλλ' οὐκ ἤκουσεν αὐτῶν τὰ πρόβατα. Τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούουσιν, καὶ γνωρίζει τὴν φωνήν μου, καὶ ἀκολουθεῖ μοι· › περὶ δὲ ἑαυτοῦ· ‹ Ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ· › ὡς ἐκεῖνοι δῆλον ὅτι. Προειδὼς δὲ καὶ τὰ μέλλοντα, ὡς Θεὸς, καὶ ὅτι μετὰ τὴν ἐν οὐρανοῖς ἄνοδον αὐτοῦ, καὶ τὴν τοῦ ἁγίου Πνεύματος ἐπιδημίαν, ἔσονται πάλιν πλάνοι, ὡς Σίμων, ὡς Μοντανὸς, ὡς Μανιχαῖος, προησφαλίσατο εἰπὼν· ‹ Ὅταν ἔλθῃ ὁ Παράκλητος, τὸ
When therefore the true Christ came, He was suspected of being a deceiver. For the Gospel hath it that at the feast of Tabernacles the multitudes sought Jesus, saying: "Where is He? And there was a division concerning Him: some said, He is good; others said, Nay, He leadeth the multitude astray." And again the chief priests say to Pilate: "We know, Sir, that that deceiver said while he was yet alive, After three days I rise again." Therefore the Saviour spoke thus concerning them: "All who came before Me were thieves and robbers; but the sheep did not hear them. My sheep hear My voice, and it knoweth My voice, and followeth Me;" and concerning Himself: "I speak not from Myself," namely, as they did, clearly. And foreknowing also the things to come, as God, and that after His ascent into the heavens, and the advent of the Holy Spirit, there would again be deceivers, such as Simon, such as Montanus, such as Manichaeus, He fortified us beforehand, saying: "When the Paraclete cometh, the
PG 39:892Read from the page
Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος ὑμᾶς ἀναμνήσει τὰ ῥήματά μου, καὶ ὁδηγήσει ὑμᾶς πρὸς πᾶσαν τὴν ἀλήθειαν· ἀφ' ἑαυτοῦ οὐ λαλήσει· › ἀντὶ τοῦ, Τῷ ἁγίῳ Πνεύματι μὴ ἀπιστήσητε, τὰ αὐτὰ λέγοντι καὶ διδάσκοντι, ἅπερ ἐγώ· Οὐ γὰρ ἑτερόβουλον, οὐδ' ἑτεροούσιον· τοῖς δὲ Πνεῦμα ἅγιον λέγουσιν ἔχειν, καὶ μὴ [185 b] λαλοῦσι τὰ ἐμὰ καὶ τὰ τῶν προφητῶν, μὴ πιστεύσητε· μή τε μὴν ἀνάσχησθε Μανιχαίου, μὴ προσιεμένου τὴν Παλαιὰν Διαθήκην, ἀλλ' ἀπανθρωπίαν καταψηφιζομένου τοῦ ἀγαθοῦ Πατρὸς, τοῦ σὺν ἐμοὶ λαλοῦντος καὶ ποιοῦντος τὰ φιλάνθρωπα. Πρὸς τούτοις, Λόγος ὢν τοῦ Θεοῦ ἐνυπόστατος ὁ Υἱὸς, καὶ ὢν ἐν τῷ Πατρὶ, καὶ τὸν Πατέρα ἔχων ἐν ἑαυτῷ, εἰκότως ἀφ' ἑαυτοῦ οὐ λαλεῖ· ἀλλ', ὡς προγέγραπται, τὰ τοῦ Θεοῦ λαλεῖ, ἅτε δὴ Θεὸς ἄῤῥητος βλέπων εἰς τὸ θέλημα τοῦ Πατρός· καὶ τὸ ἅγιον Πνεῦμα ὁμοίως, ἅτε θεῖον Πνεῦμα. Νοητέον καὶ ἄλλως· Τοῦ Λόγου τοῦ Πατρὸς φάσκοντος· ‹ Τὸ Πνεῦμα ἀφ' ἑαυτοῦ οὐ λαλήσει, ἀλλ' ἐκ τοῦ ἐμοῦ λήψεται· › ὁρᾶται ὁ σύνδεσμος τῆς οὐσίας, καὶ τοῦ ἑνὸς θελήματος τῆς Τριάδος. Οὐκ εἰπόντος δὲ αὐτοῦ, Ἀφ' ἑαυτοῦ οὐ λαλεῖ, ἀλλ', ‹ οὐ λαλήσει, › δείκνυται, ὡς ἐπί τινι καιρῷ καὶ πράγματι ἐλέχθη τὸ, ‹ οὐ λαλήσει. › Ἐπείτοι τῷ Μωϋσεῖ, ὡς προείρηται, παραιτουμένῳ λέγει ὁ Θεός· ‹ Ἐπίλεξαι ἑβδομήκοντα πρεσβυτέρους, καὶ λήψομαι ἀπὸ τοῦ Πνεύματος τοῦ ἐν σοὶ, καὶ δώσω ἐπ' αὐτούς· › καὶ ὅμως οὐχ ὡς ἐνδεὴς ἐλάμβανεν ἀπὸ τοῦ Πνεύματος τοῦ ὄντος ἐν τῷ Μωϋσεῖ. Πάλιν γοῦν ἄλλοτε ἐξουσιαστικῶς καὶ δεσποτικῶς ποιεῖν καὶ φθέγγεσθαι τὸν Μονογενῆ καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ μαρτυρεῖ ἡ Γραφὴ οὑτωσί· περὶ μὲν τοῦ Υἱοῦ, ὡς ἡνίκα λέγῃ Δαυΐδ· ‹ Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάντα, ὅσα ἠθέλησεν, ἐποίησεν· › Ἠσαΐας δέ· ‹ Ἰσχυρὸς ἐξουσιαστής· › καὶ ὡς ὅτε κατ' ἐξουσίαν ἐνεργεῖ θείαν δύναμιν, καὶ θαύματα ἐπετέλει, ὡς προελέχθη. [186 a] Περὶ δὲ τοῦ ἁγίου Πνεύματος, ὡς ἡνίκα ὁ Κύριος διδάσκῃ· ‹ Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ· › Παῦλος δέ· ‹ Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. ›
Spirit of truth, who proceedeth from the Father, He shall bring to your remembrance My words, and shall guide you unto all the truth; from Himself He shall not speak": meaning, Disbelieve not the Holy Spirit, who speaketh and teacheth the same things as I; for He is not of another counsel, nor of another essence; but believe not those who say they have the Holy Spirit and speak not My words and those of the prophets; nor indeed tolerate Manichaeus, who accepteth not the Old Testament, but condemneth the good Father for inhumanity, who speaketh with Me and doeth the deeds of love toward mankind. In addition to this, the Son, being the subsistent Word of God, and being in the Father, and having the Father in Himself, reasonably speaketh not from Himself; but, as hath been written above, He speaketh the things of God, inasmuch as He is ineffable God looking to the will of the Father; and the Holy Spirit likewise, inasmuch as He is the divine Spirit. And it may also be understood otherwise: When the Word of the Father saith, "The Spirit shall not speak from Himself, but shall receive of Mine," there is seen the bond of essence and of the one will of the Trinity. And since He said not, "He speaketh not from Himself," but, "He shall not speak," it is shown that "He shall not speak" was said with reference to a certain season and matter. Since indeed to Moses, as hath been said before, when he declined, God saith: "Choose seventy elders, and I will take of the Spirit that is in thee, and will put it upon them"; and yet He did not take from the Spirit that was in Moses as though in need. Again therefore at another time Scripture testifieth that the Only-begotten and the Spirit of God act and speak with authority and sovereign power in this wise; concerning the Son, as when David saith: "Our God in heaven and on earth hath done all things whatsoever He willed"; and Isaiah: "Mighty Potentate"; and as when with authority He worketh divine power, and accomplished miracles, as was said before. And concerning the Holy Spirit, as when the Lord teacheth: "The Spirit bloweth where He willeth"; and Paul: "But all these things worketh the one and the same Spirit, dividing to each one severally as He willeth."